Τῇ οὖν πίστει ἡ ἐλπὶς ἐμφυτευθεῖσα καὶ ἐν αὐτῇ ὑπὸ τῆς μετανοίας καὶ τῶν δακρύων ποτισθεῖσα, ἔπειτα καὶ ὑπὸ τοῦ σοῦ φωτὸς ἐλλαμφθεῖσα, ἐρριζώθη καὶ ηὐξήθη καλῶς.
Εἶτα σὺ αὐτός, ὁ καλὸς τεχνίτης καὶ δημιουργός, παραγεγονὼς διὰ τῆς τῶν πειρασμῶν μαχαίρας, φημὶ δὴ τῆς ταπεινώσεως, τοὺς εἰς πολὺ ὕψος ἀναχθέντας περιττοὺς κλῶνας τῶν λογισμῶν ἀφελών, τῇ ἐλπίδι μόνῃ, ὡς ἐν μιᾷ ῥίζῃ δένδρου, τὴν σὴν ἁγίαν ἀγάπην ἐνεκέντρισας. Ταύτην οὖν ὁρῶν ὁσημέραι αὐξάνουσαν καὶ ἀεὶ ὁμιλοῦσάν μοι, μᾶλλον δὲ διὰ ταύτης σὺ καὶ διδάσκων καὶ περιλάμπων με, ὡς ἤδη ὑπὲρ πᾶσαν πίστιν γεγονὼς καὶ ἐλπίδα, οὕτω χαίρων διάκειμαι, καθὰ καὶ Παῦλος βοᾷ λέγων· «Ὃ γάρ τις βλέπει, τί καὶ ἐλπίζει;» Εἰ οὖν ἐγὼ σὲ ἔχω, τί πλέον ἐλπίσω; «Ἄκουσόν τι» πάλιν ἔφησας, Δέσποτα, ὥσπερ τὸν ἥλιον ὁρᾷς ἐν τοῖς ὕδασιν, ἐκεῖνον δὲ αὐτὸν οὐδόλως τότε μᾶλλον κάτω νεύων ὁρᾷς, οὕτω καὶ τὸ ἐν σοὶ γινόμενον νόει μοι καὶ ἀσφαλίζου σεαυτὸν καὶ σπούδαζε ἀεὶ ἐντὸς σοῦ καθαρῶς καὶ τρανῶς, ὡς τὸν ἥλιον ἐν τοῖς καθαροῖς ὕδασι, καθορᾶν με· καὶ εἶθ’ οὕτως ἰδεῖν με, ὥσπερ εἶπόν σοι, καταξιωθήσῃ καὶ μετὰ θάνατον. Εἰ δὲ μή, ὁ κύκλος ὅλος τῶν ἔργων καὶ κόπων καὶ λόγων σου τούτων ὠφελήσουσί σε οὐδέν, μᾶλλον μὲν οὖν καὶ μειζόνως κατακρινοῦσι καὶ πλείονα θλῖψίν σοι προξενήσουσιν, ἐπειδήπερ, ὡς ἀκούεις, «δυνατοὶ δυνατῶς ἐτασθήσονται».