Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος Η': Η αγάπη του Θεού και η θεία ενανθρώπηση

Ο στοχασμός στο πάθος του Χριστού, η γένεση της θείας αγάπης στην ψυχή και η βαθιά συντριβή ως προϋπόθεση της σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 8 από 15

ΛΟΓΟΣ Ηʹ Περὶ ἀγάπης Θεοῦ καὶ πίστεως καὶ ὅπως τις ἐγκύμων γίνεται τῆς τοῦ Θεοῦ ἀγάπης. Καὶ περὶ ἐλλάμψεως καὶ θεωρίας φωτὸς καὶ μυστικῆς ὁμιλίας τοῦ Πνεύματος. Εἰ δοκεῖ, τοίνυν ἀκούσωμεν τοῦ σωτῆρος ἡμῶν Θεοῦ διαρρήδην βοῶντος καὶ λέγοντος πρὸς ἡμᾶς· «Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ ἐμοῦ.» Καὶ δεῖξαι βουλόμενος τὸν τρόπον τῆς σωτηρίας, φησίν· «Ἔπεμψεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Ταῦτα τοιγαροῦν ὁ πιστεύων ἀπὸ καρδίας καὶ πληροφορούμενος ὅτι οὐκ ἦλθεν ὁ Χριστὸς κρῖναι αὐτὸν ἀλλὰ σῶσαι, καὶ οὐκ ἐξ ἔργων ἢ κόπων καὶ ἱδρώτων, ἀλλὰ διὰ μόνης τῆς εἰς αὐτὸν πίστεως, πῶς, εἰπέ μοι, ἄρα μὴ ἀγαπήσῃ αὐτὸν ἐξ ὅλης αὐτοῦ τῆς ψυχῆς καὶ ἐξ ὅλης αὐτοῦ τῆς διανοίας; Καὶ μάλιστα ὅταν ἀκούσῃ ὅσα ἐκεῖνος ἔπαθε, σῶσαι αὐτὸν καὶ πάντας βουλόμενος, οἷον τὴν ἐξ οὐρανῶν αὐτοῦ κάθοδον, τὴν ἐν γαστρὶ τῆς Παρθένου καὶ Θεοτόκου εἴσοδόν τε καὶ σύλληψιν καὶ τὸ ὅπως ἀτρέπτως γέγονεν ἄνθρωπος ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν, ὁ ἰσότιμος καὶ ὁμοούσιος τῷ Πατρὶ καὶ πᾶσαν τὴν κτίσιν τῇ χειρὶ περικρατῶν αὐτοῦ τῆς δυνάμεως, ὁ ἄνω σὺν τῷ Πατρὶ ὢν καὶ κάτω βρέφος γενέσθαι κατὰ τὴν ἀκολουθίαν τῆς ἡμετέρας καταδεξάμενος φύσεως.

Καὶ σὺν τούτοις, ὅταν εἰς νοῦν ἀναλάβῃ τὰ λοιπὰ τῆς οἰκονομίας αὐτοῦ μυστήρια, οὐ μόνον δέ, ἀλλὰ καὶ ἃ ὑπέμεινε πάθη ὁ τῇ φύσει ἀπαθὴς δι’ αὐτόν, οἷον τὸν τόκον αὐτοῦ τὸν ἀπόρρητον, τὰ σπάργανα, τὸ σπήλαιον αὐτό, τὴν φάτνην τῶν ἀλόγων ἐφ’ ᾗ πενιχρῶς ὁ βασιλεὺς τοῦ παντὸς ἀνεκλίθη, τὴν φυγὴν τὴν εἰς Αἴγυπτον, τὴν ἐξ Αἰγύπτου ἐπάνοδον, τὴν τοῦ Συμεὼν ὑποδοχήν, καὶ ὅπως ὡς εἷς τῶν κοινῶν ἀνθρώπων παρ’ αὐτοῦ ηὐλογήθη καὶ εἰσήχθη ἐν τῷ ναῷ, τὴν τῶν γονέων ὑποταγήν, τὴν παρὰ τοῦ Ἰωάννου βάπτισιν ἐν τῷ Ἰορδάνῃ, τὸν πειρασμὸν τοῦ διαβόλου, τὰς θαυματουργίας αὐτοῦ καὶ διὰ ταῦτα οὐ θαυμαζόμενον, ἀλλὰ φθονούμενον μᾶλλον καὶ λοιδορούμενον καὶ διακωμῳδούμενον ὑπὸ πάντων (καὶ τότε τίνων; πονηρῶν καὶ ἀθέων ἀνδρῶν ὧν φανερῶς τε καὶ ἀφανῶς ἐμφράξαι ἠδύνατο τὰ ἀπύλωτα στόματα καὶ ξηρᾶναι τὰς γλώσσας αὐτῶν καὶ τὴν ἐνοῦσαν αὐτοῖς φωνὴν ἀποσβέσαι), τὴν προδοσίαν τοῦ μαθητοῦ, τὸν δεσμὸν ὃν ὑπέστη παρὰ τῶν μιαιφόνων, καὶ ὅπως ὡς κακοῦργος ἤγετο παρ’ αὐτῶν, καὶ παρεδίδοτο τῷ Πιλάτῳ ὡς κατάκριτος, καὶ ῥάπισμα ἔλαβεν ὑπὸ δούλου, καὶ τὴν τοῦ θανάτου σιωπήσας ἀπόφασιν ἔλαβεν (Ἐμοὶ γάρ, φησίν, οὐ λαλεῖς;

Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;), εἶτα τὸν φραγελλισμόν, τοὺς ἐμπαιγμούς, τὰ ὀνείδη, τὴν πορφυράν, τὸν κάλαμον, μεθ’ οὗ ἐπὶ τῆς ἀχράντου κεφαλῆς αὐτοῦ τὰς μάστιγας παρὰ τῶν θεοκτόνων ἐδέχετο, τὸν ἀκάνθινον στέφανον, τὸν σταυρόν, ὃν καὶ ἐβάσταζεν ὁ διαβαστάζων λόγῳ τὰ σύμπαντα· καὶ ἁπλῶς εἰπεῖν, ὅταν ἐννοήσῃ ὅπως ἔξω τῆς πόλεως ἤγετο ἐπὶ τὸν Κρανίου τόπον, τῶν δημίων καὶ τῶν στρατιωτῶν περιστοιχούντων αὐτὸν μεθ’ ἅμα ὄχλων ἀπείρων ἐπὶ τὴν θεωρίαν ἐφεπομένων, καὶ ἐπὶ τούτοις, ἀγγέλων μὲν ἄνωθεν φριττόντων, τοῦ Θεοῦ δὲ καὶ Πατρὸς ὁρῶντος τὸν ὁμοούσιον Υἱὸν καὶ ὁμόθρονον καὶ ὁμότιμον ταῦτα πάσχοντα παρὰ τῶν ἀσεβῶν Ἰουδαίων, καὶ γυμνὸν ἐπὶ σταυροῦ ἀναρτώμενον καὶ ἥλοις τὰς χεῖρας καὶ τοὺς πόδας ἡλούμενον, λόγχῃ τε τὴν πλευρὰν τιτρωσκόμενον, καὶ χολὴν ποτιζόμενον μετὰ ὄξους, καὶ πάντα οὐ μόνον μακροθύμως φέροντα, ἀλλὰ καὶ τῶν σταυρούντων ὑπερευχόμενον, πῶς οὐκ ἀγαπήσει αὐτὸν ἐξ ὅλης ψυχῆς αὐτοῦ;

Ὅταν γὰρ ἐνθυμηθῇ ὅτι, Θεὸς ὢν ἄναρχος ἐξ ἀνάρχου Πατρός, συμφυὴς καὶ ὁμοούσιος τοῦ παναγίου καὶ προσκυνητοῦ Πνεύματος, ἀόρατος καὶ ἀνεξιχνίαστος, κατελθὼν ἐσαρκώθη καὶ ἄνθρωπος γέγονε καὶ πάντα τὰ εἰρημένα καὶ πολλὰ ἕτερα ἔπαθε δι’ αὐτόν, ἵνα τοῦ θανάτου καὶ τῆς φθορᾶς ἀπαλλάξῃ αὐτὸν καὶ υἱὸν Θεοῦ καὶ θεὸν ὅμοιον αὐτοῦ ἀπεργάσηται, ἆρά γε, εἰ λίθου σκληρότερος ᾖ καὶ κρυστάλλου ψυχρότερος, οὐ μαλαχθήσεται τὴν ψυχὴν καὶ διαθερμανθήσεται τὴν καρδίαν πρὸς ἀγάπην Θεοῦ; Ἐγὼ οὕτω λέγω καὶ οὕτως ὁμολογουμένως ἐστὶν ἡ ἀλήθεια ὅτι, ἐὰν πιστεύσῃ τις ἀπὸ καρδίας ταῦτα πάντα καὶ ἐκ βαθέων ψυχῆς, εὐθὺς ἕξει καὶ τὴν πρὸς Θεὸν ἀγάπην ἐν τῇ καρδίᾳ αὐτοῦ.

Ὥσπερ γὰρ λέγουσιν ἐν τῇ κόχλῳ τὸν μαργαρίτην, ἀνεῳγμένης ἐκείνης, ἐκ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἐκ τῆς ἀστραπῆς ἐν αὐτῇ συλλαμβάνεσθαι, οὕτω καὶ τὴν πρὸς Θεὸν ἀγάπην λογίζου ἐν ἡμῖν σπείρεσθαι. Ἀπὸ γὰρ τῶν εἰρημένων αὐτοῦ παθημάτων ἀκούουσα ἡ ψυχὴ καὶ κατὰ μικρὸν πιστεύουσα, ἀναλόγως τῆς πίστεως αὐτῆς διανοίγεται, ὑπὸ ἀπιστίας ἠσφαλισμένη πρότερον οὖσα· ἐπὰν δὲ διανοιχθῇ, ὥσπερ δρόσος οὐράνιος, ἡ τοῦ Θεοῦ ἀγάπη ἥτις ἐστὶν ἀρρήτῳ φωτὶ συνημμένη, δίκην ἀστραπῆς νοερῶς ἐν ταῖς καρδίαις ἡμῶν ἐμπίπτουσα, ὡς μαργαρίτης ἀποτελεῖται φαεινός, περὶ οὗ καὶ ὁ Κύριος λέγει ὅτι, ὃν εὑρὼν ὁ ἔμπορος, ἀπελθὼν ἐπώλησε πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ ἠγόρασε τὸν ἕνα μαργαρίτην ἐκεῖνον. Τοίνυν καὶ ὁ καταξιωθεὶς οὕτω πιστεῦσαι, καθὼς εἴπομεν, καὶ τὸν νοητὸν μαργαρίτην ἐν ἑαυτῷ τῆς τοῦ Θεοῦ ἀγάπης εὑρεῖν, οὐκ ἀνέχεται μὴ καταφρονῆσαι πάντων καὶ πάντα διαδοῦναι τὰ ὑπάρχοντα αὐτοῦ πένησι καὶ τοῖς βουλομένοις ἄλλως ἀφῆσαι διαρπάσαι αὐτά, ἵνα τὴν πρὸς Θεὸν ἀγάπην ἄσυλόν τε καὶ ὅλως ἀμείωτον διαφυλάξῃ.

Αὕτη γάρ, καθ’ ἑκάστην αὐξανομένη ἐν τῇ καρδίᾳ τοῦ ἀντὶ πάντων προτιμῶντος αὐτήν, γίνεται θαῦμα θαυμάτων ἐν αὐτῷ, ἀνέκφραστόν τε πάντῃ καὶ παντάπασιν ἀδιήγητον, μήτε νῷ καταληπτὸν μήτε λόγῳ ῥητόν· καὶ τῷ ἀνεκδιηγήτῳ καὶ ἀκατανοήτῳ τοῦ πράγματος ἐξιστάμενος καὶ πρὸς ἐκεῖνο ἔχων ἀδολεσχοῦντα τὸν νοῦν, ὅλως ἔξω τοῦ κόσμου οὐ τῷ σώματι ἀλλὰ ταῖς αἰσθήσεσι πάσαις γίνεται· συναπίασι γὰρ τῷ νῷ καὶ αὗται πρὸς τὸ ἐντὸς αὐτοῦ καθορώμενον.

Τοιγαροῦν καὶ κατανοεῖ τοῦ ἰδεῖν ὁ οὕτως ἔχων καὶ ὁρᾷ καὶ ἰδοὺ φῶς· τὸ δὲ φῶς ἄνωθεν ἔχειν δοκεῖ αὐτῷ τὴν ἀρχήν. Ζητῶν οὖν εὑρίσκει τοῦτο μήτε ἀρχὴν τέλους ἔχον μήτε μεσότητα κεκτημένον· ὡς δὲ ἐπὶ τούτοις ἐξαπορεῖ, καὶ ἰδοὺ τρία ἐν αὐτῷ, τὸ δι’ οὗ καὶ ἐν ᾧ καὶ εἰς ὅν. Καὶ ταῦτα ἰδών, μαθεῖν ἐρωτᾷ καὶ ἀκούει τρανῶς· «Ἰδοὺ ἐγὼ τὸ Πνεῦμα δι’ οὗ καὶ ἐν ᾧ ὁ Υἱός» καὶ «Ἰδοὺ ἐγὼ ὁ Υἱὸς εἰς ὃν ὁ Πατήρ.» Ἐπὶ πλεῖον δ’ ἐπαποροῦντος αὐτοῦ, «Ἰδοὺ» πάλιν φησὶν «ὁρᾷς» ὁ Πατήρ. «Καὶ ἐγὼ» φησὶν ὁ Υἱὸς «ἐν τῷ Πατρί». Καὶ τὸ Πνεῦμα ἔλεγεν· «Ὄντως ἐγώ· δι’ ἐμοῦ γὰρ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁ βλέπων ὁρᾷ καὶ ὁρῶν τῶν ὁρωμένων ἐξίσταται.» Ποῦ ὄντας; «Ἐν ᾧ οὐδεὶς οἶδεν οὐκ ἀνθρώπων, οὐκ ἀγγέλων, πλὴν αὐτῆς τῆς μιᾶς ἐμοῦ καὶ ἑνάδος καὶ ὑπὲρ οὐσίαν οὐσίας καὶ φύσεως.» Ἐν ἐμοὶ δέ, φησί, πῶς; «Ὅλη καθόλου· ἀχώριστος γάρ εἰμι πάντῃ καὶ ἄτμητος, τὸ ἓν κἀν ταῖς ὑποστάσεσιν ἔχουσα. Εἰ οὖν ἐν ἐμοί πως ἤ που πέλεις, μὴ εἰδέναι φαίης τινά.

Καθὸ μὲν ἄνθρωπος καὶ περιγραπτὸς εἴς, ὡς ἐν περιγραφῇ πέλω καὶ τόπῳ, περιγραπτὸς γὰρ γέγονε βροτωθεὶς καὶ ὁ εἷς ἐξ ἡμῶν· κατὰ δὲ τὴν ἐνοῦσάν μοι φύσιν πάμπαν ἀόρατος, ἀπερίγραπτος, ἀσχημάτιστος, ἀναφής, ἀψηλάφητος, ἀκίνητος, ἀεικίνητος, πάντα πληροῦσα καὶ οὐδαμοῦ τὸ σύνολον οὖσα, οὐκ ἐν σοί, οὐκ ἐν ἄλλῳ τινὶ τῶν πάλαι ἢ τῶν νῦν ἐγγιζόντων ἀγγέλων ἢ προφητῶν, οἷς οὐδ’ ὡράθην ὅλως, οὐδ’ ὁρῶμαί ποτε.» Ὁ γοῦν ταῦτα μυστικῶς ὁρῶν καὶ μυούμενος τὰ ὑπὲρ ἀγγέλους, τὰ ὑπὲρ τὴν ἀνθρωπίνην κατάληψιν, ἆρα μετὰ ἀνθρώπων εἶναι ὁ τοιοῦτος τῇ αἰσθήσει ἢ τῇ διανοίᾳ ὅλως ἰσχύσει; Εἰ γὰρ ὁ βασιλεῖ προσομιλῆσαι θνητῷ καὶ παρεστάναι ποτὲ καταξιωθείς, τῶν ἄλλων ἁπάντων ἐπιλανθάνεται καὶ ὅλος τοῖς τοῦ βασιλέως ἀποκρέμαται ῥήμασι, πόσῳ γε μᾶλλον ὁ αὐτὸν ἐκεῖνον τὸν ποιητὴν καὶ δεσπότην καὶ Κύριον τοῦ παντὸς «ὃν οὐδεὶς εἶδεν ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται» βλέπειν καταξιωθείς, ὡς ἀνθρώπῳ ἰδεῖν ἐφικτόν, καὶ προσομιλῆσαι αὐτῷ καὶ φωνῆς ἐκείνου ἀκούειν τοῦ μέλλοντος κρῖναι ζῶντας καὶ νεκρούς, οὐκ ἐκστήσεται ἑαυτοῦ καὶ ὅλος ἔξω κόσμου καὶ σαρκὸς ὄντως γένηται καὶ μετ’ αὐτοῦ ἐπιποθήσει συνέσεσθαι, ἀλλὰ ἀποστὰς τοῦ τοιούτου καὶ τηλικούτου, τοῦ ὑπὲρ πᾶν τοιοῦτον ὄντος καὶ τηλικοῦτον, ἐπὶ μερίμνας ἔλθῃ βιωτικὰς καὶ φθειρομένων ὅλως ἢ παρερχομένων καὶ ῥεόντων πραγμάτων φροντίσειεν;

Οὐδαμῶς οἶμαι τῶν εὖ φρονούντων τινὰ εἰς τοῦτο ὅλως ἐλθεῖν καταδέξασθαι.

Τὰ μὲν γὰρ ἐν τῷ βίῳ τούτῳ καλὰ συνεπομένην ὁμολογουμένως ἔχουσι καὶ συγκεκληρωμένην αὐτοῖς τὴν λύπην καὶ τὴν ἀθυμίαν καὶ τὴν ὀδύνην, ἡ δὲ μετὰ τοῦ Θεοῦ διαγωγὴ καὶ ἡ ὁμιλία καὶ ἡ θεωρία τῶν ἀπορρήτων αὐτοῦ ἀγαθῶν πᾶσαν ὑπερβαίνει μακαριότητα καὶ πάσης ὑπέρκειται δόξης καὶ εὐκληρίας καὶ χαρᾶς καὶ ἀνέσεως, ὡς πάσης ὑπεραίρουσα τιμῆς καὶ τρυφῆς καὶ ἀπολαύσεως τοῦ νομιζομένου παντὸς ἀγαθοῦ τῆς παρούσης ζωῆς. Καθόσον γὰρ ὑπερέχει τὸ ἐν πολυτελεῖ καὶ ἁπαλῇ στρωμνῇ ἀναπαύεσθαι ὑπὲρ τὸ ἐν ἐσχάρᾳ πεπυρακτωμένῃ ἀνακεῖσθαι, κατὰ τοσοῦτον ὑπερφέρει πάσης τοῦ βίου εὐφροσύνης καὶ ἀπολαύσεως ἡ ἐκ τῆς τοῦ Θεοῦ συνουσίας καὶ ὁμιλίας ἐγγινομένη τῇ ψυχῇ χαρὰ καὶ ἀγαλλίασις. Διὰ δὴ τοῦτο καὶ ὁ τῶν κρειττόνων πολλάκις κατὰ ἄγνοιαν ἢ ῥᾳθυμίαν ἀποστὰς καὶ πρὸς τὰς φροντίδας τοῦ κόσμου γενόμενος, ἐφ’ ὅσον τῆς ἐν αὐτοῖς πικρίας καὶ ἀφορήτου βλάβης αἴσθηται, δρομαῖος πρὸς τὰ ἀφ’ ὧν ἐξελήλυθεν ἐπανέρχεται, πολλὰ ἑαυτὸν μεμφόμενος ὅτι συγκατεσπάσθη ὅλως καὶ μέσον τῶν ἀκανθῶν τοῦ βίου καὶ τοῦ φλογίζοντος πυρὸς τὰς τῶν ἀνθρώπων ψυχὰς ἐγένετο, ὅμως φεύγει καὶ πρὸς τὸν ἑαυτοῦ ἀνατρέχει Δεσπότην· καὶ εἰ μὴ ἦν φιλάνθρωπος, δεχόμενος ἐπανερχομένους ἡμᾶς καὶ μὴ μνησικακῶν ἢ ὀργιζόμενος, ἀλλὰ καὶ μᾶλλον τῆς πρὸς αὐτὸν ἐπανόδου ἀποδεχόμενος, «οὐκ ἂν ἐσώθη πᾶσα ψυχὴ» ἁγίου, εἴτε καὶ μέσως ἢ ἄλλως ἔχοντος.

Διὰ τοῦτο πάντες οἱ τετελειωμένοι ἐν ἁγιωσύνῃ καὶ ἀρετῇ δωρεὰν καὶ οὐκ ἐξ ἔργων δικαιοσύνης ἐσώθησαν· καὶ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ οἱ μετὰ ταῦτα τελειούμενοι, πάντες οὕτω σωθήσονται.

Ἐπεὶ δὲ «οὐκ ἐξ ἔργων νόμου, ἵνα μήτις καυχήσεται», κατὰ τὸν θεῖον Ἀπόστολον, ἡ σωτηρία ἡμῖν ἐπιγίνεται τοῖς πιστοῖς, οὐ χρὴ τοῖς ἔργοις, νηστείαις λέγω καὶ ἀγρυπνίαις ἢ χαμευνίαις καὶ λιμῷ καὶ δίψει, ὅλως θαρρεῖν, οὐ σιδήροις τὸ σῶμα καθηλοῦν, οὐ τρυχίνοις ἐνδύμασι τοῦτο ταλαιπωρεῖν.

Οὐδὲν γὰρ ὅλως ταῦτά εἰσιν, ἐπειδὴ πολλοὶ καὶ τῶν κακούργων καὶ τῶν πενομένων αὐτῶν ταῦτα παθόντες οἱ αὐτοὶ διέμειναν, μηδὲν τῆς κακίας ὑφιέντες αὐτῶν μηδὲ τῆς πονηρίας βελτίους γενόμενοι. Συμβάλλονται μὲν καὶ ταῦτά τισι, καὶ τὸ σῶμα πρὸς ταπείνωσιν μᾶλλον δὲ πρὸς ἀδυναμίαν καὶ ἀσθένειαν ἕλκουσιν· ἀλλ’ οὐ τοῦτο μόνον ζητεῖ ὁ Θεός, πνεῦμα δὲ συντετριμμένον καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ἐπιποθεῖ καὶ τὸ ἀεὶ ἐν καταβεβλημένῳ φρονήματι λαλεῖν τὴν καρδίαν ἡμῶν πρὸς αὐτόν· «Τίς εἰμι ἐγώ, Κύριε μου δέσποτα καὶ Θεέ, ὅτι κατῆλθες καὶ ἐσαρκώθης καὶ ἀπέθανες δι’ ἐμέ, ἵνα με τοῦ θανάτου καὶ τῆς φθορᾶς ἀπαλλάξῃς καὶ τῆς σῆς δόξης ὅμου καὶ θεότητος κοινωνὸν ἀπεργάσῃ καὶ μέτοχον;» Ὁπηνίκα γὰρ οὕτως ἕξεις κατὰ τὰς ἀφανεῖς κινήσεις τῆς καρδίας σου, εὐθὺς εὑρήσεις αὐτὸν ἐναγκαλιζόμενόν σε μυστικῶς καὶ κατασπαζόμενον καὶ χαριζόμενόν σοι πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις, πνεῦμα ἐλευθερίας καὶ ἀφέσεως τῶν ἁμαρτημάτων σου, οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς χαρίσμασιν αὐτοῦ καταστεφανοῦντά σε καὶ ἔνδοξόν σε διὰ σοφίας καὶ γνώσεως ἀπεργαζόμενον.

Τί γὰρ ἕτερον οὕτω Θεῷ φίλον καὶ εὐαπόδεκτον, ὡς καρδία συντετριμμένη καὶ τεταπεινωμένη καὶ φρόνημα καταβεβλημένον ἐν πνεύματι ταπεινώσεως; Ἐν γὰρ τοιαύτῃ καταστάσει ψυχῆς οἰκεῖ μὲν αὐτὸς ὁ Θεὸς καὶ ἐπαναπαύεται, πᾶσα δὲ μηχανὴ τοῦ διαβόλου εἰς ἅπαν ἄπρακτος διαμένει καὶ πάντα τὰ φθοροποιὰ πάθη τῆς ἁμαρτίας τέλεον ἀφανίζεται καὶ βρίθει μόνος ἐν αὐτῇ ὁ καρπὸς τοῦ ἁγίου Πνεύματος, ὅς ἐστιν ἡ ἀγάπη, ἡ χαρά, ἡ εἰρήνη, ἡ ἀγαθωσύνη, ἡ χρηστότης, ἡ πίστις, ἡ πραότης, ἡ ταπεινοφροσύνη καὶ ἡ περιεκτικὴ ἐγκράτεια, οἷς ἀκολούθως ἕπεται ὡραίως ἡ γνῶσις ἡ θεία, ἡ πραότης, καὶ ἡ ἄβυσσος τῶν κεκρυμμένων νοημάτων καὶ μυστηρίων Χριστοῦ· ἐν οἷς ὁ φθάσας γενέσθαι καὶ ποιωθείς, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιοῦται καὶ ἐξ ἀνθρώπων ἄγγελος γίνεται, ὧδε μὲν τοῖς ἀνθρώποις συναναστρεφόμενος σώματι, ἐν οὐρανοῖς δὲ περιπολεύων τῷ πνεύματι καὶ τοῖς ἀγγέλοις συνδιαιτώμενος καὶ ὑπὸ τῆς ἀφράστου χαρᾶς πλατυνόμενος εἰς τὴν ἀγάπην τοῦ Θεοῦ· εἰς ἣν οὐδεὶς ἂν τῶν ἀνθρώπων ἐγγίσει ποτέ, εἰ μὴ διὰ μετανοίας πρότερον καὶ δακρύων πολλῶν τὴν ἑαυτοῦ καθαριεῖ καρδίαν καὶ εἰς βυθὸν ἐλάσει ταπεινοφροσύνης καὶ ἐγκύμων τοῦ παναγίου γένηται Πνεύματος, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.