Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος ΣΤ': Η απάθεια των αγίων και οι πνευματικοί οδηγοί

Υπεράσπιση της δυνατότητας επίτευξης τελείας απαθείας εντός του κόσμου και αυστηρός έλεγχος όσων αναλαμβάνουν ποιμαντικό έργο χωρίς πνευματική εμπειρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 6 από 15

ΛΟΓΟΣ ϛʹ Περὶ ἀπαθείας καὶ ἐναρέτου ζωῆς. Καὶ ὅπως χρὴ τὸ οἰκεῖον ἐκκόπτειν θέλημα καὶ εἰς ὕψος ἀνέρχεσθαι τελειότητος. Καὶ περὶ συναφείας Θεοῦ πρὸς ψυχὴν καὶ ψυχῆς πρὸς σῶμα καὶ ἑνώσεως τῶν τριῶν παραδόξου. Καὶ πρὸς τούτοις περὶ πνευματικῆς ἰατρείας καὶ ὅπως χρὴ θεραπεύειν τοὺς ψυχικῶς ἀσθενοῦντας. Πολλοῖς τοῖς ἐν κόσμῳ πολλάκις προσομιλήσας καί τινων συζητήσεων ἀναμεταξὺ κινηθεισῶν, περὶ ἐμπαθείας, φημί, καὶ ἀπαθείας, λεγόντων ἀκήκοα σχεδὸν ἁπάντων, οὐ μόνον τῶν ἀτελῶν εἰς ἀρετὴν καὶ εὐσέβειαν, ἀλλὰ καὶ αὐτῶν τῶν δοκούντων εἶναι τελείων εἰς ἀρετὴν καὶ τὰ ὀνόματα καὶ τὴν φήμην μεγάλην ἐχόντων κατὰ τὸν κόσμον, ὡς οὐκ ἐνδέχεται ἄνθρωπον εἰς τοσοῦτον ὕψος ἀπαθείας ἐλθεῖν, ὥσθ’ ὁμιλῆσαι καὶ συνεστιαθῆναι γυναιξὶ καὶ μηδεμίαν βλάβην ὑποστῆναι, μήτε τινὰ κίνησιν ἢ μολυσμὸν ἐν τῷ λεληθότι παθεῖν. Τούτων αὐτήκοος ἐγὼ γεγονώς, μεγάλης ἐπληρώθην τῆς ἀθυμίας καὶ θρηνεῖν ὑπὲρ τῶν ταῦτα λεγόντων καὶ κλαίειν ἐκ πολλῆς συμπαθείας βιάζομαι, ἀκριβῶς εἰδὼς ὢν μὴ ἄλλως ταῦτα λέγειν αὐτοὺς εἰ μὴ ἐκ πολλῆς ἀγνοίας τῶν χαρισμάτων τοῦ Θεοῦ.

Εἰ μὴ γὰρ ἐστερημένοι τῆς ὄντως ἀπαθείας ὑπῆρχον καὶ ἐν τῷ σκότει τῶν παθῶν ἐκαλύπτοντο καὶ δοῦλοι τῶν ἡδονῶν καὶ τῶν τῆς σαρκὸς θελημάτων ἐτύγχανον, οὐκ ἂν τὴν ζωοποιὸν τοῦ Ἰησοῦ καὶ Θεοῦ νέκρωσιν, ἣν τοῖς μέλεσι τῶν ἁγίων αὐτοῦ χαρίζεται, ἠγνόουν καὶ ἠπίστουν περὶ αὐτῆς.

Πῶς γὰρ καὶ πιστεύσουσιν οἱ τοιοῦτοί ποτε νεκροὺς εἶναι καὶ γίνεσθαι τῷ κόσμῳ τινὰς καὶ μόνην ζῶντας ζωὴν τὴν ἐν Πνεύματι, οἵτινες διὰ βίου παντὸς σπουδὴν ἔθεντο ἐν ὑποκρίσει πάντα ποιεῖν, ἵνα ἀνθρώποις ἀρέσωσι καὶ θεοφιλεῖς παρ’ αὐτῶν ὀνομάζωνται; Ὡς γὰρ ἐν πάθεσιν οἴονται κατορθοῦν τὴν ἀπάθειαν, ὅλως ἁμαρτία ὄντες τε καὶ γενόμενοι, καὶ ὡς μόνους τοὺς τῶν ἀνθρώπων ἐπαίνους ἀρκεῖν εἰς ἀρετὴν καὶ ἁγιότητα πείθουσιν ἑαυτούς, οὕτω καὶ τὴν ἀπάθειαν ἀπαρνούμενοι, ἅγιοι εἶναι καὶ λέγεσθαι βούλονται ταύτης χωρίς, ὡς ἐκ τῶν ἀνθρωπίνων ἐπαίνων τὴν ἁγιωσύνην κτησάμενοι. Τὸν γὰρ μὴ ἐπαινούμενον ἁπλῶς καὶ ὡς ἔτυχε παρὰ τῶν πολλῶν οὐδενὸς λόγου ἄξιον εἶναι κρίνουσιν, ἀγνοοῦντες, ὡς εἰκός, ὅτι κρείσσων εἷς γινώσκων Θεὸν καὶ ὑπ’ αὐτοῦ γινωσκόμενος ὑπὲρ μυριάδας ἀπίστων τῶν μὴ εἰδότων Θεόν, κἂν παρὰ παντὸς τοῦ κόσμου ἐπαινῶνται καὶ μακαρίζωνται, ὥσπερ καὶ εἷς βλέπων ὑπὲρ ἄπειρα πλήθη ἀμβλυωπούντων.

Ὅτι γὰρ ἔνι τινὰ τῶν ἐν ἀληθείᾳ ἀγωνιζομένων εἰς τοιαύτην ἐλευθερίαν ἐλθεῖν καὶ τὸν ἅπαξ μέτοχον τῆς τοῦ Θεοῦ χάριτος γενόμενον εἰς ἀπάθειαν ψυχῆς καὶ σώματος καταντῆσαι, ὥστε, μὴ μόνον μετὰ γυναικῶν συνεσθίοντα καὶ αὐταῖς ὁμιλοῦντα, ἀνενόχλητον αὐτὸν καὶ ἀπαθῆ διαμένειν, ἀλλὰ καὶ ἐν μέσαις στρεφόμενον πόλεσι, τραγῳδούντων τε καὶ κιθαρῳδούντων ἀκούοντα καὶ ὁρῶντα γελῶντας καὶ ὀρχουμένους καὶ παίζοντας, μηδὲν παραβλάπτεσθαι, πᾶσα μὲν συγγραφὴ μαρτυρεῖ, πᾶσα δὲ ἱστορία, καὶ τῶν ἁγίων αἱ πράξεις τοιαύτας τὰς μαρτυρίας ἡμῖν διαγράφουσι, καὶ τούτου ἕνεκεν πᾶσα πρᾶξις ἐναγώνιος καὶ πᾶσα κακοπάθεια παρὰ τῶν εὐσεβούντων ἐπιτελεῖται.

Ὁ γὰρ τῶν κατὰ Θεὸν ἀγωνιζομένων σκοπὸς τοιοῦτός ἐστι, πρῶτον μὲν ἐκφυγεῖν κόσμον ἅπαντα καὶ τὰ ἐν τῷ κόσμῳ. Κόσμον δὲ λέγω τὴν παροῦσαν ζωήν, ἤγουν τὸν αἰῶνα τοῦτον τὸν πρόσκαιρον, τὰ δὲ ἐν τῷ κόσμῳ, τὰ περὶ ἡμᾶς πάντα ἅπερ καταλιμπάνειν ἡμᾶς ὁ Λόγος διακελεύεται, ἀφ’ ὧν καὶ φεύγειν ἐκ παντὸς χρή, οἷον ἀπὸ πατρὸς καὶ μητρός, ἀδελφῶν τε καὶ συγγενῶν καὶ φίλων, ἔτι δὲ ἀπὸ κτημάτων καὶ χρημάτων καὶ περιουσίας καὶ πλούτου παντός, οὐχ ὡς ἀπηγορευμένων ὄντων αὐτῶν ἢ καὶ ἐπιβλαβῶν, ἀλλ’ ὡς μὴ δυναμένων ἡμῶν, ἐν μέσῳ αὐτῶν στρεφομένων, τῆς αὐτῶν προσπαθείας ἀπαλλαγῆναι· ὁ γὰρ ἤδη ταῖς ἡδοναῖς συγκραθείς, εἰ μὴ τὰς αἰτίας αὐτῶν ἐκφύγοι καὶ μακρὰν γένηται ἀπ’ αὐτῶν, οὐκ ἂν τῶν ἐπιθυμιῶν αὐτῶν ἐλευθερωθήσεται. Μετὰ δὲ τὸ γενέσθαι γυμνὸς πάντων τῶν προσόντων, τότε καὶ αὐτὴν ἑαυτοῦ ὀφείλει, εἰ σπουδαῖός ἐστιν, ἀπαρνήσασθαι τὴν ψυχήν· ὅπερ καὶ κατορθοῦται ἐν τῇ τοῦ οἰκείου ἀπονεκρώσει θελήματος, οὐ λέγω μόνου τοῦ ἔξωθεν, οἷον μὴ φαγεῖν, μὴ πιεῖν, μὴ προπετῶς τι διαπράξασθαι, μὴ ὑπνῶσαι, μή τι τῶν δοκούντων εἶναι καλῶν ἄνευ ἐπιταγῆς ποιῆσαι, ἀλλὰ καὶ τοῦ ἔσωθεν, φημί, τῆς καρδίας κινήματος, οἷον μὴ βλέψαι ἐμπαθῶς, μὴ ὡσαύτως ἀσπάσασθαι, μὴ μέμψασθαι ἀφανῶς, μὴ κατακρῖναί τινα, μὴ ἐπιχαρῆναι πτώσει τινός, μὴ ὀργισθῆναι κατὰ διάνοιαν, μὴ φθονῆσαι κακῶς, μὴ ζηλῶσαι ἐν πονηρίᾳ.

Πῶς πάντα τὰ τῆς εὐσεβείας ἀπαριθμήσομαι ἰδιώματα, ἵνα καὶ δείξω σοι ἀκριβῶς τῶν χριστιανῶν τὴν ἀκρίβειαν; Πλὴν ἔτι τὰ τῆς ζωοποιοῦ νεκρώσεως μάνθανε, τοῦ μὴ κρῦψαι λογισμὸν μηδὲ τὸν τυχόντα ποτέ, μὴ παρελθεῖν δακρύων χωρὶς ἡμέραν μίαν τὸ κατὰ δύναμιν, μὴ τρῖψαι τὴν ὄψιν κατὰ τὴν συνήθειαν ὕδατι, μὴ τῆς κόμης κοσμῆσαι τὰς τρίχας ἢ καὶ τοῦ πώγωνος, μὴ λῦσαι τὴν ζώνην εἰς ὕπνον τρεπόμενος, ἵνα μὴ χαυνωθεὶς ὑπνώσῃ πλέον τοῦ δέοντος, μὴ βάλαι χεῖρα εἴσω καὶ κνῆσαι μέλος τοῦ σώματος, ἀλλὰ καὶ φυλάξασθαι ἀπὸ ἑτέρας ἁφῆς, μὴ ἐνατενίσαι ἁπλῶς μηδὲ εἰς γηράσαντος ὄψιν—ὁ γὰρ μεσάζων τοῖς κακοῖς πανταχοῦ πάρεστι—, μὴ ἐννεῦσαί τινι κατὰ ἑτέρου τινός, μὴ λαλῆσαι μηθὲν ὃ μὴ συμφέρει καὶ μὴ σιωπῆσαι ὃ λαληθῆναι ἄξιον, μὴ καταλεῖψαι τὸν συνήθη κανόνα μέχρι θανάτου ποτέ, μὴ κτήσασθαι μετά τινος μερικὴν φιλίαν, εἰ καὶ ἁγίου δοκεῖ ἔχειν ὑπόληψιν, μὴ ἐν μέρει ἢ καθόλου καλλωπισμῶν φροντίσαι ἐνδύματος ἢ ὑποδήματος, εἰ μὴ μόνην τὴν χρείαν σεμνὴν ὁμοῦ καὶ εὐσχήμονα, μὴ ἐνηδόνως τινὸς γεύσασθαι μηδὲ φαγεῖν ὃ τῇ ψυχῇ διὰ τῆς ὁράσεως ἤρεσεν. Ἐν τούτοις γὰρ πᾶσι καὶ ἐν πλείοσιν ἄλλοις ὁ ἀγωνιζόμενος ἐγκρατεύεται· καὶ διὰ τούτων πάντων, εἰ χαύνως καὶ ῥᾳθύμως πορεύεται, τὸ οἰκεῖον καθ’ ὥραν ἐκπληροῖ θέλημα, εἰ καὶ τοῖς ἀνθρώποις ὡς ἀποταξάμενος μακαρίζεται.

Τῶν γὰρ ἔξωθέν τις καὶ βλεπομένων τοῖς πᾶσιν ἐγκρατευόμενος παρὰ τῶν μὴ καλῶς εἰδότων ὁρᾶν ὡς ἐργάτης ἀνακηρύττεται, τὰ δὲ κρύφια τῆς καρδίας θελήματα ἐκπληρῶν, ὡς ἀκάθαρτος παρὰ Θεῷ μισεῖται καὶ ἀποστρέφεται· κἂν εἰ χίλια ἔτη οὕτω ποιήσῃ ἀγωνιζόμενος, οὐδεμίαν εὑρήσει ἐκ τῶν ἔξωθεν μόνων ἀγώνων ὠφέλειαν.

Ὁ δὲ εἰς πάντα ἐγκρατευόμενος καὶ τὴν ψυχὴν προπαιδεύων ἀτάκτως μὴ περιφέρεσθαι μηδὲ ποιεῖν ἐν μηδενὶ ὧν ὁ Θεὸς ἀπαρέσκεται τὸ ἑαυτῆς θέλημα, ἀλλ’ ὅλην, ὥσπερ ἐπὶ κάλου τινὸς ἀεροβατοῦσαν, τοῖς τοῦ Θεοῦ ὁδεύειν θερμῶς ἀναγκάζων προστάγμασιν, οὗτος ἐν ὀλίγῳ καιρῷ ἐν αὐτοῖς αὐτὸν εὑρήσει κεκρυμμένον τοῖς θείοις αὐτοῦ ἐντάλμασιν.

Ὧι καὶ ἐντυχών, πάσης ἄλλης ἐργασίας ἐπιλαθόμενος ἐκπλαγήσεται καὶ προσπεσὼν αὐτὸν καὶ μόνον ὁρᾶν ἀγαπήσει. Οὗ καὶ κρυβέντος ἐξ ὀφθαλμῶν αὐτοῦ, ἀπορήσας οὗτος, πάλιν τὴν ὁδὸν ἄνωθεν ἀπαρξάμενος, τρέχει σφοδρότερον, ἐντονώτερον, ἀσφαλέστερον· ὁρᾷ κάτω, περιπατεῖ σύννους, τῇ μνήμῃ φλέγεται, τῷ πόθῳ καίεται, τῇ ἐλπίδι τοῦ πάλιν ἐκεῖνον ἰδεῖν ἀνάπτεται· καί, ὅταν πολλὰ δραμὼν κατάκοπος γένηται καὶ φθάσαι μὴ δυνηθῇ, ἀλλὰ καὶ παντελῶς καταπέσῃ, δραμεῖν μὴ δυνάμενος, τηνικαῦτα βλέπει τὸν διωκόμενον καὶ τὸν φεύγοντα φθάνει καὶ κρατεῖ τὸν ποθούμενον καὶ γίνεται ὅλος ἔξω τοῦ κόσμου καὶ αὐτοῦ ὅλου τοῦ κόσμου ἐπιλανθάνεται, συνάπτεται τοῖς ἀγγέλοις, τῷ φωτὶ ἀναμίγνυται, ἀπογεύεται τῆς ζωῆς, τῇ ἀθανασίᾳ συμπλέκεται, ἐν ἀπολαύσει γίνεται τῆς τρυφῆς, εἰς τρίτον ἀνέρχεται οὐρανόν, ἁρπάζεται εἰς παράδεισον, ἀκούει ἄρρητα ῥήματα, εἰς τὸν νυμφῶνα εἰσέρχεται, εἰς τὸν παστὸν παραγίνεται, τὸν νυμφίον ὁρᾷ, τοῦ πνευματικοῦ γάμου ἐν μετοχῇ γίνεται, τοῦ μυστικοῦ κρατῆρος ἐμπίπλαται, τοῦ μόσχου τοῦ σιτευτοῦ, τοῦ ἄρτου τοῦ ζωηροῦ, τοῦ πόματος τῆς ζωῆς, τοῦ ἀμώμου ἀμνοῦ, τοῦ μάννα τοῦ νοητοῦ, πάντων τῶν ἀγαθῶν ἐκείνων ἐν ἀπολαύσει γίνεται, εἰς ἃ οὐδὲ τῶν ἀγγέλων αἱ δυνάμεις ἀδεῶς ἐνατενίσαι τολμῶσιν.

Οὕτως ἔχων Πυροῦται τῷ πνεύματι καὶ πῦρ ὅλος γίνεται τῇ ψυχῇ, μεταδιδοὺς καὶ τῷ σώματι τῆς οἰκείας λαμπρότητος, δίκην τοῦ ὁρωμένου πυρὸς τὴν οἰκείαν τῷ σιδήρῳ φύσιν μεταδιδοῦντος, καὶ γίνεται ἡ ψυχὴ τῷ σώματι ὅπερ γέγονε τῇ ψυχῇ ὁ Θεός, καθά φησιν ἡ θεολόγος φωνή· οὔτε γὰρ ψυχὴ ζῆν δύναται, μὴ φωτιζομένη παρὰ τοῦ κτίσαντος, οὔτε σῶμα, μὴ παρὰ τῆς ψυχῆς δυναμούμενον. Σκόπει ἀκριβῶς τῶν λεγομένων τὴν δύναμιν. Σῶμα, ψυχὴ καὶ Θεός, τὰ τρία ταῦτα. Θεὸς ἄναρχος, ἀτελεύτητος, ἀπρόσιτος, ἀνεξιχνίαστος, ἀόρατος, ἄρρητος, ἀναφής, ἀψηλάφητος, ἀπαθής, ἀνεκδιήγητος, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν φανεὶς ἡμῖν ἐν σαρκὶ δι’ Υἱοῦ καὶ γνωρισθεὶς διὰ τοῦ παναγίου αὐτοῦ Πνεύματος, ὡς πιστεύομεν, ἴσος ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας, ψυχῇ νοερᾷ μίγνυται διὰ τὴν ἐμὴν ψυχήν, ὥς πού τις ἔφη, ἵνα καὶ τὸ πνεῦμα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ. Ἀλλὰ μὴν καὶ ἐπαγγέλλεται λέγων· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτοῖς ποιησόμεθα», δηλαδὴ τοῖς πιστεύουσι καὶ τὴν πίστιν ἐκ τῶν προειρημένων ἔργων ἐνδεικνυμένοις. Ἀλλὰ πρόσεχε.

Θεοῦ κατὰ τὰς ἀψευδεῖς ἐπαγγελίας ἐνοικοῦντος ἐν ἡμῖν τοῖς γνησίοις δούλοις αὐτοῦ καὶ διὰ τῶν ἐνεργειῶν καὶ ἐλλάμψεων τοῦ παναγίου Πνεύματος ἐμπεριπατοῦντος ἐν ταῖς ἡμετέραις ψυχαῖς, ἀχωρίστους εἶναι τοῦ Θεοῦ τὰς ἀξίας τῶν τοιούτων ψυχὰς ὁμολογουμένως πιστεύομεν. Τῶν δὲ ψυχῶν πάλιν διϊκνουμένων ἐν ὅλῳ τῷ σώματι καὶ μηδενὶ μέρει ἀπολιμπανομένων, ἀνάγκη πάντως καὶ αὐτὴν τὴν σάρκα, ἀχώριστον οὖσαν τῆς ψυχῆς, μᾶλλον δὲ μηδὲ ζῆν χωρὶς αὐτῆς δυναμένην, ὅλην ἄγεσθαι τῆς ψυχῆς τῷ θελήματι· καὶ ὡς οὐκ ἔστι σῶμα ζῆν ἄνευ ψυχῆς, οὕτως οὐδὲ θέλημα ἔνι τὸ σῶμα ἔχειν τότε παρεκτὸς τῆς ψυχῆς.

Ἀποδέδεικται τοίνυν ὅτι, ὥσπερ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι εἷς Θεὸς ἀσυγχύτως καὶ ἀδιαιρέτως προσκυνεῖται, οὕτω πάλιν ἐν Θεῷ καὶ ψυχῇ καὶ σώματι ἀδιαιρέτως καὶ ἀσυγχύτως θεὸς κατὰ χάριν ὁ ἄνθρωπος γίνεται, μήτε τοῦ σώματος εἰς ψυχὴν μεταβαλλομένου, μήτε τῆς ψυχῆς εἰς θεότητα μεταποιουμένης, μήτε τοῦ Θεοῦ τῇ ψυχῇ συγχεομένου, μήτε τῆς ψυχῆς εἰς σάρκα μεταπηγνυμένης, ἀλλὰ μένων ὁ Θεὸς καθὸ Θεός ἐστι καὶ ἡ ψυχὴ καθὼς ἔχει φύσεως καὶ τὸ σῶμα, καθὼς ἐπλάσθη, πηλός. Ὁ παραδόξως συνδήσας αὐτὰ καὶ τὸ νοερόν τε καὶ ἄϋλον τῷ πηλῷ συγκεράσας, αὐτὸς ἀμφοτέροις τούτοις ἀσυγχύτως ἑνοῦται κἀγὼ κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἐκείνου, ὡς ὁ Λόγος ἀπέδειξε, γίνομαι. Ἀλλὰ πάλιν, εἰ δοκεῖ, τὸν λόγον ἐπαναλάβωμεν· ὑφ’ ἡδονῆς γὰρ κινούμενος καὶ χαρᾶς, ἔτι τοῖς εἰρημένοις προσμένειν βούλομαι, ἵνα καὶ τὸν νοῦν τῶν τοιούτων ἐκδηλότερον ἀνατάξωμαι. Πατήρ, Υἱὸς καὶ ἅγιον Πνεῦμα εἷς Θεὸς ὃν σεβόμεθα. Θεός, ψυχὴ καὶ σῶμα, ὁ κατ’ εἰκόνα Θεοῦ κτισθεὶς ἄνθρωπος καὶ θεὸς εἶναι καταξιούμενος.

Τί οὖν μοι ταῦτα καὶ πρὸς τί λεπτότερον εἴρηται καὶ διὰ τί μακρὸν τὸν λόγον ἐξέτεινα, ἢ ἵνα αἰσχυνθῶσι, μᾶλλον δὲ οἱ τὸ κατ’ εἰκόνα μὴ ἔχοντες ἑαυτοὺς ἐπιγνώσωνται καὶ οἱ κεχωρισμένοι ἀπὸ τοῦ Θεοῦ ἑαυτοὺς ἀποκλαύσωνται καὶ τίνων ἐστέρηνται γνώσωσι καὶ ὑφ’ ὧν κατέχονται τῇ ἀκροάσει τοῦ λόγου διακρίνωσι καὶ οἷον αὐτοὺς σκότος κατακαλύπτει νοήσωσι καὶ Θεὸν διδάσκειν τρομάσωσι, μᾶλλον δέ, ἵνα συγκαταβατικώτερον εἴπω, τοῖς τὴν χάριν ἐν ἑαυτοῖς ἔχουσι τοῦ Θεοῦ καὶ πάντα διδασκομένοις δι’ αὐτῆς καὶ πάντα ἰσχύουσιν ἐν αὐτῇ ἀντιλέγειν φρίξωσι καὶ παύσωνται λέγειν μὴ εἶναι δυνατόν τινα τῶν κατὰ Θεὸν ζώντων, ἐν κόσμῳ ἀναστρεφόμενον καὶ μετὰ γυναικῶν συνεσθίοντα ἢ αὐταῖς ὁμιλοῦντα, ἀμόλυντον νοητῶς τε καὶ αἰσθητῶς διαμένειν; Θεὸς ἀπαθής ἐστι, μὴ προσπάσχων τοῖς ὁρωμένοις. Καὶ οἶδα πάλιν ὅτι οἱ μὴ ὁρᾶν ἰσχύοντες τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς μηδὲ τοῖς αἰσθητηρίοις αὐτῆς αἰσθανόμενοι, τοῦ λεγομένου τὴν δύναμιν μὴ νοήσαντες, οὕτω πως ἀνταποκριθήσονται· «Ὅτι μὲν ὁ Θεός, φησίν, ἀπαθής ἐστιν, οἴδαμεν· ἀλλ’ οὐ περὶ Θεοῦ, περὶ δὲ ἀνθρώπου πάντως ἡμεῖς ἀμφιβάλλομεν.» Ἀλλὰ καὶ ὁ λόγος διὰ τοῦτο προλαβὼν τὰ τούτων ἐνέφραξε στόματα, θεὸν εἰπὼν καὶ τὸν ἄνθρωπον κατὰ χάριν γινόμενον, ἤγουν τῇ δωρεᾷ τοῦ παναγίου Πνεύματος.

Ὥσπερ γὰρ οὐκ ἔνι τὸν ἥλιον ἐν βορβόρῳ λάμποντα μολυνθῆναι τὰς ἀκτῖνάς ποτε, οὕτως οὐδὲ τοῦ Θεὸν φοροῦντος κεχαριτωμένου ἀνθρώπου τὴν ψυχὴν ἢ τὴν διάνοιαν μολυνθῆναι ἐνδέχεται, κἂν ἐν βορβόρῳ σωμάτων, εἰπεῖν, ἀνθρωπίνων ἐγκυλινδεῖσθαι τύχοι τὸ καθαρώτατον αὐτοῦ σῶμα, ὅπερ τοῖς θεοσεβέσιν ἀνοίκειον· οὐ μόνον δέ, ἀλλ’ οὐδέ, εἰ μετὰ μυρίων ἀπίστων καὶ ἀσεβῶν καὶ μεμιασμένων καθειρχθήσεται καὶ γυμνὸς τῷ σώματι γυμνοῖς αὐτοῖς ἑνωθήσεται, τὴν πίστιν παραβλαβήσεται ἢ τοῦ ἰδίου δεσπότου χωρισθήσεται καὶ τοῦ κάλλους ἐκείνου ἐπιλησθήσεται. Πολλὰ γὰρ ἐπὶ μαρτύρων καὶ ἁγίων τοιαῦτα ἐγένοντο, ὡς ἐν τῷ Χρυσάνθῳ μάρτυρι καὶ ἐν ἄλλοις τισὶ τῶν ἁγίων, καὶ ὅμως οὐδὲν ἐκ τῆς μεθόδου ταύτης τοῦ διαβόλου ἐκεῖνοι παρεβλάβησαν, τὸν Θεὸν ἔχοντες ἐν ἑαυτοῖς οἰκοῦντα καὶ μένοντα.

Ὁ γὰρ τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἢ τηρήσας ἑαυτῷ ἄνωθεν ἢ ἀνακαλεσάμενος καὶ ἀπολαβών, καὶ τὸ βλέπειν κατὰ φύσιν ἀπέλαβεν. Τοιγαροῦν καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως ὁ τοιοῦτος περιπατεῖ, βλέπει τὰ πράγματα πάντα καθὼς ἔχουσι φύσεως· οὐ τὰς χροιὰς θαυμάζει καὶ τὰς στιλπνότητας, ἀλλὰ τὴν τούτων οὐσίαν τε καὶ ποιότητα καθορῶν, μένει ἀσάλευτος, μόνοις τοῖς ἑστῶσι προσέχων καὶ μένουσι. Ὁρᾷ τὸν χρυσὸν καὶ οὐ τῇ λαμπρότητι τούτου προσέχει, ἀλλὰ κατανοεῖ τὴν ὕλην ὅτι ἀπὸ τῆς γῆς καὶ χοῦς ἢ λίθος ἐστί, μηδέποτε εἰς ἕτερόν τι μεταβληθῆναι δυνάμενος.

Βλέπει τὸν ἄργυρον, τὸν μαργαρίτην, τοὺς λίθους ἅπαντας τοὺς τιμίους καὶ οὐ ταῖς εὐχροίαις τὴν αἴσθησιν κλέπτεται, ἀλλὰ λίθους ἅπαντας ὡς ἕνα τῶν ἁπάντων λίθων ὁρᾷ καὶ πηλὸν ἅμα ταῦτα λογίζεται. Ὁρᾷ ἱμάτια πολυτελῆ καὶ οὐ θαυμάζει τὴν ποικιλίαν, ἀλλ’ ὅτι σκωλήκων κόπρος εἰσὶν ἐννοεῖ, καὶ τοὺς τερπομένους εἰς αὐτὰ καὶ περιποιουμένους ταῦτα ὡς τίμια ἐλεεῖ. Ὁρᾷ τινα δοξαζόμενον, ἐπὶ θρόνου καθήμενον, ὑπὸ λαοῦ πολλοῦ κατὰ τὰς ὁδοὺς πομπευόμενον ἢ καὶ φυσώμενον, καὶ ὡς ὄναρ βλέπων οὕτω διάκειται, γελῶν καὶ θαυμάζων τῶν ἀνθρώπων τὴν ἄγνοιαν. Βλέπει τὸν κόσμον καὶ ἐν μέσῳ πόλεως ὑπάρχει καὶ βαδίζει μεγάλης— μάρτυς ὁ ταῦτα ἐν ἡμῖν ἐνεργῶν Κύριος—, ὡς μόνος ὢν ἐν ὅλῳ τῷ κόσμῳ· καὶ ὡς ἐν ἐρήμῳ διάγων ἀνθρώποις ἀβάτῳ καὶ ὡς μηδὲν μετά τινος ἔχων ἢ γνωρίζων τινὰ τῶν ἐπὶ γῆς ἀνθρώπων, οὕτω διάκειται.

Ὁ τοιοῦτος καὶ γυναῖκα τοίνυν ὁρῶν κάλλος ἔχουσαν σώματος, οὐ τῆς ὄψεως ὁρᾷ τὴν ἐπανθοῦσαν εὐπρέπειαν, ἀλλ’ ὡς σαπρίαν ἢ βόρβορον καὶ ὡς ἤδη θανοῦσαν καὶ γεγονυῖαν ὅλην ὅπερ καὶ γίνεται, οὕτω ταύτην ὁρᾷ· ἧς οὐκ ἄν ποτε τὸ ἔξωθεν ἄνθος ὁ νοῦς περιβλέψῃ, ἀλλὰ τὴν ἔνδοθεν ὑπάρχουσαν ὑλώδη φθοράν, ἐξ ἧς τὸ ὅλον σῶμα συνίσταται.

Τί γὰρ καὶ ἄλλο ἐστὶ σῶμα ἢ διαμασηθείσης τροφῆς χυλός; Εἰ δὲ καὶ τὸ ἔξωθεν κάλλος καταμαθεῖν ἐθελήσειεν, οἶδεν ἐκ τῶν κτισμάτων ἀναλόγως θαυμάζειν τὸν γενεσιουργόν, οὐχὶ δὲ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὕτω γὰρ ἀπὸ τοῦ μεγέθους καὶ ἀπὸ τῆς καλλονῆς τῶν κτισμάτων ἐπιγινώσκει τὸν δημιουργὸν καὶ πρὸς τὴν ἐκείνου θεωρίαν ὁ νοῦς ἀνάγεται καὶ τὴν ψυχὴν ἀνάπτει πρὸς τὴν τοῦ ποιητοῦ κατανόησιν, δι’ ἧς ἄρα καὶ πρὸς θεῖον κινεῖται πόθον ὁμοῦ καὶ δάκρυα καὶ ὅλως ἔξω τῶν ὁρωμένων γίνεται καὶ ἀπὸ τῶν κτισμάτων ἀποχωρίζεται.

Καθάπερ γὰρ τὸ φῶς τῶν αἰσθητῶν ὀφθαλμῶν πανταχοῦ παρ’ ἡμῶν πέμπεται καί, τὰ προκείμενα πάντα τῇ ὀπτικῇ δυνάμει περιερχόμενον, τὸ σύνολον ἐξ αὐτῶν οὐ μολύνεται, κἂν ὦσι λίαν δυσειδῆ τὰ ὁρώμενα, ἀλλὰ πάλιν ἀμόλυντον αὐτὸ πρὸς ἕτερα περιφέρομεν, οὕτω καὶ ἡ τῶν ἁγίων διάνοια, κἂν εἰς βορβορώδη πάθη καὶ αἰσχρὰ παρακύψειεν, οὐ μολύνεται.

Γυμνὸς γὰρ ὑπάρχει ὁ νοῦς αὐτῶν καὶ πάσης ἐπιθυμίας ἐμπαθοῦς ἀλλότριος. Εἰ γὰρ καὶ εἰς τὴν τῶν τοιούτων θεωρίαν εἰσελθεῖν ποτε βουληθείη, οὐ δι’ ἕτερόν τι τοῦτο ποιεῖ, ἀλλ’ ἢ ἵνα σκοπήσῃ καὶ καταμάθῃ τῶν παθῶν τὰς ἐμπαθεῖς κινήσεις καὶ ἐνεργείας καὶ πόθεν λαμβάνουσι τὰς αἰτίας καὶ διὰ ποίων φαρμάκων πάλιν ἐξαφανίζονται, καθὰ καὶ ἰατροὺς ποιοῦντας ἀκούομεν καὶ περὶ τῶν παλαιῶν ἀκηκόαμεν. Ἀνέτεμον γὰρ τοὺς νεκρούς, ἵνα τὴν θέσιν κατανοήσωσι τοῦ σώματος, ὅπως ἐξ ἐκείνων γινώσκοντες ὦσι τῶν ζώντων ἀνθρώπων τὰ ἔνδοθεν καὶ ἰατρεύειν ἐν ἄλλοις ἐπιχειρῶσι τὰ μὴ ὁρώμενα πάθη. Τοιοῦτόν τι πάντως ἐργάζεται καὶ ὁ πνευματικὸς ἰατρὸς ὁ τὰ τῆς ψυχῆς πάθη ἐμπείρως ἰατρεύειν βουλόμενος· ἵνα δέ σοι τὴν ἔντεχνον αὐτοῦ ἰατρείαν τῷ λόγῳ καθυποδείξω, πραγματικὴν ποιήσομαι τὴν διήγησιν.

Ἔρχεταί τις πρὸς τὸν πνευματικὸν ἰατρὸν ἄρρωστος, κεκαρωμένος τῷ πάθει, τεταραγμένος ὅλος τὸν νοῦν, ἀντὶ ἰατρείας τὰ βλάπτοντα ἐπιζητῶν, τὰ τὸ πάθος δηλονότι αὐξάνοντα καὶ τὸν θάνατον ἐν ἀκαρεὶ ἐπισπώμενα. Βλέπει τοῦτον ὁ φιλάνθρωπος καὶ συμπαθὴς ἰατρός, κατανοεῖ τοῦ ἀδελφοῦ τὴν ἀσθένειαν, τοῦ πάθους τὴν φλεγμονήν, τὸν ὄγκον, ὁρᾷ τὸν νοσοῦντα ὅλον τοῦ θανάτου γινόμενον. Τοῦ τοιούτου δὲ ἆρά τις ἐρασθήσεται, ἵνα πάλιν τῶν ἀναισθήτων λόγων ἐκείνων ἀναμνησθῶ; Οἶμαι, οὐδὲ τῶν λίαν τις μαινομένων ἀνδρῶν τοιοῦτόν τι κατὰ τῆς ἀσθενούσης ἢ τοῦ ἀσθενοῦντος τὴν πρὸς θάνατον ἀρρωστίαν ἐνθυμηθήσεται, μὴ ὅτι γε εὐσεβῶν καὶ φοβουμένων τὸν Θεὸν ἰατρῶν. Ἀλλὰ τῶν ὄντως μαινομένων τοὺς λόγους χαίρειν εἰπόντες, ἐχώμεθα τοῦ λόγου τῆς διηγήσεως. Ὅταν οὖν ἴδῃ ὁ πνευματικὸς καὶ ἐπιστήμων ἰατρὸς ἐν οἷς εἴπομεν ὄντα τὸν ἀδελφόν, οὐκ εὐθέως βοᾷ οὐδὲ διαναβάλλεται οὐδὲ λέγει· «Κακὰ καὶ θανατηφόρα εἰσὶν ἃ ζητεῖς καὶ οὐ δίδωμί σοι ταῦτα τὰ βοηθήματα», ἵνα μὴ ἀκούσας φυγῇ χρήσηται καὶ πρὸς ἕτερον τῶν τοιούτων παθῶν ἄπειρον ἀπέλθῃ καὶ τῇ αὐτῇ ὥρᾳ τεθνήξεται· ἀλλὰ προσδέχεται, κατέχει, παρακαλεῖ, πᾶσαν δεικνύει ἀγάπην ὁμοῦ καὶ ἁπλότητα, ἵνα πληροφορήσῃ αὐτὸν ὅτι καὶ δι’ ὧν φαρμάκων ᾐτήσατο, δι’ αὐτῶν καὶ τὴν ἰατρείαν ποιήσηται καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἐκπληρώσῃ.

Εἰσὶ γάρ τινες οἱ χαλεπῶς νοσοῦντες κατὰ ψυχὴν καὶ χαλεπὰ τὰ νοσήματα φέροντες καὶ τὰ ἐπαύξοντα τὴν νόσον ἐπιζητοῦντες· καὶ τὸ μὲν πάθος ἑκάστου τούτων ἴσως, ἵνα δέηται διαίτης καὶ τῆς τῶν ἡδέων ἀποχῆς, αὐτοὶ δὲ μᾶλλον τρυφᾶν ζητοῦσι τὰ φθοροποιὰ βρώματα καὶ εἰς κόρον ἐμφορεῖσθαι αὐτῶν. Διὰ δὴ τοῦτο, ὡς ἔφθην εἰπών, ὁ ἔμπειρος ἰατρὸς οὐκ εὐθέως ἐπὶ τοῖς ζητουμένοις παρὰ τοῦ νοσοῦντος ἀνανεύει, ἀλλ’ ὑπισχνεῖται πάντα τὰ τῆς αἰτήσεως ἐκπληρῶσαι αὐτοῦ· ὁ νοσῶν, ὡς ἐπὶ καλοῖς, σπεύδει τοῖς καταθυμίοις αὐτοῦ, ὁ ἰατρὸς ὑποκρύπτει τὰ βοηθήματα· καὶ ὁ μὲν ἐκδέχεται καὶ περιχαρῶς ἀναμένει, ὁ δέ, σοφὸς ὤν, τὸ μὲν φαινόμενον τῶν ζητουμένων δεικνύει παρόμοια, τὸ δὲ κρυπτόμενον, ἄλλα μὲν τῇ γεύσει, τῇ δὲ δυνάμει τῆς ἐνεργείας παράδοξα. Μόνον γὰρ τῶν φαρμάκων ὁ ἀσθενῶν ἅπτεται, καὶ τῇ ἁφῇ μόνῃ παρὰ πᾶσαν ἐλπίδα τὴν ἰατρείαν λαμβάνει· καὶ καταπαύεται μὲν εὐθὺς τοῦ πάθους ὁ ὄγκος, τὸ δὲ τραῦμα παντελῶς ἀφανίζεται, καὶ ὧν τῇ ἐπιθυμίᾳ πρῶτον ἐφλέγετο, τούτων οὐδὲ μνημονεύειν ἀνέχεται τοῦ λοιποῦ.

Καὶ ἔστιν ἰδεῖν καὶ θεάσασθαι λόγου παντὸς ὑψηλότερον θαῦμα γινόμενον· χωρὶς γὰρ ἄλλου τινὸς βοηθήματος, μόνῃ τῇ προσψαύσει καὶ θεωρίᾳ τῶν ἰατρικῶν φαρμάκων ὑγιαίνειν ποιεῖ τοὺς νοσοῦντας, τὰ τραύματα καὶ τὸν ὄγκον αὐτῶν καταστέλλεσθαι καὶ τὴν φλόγα τούτων τῆς δίψης παύεσθαι, καὶ τοὺς πεινῶντας τὰ φθοροποιὰ καὶ ἐπιβλαβῆ βρώματα τῶν ὠφελίμων μᾶλλον ἐπιθυμεῖν ἔκτοτε, καὶ πολλοῖς διηγεῖσθαι τούτους τὰ τοῦ ἰατροῦ θαύματα καὶ τὴν θαυμασίαν μέθοδον τῆς ἐπιστήμης αὐτοῦ.

Ἀκουέτωσαν οἱ ὑγιαίνοντες καὶ τὰ αἰνιγματωδῶς ἡμῖν εἰρημένα νοείτωσαν, εἴ γε καὶ τῆς ἐνθέου γνώσεως τὴν χάριν ἐδέξαντο. Ταῦτα γὰρ οἱ νοσοῦντες οὐκ ἴσασι, μᾶλλον δὲ οὐδὲ ὅτι ἀσθενοῦσιν ἐπίστανται. Τοὺς δὲ οὕτως ἔχοντας τίς ἄρα λόγῳ πείσει ποτὲ ὅτι ἀσθενείᾳ καὶ νόσῳ κατέχονται;

Ὑγείαν γὰρ ταύτην οἴονται, τὸ ποιεῖν τῆς σαρκὸς τὰ θελήματα καὶ πάντα πράσσειν τὰ τῆς ἐπιθυμίας καὶ τῆς ἐφέσεως· καὶ ὥσπερ οὐδεὶς τοὺς ἔξω φρενῶν ὄντας καὶ παρακόπους ἔκφρονας εἶναι ποιήσει λογίσασθαί ποτε ἑαυτούς, οὕτως οὐδὲ τοὺς ἐν πάθεσι κυλινδουμένους καὶ ὑπ’ αὐτῶν κεκρατημένους καὶ μὴ αἰσθανομένους τῆς κατασχέσεως τούτων ἐν κακοῖς εἶναι πείσει ποτέ τις ἢ μεταβαλέσθαι ποιήσει ἐπὶ τὸ βέλτιον. Τυφλοὶ γὰρ ὄντες καὶ μηδὲ ἄλλον τινὰ πιστεύοντες βλέπειν, οὕτως διάγουσιν ἐστηρημένοι καὶ τοῦ ὁρᾶν, καὶ ὅτι οὐδὲ ἀναβλέψαι αὐτοὺς δυνατὸν εἶναι πείθονται· εἰ γὰρ ἐπείθοντο, τάχα ἂν καὶ ἐζήτησαν ἀναβλέψαι, καὶ ἀναβλέψαντες εἶδον ἀκριβῶς καὶ ἐγνώρισαν τοὺς ἐσταυρωμένους τῷ κόσμῳ. Ἀλλὰ μὴ θέλοντες τῶν παθῶν ἀπαλλαγῆναι βύουσιν ἑκουσίως τὰ ὦτα καὶ τῷ Ἀποστόλῳ προσέχειν οὐ βούλονται οὕτω λέγοντι· «Ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός», καὶ πάλιν· «Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν.»

Ὁ οὖν τῷ κόσμῳ ἀποθανών—τοῦτο γάρ ἐστιν ὁ σταυρός—καὶ ζῶν μηκέτι αὐτός, ζῇ δὲ ἐν αὐτῷ ὁ Χριστός, ὁ νεκρωθεὶς τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, ἤγουν τὰς ἐμπαθεῖς αἰσθήσεις τοῦ σώματος, ὥστε καὶ παντὸς πάθους καὶ πάσης ἐπιθυμίας κακῆς ἀμέτοχος γενέσθαι, πῶς, εἰπέ, κἂν ὁπωσοῦν πάθους αἴσθησιν δέξηται, ἢ ἡδονῆς ὑποστήσεται κίνησιν, ἢ σαλευθήσεται τὴν καρδίαν τὸ σύνολον;

Εἰ δὲ ἀπιστεῖς ἔτι καὶ ἀναβάλλεσαι, βλέπε πρὸς τίνα τὰς κατηγορίας ἐκφέρεις καὶ τίνα λέγεις τῆς ἁμαρτίας συμμέτοχον. Ὢ τοῦ τολμήματος! Τοὺς τὸν Χριστὸν ζῶντα καὶ ἐνοικοῦντα ἔχοντας ἐν ἑαυτοῖς, πρὸς ἡδονὴν λέγεις κλέπτεσθαι τὴν καρδίαν; Λοιπὸν κατὰ σὲ κοινωνὸς ἁμαρτίας καθέστηκεν ὁ Χριστός, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, ὁ τοῦ κόσμου αἴρων τὰς ἁμαρτίας καὶ καθαίρων παντὸς πάθους τὰς αὐτῷ συναφθείσας ψυχάς; Οὐκ ἐννοεῖς ἀκμὴν ἃ μὲν λαλοῦμεν ἡμεῖς, ἃ δὲ σὺ βλασφημεῖς; Οὐ φρίττεις καὶ τῷ στόματί σου τὴν χεῖρα τιθεῖς καὶ μὴ λαλεῖν παιδεύεις τὴν γλῶττάν σου περὶ ὧν οὔπω τὴν πεῖραν εἴληφας, οὐδὲ διανοίᾳ τὴν γνῶσιν κατέλαβες τῶν τοιούτων, καὶ ταῦτα τοῖς ὀφθαλμοῖς οὐχ ἑώρακας, οὐδὲ ἡ ἀκοή σου τὸ μέγεθος αὐτῶν ἐχώρησεν;

Οὐκ οἶδας ὅτι καταγελῶσί σου ὡς ἀναισθήτου, ὁπηνίκα λέγειν ἐπιχειρεῖς περὶ τῶν τοιούτων, ἄλλα ἀντ’ ἄλλων φθεγγόμενος, οἱ ἔργῳ καὶ λόγῳ τὴν πεῖραν ἐσχηκότες αὐτῶν; Εἰ μὲν οὖν ἠξιώθης τῆς ἄνωθεν χάριτος, λέγε καὶ τὰ τῆς χάριτος ἐλευθεροστομῶν καὶ θεολόγει ἀκωλύτως περὶ τοῦ φύσει Θεοῦ· οὐ μὴν δέ, ἀλλὰ καὶ περὶ τῶν θέσει υἱῶν τοῦ Θεοῦ καί, ὡς ἐφικτὸν ἀνθρώπῳ, ὁμοίων αὐτοῦ διὰ τῆς χάριτος διηγοῦ ἀκωλύτως τοῖς πᾶσιν ὥς εἰσιν ἅγιοι δοῦλοι τῆς δόξης αὐτοῦ. Εἰ δὲ ὁμολογεῖς, καλὸν ποιῶν, μὴ μετασχεῖν τοῦ χαρίσματος μηδὲ αἰσθανθῆναι σαυτὸν νεκρὸν τῷ κόσμῳ γενόμενον, μηδὲ εἰς οὐρανὸν ἔγνως ἑαυτὸν ἀνελθόντα ὡς κρυβῆναι μόνον ἐκεῖ καὶ μὴ φαίνεσθαι, μηδὲ τοῦ κόσμου παντὸς ἔξω κατὰ τὸν Παῦλον εἴτε ἐν σώματι εἴτε χωρὶς ἐγένου τοῦ σώματος, μηδὲ ἀλλοιωθέντα κατέμαθες ἑαυτὸν ὅλον καὶ πνεῦμα οἱονεὶ γενόμενον ἐν τῇ τῆς σαρκὸς ἀποθέσει, πνευματικὰ συγκρίνοντα τοῖς πνευματικοῖς, τί οὐκ ἀσπάζῃ τὴν καλὴν σιωπὴν καὶ ζητεῖς ἐν μετανοίᾳ καὶ δάκρυσι ταῦτα λαβεῖν καὶ μαθεῖν, ἀλλὰ κενῶς οὕτως λαλεῖν ἐθέλεις περὶ ὧν οὐκ ἔσχες τὴν ἀληθινὴν γνῶσιν καὶ ἅγιος τούτων χωρὶς καλεῖσθαι φιλεῖς καὶ ὡς ἤδη σεσωσμένος διάκεισαι, λογισμοὺς τολμῶν ἀλλοτρίους ἀναδέχεσθαι καὶ διδάσκειν ἑτέρους; Οὐ φρίττεις ἄλλους ὁδηγεῖν πρὸς τὸ φῶς, αὐτὸς ὑπάρχων ἐστερημένος τοῦ θείου φωτός;

Οὐ δέδοικας ποιμαίνειν ἀδελφούς, ὁ ἔτι ἐν σκότει καθήμενος καὶ μηδὲ τὸν ὀφθαλμὸν ἐκεῖνον κτησάμενος τὸν ὁρῶντα τὸ φῶς τὸ ἀληθινόν; Οὐκ αἰσχύνῃ ἄλλους ἰατρεύειν, ἀσθενὴς ὑπάρχων αὐτὸς καὶ μηδὲ τῶν ἰδίων τραυμάτων λαβεῖν ἰσχύων τὴν αἴσθησιν; Εἰπὲ γάρ μοι, εἰ μὴ σεαυτὸν ἀπαθῆ ἔγνωκας εἶναι καὶ τὸν ἀπαθῆ Θεὸν κατέμαθες οἰκοῦντα ἐν σεαυτῷ, ἐν τίνι ἄλλῳ θαρρήσας, τοῖς ἔργοις τῶν ἀπαθῶν καὶ ταῖς διακονίαις τῶν ἁγίων τοῦ Θεοῦ δούλων ὑπηρετεῖν καὶ ὑπεισελθεῖν κατετόλμησας;

Ὅρα μὴ λάθῃς σεαυτὸν ξένοις βαθμοῖς καὶ ἀλλοτρίαις διακονίαις ἐπιπηδῶν καὶ ὡς καταφρονητὴς τοῦ θείου θελήματος καὶ τολμηρὸς καὶ ἀχρεῖος οἰκέτης εἰς τὸ σκότος ἀποπεμφθῇς τὸ ἐξώτερον. Ὅρα μὴ εὑρεθῇς τοῦ συγκλητικοῦ ἐνδύματος καὶ ἀξιώματος γυμνός, ὅπερ οὐδὲν ἄλλο εἶναι νοήσεις ἢ τὴν χάριν τοῦ Πνεύματος, καὶ δεθείς, οὕτως ἔχων, χεῖρας ἅμα καὶ πόδας, εἰς τὸ πῦρ ἐμβληθῇς τὸ αἰώνιον.

Βλέπε μὴ πρότερον ποιμαίνειν ἐπιχειρήσῃς, πρὶν ἂν τὸν καλόν σε ποιμένα φίλον γνήσιον κτήσασθαι, ἐπεὶ οὐδὲν κερδήσεις ἕτερον, γίνωσκε, ἢ δοῦναι λόγον τῷ Θεῷ, οὐ μόνον περὶ τῆς σαυτοῦ ἀναξιότητος, ἀλλὰ καὶ περὶ τῶν προβάτων, ὧν ἐξ ἀπειρίας καὶ ἐμπαθείας ἀπώλεσας. Βλέπε, παρακαλῶ, μὴ ἀναδέξῃ τὸ σύνολον χρέη ἀλλότρια ὑπόχρεως ὑπάρχων αὐτὸς ἔν τινι· μὴ ἄφεσιν δοῦναι τολμήσῃς, ὁ μὴ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου ἐν τῇ καρδίᾳ κτησάμενος.

Ὅρα μὴ κρῖναι τὸν ἕτερον, ἀδελφέ, καταδέξῃ, πρὶν ἂν αὐτὸς ἀκριβὴς ἑαυτοῦ κριτὴς γένῃ καὶ τῶν οἰκείων σφαλμάτων ἐξεταστὴς καὶ δικαίαν τὴν ψῆφον κατὰ σαυτοῦ διὰ δακρύων ἀπολύσῃς καὶ πένθους· καὶ τηνικαῦτα, Πνεύματος ἐμπλησθεὶς ἁγίου, ἐν τῇ ἐλευθερίᾳ τοῦ νόμου τῆς σαρκὸς καὶ τοῦ θανάτου τῆς ἁμαρτίας ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος εἰς τὴν τῶν ἄλλων κρίσιν δίκαιος ἀποκατασταθῇς κριτής, ὡς ὑπὸ Θεοῦ προχειρισθεὶς ἐν τούτῳ διὰ τοῦ Πνεύματος.

Ἴδε γὰρ ὅτι οὐδεὶς τῶν κατὰ κόσμον ἀρχόντων τούτῳ τολμᾷ ἐπιπηδῆσαι τῷ ἀξιώματι, πρὶν ἂν παρὰ τοῦ βασιλέως τῷ τῶν κριτῶν ἐγκαταλεγῇ τάγματι. Καὶ εἰ ἐπὶ τῶν ἀνθρωπίνων ἀξιωμάτων τοιαύτη τάξις ἐστὶ καὶ τοιοῦτος φόβος, ὡς μὴ τῷ ἐπιγείῳ βασιλεῖ προσκροῦσαι, πόση εὐλάβεια ὀφείλεται παρ’ ἡμῶν ἀπονέμεσθαι τοῖς τοῦ Θεοῦ ἀξιώμασιν, ὡς μὴ αὐτοχειροτόνητοι καὶ πρὸ τοῦ κληθῆναι ἄνωθεν ἐπιπηδᾶν τοῖς θείοις καὶ εἰς χεῖρας Θεοῦ ζῶντος ἐμπίπτειν.

Φρίξον, ἄνθρωπε, καὶ τοῦ Θεοῦ σεβάσθητι τὸ μακρόθυμον καὶ μὴ ἔλαττον ἔχων φανῇς τῶν κοσμικῶν ἀρχόντων τὸν φόβον εἰς Θεόν, τὸν ἐπουράνιον βασιλέα, ἢ ὅσον ἐκεῖνοι πρὸς τὸν ἐπίγειον ἔχουσι· μηδὲ καταφρονῶν ἔσῃ τοῦ πλούτου τῆς χρηστότητος καὶ μακροθυμίας αὐτοῦ διὰ φιλοδοξίαν καὶ φιλαρχίαν, ὅτι αὐτός ἐστι πάντων ἐξουσιαστὴς καὶ πάντων κριτὴς φοβερός, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰς πράξεις καὶ τὰς ἐνθυμήσεις αὐτοῦ· ἀλλ’ ὥσπερ οὗτοι τῷ ἐπιγείῳ, οὕτω καὶ σὺ κἂν ὡσαύτως τῷ ἐπουρανίῳ βασιλεῖ καὶ Θεῷ τὴν τιμὴν καὶ τὸν φόβον ἀπόνεμε, ἵνα τιμῶν καὶ φοβούμενος αὐτόν, δυνηθῇς τηρῆσαι τὰς αὐτοῦ ἐντολὰς καί, διὰ τῆς τῶν ἐντολῶν φυλακῆς ἑαυτὸν προετοιμάσας, οἶκος τῆς τριφεγγοῦς αἴγλης αὐτοῦ ἀξιωθείης γενέσθαι κατὰ τὰς ἀψευδεῖς ὑποσχέσεις αὐτοῦ. Φησὶ γάρ· «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν· «Κἀγὼ καὶ ὁ Πατήρ μου ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.»

Τοιοῦτος δὲ γενόμενος οὐκ ἔσῃ ἔτι ἑαυτῷ ζῶν, ἀλλὰ νεκρὸν ἴδῃς ἑαυτὸν γεγονότα τῷ κόσμῳ, ὡς νεκρὰν περιφέρων τὴν σάρκα καὶ ἀνενέργητον πάντῃ πρὸς ἁμαρτίαν, ζῶντα δὲ μόνῳ τῷ Θεῷ, ὡς ὑπ’ αὐτοῦ ἐνεργούμενος καὶ κινούμενος· καὶ ἐν τοιαύτῃ δόξῃ καταμαθὼν ἑαυτόν, βοήσεις τηνικαῦτα μετὰ τοῦ θείου Παύλου μεγαλοφώνως ἐν εὐφροσύνῃ καρδίας καὶ εἴπῃς· «Εὐχαριστῶ τῷ Θεῷ μου, ὅτι ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου καὶ τοῦ θανάτου τῆς ἁμαρτίας.» Καὶ τοῦ λοιποῦ διαφορὰν οὐχ ἕξεις ἄρρενος καὶ θηλείας, οὐδὲ βλάβην ὑπομείνῃς ἐκεῖθεν, ὡς ἤδη τὸ κατὰ φύσιν λαβὼν καὶ μὴ παρὰ φύσιν ὁρῶν τὰ τοῦ Θεοῦ πλάσματα· ἀλλά, καὶ συνὼν καὶ ὁμιλῶν ἀνδράσι καὶ γυναιξὶ καὶ αὐτοὺς ἀσπαζόμενος, ἀβλαβὴς καὶ ἀκίνητος διαμείνῃς ἀπὸ τῆς κατὰ φύσιν ἕδρας καὶ στάσεως καὶ ὡς μέλη Χριστοῦ τίμια καὶ Θεοῦ ναοὺς ἴδῃς καὶ προσέξεις αὐτοῖς. Πρὸ δὲ τοῦ ἐλάσαι εἰς μέτρον τοιοῦτον καὶ τὴν ζωοποιὸν νέκρωσιν τοῦ Ἰησοῦ καὶ Θεοῦ ἐν τοῖς μέλεσί σου θεάσασθαι, καλὸν ποιήσεις, ἐὰν τὰς ἐπιβλαβεῖς ὄψεις φύγῃς, ἐν αἷς αἰτία μὲν οὐκ ἔστιν οὐδεμία κακοῦ, διὰ δὲ τῆς ἐνοικούσης ἐν ἡμῖν προγονικῆς ἁμαρτίας ἐξελκόμεθα καὶ δελεαζόμεθα εἰς ἀτόπους ἐπιθυμίας.

Οὕτω γὰρ ποιῶν, ἐν ἀσφαλείᾳ ὁ πᾶς ἔσται σοι βίος καὶ οὐ προσκόψεις πρὸς λίθον ἁμαρτίας τὸν πόδα σου, Θεὸν ἢ κτησάμενος ἢ ἀγωνιζόμενος κτήσασθαι, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.