Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι
Λόγος Γ': Τα άρρητα ρήματα και η πνευματική αίσθηση
Ερμηνεία των ευαγγελικών παραβολών, η μυστική εμπειρία του θείου φωτός, η μετοχή στο Άγιο Πνεύμα και το μυστήριο της Θείας Ευχαριστίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Γ': Τα άρρητα ρήματα και η πνευματική αίσθηση
Ερμηνεία των ευαγγελικών παραβολών, η μυστική εμπειρία του θείου φωτός, η μετοχή στο Άγιο Πνεύμα και το μυστήριο της Θείας Ευχαριστίας.
ΛΟΓΟΣ Γʹ Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου ἐν ᾧ λέγει· «Καὶ εἶδον τὸν τοιοῦτον εἰς τρίτον οὐρανὸν ἁρπαγέντα καὶ ἀκούσαντα ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ ἀκοῦσαι.» Τί οὖν εἰσιν ἃ ἀκήκοεν ὁ Παῦλος ἄρρητα ῥήματα; Τίνα δὲ τὰ ἀγαθὰ «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη»; Τίς δὲ ἢ πῶς ἔσται καὶ ἔστιν εἰς ἡμᾶς ἡ τοῦ Θεοῦ βασιλεία καὶ τίς ἡ ἐν ἡμῖν ταύτης ἐνέργεια; Ἐπειδήπερ διαρρήδην ὁ τὸν ἁπάντων Δεσπότης καθ’ ἑκάστην διὰ τῶν εὐαγγελίων βοᾷ, τὰ μὲν συνεσκιασμένως λέγων, ὅταν ἐν παραβολαῖς διαλέγηται, τὰ δὲ διερμηνεύων κατ’ ἰδίαν τοῖς ἑαυτοῦ μαθηταῖς, οὕτω λέγων· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς», καί ποτε παρρησίᾳ πάντα καὶ ἀποκεκαλυμμένα λέγει πρὸς πάντας ἡμᾶς, ὥς φασι πρὸς αὐτὸν οἱ ἀπόστολοι· «Ἴδε, φασί, παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις», ζητῆσαι χρεὼν καὶ μαθεῖν ποῖα τὰ παρρησίᾳ καὶ ἀπογεγυμνωμένα, ποῖα δὲ τὰ ἐν παραβολαῖς ὑπὸ τοῦ Κυρίου καὶ Θεοῦ εἰρημένα.
Τὰ μὲν οὖν δῆλα τῶν ἐντολῶν καὶ γυμνά εἰσιν ὅταν ὁ Εὐαγγελιστὴς λέγῃ· «Εἶπεν ὁ Κύριος· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοὺς μισοῦντας ὑμᾶς», καὶ ὅταν μακαρίζῃ μὲν τοὺς πενθοῦντας, ταλανίζῃ δὲ τοὺς γελῶντας, καὶ ὅταν λέγῃ· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», καὶ πάλιν· «Ὁ θέλων σῶσαι τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εἰς ζωὴν αἰώνιον εὑρήσει αὐτήν», καί· «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.» Ταῦτα τοίνυν καὶ τὰ τούτοις ἑπόμενα οὐκ ἐν παραβολαῖς, ἀλλὰ φανερὰ καὶ μηδεμίαν ἐγκεκρυμμένην ἔννοιαν ἔχοντα εἴρηται. Τὰ δέ γε ἐν παραβολαῖς εἰσιν ὅταν λέγῃ· «Τίνι ὁμοιώσομεν τὴν βασιλείαν τοῦ Θεοῦ; Ὁμοία ἐστὶ κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ αὐξηθὲν ἐγένετο εἰς δένδρον μέγα» καὶ ὅταν πάλιν φησίν· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ζητοῦντι καλοὺς μαργαρίτας» καὶ πάλιν· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον». Ταῦτα καὶ ἕτερα τούτων πλείονα οὕτω λέγων καὶ παρομοιάζων τοῖς τοιούτοις τὴν βασιλείαν τῶν οὐρανῶν, παραβολὰς καλεῖ.
Καὶ ὅρα μοι σοφίαν ἐντεῦθεν Θεοῦ, πῶς διὰ τῶν αἰσθητῶν ὑποδειγμάτων καὶ τῶν δοκούντων ἡμῖν εὐτελῶν εἶναι τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν ὑποζωγραφεῖ. Τοῦτο δὲ ὅλον ποιεῖ, ἵνα οἱ μὲν ἄπιστοι καὶ διὰ τῆς ἀπιστίας ἀνάξιοι τῶν τοιούτων γενόμενοι μείνωσι τυφλοὶ καὶ τῶν τοιούτων ἄμοιροι ἀγαθῶν, οἱ δέ γε πιστοὶ καὶ μετὰ πληροφορίας τὸν λόγον δεχόμενοι τῶν παραβολῶν αὐτὴν τὴν ἀλήθειαν καὶ τὴν τῶν πραγμάτων ἐναργῆ θεάσωνται ἐπ’ αὐτοῖς ἔκβασιν. Αἱ γὰρ παραβολαὶ αὗται εἰκόνες τῶν γινομένων πραγμάτων εἰσί· καὶ ὅπως, ἄκουε. Ὁ κόκκος τοῦ σινάπεως τὸ πανάγιον Πνεῦμά ἐστι· τοῦτο γὰρ καὶ τὴν βασιλείαν μοι νόει εἶναι τῶν οὐρανῶν καὶ οὐχ ἕτερόν τι. Ἄνθρωπος δέ ἐστιν ὁ πᾶς πιστὸς καὶ βουλόμενος διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τοῦτον τὸν κόκκον λαβεῖν. Κῆπος δὲ οὐδεὶς ἕτερος τόπος ἐστὶν εἰ μὴ ἑκάστου ἡμῶν ἡ καρδία, ἔνθα τὸν ἕνα κόκκον τοῦτον—οὐ τοὺς πολλούς, οὐδὲ γὰρ ἀπὸ τῶν διχοτομουμένων ὑπάρχει—, τὸν ἄτμητον ὄντα τῇ φύσει καὶ ἀδιαίρετον λαμβάνοντες, κρύβομεν ἐν αὐτῇ· πάσῃ δὲ φυλακῇ τηροῦντες ἑαυτοὺς καὶ φυλάττοντες, αὐτὸς αὐξάνει ὡς οὐκ ἴσμεν ἡμεῖς καὶ φυεὶς ὁρᾶται καὶ αὐξηθεὶς ἐπὶ πολὺ ἐπιγινώσκεται παρὰ τῶν ἐν οἷς ἐφύη καὶ εἰς δένδρον γενόμενος καὶ κλάδους ποιήσας πολλοὺς ἄφραστον τῷ κεκτημένῳ αὐτὸν ἐμποιεῖ τὴν χαράν.
Ὥσπερ οὖν δίχα τοῦ σπόρου οὐδὲν ὁ κῆπος χρήσιμον προφέρει εἰ μὴ μόνον ἀκάνθας καὶ βοτάνας ἀγρίας καὶ ὁ σπόρος δίχα τοῦ βληθῆναι εἰς κῆπον οὐ καρποφορεῖ, ἀλλὰ μένει μόνος οἷός ἐστιν, οὕτω δὴ καὶ ἡμῶν ἀληθῶς αἱ ψυχαὶ δίχα τοῦ θείου σπόρου ἄκαρποι καὶ ἀκανθηφόροι διατελοῦσι καὶ γίνονται. Ὁ γὰρ θεῖος σπόρος, πρὸ τοῦ ἐν ἡμῖν ἤγουν ἐν ταῖς καρδίαις ἡμῶν ἐμβληθῆναι, αὐτὸς μένει μὲν οἷος ὅλος ὑπάρχει Θεός, μήτε προσθήκην δεχόμενος μήτε μὴν ὕφεσιν ὑπομένων τὸ σύνολον, ἐν ἡμῖν δὲ οὔτε φύει ὅλως οὔτε αὔξησιν ἐπιδέχεται. Πῶς γὰρ ὁ κατὰ συνάφειαν διεστὼς ἴσα τοῖς συναφθεῖσιν αὐτῷ τὴν αὐξητικὴν δύναμιν ἐπιδείξεται; Οὐδαμῶς, ὥσπερ οὐδὲ τὸ πῦρ ὕλην ἀνάπτει ποτὲ ἧς μὴ προσψαύσειεν, οὐδὲ ὕλη ἐμπίπραται, εἰ μὴ τῷ πυρὶ ἑνωθῇ καθ’ ὑπόστασιν.
Τοίνυν καὶ καθάπερ τὰ τῶν θείων εὐαγγελίων, τὰ μὲν συνεσκιασμένως, ὡς εἴρηται, καὶ διὰ παραβολῶν λέγεται πρὸς ἡμᾶς, τὰ δὲ παρρησίᾳ καὶ ἀπερικαλύπτως, οὕτω καὶ τὰ τῶν ἀποστολικῶν καὶ θεοφράστων ῥημάτων οὐ πάντα φανερῶς καὶ ἄνευ παραπετάσματός τινος λέγεται πρὸς ἡμᾶς, ἀλλ’ ἔσθ’ ὅτε πολλῆς τῆς ἐξετάσεως καὶ ἑρμηνείας δεόμενα, βάθος νοημάτων καὶ μυστηρίων ἐν τῷ ῥητῷ πως ἐπιφερόμενα. Καί, εἰ δοκεῖ, μιᾶς τῶν ἀποστολικῶν ῥημάτων ὑποθέσεώς τε καὶ θεωρίας ἁψώμεθα καὶ ὀψόμεθα τί τὰ βάθη τοῦ Πνεύματος, ἐπειδὴ κατὰ τὸ θεῖον λόγιον «τὸ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ».
Τίς οὖν ἐστιν αὕτη καὶ ὁποία τῆς θεωρίας τοῦ λόγου ἡ ἀπαρχή; Τὰ ἄρρητα ῥήματα ἃ εἰς τρίτον οὐρανὸν ὁ θεῖος ἁρπαγεὶς Παῦλος ἀκήκοεν. Ἀλλὰ γὰρ ἐκ προοιμίων αὐτῶν τί ἐστι ῥῆμα πρῶτον ζητήσωμεν, ἵν’ οὕτω καθ’ ὁδὸν ἐρχόμενοι τὴν δύναμιν γνῶμεν τῶν ἀποστολικῶν ῥημάτων καλῶς.
Ῥῆμα τοιγαροῦν ὁ λόγος ἐστίν, ὥσπερ οὖν καὶ ὁ λόγος ῥῆμα καλεῖται· «Εἰπὲ» γάρ, φησί, «λόγον καὶ ἰαθήσεται ὁ παῖς μου.» Καὶ ἐν τῷ Ἰώβ· «Εἰπὲ ῥῆμά τι πρὸς Κύριον καὶ τελεύτα.» Καὶ ἀλλαχοῦ· «τὰ ῥήματα τοῦ στόματος αὐτοῦ». Καὶ τὰ μὲν ῥήματα καὶ οἱ λόγοι τῶν ἀνθρώπων στόμασι λαλοῦνται ἀνθρώπων καὶ ὠσὶν ὡσαύτως ἀνθρωπίνοις ἀκούονται, τὸ δὲ ῥῆμα τοῦ Θεοῦ καὶ ὁ λόγος αὐτοῦ, διὰ τοῦ στόματος αὐτοῦ ἐξερχόμενος, ἄφραστός ἐστι παντελῶς ἀνθρωπίνῃ γλώσσῃ καὶ ἀκοῇ σαρκίνῃ πάντῃ ἀχώρητος, οὐ μόνον δέ, ἀλλὰ καὶ εἰς αἴσθησιν αὐτῆς μὴ δυνάμενος ἐλθεῖν, τῆς αἰσθήσεως δηλονότι μὴ ἰσχυούσης αἰσθανθῆναι τὰ ὑπὲρ αἴσθησιν.
Ῥῆμα οὖν καὶ λόγον κατὰ πρώτην ἐπιβολὴν θεωρίας οὐδένα ἄλλον γινώσκομεν ἢ τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Πατρός, αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ὄντως ὄντα Θεόν· στόμα δὲ αὐτοῦ τὸ λαλοῦν τὰ ἄρρητα ῥήματα οὐδὲ ἕτερον ἢ αὐτὸ τὸ ἅγιον καὶ ὁμοούσιον Πνεῦμα, καθὼς ὁ προφήτης φησί· «Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα» ἀντὶ τοῦ τὸ Πνεῦμα Κυρίου. Στόμα τοίνυν Θεοῦ τὸ ἅγιον Πνεῦμά ἐστιν, ῥῆμα δὲ καὶ λόγος ὁ Υἱὸς αὐτοῦ καὶ Θεός.
Διὰ τί δὲ τὸ Πνεῦμα στόμα καλεῖται Θεοῦ, ὁ δὲ Υἱὸς ῥῆμα καὶ λόγος; Ἐπειδή, ὥσπερ διὰ τοῦ στόματος ἡμῶν ὁ λόγος ὁ ἐν ἡμῖν προέρχεται καὶ τοῖς ἄλλοις ἀποκαλύπτεται καὶ ἄλλως οὐκ ἔστιν εἰπεῖν ἢ δηλῶσαι αὐτόν, εἰ μὴ διὰ τῆς τοῦ στόματος φθογγῆς, οὕτως οὐδὲ ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Λόγος, εἰ μὴ διὰ τοῦ ἁγίου Πνεύματος ὡς διὰ στόματος λαληθῇ ἤγουν ἀποκαλυφθῇ, γνωσθῆναι ἢ ἀκουσθῆναι οὐ δύναται.
Τὸ δὲ οὐ δύναται ἀντὶ τοῦ οὐκ ἐνδέχεται, οὐδὲ βούλεται, λέγομεν ἐνταῦθα, ὡς καὶ τὸ ἀδύνατον ψεύσασθαι Θεόν. Καθάπερ δὲ τὸ ἡμέτερον στόμα εἰ μὴ ἀνοίξομεν, οὐδὲ γὰρ ἐσφιγμένου ὑπάρχοντος ὁ λόγος ἡμῶν ἐξελθεῖν δύναται, οὕτως οὐδὲ τὸ στόμα τοῦ Θεοῦ, αὐτὸ δὴ τὸ ἅγιον Πνεῦμα αὐτοῦ, εἰ μὴ διὰ τῆς ἐν ἡμῖν γινομένης ἐλλάμψεως αὐτοῦ ἀνοιγῇ, οὐ τὸ Πνεῦμα δέ, ἀλλ’ ὁ ἐξ αὐτοῦ ἐλλαμπόμενος νοῦς ἡμῶν, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ οὔτε ὁρᾶται, οὔτε γινώσκεται, οὔτε μὴν ἀποκαλύπτεται τῇ ὀπτικῇ καὶ ἀκουστικῇ αἰσθήσει ἡμῶν.
Τὰ γοῦν ἄρρητα ῥήματα ἃ ὁ θεῖος Παῦλος, ὡς ἔφη, ἀκήκοεν, οὐδὲν ἕτερόν εἰσι κατά γε τὴν ἡμετέραν τῆς ἀσθενοῦς διανοίας κατάληψιν ἢ πάντως αἱ μυστικαὶ καὶ ἐπ’ ἀληθῶς ἀνέκφραστοι διὰ τῆς ἐλλάμψεως τοῦ ἁγίου Πνεύματος θεωρίαι τε καὶ ὑπερμεγαλοπρεπεῖς ἄγνωστοι γνώσεις, εἴτ’ οὖν ἀθέατοι θεωρίαι τῆς ὑπερφώτου καὶ ὑπεραγνώστου τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ δόξης τε καὶ θεότητος· αἵτινες, τοῖς ἀξίοις ἐκφαντικώτερόν τε καὶ τρανότερον ἀποκαλυπτόμεναι, δείκνυνται αἱ τῶν ἀφθέγκτων ῥημάτων ἀνήκοοι ἀκοαί, ἡ τῶν ἀκαταλήπτων πραγμάτων ἐν ἀκαταληψίᾳ κατάληψις. Εἰ δὲ ἐκεῖνος μὲν εἶπεν· «Ἀκήκοα ῥήματα ἄρρητα», ἡμεῖς δὲ ταῦτα τὸν Υἱὸν εἴπομεν εἶναι καὶ ἄλλως τοῦ Θεοῦ καὶ Πατρὸς διὰ τοῦ ἁγίου λαλούμενον Πνεύματος καὶ ἅμα διὰ τῆς ἐλλάμψεως αὐτοῦ ἀποκαλυπτόμενον τοῖς ἀξίοις, τὴν δὲ ἔλλαμψιν εἴτ’ οὖν ἀποκάλυψιν διὰ θεωρίας γίνεσθαι μᾶλλον καὶ οὐχὶ δι’ ἀκοῆς, μὴ ξενισθῇς ἐπὶ τούτῳ, ἀλλὰ τὴν λύσιν τούτου ἀκηκοὼς μάθε εἶναι πιστὸς καὶ μὴ ἄπιστος ᾖς. Ἔχει δὲ οὕτως.
Ὁ Θεὸς ἡ τῶν ὅλων αἰτία εἷς ἐστι· τὸ δὲ ἓν τοῦτο φῶς καὶ ζωή ἐστι, πνεῦμα καὶ λόγος, στόμα καὶ ῥῆμα, σοφία καὶ γνῶσις, χαρὰ καὶ ἀγάπη, βασιλεία οὐρανῶν καὶ παράδεισος, οὐρανὸς οὐρανῶν, ὥσπερ καὶ ἥλιος ἡλίων καὶ Θεὸς θεῶν καὶ ἡμέρα καλεῖται ἀνέσπερος· καὶ πᾶν ὁτιοῦν ἂν εἴποις ἀπὸ τῶν ὁρωμένων καλόν, καὶ ὑπὲρ τὸ πᾶν ζητῶν, εὑρήσεις τὸ ἓν τοῦτο ἐνυποστάτως ὂν καὶ κυρίως καλούμενον ἀγαθόν.
Οὐχ ὡς τὰ ὁρώμενα δὲ τοιοῦτον κἀκεῖνό ἐστιν, ἀλλ’ ἀσυγκρίτως καὶ ἀρρήτως ὑπὲρ ἅπαντα τὰ ὁρώμενα· οὐδὲ καθ’ ἓν τούτων ὡς ταῦτα καὶ τὸ ἓν ἐκεῖνο κεχωρισμένως εὑρίσκεται, ἀλλ’ ἓν μένον ἀναλλοιώτως καὶ τὸ αὐτὸ πανάγαθόν ἐστι καὶ ὑπὲρ πᾶν ἀγαθόν. Οὕτω τοιγαροῦν τετίμηται καὶ αὐτὸς ὁ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν κτισθεὶς ἄνθρωπος, μίαν αἴσθησιν ἔχων ἐν μιᾷ ψυχῇ καὶ νοῒ καὶ λόγῳ, εἰ καὶ πενταχῶς διαμερίζεται ταῖς φυσικαῖς ἀνάγκαις τοῦ σώματος, πρὸς μὲν τὰ σωματικὰ διὰ τῶν πέντε διαιρουμένη ἀδιαιρέτως αἰσθήσεων, ἥτις καὶ ἀναλλοιώτως ἀλλοιουμένη τὴν ἐνέργειαν δείκνυσι, βλέπουσα οὐκ αὐτή, ἀλλὰ δι’ αὐτῆς ἡ ψυχή, οὕτω δὲ καὶ ἀκούουσα καὶ ὀσφραινομένη καὶ γευομένη καὶ τῇ ἁφῇ διακρίνουσα. Ἐν δὲ τοῖς πνευματικοῖς οὐκέτι θυρίσιν αἰσθήσεων διαιρεῖσθαι καταναγκάζεται, οὐκέτι ζητεῖ ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς τοῦ ἰδεῖν ἤ τι τῶν ὄντων θεάσασθαι, οὐδὲ τὰ ὦτα λόγον εἰσδέξασθαι, οὐδὲ ὄσφρησιν ἐκκαθᾶραι εἰς τὸ ὀξέως ὀσφραίνεσθαι· οὐδὲ δεῖται χειλέων ἢ γλώττης πρὸς τὴν τοῦ γλυκέος ἢ πικροῦ γεῦσιν ὁμοῦ καὶ διάκρισιν, οὐδὲ χειρῶν τοῦ ἐπαφᾶσθαι καὶ εἰδέναι δι’ αὐτῶν τὸ τραχύ τε καὶ λεῖον καὶ ὁμαλόν.
Ἀλλὰ τούτων ἁπάντων ἡ αἴσθησις ἐκτὸς γενομένη καὶ ὅλη καθόλου συναπαχθεῖσα τῷ νῷ, ὡς φυσικῶς αὐτῷ συνεπομένη καὶ ἀχωρίστως μία οὖσα, τὰς πέντε ἔχει αἰσθήσεις ἐν ἑαυτῇ, ὡς οὔσας ἓν ἢ καὶ πλείστας, εἰπεῖν ἀκριβέστερον.
Καὶ σκόπει μοι ἐντεῦθεν τὴν ἀκριβῆ τοῦ λόγου ἐξέτασιν. Ψυχή, νοῦς καὶ λόγος ἕν, ὡς εἴρηται, εἰσὶν ἐν μιᾷ τῇ οὐσίᾳ καὶ φύσει. Τοῦτο δὲ τὸ ἓν αἰσθάνεται, λογίζεται—λογικὸν γάρ—, νοεῖ, ἐπινοεῖ, ἐνθυμεῖται, βουλεύεται, ἐπιθυμεῖ, θέλει, οὐ θέλει, προαιρεῖται, οὐ προαιρεῖται, ἀγαπᾷ, μισεῖ· καὶ ἵνα μὴ τὸν λόγον μηκύνωμεν, τὸ ἓν τοῦτο ζῶν ἐστιν, ἐν τῷ αὐτῷ βλέπον καὶ ἀκοῦον ἅμα καὶ ὀσφραινόμενον, γευόμενόν τε καὶ ἐπαφώμενον, γινῶσκον, ἐπιγινῶσκον, γνωρίζον τε αὖ καὶ λαλοῦν. Πρόσεχε ἀκριβῶς τῶν λεγομένων τὴν δύναμιν, ἵν’ ἐντεῦθεν ἰσχύσῃς μαθεῖν τί τὰ ἄρρητα ῥήματα καὶ πῶς ὁ Παῦλος ταῦτα ἀκήκοεν ἃ καὶ ἀπεκαλύφθη αὐτῷ καὶ ἃ ἐν θείῳ Πνεύματι αὐτὸς ἐθεάσατο. Θεὸς ὁ τῶν ὅλων δημιουργὸς εἷς· τὸ οὖν ἓν τοῦτο πᾶν ἀγαθόν ἐστιν, ὥσπερ εἴρηται. Ψυχὴ λογικὴ καὶ ἀθάνατος μία· ἡ οὖν μία αὕτη πᾶσα αἴσθησίς ἐστιν, ἐν ἑαυτῇ δηλαδὴ πάσας εἴ τινές εἰσιν ἔχουσα. Ὅταν οὖν ὁ εἷς Θεὸς τοῦ παντὸς τῇ μιᾷ καὶ λογικῇ ψυχῇ δι’ ἀποκαλύψεως ὀφθήσεται, πᾶν ἀγαθὸν ταύτῃ ἀποκαλύπτεται καὶ διὰ πασῶν τῶν ταύτης αἰσθήσεων ὁμοῦ ἐν τῷ αὐτῷ ὁρᾶται τοῦτο αὐτῇ, βλέπεται καὶ ἀκούεται, καὶ γλυκαίνει τὸ γευστικὸν καὶ τὸ ὀσφραντικὸν εὐωδιάζει, ψηλαφᾶται, γνωρίζεται· λαλεῖ καὶ λαλεῖται, γινώσκει, ἐπιγινώσκεται καὶ ὅτι γινώσκει νοεῖται.
Ὁ γὰρ παρὰ τοῦ Θεοῦ γινωσκόμενος οἶδεν ὅτι γινώσκεται καὶ ὁ τὸν Θεὸν ὁρῶν οἶδεν ὅτι ὁρᾷ τοῦτον ὁ Θεός· ὁ δέ γε μὴ ὁρῶν τὸν Θεὸν οὐκ οἶδεν ὅτι ὁρᾷ αὐτὸν ὁ Θεός, ὡς οὐδὲ ὁρᾷ, εἰ καὶ τὰ πάντα βλέπει καὶ οὐδὲν αὐτὸν λέληθεν.
Διὰ πασῶν οὖν τῶν αἰσθήσεων ἐν τῷ αὐτῷ ἅμα οἱ καταξιωθέντες ἰδεῖν τὸ πᾶν ἀγαθὸν καὶ ὑπὲρ πᾶν ἀγαθὸν ὡς διὰ μιᾶς αἰσθήσεως τῶν πολλῶν τὸ ἓν ὂν καὶ πολλά, τὰ διάφορα ὁμοῦ ἀγαθὰ ὡς ἓν ἐν διαφόροις αἰσθήσεσι τῆς μιᾶς ἐπιγνόντες καὶ καθ’ ἑκάστην ἐπιγινώσκοντες, διαφορὰν ἐν τούτοις οὐδεμίαν ἐπίστανται, ἀλλὰ τὴν θεωρίαν γνῶσιν καὶ τὴν γνῶσιν πάλιν θεωρίαν καλοῦσι, τὴν ἀκοὴν ὅρασιν καὶ τὴν ὅρασιν ἀκοήν, ὡς ὅταν ὁ Ἀββακοὺμ λέγῃ· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.» Παρὰ τίνος γὰρ ἄλλου ἀκήκοεν;
Ἐκεῖνος αὐτὸν προφητεύων ἐκήρυττε. Καὶ πῶς λέγει· «Κύριε ἀκήκοα τὴν ἀκοήν σου»; Τί δὲ καὶ τῷ διττῷ τῆς ἀκοῆς δηλῶσαι βούλεται, εἰ μὴ ὅτι διὰ τῆς τοῦ Πνεύματος ἐλλάμψεως ἤτοι ἀποκαλύψεως τὸν Κύριον ἡμῶν πάντως καὶ Υἱὸν τοῦ Θεοῦ ἐπιγνοὺς καὶ διὰ τῆς ἐξ αὐτοῦ ὑπηχήσεως αὖθις τὰ περὶ τῆς οἰκονομίας αὐτοῦ ἐκδιδαχθείς, οἱονεὶ τὴν περὶ αὐτοῦ διδασκαλίαν ἣν ἐκεῖθεν ἔμαθεν ἰδιοποιησάμενος, πρὸς τὸν Κύριον, ὡς ὁρῶν αὐτόν, καθὰ καὶ ἑώρατο, περιχαρῶς ἔλεγεν· «Ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ· ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ.» Ὥστε ἀκοὴν τὴν ἐν τῇ θεωρίᾳ τῆς δόξης τοῦ Πνεύματος ἐγγινομένην ὁμοῦ διδασκαλίαν καὶ γνῶσιν λέγει, ἣν περὶ τῆς ἐνανθρωπήσεως καὶ ἐπὶ τῆς γῆς ἐπιφανείας αὐτοῦ ἤκουσε. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ εἰπεῖν· Κύριε, ὁρῶντος αὐτὸν καὶ λαλοῦντος ἔχει δύναμιν. Τίς γὰρ ὃν οὐ βλέπει ὡς βλέπων τούτῳ προσομιλεῖ; Μὴ ὁ μὴ βλέπων τὸν ἐπίγειον βασιλέα δύναται λέγειν πρὸς αὐτόν· «Ὦ βασιλεῦ, ἤκουσα τὰ δεδογμένα τῇ βασιλείᾳ σου»; Οὐδαμῶς.
Οὐχὶ γὰρ ἀκοῦσαι μόνον λέγει τὴν ἀκοὴν αὐτοῦ, ἀλλὰ καὶ ὅτι γνωσθήσῃ, φησί, καὶ ἐπιγνωσθήσῃ καὶ ἀναδειχθήσῃ, ὡς τὴν αὐτοῦ βουλὴν μετὰ πληροφορίας πάσης δηλονότι μαθὼν καὶ οἱονεί πως λέγων αὐτῷ· «Τὰ καὶ τὰ ποιήσεις, καθὰ τῇ βασιλείᾳ σου, δέσποτα, δέδοκται»; Πλεῖον δὲ τούτου καὶ πάντα τὰ προφητικὰ αἰνίττονται ῥήματα.
Οὕτω τοίνυν ἡ θεία Γραφὴ καὶ τὴν θεωρίαν τοῦ Θεοῦ ἀκοὴν καὶ τὴν ἀκοὴν ἀντὶ θεωρίας συνήθως τίθησιν. Οὕτω καὶ Παῦλος ὁ θεῖος, τὰς ἀνεκλαλήτους θεωρίας καὶ ἐλλάμψεις καὶ τὰς ὑπὲρ τὸ μέτρον τῆς ἀνθρωπίνης φύσεως καὶ δυνάμεως διδασκαλίας καὶ ἀποκαλύψεις, ῥήματα εἰκότως ἐκάλεσε καὶ ἀκοῦσαι ταῦτα εἶπε καὶ γραφῇ παραδέδωκε. Διὸ καὶ ἔλεγεν· «Ἐν δὲ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ἐπαίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί.» Εἰ οὖν ἤκουσε πρότερον, πῶς μετὰ ταῦτα ἀποκαλύψεις εἶπεν ἃ ἤκουσεν, εἰ μὴ καθὼς εἴπομεν; Οὕτω γὰρ καὶ ὁ Δαυὶδ ἀποκαλυφθῆναι τοὺς ὀφθαλμοὺς εὔχεται εἰς τὸ κατανοῆσαι τὰ θαυμάσια τοῦ Θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. Ὁ πρότερον εἰπών· «Εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, ἡρπάγην», πῶς ὕστερόν φησιν ὅτι ἤκουσα, εἰ μὴ ὡς ἀνωτέρω λεπτομερῶς ἐδηλώσαμεν καὶ αὐτὴ τοῦ πράγματος ἡ ἀλήθεια ἔχει;
Τοιγαροῦν καὶ διὰ μὲν τῆς ἁρπαγῆς τὴν θεωρίαν πρῶτον ἐδήλωσε, τὰ δὲ ἐντὸς τῆς θεωρίας καὶ τὰ ἐκφαντικώτερα τῆς τρανότερον ἐξαστραπτούσης δόξης τε καὶ θεότητος, ὡς γνῶσιν ἐμποιοῦντα καὶ τὸν ὁρῶντα διδάσκοντα καὶ δηλοῦντα τὰ πᾶσιν ἀπόρρητά τε καὶ ἀκατάληπτα, ἀκοῦσαι εἶπεν, ὡς ἓν οὔσης τῆς τε ἀκουστικῆς καὶ θεωρητικῆς δηλονότι αἰσθήσεως ἐπὶ τῶν πνευματικῶν. Ὅθεν οὐδὲ ἓν τῶν βλεπομένων ἢ ἀκουομένων, καθὼς ταῦτα ὁρᾷ καὶ ἀκούει, οἷόν ἐστι καὶ οἷα εἰπεῖν ποτε δύναται· διὰ τοῦτο καὶ γλώσσῃ ταῦτα λαλῆσαι ἀδύνατον εἶναι προσέθηκεν.
Ἀλλὰ σπουδάσωμεν ἑαυτοὺς ἐκκαθᾶραι διὰ μετανοίας καὶ ταπεινώσεως καὶ τὰς αἰσθήσεις πάσας ὡς μίαν τῷ ἀγαθῷ καὶ ὑπεραγαθῷ ἑνῶσαι Θεῷ· καὶ τότε ταῦτα πάντα, ἃ διὰ πολλῶν λόγων εἰπεῖν ἡμεῖς καὶ παραστῆσαι οὐκ ἐξισχύομεν, ἐν τῷ αὐτῷ ὁμοῦ ἅπαντα ὑμεῖς διδαχθήσεσθε, ἐν τῇ ὁράσει ἀκούοντες καὶ ἐν τῇ ἀκοῇ ὁρῶντες, ἐν τῇ θεωρίᾳ μανθάνοντες καὶ ἐν τῇ ἀποκαλύψει πάλιν ἀκούοντες.
Ἔστι δέ τις καὶ ἄλλη ἐν τοῖς ὑπὲρ λίαν πνευματικοῖς ἀκοή. Ποία δὲ αὕτη; Ἡ ἐπαγγελία τῶν μελλόντων δίδοσθαι ἀγαθῶν. Ὥσπερ γὰρ ἡ πρώτη παρουσία τοῦ Κυρίου διὰ τῶν προφητῶν καταγγελλομένη, εἰ καὶ ὡρᾶτο παρ’ αὐτῶν καὶ ἀκριβῶς ἐγινώσκετο, ἀλλὰ διὰ τὸ μήπω ἐν ταῖς ἡμέραις ἐκείνων γενέσθαι αὐτήν, μέλλουσαν δὲ μετὰ ταῦτα, τὰ περὶ αὐτῆς ἀποκαλυπτόμενα αὐτοῖς καὶ δεικνύμενα ἔλεγον ἀκούειν ἐκεῖνοι διὰ τὸ μετὰ ταῦτα εἰς ἔργον μέλλειν αὐτὰ ἐξενεχθήσεσθαι, οὕτω καὶ ὁ Παῦλος, τὰ ἀποκείμενα τοῖς ἀγωνιζομένοις δικαίοις ἰδὼν ἀγαθά, καὶ γνοὺς καὶ μαθὼν ἀκριβῶς ὅτι μετὰ τὴν δευτέραν τοῦ Κυρίου παρουσίαν καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν ταῦτα λήψονται οἱ τὸν Θεὸν ἐξ ὅλης ἠγαπηκότες ψυχῆς, ὡς ἐν τάξει ἐπαγγελίας καὶ ὑποσχέσεως ταῦτα θείς, ἐξεβόησεν. «Ἤκουσα, φησίν, ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Τίνα δὲ τρόπον ῥήματα ταῦτα ἐκάλεσεν; Εἶπε γὰρ ἀγαθὰ καὶ οὕτω ῥήματα, ἐπειδὴ τὰ ἀγαθὰ ἐκεῖνα ῥήματά τινα ξένα ἐπ’ ἀληθείας εἰσὶ καὶ λόγοι δι’ ὧν πᾶσα λογικὴ φύσις ἐντρυφᾷ τὴν ὄντως ἀκένωτον καὶ ἀείζωον τρυφὴν καὶ ζωοῦται θείως καὶ ἐπευφραίνεται.
Εἰ γὰρ Θεὸς ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, δικαίως ἂν αἱ τοῦ Θεοῦ Λόγου ἐλλάμψεις κληθήσονται ῥήματα· ὁ γὰρ λόγος εἰς μῆκος διεκχυνθεὶς διηγήσεως οὐκέτι λόγος, ἀλλὰ διηγήσεως ῥήματα λέγεται, ὡς τὸ «Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε· σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.» Λόγος τοιγαροῦν ὁ Θεός, ῥήματα δὲ αὐτοῦ, αἱ δίκην ἐξ ἀστραπῆς τινος ἐκπηδῶσαί τε καὶ τρανότερον ἐκφερόμεναι, ἢ ἀποκαλυπτόμεναι μᾶλλον ἡμῖν, τῆς θεότητος αὐγαί τε καὶ ἐλλάμψεις, ἅτινα ἐξειπεῖν ἡμεῖς οὐ δυνάμεθα. Ὁ δέ γε Ἰωάννης ὁ ἠγαπημένος Χριστοῦ μαθητὴς μικρόν τι κατὰ τὴν δοθεῖσαν αὐτῷ χάριν εἶπε καὶ παρεδήλωσεν ἐξ ὧν ὁ Παῦλος ἀκήκοεν, οὑτωσὶ λέγων· «Ἀδελφοί, νῦν τέκνα Θεοῦ ἐσμεν, ἀλλ’ οὔπω ἐφανηρώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.» Ἐκεῖνος εἶπεν ὅτι «Ἤκουσα ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», οὗτος δὲ ὅτι «Οἴδαμεν, ἐὰν φανηρωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα» καὶ ὀψόμεθα αὐτὸν τελεώτερον. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Παῦλός φησι· «Νῦν μὲν γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὸ καὶ ἐπεγνώσθην.» Ὁρᾷς πῶς ἓν καὶ τὸ αὐτό ἐστιν ἐν τοῖς πνευματικοῖς ἥ τε γνῶσις καὶ ὁμοιότης, ἡ θεωρία καὶ ἡ ἐπίγνωσις.
Οὕτω πάντα ἡμῖν ὁ Χριστὸς γινόμενος, γνῶσις, σοφία, λόγος, φῶς, ἔλλαμψις, ὁμοιότης, θεωρία, ἐπίγνωσις, δίδωσιν ἀπολαύειν τῶν αὐτοῦ ἀγαθῶν καὶ κατὰ τὴν παροῦσαν ζωὴν ἐκ μέρους καὶ νοεῖν καὶ ἀκούειν ἐν μυστηρίῳ τὰ ἀποκεκρυμμένα τοῖς πολλοῖς ἄρρητα ῥήματα, τοῖς ἀγαπῶσιν αὐτόν.
Εἰ γὰρ μὴ πάντα ἡμῖν ὁ Χριστὸς ὁμοῦ γένηται, ἐλλιπὴς λοιπὸν ἔσται ποτὲ ἡ τῶν οὐρανῶν βασιλεία καὶ ἡ ἐν τῇ βασιλείᾳ τρυφή. Εἰ μὴ πρὸς τοῖς εἰρημένοις στολὴ καὶ στέφος καὶ ὑπόδημα, χαρὰ καὶ γλυκύτης, τροφή, πόσις, τράπεζα, κλίνη, ἀνάπαυσις καὶ θεωρίας κάλλος ἀμήχανον, καὶ εἴ τι οὖν ἕτερον πρὸς τρυφὴν ἢ δόξαν καὶ τερπνότητα ἐπιτήδειον, ἐν πᾶσι γένηται τοῖς δικαίοις καὶ ἀγαπῶσιν αὐτόν, ἀλλ’ ἓν μόνον ἐν ἑνὶ τῶν αὐλιζομένων ἐκεῖσε ἐκλείψειέ ποτε, εὐθὺς ἡ τοῦ καλοῦ στέρησις τῇ λύπῃ τόπον δώσει καὶ ἐντὸς εἰσελεύσεται αὕτη τῆς ἀνεκλαλήτου τῶν εὐφραινομένων χαρᾶς· καὶ οὕτω φανήσεται τὸ λέγον λόγιον ἔνθα· «Ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός» διαψευδόμενον. Ἀλλ’ οὐκ ἔσται τοῦτο, οὐκ ἔσται, ἀλλ’ ἔσεται τὰ πάντα τοῖς πᾶσι καὶ πᾶν ἀγαθὸν ἐν ἅπασιν ἀγαθοῖς, ὑπερπερισσεῦον ἀεὶ καὶ ὑπερεμπιπλῶν τὰς αἰσθήσεις ἁπάσας τῶν ἐν τοῖς γάμοις ἀνακεκλιμένων τοῦ βασιλέως Χριστοῦ, αὐτὸς ἐκεῖνος ὁ εἷς ἐσθιόμενος καὶ πινόμενος, ὡς ὢν πᾶν εἶδος τροφῆς, ἡδύτητός τε καὶ πόσεως ὁ αὐτός. Ἔνθεν τοι καὶ βλεπόμενος παρὰ πάντων καὶ πάσας βλέπων αὐτὸς τὰς ἀναριθμήτους μυριάδας καὶ τὸ ἑαυτοῦ ὄμμα ἔχων ἀεὶ ἀτενίζον καὶ ἀμετακινήτως ἱστάμενον, ἕκαστος αὐτῶν δοκεῖ βλέπεσθαι παρ’ αὐτοῦ καὶ τῆς ἐκείνου ἀπολαύειν ὁμιλίας καὶ κατασπάζεσθαι ὑπ’ αὐτοῦ, ὡς ἂν μή τις ἐξ αὐτῶν ὡς παρεωραθεὶς λυπηθῇ.
Ὁ αὐτὸς καὶ στέφανος ἔσται, καθάπερ εἴρηται, ἐπὶ τὰς ἁπάντων τῶν ἁγίων ἐπικείμενος κεφαλὰς ἀναλλοιώτως, ἀτρέπτως, ἄλλος ἄλλο τι δεικνύμενος εἶναι καὶ διαιρῶν ἑαυτὸν κατ’ ἀξίαν ἑκάστῳ, καθά τίς ἐστιν ἄξιος· ὁ αὐτὸς καὶ ἔνδυμα πᾶσιν ἔσται, οἷον ἀπ’ ἐντεῦθεν ἤδη τοῦτον ἕκαστος διὰ σπουδῆς ἐπενδύσεται, ὡς μηδενὸς ἐν τῷ μυστικῷ γάμῳ εἰσερχομένου μὴ τὸν ἀπρόσιτον τοῦτον φοροῦντος χιτῶνα· εἰ δέ τις καὶ παρενείρας ἑαυτὸν τοῖς ἄλλοις λαθὼν εἰσέλθῃ, ὅπερ ἀδύνατον, ἀλλὰ πάλιν ὡσαύτως ἐξεωθήσεται.
Βουλόμενος γὰρ δεῖξαι ἡμῖν ὁ Δεσπότης ὅτι οὐδεὶς ἐκεῖ μελανηφορῶν εἰσελεύσεται, διὰ τῆς παραβολῆς ἐδήλωσε τοῦτο εἰπών· «Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;» Εἶτα· «Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἐκβάλλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον.» Οὐχ, ὡς λαθόντος δὲ αὐτοῦ τὸν ἀλάθητον, τοῦτο οὕτως εἰρηκέναι λογίζομαι, ἀλλ’ ὅτι οὔπω καιρὸς ἦν ἀποκαλύψαι τὰ τοιαῦτα μυστήρια. Μὴ βουλόμενος γὰρ ἐκφαντικώτερον τότε εἰπεῖν ὅτι· «Οὐδεὶς ἐκεῖ εἰσελεύσεται, μὴ φορῶν τὸ τῆς θεότητός μου ἱμάτιον», οὕτως τὸν λόγον ὑπέφηνε.
Τοῦτο δὲ καὶ Παῦλος διδαχθεὶς παρὰ τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ ἔλεγεν· «Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Τίνος χάριν; Ἐπειδὴ «οἷος ὁ χοϊκός» φησί «τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Τί οὖν ἐστιν ἡ εἰκὼν τοῦ ἐπουρανίου; Ἄκουσον αὐτοῦ λέγοντος τοῦ θείου Παύλου· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως» καὶ εἰκὼν ἀπαράλλακτος τοῦ Θεοῦ καὶ Πατρός. Τοιγαροῦν εἰκὼν τοῦ Πατρὸς ὁ Υἱός, εἰκὼν δὲ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον· ὁ ἑωρακὼς οὖν τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, ὁ ἑωρακὼς τὸ Πνεῦμα τὸ ἅγιον ἑώρακε τὸν Υἱόν· φησὶ γὰρ ὁ Ἀπόστολος· «Τὸ Πνεῦμα ὁ Κύριός ἐστι», καὶ πάλιν· «Αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις» κρᾶζον «ἀββᾶ ὁ πατήρ». Καλῶς οὖν εἶπεν ὅτι τὸ Πνεῦμα ὁ Κύριός ἐστιν ἐν τῷ κράζειν ἀββᾶ ὁ πατήρ, οὐχ ὡς Υἱοῦ ὄντος τοῦ Πνεύματος, ἄπαγε, ἀλλ’ ὡς ἐν τῷ ἁγίῳ Πνεύματι βλεπομένου καὶ ὁρωμένου τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ μηδέποτε ἢ τοῦ Υἱοῦ δίχα τοῦ Πνεύματος, ἢ τοῦ Πνεύματος δίχα τοῦ Υἱοῦ, ἀποκαλυπτομένου τινί, ἀλλ’ ἐν αὐτῷ τῷ Πνεύματι τὸν Υἱὸν καὶ διὰ τοῦ Πνεύματος κράζοντα αὐτὸν ἀββᾶ ὁ πατήρ.
Εἰ τοίνυν ἀγνοεῖς ταῦτα, ἀγαπητέ, μὴ εἰς ἀπόγνωσιν ἐμβάλῃς σεαυτὸν λέγων· «Ἐγὼ ταῦτα οὔτε οἶδα οὔτε μαθεῖν δύναμαι· οὔτε μὴν εἰς τὸ ὕψος τῆς γνώσεως ταύτης καὶ θεωρίας καὶ καθαρότητος φθάσαι καὶ ἀνελθεῖν ἰσχύσω ποτέ.» Μηδὲ πάλιν εἴπῃς· «Ἐπειδή, ἐὰν μή τις τοιοῦτος γένηται καὶ τὸν Χριστὸν ἀπ’ ἐντεῦθεν ἤδη ὡς Θεὸν ἐπενδύσηται καὶ αὐτὸν ἐκεῖνον ὅλον θεάσηται καὶ ἔνοικον ἑαυτοῦ τοῦτον κτήσηται, εἰς τὴν βασιλείαν αὐτοῦ οὐκ εἰσέρχεται, τί μοι τὸ ὄφελος κἂν ποσῶς ἀγωνίζεσθαι ἢ καὶ τῶν παρόντων ὑστερεῖσθαι τῆς ἀπολαύσεως;» Μὴ δὴ τοῦτο εἴπῃς, μὴ δὴ λογίσεσαι· ἀλλ’ εἰ βούλει, ἄκουσόν μου τῆς συμβουλῆς καὶ ἀναγγελῶ σοι τὴν ὁδὸν τῆς σωτηρίας, τῆς χάριτος τοῦ παναγίου Πνεύματος συνεργούσης. Πίστευσον οὖν ἐν πρώτοις ἐξ ὅλης ψυχῆς ὅτι οὕτως ταῦτα πάντα ἃ εἴπομεν κατὰ τὰς θείας καὶ θεοπνεύστους Γραφὰς ἀληθῆ εἰσι καὶ οὕτως ὀφείλει γενέσθαι πᾶς ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἐπειδὴ ἔδωκεν ἡμῖν ἐξουσίαν υἱοὺς γενέσθαι Θεοῦ, καὶ ἐὰν θελήσωμεν, τὸ κωλύον οὐδέν, καὶ ὅτι διὰ τοῦτο ἡ πᾶσα οἰκονομία καὶ συγκατάβασις τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐγένετο, ἵνα διὰ τῆς πρὸς αὐτὸν πίστεως καὶ τῆς τηρήσεως τῶν αὐτοῦ ἐντολῶν μετόχους αὐτοῦ τῆς θεότητος καὶ τῆς βασιλείας ἡμᾶς ἀπεργάσηται.
Καὶ γάρ, εἰ μὴ πιστεύσεις ταῦτα οὕτως ἀληθῶς γίνεσθαι, πάντως οὐδὲ ζητήσεις· εἰ δὲ μὴ ζητήσεις, οὐδὲ λήψῃ· «Ζητεῖτε γάρ, φησί, καὶ λήψεσθε· αἰτεῖτε καὶ δοθήσεται ὑμῖν.» Πιστεύων δέ, ἀκολούθει ταῖς θείαις Γραφαῖς καὶ ὅσα σοι λέγουσι ποίησον, καὶ εὑρήσεις πάντα ἀνελλιπῶς καθὼς γέγραπται, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τῶν ἐν ταῖς θείαις Γραφαῖς. Ποῖα δὴ ταῦτα; «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» τὰ ἀγαθὰ «ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ταῦτα, εἰ πιστεύσεις βεβαίως, ὡς εἴρηται, θεάσῃ ἀναμφιβόλως ὡς ὁ Παῦλος καὶ σύ· οὐ μόνον δέ, ἀλλὰ καὶ ἀκούσεις ἄρρητα ῥήματα, προαρπαγεὶς δηλονότι εἰς τὸν παράδεισον. Ποῖον τοῦτον;
Ὅπου ὁ λῃστὴς μετὰ τοῦ Χριστοῦ συνεισῆλθε καὶ νῦν ἐκεῖ ἐστιν. Βούλει δὲ καὶ ἄλλως εἴπω σοι τίνα εἰσὶ τὰ ἀγαθὰ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Οἶδα ὅτι πάντως ἐπιποθεῖς ἀκοῦσαι ἃ οὐδὲ αὐτὸς ὁ ἰδὼν εἶπεν ἢ διηρμήνευσεν. Τί τοῦτο; Ἵνα μὴ παρὰ τῶν ἀκουόντων, ὡς οἶμαι, ἀπιστηθῇ. Εἰ τοίνυν μέλλεις καὶ σὺ ἀπιστεῖν τοῖς ῥηθησομένοις, στῆθι μέχρι τούτου· συμφέρει σοι γὰρ καὶ μὴ προσβῇς τῷ τῆς διανοίας ὀφθαλμῷ ὅλως τοῖς ἔμπροσθεν, ἐπειδή, εἰ τὰ λεγόμενά σοι ἀθετήσεις καὶ παρακούσεις τῶν λόγων μου, μᾶλλον δὲ τῶν λόγων αὐτοῦ τοῦ Θεοῦ, ἐπειδὴ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν αὐτοῦ εἰσιν, ὁ Λόγος οὗτος κρινεῖ σε ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καὶ ἀκούσας ἠπίστησας. Ἀλλ’ ἄκουε ἀδιστάκτως τῶν λόγων ἡμῶν, μᾶλλον δέ, ὡς εἴρηται, τῶν τοῦ Θεοῦ· καὶ μάνθανε αὐτόθεν τοῦ ζητουμένου τὴν λύσιν παρὰ τῶν ταύτην ἐν σοφίᾳ διατρανούντων σοι.
Τὰ ἐν τῷ παραδείσῳ λαληθέντα τῷ Παύλῳ ἄρρητα ῥήματα, αὐτὰ δὴ τὰ αἰώνια, φημί, ἀγαθὰ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, οὐχ ὕψει περιέχονται, οὐ τόπῳ περιορίζονται, οὐ βάθει που κρύπτονται, οὐκ ἐν ἐσχατιᾷ γῆς ἢ θαλάσσης κατέχονται, ἀλλ’ ἔμπροσθέν σου καὶ πρὸ τῶν ὀφθαλμῶν σού εἰσι. Ποῖα δὴ ταῦτα; Μετὰ τῶν ἀποκειμένων ἐν τοῖς οὐρανοῖς ἀγαθῶν, αὐτὸ τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἃ καθ’ ἑκάστην ὁρῶμεν καὶ ἐσθίομεν καὶ πίνομεν, ταῦτα ὁμολογουμένως τὰ ἀγαθὰ ἐκεῖνά εἰσι· ἐκτὸς δὲ τούτων οὐδαμοῦ τῶν ῥηθέντων οὐδὲ ἓν εὑρεῖν ἐξισχύσεις, κἂν πᾶσαν διαδράμῃς τὴν κτίσιν.
Εἰ βούλει δὲ γνῶναι ὡς ἀληθῆ τὰ λεγόμενα, γενοῦ τῇ ἐργασίᾳ τῶν τοῦ Θεοῦ ἐντολῶν ἅγιος καὶ οὕτω μετάλαβε τῶν ἁγίων· καὶ γνώσεις τηνικαῦτα τῶν λεγομένων σοι τὴν δύναμιν ἀκριβῶς. Ἀλλὰ γὰρ πρὸς τὴν περισσοτέραν πίστωσιν ἄκουσον καὶ αὐτοῦ ἐκείνου τοῦ Κυρίου τῶν λόγων, οὕτω λέγοντος πρὸς τοὺς Ἰουδαίους καὶ τοὺς ἰδίους αὐτοῦ μαθητάς· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν· οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ διδοὺς τῷ κόσμῳ ζωήν. Εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσὴφ οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα;
Πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;» Μὴ δὴ οὖν ὁμοιωθῇς τοῖς Ἰουδαίοις καὶ σύ, γογγύζων καὶ λέγων· «Οὐχὶ ὁ ἄρτος οὗτός ἐστιν ἐν τῷ δίσκῳ καὶ ὁ οἶνος ἐν τῷ ποτηρίῳ ὃν ἡμεῖς καθ’ ἑκάστην ὁρῶμεν καὶ ἐσθίομεν ἅμα καὶ πίνομεν; Πῶς οὗτος λέγει ὅτι τὰ ἀγαθὰ ἐκεῖνα ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ταῦτά εἰσιν;» Ἀλλὰ ἄκουε τοῦ Κυρίου πρὸς τοὺς ταῦτα εἰπόντας τί ἀνταποκριθεὶς ἔφη· «Μὴ γογγύζετε μετ’ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν· κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Οἷον· «Τί ἀπιστεῖτε, φησί, καὶ ἀμφιβάλλετε περὶ τούτου· Οὐδεὶς δύναται ἐπιγνῶναί μου τὴν θεότητα, τοῦτο γάρ ἐστι τὸ ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ἑλκύσῃ αὐτόν.» Ἑλκυσμὸν δὲ εἰπών, οὐ βίαν τινὰ ἐδήλωσεν, ἀλλ’ ὅτι μᾶλλον ἐκάλεσε διὰ τῆς ἀποκαλύψεως οὓς προέγνω καὶ οὓς προώρισεν, ἑλκύσας διὰ τῆς ἀγάπης δηλονότι τοῦ ἀποκαλυφθέντος αὐτοῖς. Τοῦτο δὲ σαφέστερον καὶ τὸ ἐπαγόμενον δηλοῖ. «Ἔστι γάρ, φησί, γεγραμμένον ἐν τοῖς προφήταις·
Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Ὁ οὖν διδαχθεὶς παρὰ τοῦ Θεοῦ δύναται πιστεῦσαι εἰς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ μαθὼν παρὰ τοῦ Πατρὸς ἔρχεται πρός με, οὐχ ὡς τὸν Πατέρα θεασάμενος· μόνος γὰρ «ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα». Καὶ πάλιν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οἱ πατέρες ὑμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· οὗτος δέ ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἐμάχοντο οὖν οἱ Ἰουδαῖοι πρὸς ἀλλήλους λέγοντες· Πῶς δύναται οὗτος δοῦναι ἡμῖν τὴν σάρκα αὐτοῦ φαγεῖν; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις.» Ἤκουσας πῶς ἡ κοινωνία τῶν θείων καὶ ἀχράντων μυστηρίων ζωὴ αἰώνιός ἐστι καὶ ὅτι τοὺς τὴν ζωὴν τὴν αἰώνιον ἔχοντας, ἐκείνους λέγει ἀναστῆσαι ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ὁ Κύριος, οὐχ ὡς τῶν ἄλλων πάντως ἐγκαταλιμπανομένων ἐν τοῖς μνήμασιν, ἀλλ’ ὡς τῶν τὴν ζωὴν ἐχόντων ἀνισταμένων ὑπὸ τῆς ζωῆς εἰς αἰωνίαν ζωήν, τῶν δὲ λοιπῶν ἀνισταμένων εἰς αἰώνιον κολάσεως θάνατον. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουσον τῶν ἑξῆς· «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.
Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι’ ἐμέ.» Ὁρᾷς τί φησι; Πῶς τὴν πρὸς αὐτὸν ἡμῶν ἑνότητα ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τῆς κοινωνίας τοιαύτην γενέσθαι διαρρήδην βοᾷ οἵαν ἐκεῖνος ἔχει τὴν πρὸς τὸν Πατέρα ἑνότητα καὶ ζωήν. Ὥσπερ γὰρ ἐκεῖνος φυσικῶς τῷ ἰδίῳ Θεῷ καὶ Πατρὶ ἥνωται, οὕτω καὶ ἡμᾶς κατὰ χάριν λέγει διὰ τοῦ φαγεῖν τὴν σάρκα αὐτοῦ καὶ πιεῖν αὐτοῦ τὸ αἷμα ἑνωθῆναι αὐτῷ καὶ ζῆσαι ἐν αὐτῷ.
Ἵνα δὲ μὴ νομίζωμεν ὅτι τὸ πᾶν τοῦ ἄρτου τοῦ ὁρωμένου ἐστί, τούτου ἕνεκε πολλαχῶς εἴρηκεν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων.» Καὶ οὐκ εἶπεν ὁ καταβάς· τοῦτο γὰρ τὸ ἅπαξ δηλοῖ κατελθεῖν. Ἀλλὰ τί; Ὁ καταβαίνων, φησίν, ἀεὶ δηλονότι καὶ πάντοτε ἐπὶ τοὺς ἀξίους καταβαίνων καὶ νῦν καθ’ ὥραν παραγινόμενος. Ἔτι δὲ ἀπὸ τῶν ὁρωμένων ἀφιστῶν ἡμῶν τὴν διάνοιαν, μᾶλλον δὲ δι’ αὐτῶν ἀνάγων ἡμᾶς ἐπὶ τὴν ἀόρατον δόξαν τῆς ἐνυποστάτου αὐτοῦ θεότητος, ἔλεγεν· «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καὶ πάλιν· «Ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον οὐχὶ ἐκ τῆς γῆς, ἀλλ’ ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.» Εἰπὼν τὸν ἐκ τοῦ οὐρανοῦ ἀληθινόν, ἐδήλωσεν ὅτι ψευδὴς ὁ ἀπὸ τῆς γῆς, ὠφελῶν οὐδέν.
Καὶ ἵνα τοῦτο ποιήσῃ σαφέστερον· «Ὁ γὰρ ἄρτος, φησί, τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ διδοὺς τῷ κόσμῳ ζωήν.» Πάλιν ὁ καταβαίνων φησί, καὶ πάλιν ζωὴν ὁ διδούς. Τί τοῦτο; Ἵνα μηδὲν σωματικὸν ὑποπτεύσῃς μήτε τι γήϊνον ἐννοήσῃς, ἀλλὰ καὶ αὐτὸν τὸν μικρὸν ἄρτον, τὴν ὀλίγην μερίδα θεοποιηθεῖσαν, τοῖς νοεροῖς ὁρᾷς ὄμμασι καὶ γενομένην ὅλην ὁμοίαν τῷ ἐκ τοῦ οὐρανοῦ καταβαίνοντι ἄρτῳ, ὅς ἐστι Θεὸς ἀληθὴς καὶ ἄρτος καὶ πόμα ζωῆς ἀθανάτου, ὡς ἂν μή, ἐναπομένων τῇ ἀπιστίᾳ καὶ τῷ ὁρωμένῳ μόνῳ ἄρτῳ διὰ πασῶν τῶν αἰσθήσεων, ἄρτον φάγῃς οὐ τὸν οὐράνιον, ἀλλὰ τὸν ἐπίγειον μόνον, καὶ στερηθῇς τῆς ζωῆς, ὡς τὸν οὐράνιον ἄρτον πνευματικῶς μὴ φαγών, καθὼς αὐτός φησιν ὁ Χριστός· «Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Τίνας ἄρα οὐκ ὠφελεῖ; Τοὺς ἄνθρωπον ψιλὸν εἶναι τοῦτόν φησι φάσκοντας καὶ οὐ Θεόν. Τοίνυν, εἰ καὶ σὺ αὐτὸς ὁ πιστὸς ἄρτου μόνου καὶ οὐ σώματος τεθεωμένου, ὡς αὐτὸν ἐκεῖνον ὅλον τὸν Χριστὸν δεχόμενος, μεταλαμβάνεις, ζωὴν πῶς ἐλπίζεις λαβεῖν ἐξ αὐτοῦ καὶ ἔχειν εὐαισθήτως ἐν ἑαυτῷ, τοῦ Κυρίου λέγοντος· «Ὁ τρώγων τὸν ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα ἄρτον ζήσεται εἰς τὸν αἰῶνα», καὶ πάλιν· «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν»;
Ὄντως τὸ Πνεῦμά ἐστιν ἡ ἀληθὴς βρῶσις καὶ πόσις· τὸ Πνεῦμά ἐστι τὸ μεταποιοῦν τὸν ἄρτον εἰς σῶμα τοῦ Κυρίου· ὄντως τὸ Πνεῦμά ἐστι τὸ καθαῖρον ἡμᾶς καὶ ἀξίως ποιοῦν μεταλαμβάνειν τοῦ σώματος τοῦ Κυρίου. Οἱ γὰρ ἀναξίως τούτου μεταλαμβάνοντες, ὥς φησιν ὁ Ἀπόστολος, «κρῖμα ἑαυτοῖς ἐσθίουσι καὶ πίνουσι, μὴ διακρίνοντες τὸ σῶμα τοῦ Κυρίου».
Ἀλλὰ δεῦτε τοιγαροῦν ὅσοι πιστοί, ὅσοι τῶν μυστηρίων τὴν εἰρημένην καὶ λαλουμένην ἐπίστασθε δύναμιν, ὅσοι τὸν οὐράνιον ἄρτον ἐφάγετε, ὅσοι τὴν ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ σὺν αὐτῷ αἰωνίαν τὴν ζωὴν ἐκτήσασθε, καὶ ἐν αὐτῇ τῇ ζωῇ τῇ ἀληθινῇ εἰς τρίτον οὐρανὸν καὶ ἡμεῖς ἁρπαγῶμεν ἐν Πνεύματι, μᾶλλον δὲ εἰς αὐτὸν πνευματικῶς τῆς ἁγίας Τριάδος τὸν οὐρανόν, ἵνα πάντα τὰ ῥηθέντα καὶ τὰ διαμείναντα ἄρρητα κατιδόντες ὁμοῦ καὶ ἀκούσαντες, γευσάμενοί τε καὶ ὀσφρανθέντες καὶ ταῖς χερσὶ τῆς ψυχῆς καλῶς ψηλαφήσαντες, εὐχαριστήριον αἶνον τῷ φιλανθρώπῳ Θεῷ ἀναπέμψωμεν οὕτω λέγοντες· «Δόξα σοι, ὁ ἐπιφανεὶς καὶ ἀποκαλυφθῆναι καὶ ὁραθῆναι καταξιώσας ἡμῖν».
Εἴπωμεν δὲ καὶ πρὸς πάντας ἡμῶν κοινῶς τοὺς ἀδελφούς. Ὦ πατέρες, ὦ ἀδελφοί, μονάζοντες ὁμοῦ καὶ οἱ ἐν τῷ βίῳ τῷ κοσμικῷ, πλούσιοι, πένητες, δοῦλοι, ἐλεύθεροι, νέοι καὶ γέροντες, πᾶσα ἡλικία καὶ γένος ἅπαν, ἀκούσατε. Μὴ ὁ Θεὸς ψεύστης ἐστίν; Ἢ ψεύστης μὲν οὐκ ἔστιν, ἀδύνατος δέ, καὶ οὐ μὴ δυνηθῇ ποιῆσαι ἃ ἐπηγγείλατο; Μὴ βραδύνῃ τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη; Μὴ ἰσχύσει τις κρυβῆναι ἐξ ὀφθαλμῶν αὐτοῦ; Μὴ ὑπενέγκαι ἰσχύσει ἄνθρωπος τὴν ἀποκάλυψιν τῆς δόξης αὐτοῦ; Οὔμενουν. Πῶς γάρ, ὅταν οὐρανοὶ ῥοιζηδὸν λύωνται καὶ τὰ στοιχεῖα καυσούμενα ἀπολοῦνται, καθά φησιν ὁ Ἀπόστολος, ἄνθρωπος τότε ἡμέραν εἰσόδου ὑπομενεῖ τοῦ ἀπροσίτου Θεοῦ καὶ ἀπροσίτῳ ἐνοικοῦντος φωτί, ὃς ἐν αὐτῷ καὶ σὺν αὐτῷ ἐρχόμενος εἰς τὸν κόσμον ὀφθῆναι μέλλει πάσῃ σαρκί; Μέγας φόβος καὶ τρόμος ὄντως λήψεται τότε τοὺς ἁμαρτωλοὺς καὶ σύγκρισις οὐκ ἔσται τῆς θλίψεως καὶ ὀδύνης καὶ τιμωρίας αὐτῶν.
Ἀλλ’ οἱ ταῦτα πιστεύοντες καὶ ἐπιποθοῦντες σωθῆναι, τάδε λέγει, ἀκούσατε, τὸ Πνεῦμα τὸ ἅγιον· «Ἀποστρέψατε ἕκαστος ὑμῶν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· μάθετε καλὸν ποιεῖν καὶ ῥύσασθε ἀδικούμενον· ἐκζητήσατε τὸν Κύριον καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν· ἐκκλίνατε ἀπὸ κακοῦ καὶ ποιήσατε ἀγαθόν.» Οἱ βασιλεῖς τὴν σωφροσύνην, τὴν δικαιοσύνην, τὴν ἐλεημοσύνην, τὴν ἀλήθειαν καὶ τὴν εὐσεβῆ πίστιν μᾶλλον ἢ τὸ διάδημα καὶ τὴν ἁλουργίδα φορεῖν ποθήσατε. Οἱ πατριάρχαι, εἰ μὴ φίλοι ἐστὲ Θεοῦ, εἰ μὴ υἱοί, εἰ μὴ θέσει θεοί, ὅμοιοι δηλονότι ὄντες τῷ φύσει Θεῷ κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν ἄνωθεν, τῶν θρόνων ἀπόστητε καὶ πορευθέντες πρῶτον ἑαυτοὺς ἀπὸ τῶν θείων Γραφῶν νουθετήσατε· καὶ ἀπεικόνισμα γεγονότες Θεοῦ, φρικτῶς τηνικαῦτα τῶν θείων προσψαύσατε· εἰ δ’ οὖν, ἀλλ’ ὅποτε ἀποκαλυφθῇ, τότε γνώσεσθε ὅτι ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν, οὐ τοὺς φίλους οὐδὲ τοὺς αὐτὸν ἀγαπήσαντας ἀλλὰ τοὺς μὴ ὡς φῶς ἐλθόντα δεξαμένους αὐτόν. Οἱ ἄρχοντες καὶ οἱ πλούσιοι, ἀρχόμενοι καὶ πτωχοὶ μᾶλλον γένεσθε, ἐπειδὴ δυσκόλως πλούσιος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελεύσεται· εἰ δὲ δυσκόλως ὁ πλούσιος, ὁ ἄρχων ἄρα πῶς;
Οὐδαμῶς· φησὶ γὰρ ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· «Οἱ ἄρχοντες τῶν ἐθνῶν κατεξουσιάζουσιν αὐτῶν· οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν, ἀλλ’ ὁ θέλων εἶναι πρῶτος ἐν ὑμῖν, ἔστω πάντων ἔσχατος καὶ πάντων δοῦλος καὶ πάντων διάκονος.» Ἄρχοντα δὲ ἡ Γραφὴ τίνα ἄρα καλεῖ; Τὸν τὴν ἑαυτοῦ φησι ζητοῦντα τιμήν, τὸν διὰ τῆς ἀρχῆς τὸ ἴδιον αὐτοῦ ἐκπληροῦντα θέλημα. Εἰ δὲ ὁ Κύριος καὶ Θεὸς ἡμῶν ἐλθὼν ἐπὶ τῆς γῆς δι’ ἡμᾶς καὶ διδοὺς ἡμῖν τύπον καὶ ὑπογραμμὸν σωτηρίας ἔλεγεν· «Ἐγὼ ἦλθον οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός», τίς ἄλλος τῶν εἰς αὐτὸν πιστευόντων, μὴ ποιῶν τὸ ἐκείνου θέλημα ἀλλὰ τὸ ἴδιον ἐκπληρῶν, σωθῆναί ποτε δυνηθήσεται;
Ὄντως οὐδεὶς οὐδαμῶς. Καὶ τί λέγω σωθῆναι αὐτόν, ὅπου γε οὐδὲ πιστὸς εἶναι δύναται ἢ χριστιανὸς τέλειος ὁ τοιοῦτος; Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς καὶ Θεὸς ἔλεγε· «Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι» εἰς ἐμὲ δηλονότι «δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;» Πᾶς οὖν ὁ τὴν τοῦ Θεοῦ δόξαν ζητῶν καὶ τὸ ἐκείνου θέλημα παντὶ τρόπῳ καὶ ἐν παντὶ πράγματι σπουδάζων ποιεῖν, οὐδέποτε ἄρχειν τινὸς ἢ ὅλως ὑπερέχειν μικροῦ ἢ μεγάλου καθ’ ἑαυτὸν ἐννοήσειεν, ἀλλ’ ὅσῳ πλειόνων οἰκονομίαν καὶ φροντίδα ἐγχειρισθήσεται, τοσούτῳ μᾶλλον ἑαυτὸν ἐσχατώτερον καὶ δοῦλον τῶν πολλῶν ἐκείνων λαῶν ἕξει, ἐν αἰσθήσει γενόμενον. Οἱ δὲ μὴ τοιοῦτοι τῇ διαθέσει γενόμενοι, ἀλλ’ ὅλως αἴσθησιν τῆς ἀνθρωπίνης δόξης ἐσχηκότες καὶ ὄρεξιν πλούτου κτησάμενοι καὶ τρυφῆς, ὄντως ὀκνῶ εἰπεῖν ὅτι ἐθνικοί εἰσιν οἱ τοιοῦτοι, καὶ οὐ χριστιανοὶ ἀληθεῖς, κατὰ τὴν θείαν φωνὴν τοῦ Ἰησοῦ καὶ Θεοῦ· φησὶ γάρ· «Ταῦτα δὲ τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ.» Ὑμεῖς δέ, φησί, «ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Ἀλλὰ γὰρ ἐπίστασθε ἄρα ποίαν λέγει ζητεῖν ἡμᾶς βασιλείαν; Τὴν ἐν τῷ ὕψει τῶν οὐρανῶν, τὴν μέλλουσαν μετὰ τὴν ἀνάστασιν ἔσεσθαι ἤ, ὥς πού ποτε οὔσαν μακράν, ταύτην λέγει ζητεῖν ἡμᾶς; Οὐδαμῶς. Ὁποίαν δὲ ἄρα ζητεῖν ἐγκελεύεται;
Πρόσεχε ἀκριβῶς ὁποία τίς ἐστιν ἡ ζητεῖσθαι ὀφείλουσα παρ’ ἡμῶν βασιλεία. Ὁ Θεός, κτίστης ὢν καὶ δημιουργὸς τῶν ἁπάντων, ἀεὶ πάντων ἐπουρανίων βασιλεύει καὶ ἐπιγείων καὶ καταχθονίων· ἀλλὰ καὶ τῶν μήπω γεγονότων ὡς ἤδη γεγονότων ἐν αὐτῷ αὐτὸς βασιλεύει, ὅτι δι’ αὐτοῦ γενήσονται καὶ εἴ τι δ’ ἂν μετὰ ταῦτα γενήσεσθαι μέλλει, βασιλεύει δὲ οὐχ ἥκιστα καὶ ἐφ’ ἕνα ἕκαστον ἡμῶν ἐν δικαιοσύνῃ καὶ γνώσει καὶ ἀληθείᾳ. Ταύτην τοιγαροῦν λέγει ζητεῖν τὴν βασιλείαν ἡμᾶς, ἵνα καθὼς «ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη», ὡς γέγραπται, βασιλεύσῃ καὶ ἐφ’ ἡμῖν, ἐπειδὴ ἐξ ἐθνῶν ἐσμεν. Βασιλεύσει δὲ πῶς; Ὡς ἐπὶ ὀχήματός τινος ἐφ’ ἡμᾶς ἐποχούμενος καὶ ὡς ἡνίας τὰ θελήματα κρατῶν ἐν τῇ χειρὶ αὐτοῦ τῶν ἡμετέρων ψυχῶν, ὃς καὶ ἄξει ἐν οἷς ἂν βούληται ἡμᾶς εὐηνίους εὑρὼν καὶ εἰς τὸ ἐκείνου θέλημα οἷα δὴ ἵπποις χρήσεται ἡμῶν τοῖς θελήμασιν, ὑπείκουσι προθύμως ταῖς αὐτοῦ νομοθεσίαις καὶ ἐντολαῖς.
Οὕτω δὴ βασιλεύει Θεὸς ἐν οἷς οὐδέποτε ἐβασίλευσε, καθαιρομένοις διὰ δακρύων καὶ μετανοίας καὶ τελειουμένοις διὰ σοφίας καὶ γνώσεως τῆς τοῦ Πνεύματος. Οὕτω καὶ Χερουβὶμ οἱ ἄνθρωποι γίνονται, τὸν ἐπὶ πάντων Θεὸν ἐπὶ τοῦ νώτου τῶν ψυχῶν αὐτῶν ἐν τῷδε τῷ κόσμῳ ἐπιφερόμενοι.
Τίς οὖν ἐπὶ τοσοῦτον ἄφρων καὶ ἀναίσθητος ὃς πρὸ τοῦ τὴν δόξαν ταύτην καὶ ἰδεῖν καὶ παθεῖν ἀρχῆς ἢ δόξης ἢ πλούτου ἐπιθυμήσει; Μᾶλλον δὲ τίς οὕτως ἀπονενοημένος καὶ ἄθλιος ὃς μείζονα τῆς τοῦ Θεοῦ βασιλείας καὶ δόξης ἄλλην εἶναι δόξαν ἢ βασιλείαν ἢ πλοῦτον ἢ τιμὴν ἢ ἀρχὴν ἢ τρυφήν, ἤ τι τῶν λεγομένων ἄλλο καὶ νομιζομένων καλῶν ἐπὶ γῆς ἢ ἐν οὐρανῷ, ὑποπτεύσει, ἵνα καὶ ἐκεῖνα ἀντὶ ταύτης ἐκλέξηται;
Ὄντως οὐκ ἔστι ταύτης ἕτερον οὐδὲν ἐφετώτερον τοῖς γε νοῦν ἔχουσι. Τοίνυν καὶ περιϊόντι τῷ Χριστῷ καὶ βασιλεῦσαι ζητοῦντι ἐπὶ πάντας ἡμᾶς, μηδεὶς ἀφρόνως αὐτὸν ἀπώσηται· μηδείς, ἀξιῶ, τοῦ μεγάλου τούτου καὶ ἀσπαστοῦ δώρου ἀποστερήσειεν ἑαυτόν· μηδεὶς τῆς ἀληθινῆς δόξης ἔκπτωτον ἑαυτὸν ἀπεργάσηται· μηδεὶς διὰ πρόσκαιρον πλοῦτον τὸν πλουτοδότην Θεὸν καὶ ποιητὴν τοῦ παντὸς καταλείψῃ· μηδεὶς διὰ γονέων καὶ φίλων καὶ συγγενῶν προσπάθειαν τὸν Δεσπότην τῶν ἀγγέλων ἀρνήσηται· μηδεὶς δι’ ἐπιθυμίαν σαρκὸς τοῦ γλυκασμοῦ τῆς ὄντως ζωῆς ἀποστερηθήσεται· μηδεὶς διὰ δόξαν εὐμάραντον τῆς αἰωνίου δόξης καὶ ἀτελευτήτου ἀλλότριος γένηται.
Ἀλλὰ δεῦτε πάντες, εἰ οἷόν τε, συναχθέντες ἐπὶ τὸ αὐτό, τὸν ὑπεράνω πάσης ὄντα ἀρχῆς καὶ ἐξουσίας καὶ παντὸς ὀνόματος ὀνομαζομένου ἐλθεῖν ἐφ’ ἡμᾶς καὶ ἐφ’ ἑνὶ ἑκάστῳ ἡμῶν βασιλεῦσαι ποθήσωμεν καὶ ζητήσωμεν, ὡς ἂν ἕκαστος ἡμῶν, ὅλον αὐτὸν μεθ’ ἑαυτοῦ λαβών, ἀχώριστον ἕξει ἐν ἡμέρᾳ τε καὶ νυκτί, λάμποντα τῷ ἀπροσίτῳ φωτὶ ὃ κατεσθίειν μέλλει τότε τοὺς ὑπεναντίους, ὅτε διὰ τοὺς ἀπιστοῦντας ἐλεύσεται, τοὺς νυνὶ μὴ δεχομένους αὐτὸν μηδὲ θέλοντας αὐτὸν βασιλεύειν ἐπ’ αὐτούς· ἐν οἰκίᾳ τε συνεισερχόμενον ὡσαύτως ἕξει αὐτὸν καὶ ἐπὶ τῆς κλίνης συνανακείμενον καὶ τῷ ἀστέκτῳ φωτὶ περιπλεκόμενόν τε ὁμοῦ καὶ ἀρρήτως κατασπαζόμενον, νόσους παραμυθούμενον, λύπας καὶ θλίψεις διώκοντα, δαίμονας ἀπελαύνοντα, χαρὰν καὶ δάκρυα ὑπὲρ μέλι καὶ κηρίον γλυκύτερα καθ’ ὥραν παρέχοντα, πάθη ψυχῆς καὶ σώματος ἐξιώμενον, θάνατον ἀφανίζοντα, ζωὴν ἀνεκφράστως βλυστάνοντα καὶ μετὰ τὴν ἐκδημίαν τὴν ἐκ τοῦ σώματος εἰς οὐρανοὺς οὐρανῶν ἀναβιβάζοντα ἡμῶν ἕκαστον, καὶ ἐποχούμενον αὐτὸν ἕκαστος ἐπὶ τῶν ἑαυτοῦ ὤμων ἐπιφερόμενος, ἀναλαμβανόμενον ὅθεν οὐκ ἐχωρίσθη.
Ταῦτα παθεῖν σε δεῖ καὶ μαθεῖν, ἀγαπητέ, ἐν αἰσθήσει πάσῃ ψυχῆς, ὡς ἂν ἕξεις Θεὸν νῦν μὲν συναναφέροντά σε δίχα τοῦ σώματος, ὕστερον δὲ καὶ τὸ σῶμά σου τοῦτο ἀναστήσοντα καὶ πνευματικόν σοι παρέχοντα, ὃς καὶ βασιλεύων ἔσται ἐπὶ σὲ εἰς τοὺς ἀπεράντους αἰῶνας, ἀεί σε βαστάζων εἰς τὸν ἀέρα καὶ ὑπὸ σοῦ ἀεὶ βασταζόμενος, ὁ ἐπὶ πάντων Θεός, ᾧ πρέπει πᾶσα εὐχαριστία, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.