Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι
Λόγος Θ': Η αληθινή θεογνωσία έναντι της κοσμικής σοφίας
Αντιπαραβολή της βιωματικής αποκάλυψης του Αγίου Πνεύματος με τη διανοητική θεολογία και έλεγχος της πνευματικής υπερηφάνειας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Θ': Η αληθινή θεογνωσία έναντι της κοσμικής σοφίας
Αντιπαραβολή της βιωματικής αποκάλυψης του Αγίου Πνεύματος με τη διανοητική θεολογία και έλεγχος της πνευματικής υπερηφάνειας.
ΛΟΓΟΣ Θʹ Περὶ γνώσεως ἀληθινῆς καὶ ὅτι ἡ τοῦ Θεοῦ γνῶσις οὐκ ἐκ μαθημάτων, ἀλλ’ ἐκ καθαρότητος καὶ τῆς ἄνωθεν χάριτος ἐπιγίνεται τῷ σπουδαίῳ· καὶ ὅτι χαλεπὸν τὸ κρίνειν· καὶ ἔλεγχος τῶν οἰομένων εἰδέναι τὰ τοῦ Πνεύματος χωρὶς Πνεύματος· ἐν ᾧ καὶ περὶ τῆς τοῦ πατρὸς ἁγιωσύνης· καὶ οἷον ἀγαθόν ἐστιν ἡ πίστις καὶ τίς ὁ ταύτης καρπὸς καὶ ὅπως αὐξάνεται· καὶ ὅτι οἱ τὸν θησαυρὸν ἐν ἑαυτοῖς ἐσχηκότες τοῦ Πνεύματος καὶ ἐν ἄλλοις ὄντα γνωρίζουσι· καὶ τίνα τῶν ἁγίων τὰ σημεῖα καὶ πῶς καὶ τίσι γνωρίζονται· καὶ ὅτι ὁ μὴ γεννηθεὶς ἄνωθεν οὐ δύναται ἰδεῖν τὸν γεγεννηκότα Θεὸν οὐδὲ γνωρίσαι τὸν εἰς τοῦτο πεφθακότα διὰ τοῦ Πνεύματος.
Νῦν εὐκαίρως καλὸν εἰπεῖν μετὰ τοῦ Δαυὶδ καὶ οὕτω γεγωνότερον φθέγξασθαι· «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνιῶν ἢ ἐκζητῶν τὸν Θεόν», εἶτα· «Πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» «Ποῦ γὰρ» ἵνα τοῖς εἰρημένοις καὶ τὰ τοῦ Ἀποστόλου συνείρω «σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου», διὰ τὸ μὴ δύνασθαί τινα δι’ αὐτῆς ἐπιγνῶναι τὴν ἀληθινὴν σοφίαν, τὸν ὄντως ὄντα Θεόν; Εἰ γὰρ διὰ γραμμάτων καὶ μαθημάτων ἡ ἐπίγνωσις τῆς ἀληθοῦς σοφίας καὶ τῆς τοῦ Θεοῦ γνώσεως ἔμελλεν ἡμῖν, ἀδελφοί, δίδοσθαι, τίς ἦν ἄρα χρεία τῆς πίστεως ἢ τοῦ θείου βαπτίσματος ἢ τῆς τῶν μυστηρίων αὐτῶν μεταλήψεως; Οὐδεμία μενοῦν. «Ἐπεὶ δὲ διὰ τῆς σοφίας οὐκ ἔγνω ὁ κόσμος τὸν Θεόν, εὐδόκησεν ὁ Θεός, φησί, διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.» Καὶ ταῦτα μὲν ὁ κῆρυξ καὶ νυμφαγωγὸς τῆς τοῦ Χριστοῦ Ἐκκλησίας.
Ἐγὼ δὲ εἰκότως θρηνήσω καὶ κλαύσομαι ἐπὶ τῇ συντριβῇ τῶν ἐμῶν μελῶν, τοῦ ἐμοῦ γένους, τῶν κατὰ σάρκα καὶ πνεῦμά μου ἀδελφῶν, ὅτι οἱ τὸν Χριστὸν διὰ τοῦ βαπτίσματος ἐνδυσάμενοι, τὰ τοῦ Χριστοῦ μυστήρια εἰς οὐδὲν λογιζόμενοι, τὴν ἐπίγνωσιν τῆς τοῦ Θεοῦ ἀληθείας διὰ τῆς τοῦ κόσμου σοφίας λαμβάνειν νομίζομεν καὶ τὸ μόνον ἀναγνῶναι τὰς θεοπνεύστους συγγραφὰς τῶν ἁγίων ὀρθοδοξίας εἶναι κατάληψιν τοῦτο οἰόμεθα καὶ τῆς ἁγίας Τριάδος ἀκριβῆ καὶ βεβαίαν εἴδησιν τοῦτο νομίζομεν· οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν ἄλλων ἡμῶν οἱ σεμνότεροι θεωρίαν τὴν διὰ μόνου τοῦ Πνεύματος γινομένην ἐν τοῖς ἀξίοις, αὐτὴν τὴν ἐν ταῖς διανοίαις αὐτῶν ἀνάπλασιν τῶν νοημάτων ἀφρόνως εἶναι ὑπολαμβάνουσιν. Ὢ τῆς εὐηθείας, ὢ τῆς πωρώσεως. Οἱ δὲ καὶ ἐμβαθύνειν ἀνάγνως ἐθέλοντες εἰς τὰ τοῦ Θεοῦ βάθη καὶ θεολογεῖν ἐπειγόμενοι, ὅταν ἀκούσωσι περὶ Θεοῦ ὅτι, ὥσπερ ἐν τρισὶν ἡλίοις μία φωτός ἐστι σύγκρασις, οὕτω καὶ ἐν τῇ Τριάδι μιᾶς θεότητος ἔλλαμψις, αὐτίκα τρεῖς ἡλίους ἐν τῷ νοῒ αὐτῶν ἀναπλάττουσι, τῷ μὲν φωτὶ ἡνωμένους, ἤτοι τῇ οὐσίᾳ, ταῖς δὲ ὑποστάσεσι διακεχωρισμένους, καὶ οἴονται ἀφρόνως ἐκείνην αὐτὴν ὁρᾶν τὴν θεότητα καὶ οὕτως εἶναι τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ἀδιαίρετον Τριάδα ὁμοίαν τῷ παραδείγματι. Ἄλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν.
Οὐδεὶς γὰρ τὰ περὶ τῆς ἁγίας Τριάδος νοῆσαι καλῶς καὶ εἰπεῖν δύναται ἀπὸ μόνης τῆς τῶν Γραφῶν ἀναγνώσεως, πίστει δὲ μόνῃ ταῦτα δεχόμενος, ἐμμένει μὲν τοῖς γεγραμμένοις καὶ πλέον οὐδὲν περιεργάζεται, τοῖς δὲ περιέργοις καὶ πολυπραγμονεῖν τὰ θεῖα θρασέως κατατολμῶσιν, ἔξω τῶν γεγραμμένων καὶ ὧν ἐδιδάχθη, εἰπεῖν ὅλως οὐ δύναται.
Ὅτι δὲ τοῦτό ἐστιν ἀληθές, ἄκουσον τί φησιν ὁ Χριστός· «Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Διὰ τούτων οὖν καὶ τῶν τοιούτων ῥημάτων ἀποφράττει τὰ ἀναίσχυντα καὶ ἀπύλωτα στόματα τῶν λεγόντων καὶ νομιζόντων διὰ τῆς ἔξωθεν σοφίας καὶ τῆς τῶν γραμμάτων μαθήσεως ἐπιγινώσκειν τὴν ὄντως ἀλήθειαν, αὐτὸν τὸν Θεόν, καὶ τὴν ἐπίγνωσιν κτᾶσθαι τῶν κεκρυμμένων μυστηρίων ἐν Πνεύματι τοῦ Θεοῦ. Εἰ γὰρ τὸν Υἱὸν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι τὰ βάθη τούτου καὶ τὰ μυστήρια—τὸ γὰρ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς—, τίς ἄρα τῶν ἐπὶ γῆς ἀνθρώπων σοφῶν ἢ ῥητόρων ἡ μαθηματικῶν ἕτερος, πλὴν τῶν κεκαθαρμένων τὸν νοῦν ἐξ ἄκρας φιλοσοφίας τε καὶ ἀσκήσεως καὶ γεγυμνασμένα τὰ τῆς ψυχῆς ἐπιφερομένων ἀληθῶς αἰσθητήρια, ἄνευ τῆς ἄνωθεν διὰ τοῦ Κυρίου ἀποκαλύψεως ἐκ μόνης γνῶναι δυνηθείη τῆς ἀνθρωπίνης σοφίας τὰ κεκρυμμένα μυστήρια τοῦ Θεοῦ, ἃ διὰ νοερᾶς θεωρίας, τῆς ὑπὸ τοῦ θείου Πνεύματος ἐνεργουμένης, ἀνακαλύπτονται οἷς ἐδόθη καὶ ἀεὶ δίδοται εἰδέναι ταῦτα διὰ τῆς ἄνωθεν χάριτος.
Ἐκείνων ἐστὶν ἡ τούτων γνῶσις, ὧν ὁ νοῦς καθ’ ἑκάστην ὑπὸ τοῦ ἁγίου καταλάμπεται Πνεύματος διὰ τὴν τῆς ψυχῆς καθαρότητα, ὧν οἱ ὀφθαλμοὶ ὑπὸ τῶν ἀκτίνων τοῦ ἡλίου τῆς δικαιοσύνης τρανῶς ἠνεῴχθησαν, ὧν ὁ λόγος τῆς γνώσεως καὶ ὁ λόγος τῆς σοφίας διὰ μόνου τοῦ Πνεύματος, ὧν ἡ σύνεσις καὶ ὁ φόβος τοῦ Θεοῦ διὰ τῆς ἀγάπης καὶ τῆς εἰρήνης τετήρηται ἐν τῇ ἀγαθωσύνῃ καὶ τῇ τῶν τρόπων χρηστότητι ἐγκρατῶς μετὰ πίστεως.
Τούτων ἡ γνῶσις τῶν θείων, τούτοις καὶ λέγεται καθὰ δὴ καὶ τοῖς ἀποστόλοις παρὰ Χριστοῦ, ὡς μιμουμένοις αὐτούς· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς.» Οὗτοι τοιγαροῦν ἴσασιν, θείῳ κινούμενοι Πνεύματι, τὴν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ ἰσοτιμίαν καὶ ἕνωσιν. Ἐν γὰρ τῷ Πατρὶ τὸν Υἱὸν καθορῶσι καὶ ἐν τῷ Υἱῷ τὸν Πατέρα διὰ τοῦ Πνεύματος, ὡς γέγραπται· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί», τοῦ Πνεύματος τῷ Πατρὶ δηλονότι συνόντος· εἰ γὰρ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ὁ δὲ Πατὴρ ὅλος ἐν ὅλῳ τῷ Υἱῷ ἐστιν, ὅλον ἐν αὐτοῖς ἐστι καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Πατὴρ δὲ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα εἷς Θεός, ὁ ὑπὸ πάσης πνοῆς προσκυνούμενος. Καὶ πῶς τρεῖς ἡλίους ἕνα εἰπεῖν ἰσχύσεις; Εἰ γὰρ ἑνώσεις αὐτούς, ἑνωθήσονται, καὶ εἰς ἕνα οἱ τρεῖς ἔσονται· εἰ δ’ οὖν, ἀλλὰ διήμαρτες τῆς ἑνότητος. Πατέρα δέ, Υἱοῦ καὶ Πνεύματος δίχα, οὐδαμῶς εὑρήσεις, ἀλλ’ οὐδὲ Υἱόν, τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, οὐδὲ Πνεῦμα ἅγιον τοῦ ἐξ οὗ ἐκπορεύεται ἀλλότριον τῆς ἑνώσεως. Ἐν μὲν γὰρ τῷ Πνεύματι τὸν Πατέρα καὶ τὸν Υἱόν, ἐν δὲ τῷ Υἱῷ τὸν Πατέρα καὶ μετὰ τοῦ Πνεύματος, ἐν δὲ τῷ Πατρὶ τὸν Υἱὸν συναϊδίως ἀεὶ ὄντα καὶ μένοντα καὶ συνεκλάμπον ἔχοντα τὸ Πνεῦμα τὸ ἅγιον πίστευε.
Εἷς ταῦτα Θεὸς καὶ οὐ τρεῖς, ἐν τρισὶν ὑποστάσεσιν ὁ ὢν καὶ ἀεὶ ὢν καὶ ὡσαύτως ὤν, τῇ μιᾷ συμφυΐᾳ καὶ βασιλείᾳ καὶ θεότητι ἀνυμνούμενος ὑπὸ ἀπείρων δυνάμεων. Εἰ γὰρ καὶ ἐν ἑκάστῳ τούτων τὰ συμφυῆ τῆς θείας ἰδιότητος καθορᾶται, ἀλλὰ τὰ τρία ἓν καὶ καθ’ ἓν τὰ τρία εἰσίν, ὅπερ ἐν ἡλίοις γενέσθαι ἀμήχανον.
Ἀλλὰ γὰρ ἐβουλόμην καὶ εἰκόνα δοῦναί τινα ἀμυδρῶς παριστῶσαν τῶν λεγομένων τὴν δύναμιν τοῖς θρασυνομένοις εἰδέναι διὰ μόνης τῆς ψευδωνύμου γνώσεως καὶ ἄνευ τοῦ ἐρευνῶντος Πνεύματος τὰ βάθη καὶ τὰ μυστήρια τοῦ Θεοῦ, εὐλαβοῦμαι δὲ τὸν εἰρηκότα Θεὸν μὴ διδόναι τὰ ἅγια τοῖς ἀναιδέσι καὶ τολμηροῖς, μηδὲ τοὺς μαργαρίτας βάλλειν ἔμπροσθεν τῶν ὡς κοινὰ τὰ θεῖα λογιζομένων καὶ οἱονεὶ διὰ τῶν χαμερπῶν νοημάτων καὶ ἀπλήστων ψυχῶν ἀτιμούντων καὶ καταπατούντων αὐτά· ὧν τετύφλωκε τὸν νοῦν ὁ Θεός, καθώς φησιν ὁ προφήτης, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσι. Καὶ εἰκότως· ἐπειδὴ γὰρ ἀναξίους διὰ τῆς οἰήσεως ἑαυτοὺς καὶ τῶν πονηρῶν ἐπιτηδευμάτων ἐποίησαν, διὰ τοῦτο ἐάθησαν ὑπὸ τοῦ Θεοῦ τῷ σκότει τῆς ἀπιστίας καὶ τῆς ἰδίας κακίας πορεύεσθαι, καθώς φησιν ὁ Δαυίδ· «Ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.»
οἱ γὰρ τοσαῦτα ὑποδείγματα ἔχοντες τῆς τῶν ἐντολῶν τοῦ Θεοῦ ἐκπληρώσεως, ἃ δι’ ἔργων οἱ πατέρες ἡμῶν τετελεκότες προὔθησαν τοῖς πιστοῖς ἡμῖν εἰς ἐκμίμησιν ἀρετῆς, καὶ συνιέναι μὴ θελήσαντες μηδὲ ἐκείνους βουληθέντες μιμήσασθαι, ἀλλὰ τοὐναντίον καὶ διαλοιδοροῦντες αὐτοὺς καὶ τοὺς βίους τῶν κατὰ Θεὸν ἀγωνισαμένων ὡς οὐ κατὰ Θεὸν ὄντας ἐνδιαβάλλοντες, πῶς οὐχὶ μόνον ἀνάξιοί εἰσι θείας γνώσεως, ὡς ἀπειθείας καὶ ἀπωλείας υἱοί, ἀλλὰ καὶ πάσης ὑπεύθυνοι τιμωρίας καὶ κατακρίσεως, ὅτι ἑαυτοὺς ἀνακρίνειν, εἰ ἄρα καί εἰσιν ἐν τῇ πίστει, ὥσπερ ἐπιλαθόμενοι, τὰ ἀλλότρια κρίνουσι καὶ τὰ ὑπὲρ αὐτοὺς ἀσυνέτως ἐρευνῶσι καὶ ἐξετάζουσι, μηδαμῶς τὸν οὕτω λέγοντα Θεὸν δυσωπούμενοι· «Μὴ κρίνητε καὶ οὐ μὴ κριθῆτε» καὶ «Ἐν ᾧ κρίματι κρίνετε κριθήσεσθε», μηδὲ τὸν ἐκείνου λέγοντα μαθητήν· Μενοῦνγε, ὦ ἄνθρωπε, «σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην· τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει» καὶ «Μὴ κρίνετε ἀλλήλους καὶ μὴ καταλαλεῖτε ἀλλήλων.» Οἱ γοῦν τοιοῦτοι πῶς ἄρα πιστοὶ καὶ χριστιανοὶ εἶναι γνωρισθήσονται, τὰ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ παρακρουόμενοι ῥήματα καὶ καθὼς ἐκεῖνος καὶ οἱ τούτου νενομοθετήκασι μαθηταὶ μὴ φυλάσσοντες μηδὲ τοῖς ἴχνεσι τοῦ διδασκάλου ἑπόμενοι καὶ βαδίζοντες; Πῶς τὸ τῶν ἐντολῶν φῶς ὅλως θεάσονται οἱ φανερῶς τὰς θείας ἐντολὰς παραβαίνοντες; Οὐδαμῶς. «
Μηδεὶς ὑμᾶς, φησίν, ἀπατάτω κενοῖς λόγοις, ὦ ἀδελφοί.» Ἀδελφοὺς δὲ ἡμᾶς ὁ Παῦλος καλεῖ διὰ τὴν ἐκ τοῦ θείου βαπτίσματος πνευματικὴν ἀναγέννησιν καὶ συγγένειαν, ἐπεὶ τοῖς ἔργοις καὶ σφόδρα ἀλλότριοι, ὡς ὁρῶ, τῆς τῶν ἁγίων ἀδελφότητος καθεστήκαμεν. Καὶ τοῦτο ἐξ αὐτῶν τῶν πραγμάτων παραστῆσαι πειράσομαι, μᾶλλον δὲ αὐτὰ ἡμῶν τὰ ἔργα καὶ οἱ λόγοι ἡμᾶς ἀπελέγξουσιν· διὸ καὶ ὡς πρὸς ἕνα τὸν λόγον ποιούμενος, ἔνθεν ἐρῶ.
Ἀπετάξω τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, ὦ ἀδελφέ; γέγονας ἀκτήμων καὶ ὑποτακτικὸς καὶ τοῦ οἰκείου θελήματος ξένος; Καὶ πραότητα ἐκτήσω καὶ ταπεινὸς γέγονας; Νηστείαν εἰς ἄκρον καὶ εὐχὴν καὶ ἀγρυπνίαν κατώρθωσας;
Ἀγάπην ἐκτήσω πρὸς τὸν Θεὸν ὁλικὴν καὶ ὡς ἑαυτὸν τὸν πλησίον σου κέκτησαι; Ὑπὲρ τῶν μισούντων καὶ ἀδικούντων σε καὶ ἐχθρωδῶς ἐχόντων κατὰ σοῦ μετὰ δακρύων παρακαλεῖς καὶ ἀφεθῆναι αὐτοῖς ἀπὸ ψυχῆς πρῶτον αὐτὸς συμπαθήσας ἀξιοῖς, ἢ οὔπω εἰς τὸ ὕψος τοῦτο ἀνηνέχθης τῶν ἀρετῶν; Εἰπέ. Εἰ δὲ εἰπεῖν αἰσχύνῃ τὸ οὔ, ἢ πάλιν διὰ ταπεινοφροσύνην οὐ βούλει τὸ ναὶ προσειπεῖν, ἐγώ σοι προσθήσω τὰ εἰκότα, ὦ ἀδελφέ, καὶ δείξω ἐξ αὐτῆς ἐκ ποίων ἔργων καὶ κατορθωμάτων εἰς τοῦτο τὸ ὕψος πᾶς ὁ ἀγωνιζόμενος ἐν ἀληθείᾳ μετὰ πολλῆς τῷ ὄντι συνέσεως καὶ ἁγιότητος ἔρχεται. Εἰ μὲν οὖν, ὡς εἴρηται, πέφθακας εἰς τὰ προειρημένα πάντα καὶ τοὺς ἐχθρούς σου ἠγάπησας καὶ μετὰ δακρύων ὑπὲρ αὐτῶν πολλάκις ἀπὸ καρδίας ἐδάκρυσας, τὴν ἐκείνων πάντως ἐπιστροφὴν καὶ μετάνοιαν ἐξαιτούμενος, πάντα δηλονότι τὰ λοιπὰ προκατώρθωσας· οἷον γέγονας ἀπαθὴς ἐξ ἀγώνων, καθαρὰν ἐκτήσω τὴν καρδίαν ἀπὸ παθῶν καὶ ἐν αὐτῇ καὶ δι’ αὐτῆς ἐθεάσω τὸν ἀπαθῆ Θεόν. Ἄλλως γὰρ οὐκ ἔνι μετὰ συμπαθοῦς καρδίας ἐξ ἀγάπης ὑπὲρ τῶν ἐχθρῶν εὔξασθαι, εἰ μὴ συναφείᾳ καὶ συνουσίᾳ καὶ θεωρίᾳ Θεοῦ διὰ συνεργείας τοῦ ἀγαθοῦ Πνεύματος κτησαίμεθα ἑαυτοὺς καθαροὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.
Εἰ οὖν εἰς τοῦτο χάριτι τοῦ σώσαντός σε Θεοῦ μετὰ χρηστότητος καὶ ταπεινοφροσύνης πολλῆς ἔφθασας, ἀδελφέ, τί τοῖς συνασκηταῖς καὶ τοῖς συναναχθεῖσιν εἰς ταῦτα διαπιστεῖς καὶ φθονεῖς καὶ λοιδορίαις ἐνδιαβάλλεις αὐτούς, τὴν χρηστὴν αὐτῶν ὑπόληψιν πειρώμενος καθελεῖν; Οὐκ οἶσθα ὅτι οἱ ἀπὸ πρώτης ὥρας, τοῖς φθάσασι περὶ τὴν ἑνδεκάτην διὰ τὸ ἐξ ἴσης ἐκείνοις λαβεῖν φθονήσαντες, ἕνεκεν τούτου εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπερρίφησαν;
Καὶ πῶς σύ, τὰ αὐτὰ καὶ χείρονα τούτων ποιῶν καὶ λέγων κατὰ τῶν ἁγίων, ὧν ὁ βίος, ἡ ἀρετὴ καὶ ἡ σύνεσις λάμπει ὥσπερ ὁ ἥλιος, νομίζεις μὴ τῆς αὐτῆς ἢ καὶ χείρονος κολάσεως ταῖς τιμωρίαις ὑποβληθῆναι; Ἢ οὐκ οἶδας ὅτι φθόνος οὐδεὶς παρὰ ἁγίων ἁγίοις ἐστί, καθὰ γέγραπται· «Ἔνθα ὁ φθόνος, ἐκεῖ καὶ ὁ τοῦ φθόνου πατὴρ διάβολος κατοικεῖ καὶ οὐχ ὁ τῆς ἀγάπης Θεός»; Τὸν οὖν φθόνον ὠδίνων, πῶς εἶναι ὅλως ἅγιος οἴεσαι, ὁ μηδὲ πιστὸς ἢ χριστιανὸς ἐκ τῆς τοῦ Θεοῦ ἀγάπης καὶ τοῦ πλησίον σου γνωριζόμενος;
Ὅτι δὲ οὕτως ἐστὶν ἡ τῶν πραγμάτων τούτων ἀκολουθία καὶ ὁ τὸν φθόνον ὠδίνων ἔχει μὲν ἐντὸς αὐτοῦ τὸν διάβολον, οὐ δύναται δὲ εἶναι Χριστοῦ διὰ τὸ μὴ ἔχειν ἀγάπην πρὸς τὸν πλησίον, παντί που δῆλον τῷ τὰς θείας Γραφὰς ἐπαΐοντι.
Εἰ δὲ τῶν τοιούτων χαρισμάτων οὔπω ἠξίωσαι οὐδὲ εἰς τοσοῦτον ὕψος ἀφίκου τῶν θεοποιῶν ἀρετῶν, πῶς ἄρα κἂν ὅλως τολμᾷς ἀνοῖξαι τὸ στόμα καὶ φθέγξασθαι; Πῶς, κατηχούμενος ὤν, διδάσκειν ἐθέλεις καὶ περὶ ὧν οὐκ οἶδας ἢ ἤκουσας πολυπραγμονεῖν ἐπιχειρεῖς καί, ὡς εἰδὼς τὰ θεῖα, περὶ τοιούτων πραγμάτων θρασύνῃ διαλέγεσθαι; Οὐκ οἶδας ὅτι ἔξω τῶν προθύρων τῆς ἐκκλησίας, οἷα δὴ κατηχούμενος, ἵστασαι, εἰ καὶ αὐθαδείᾳ γνώμης ἑαυτῷ τὴν μετὰ πάντων τῶν πιστῶς καὶ καθαρῶς εὐχομένων προτρέπεις στάσιν, μὴ τοῖς ἀποστολικοῖς κανόσιν ἑπόμενος; Κατηχούμενος γὰρ οὐχ ὁ ἄπιστος μόνος ἄρτι λέγεται, ἀλλὰ καὶ ὁ μὴ ἀνακεκαλυμμένῳ προσώπῳ νοὸς τὴν δόξαν Κυρίου κατοπτριζόμενος.
Ἐγὼ δέ σου καὶ τὴν ἄνοιαν λίαν θρηνῶ, ὅτι ἅγιον μὲν εἶναί τινα τοιοῦτον ὡς πάλαι καὶ νῦν παντελῶς καὶ καθόλου διαπιστεῖς, τοῖς πᾶσι δὲ συναριθμῶν ἑαυτὸν οἷα κοινοῖς ὡς κοινόν, καθάπερ Πνεύματι ἁγίῳ φθεγγόμενος ὥς τις ἅγιος καὶ θεοφόρος ἀνήρ, ἃ μηδ’ ὅλως γινώσκειν ὑπὸ τοῦ λόγου κεντούμενος ὡμολόγησας καὶ ἃ μηδὲ ἰδεῖν μηδὲ ἀκοῦσαι μηδὲ καταξιωθῆναι λαβεῖν ἐν καρδίᾳ σου ἔφης, ταῦτα καὶ διερμηνεύειν καὶ ὡς εἰδὼς σαφηνίζειν ὅλως οὐκ ἐπαισχύνῃ, οὐδὲ πρὸς τὸν τῶν ἀνθρώπων ἐρυθριᾷς γέλωτα. Εἰ γὰρ μὴ ἀπαθής, ὡς εἴπομεν, γέγονας, μηδὲ Πνεῦμα ἅγιον ἔχειν ἠξίωσαι, μηδὲ ἅγιος εἶ, πῶς εἰδέναι λέγεις ὡς ἅγιος τὰ τοῦ Πνεύματος, «ἅ—ὡς γέγραπται— ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου χοϊκοῦ οὐκ ἀνέβη, τὰ ἀγαθὰ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν»;
Ἡμῖν δέ, ἵνα παραφρονῶν εἴπω, ὑπὸ σοῦ βιαζόμενος, διὰ τοῦ Πνεύματος αὐτοῦ, ἐσχάτοις οὖσι καὶ ἠλεημένοις, κατὰ τὴν ἄφατον πρὸς ἡμᾶς αὐτοῦ ἀγαθότητα ἀπεκάλυψεν ἱκεσίαις τοῦ μακαρίου καὶ ἁγίου πατρὸς ἡμῶν Συμεών, «ἵνα εἰδῶμεν» καθώς φησιν ὁ Ἀπόστολος «τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν· τὸ γὰρ Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ. Ἡμεῖς δέ—φησίν—οὐκ ἐλάβομεν τὸ πνεῦμα τοῦ κόσμου, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ».
Καὶ δι’ αὐτοῦ ἀπεκαλύφθη καὶ ἐπεγνώσθη ἡμῖν, ἁμαρτωλοῖς οὖσι καὶ ταπεινοῖς, ὁ Θεὸς καὶ Πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ σωτῆρος, τοῦ μεγάλου Θεοῦ, ἐν αὐτῷ τῷ Χριστῷ καὶ Θεῷ, ὃν οὐδεὶς ἀνθρώπων εἶδεν οὐδὲ ἰδεῖν δύναται. «Ὁ γὰρ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, αὐτός ἐστιν ὃς καὶ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν», τῶν εὐτελῶν καὶ ἀχρείων, τοῖς ὀστρακίνοις σκεύεσι τῶν σκηνωμάτων ἡμῶν ὥσπερ θησαυρὸς δηλονότι ἐμπεριεχόμενος, ὁ πάντῃ ἀπερίληπτός τε καὶ ἀπερίγραπτος, μικρὸς μὲν ἐν ἡμῖν μορφούμενος, ὁ ἄμορφος καὶ ἀνίδεος, τὰ σύμπαντα δὲ ἀπεριγράπτως πληρῶν, ὡς ὑπερμεγέθης καὶ ὑπερπλήρης.
Τὸ δὲ μορφοῦσθαι ἐν ἡμῖν τὸν ὄντως ὄντα Θεόν, τί ἐστιν εἰ μὴ τὸ ἡμᾶς αὐτοὺς πάντως μεταποιεῖν τε καὶ ἀναπλάττειν καὶ εἰς τὴν τῆς θεότητος αὐτοῦ εἰκόνα μεταμορφοῦν; Οἷον ἔγνωμεν ἄρα γεγονότα καὶ τὸν ἅγιον Συμεώνην τὸν Εὐλαβῆ, τὸν ἐν τῇ μονῇ τῶν Στουδίου ἀσκήσαντα, τῇ πείρᾳ αὐτῇ τὰ περὶ τούτου βεβαιωθέντες. Τῇ γὰρ ἀποκαλύψει τοῦ ἐν αὐτῷ Πνεύματος τὴν εἰς αὐτὸν πίστιν ἐπισφραγίσαντες, ἀναντίρρητον ταύτην φυλάττομεν· μᾶλλον δέ, ἐκ τοῦ αὐτοῦ φωτὸς ὡς ἐκ λαμπάδος τινὸς τὸν τῆς ψυχῆς ἡμῶν λύχνον μεταδοτικῶς ἀνάψαντες, ἄσβεστον διατηροῦμεν, ταῖς ἐκείνου εὐχαῖς καὶ πρεσβείαις φρουρούμενοι, ἐξ ὧν ἀρδουμένη αὐξάνει ἡ πίστις ἡμῶν ἡ πρὸς αὐτὸν καὶ ἔτι αὐξήσει—ἐν Θεῷ θαρρῶν λέγω—, ἑκατονταπλασίονα τὸν καρπὸν φέρουσα ἐν αὐτῷ τῷ θείῳ φωτί. Καρπὸς γὰρ πίστεως τὸ ἅγιον καὶ ἀνέσπερον φῶς, φῶς δὲ ἅγιον προσθήκη καὶ αὔξησις πίστεως· καθόσον γὰρ τὸ φῶς πηγάζει, ἡ πίστις αὐξάνει καὶ εἰς ὕψος ἀνέρχεται. Κατὰ δὲ τὴν ἀναλογίαν τῆς πίστεως ὁ καρπὸς ἀριδήλως βρίθει τοῦ Πνεύματος· «Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια», ἅπερ καθ’ ἓν ὁ ἔχων ἐπίσταται.
Ὥσπερ γὰρ ὁ μαργαρίτας ἔχων καὶ λίθους διαφανεῖς, σάπφειρον, ἀμέθυσον καὶ ἄλλους τινάς, οἶδεν, εἰ μὴ ἀπείρως ἔχει, ἑνὸς ἑκάστου αὐτῶν τὸ εἶδος, τὸ μέγεθος, οὕτω καὶ ὁ τὰς ἀρετὰς μετὰ πόνου καὶ δακρύων πολλῶν ἐν ἑαυτῷ φυτεύσας καὶ τοὺς καρποὺς ἐνεγκὼν τοὺς τοῦ Πνεύματος, ἐπίσταται καὶ τὸ εἶδος καὶ τὴν ποιότητα ἑνὸς ἑκάστου αὐτῶν καὶ τῆς ἁπάντων αὐτῶν γλυκύτητος ἀπογεύεται· καὶ τὸ δὴ μεῖζον καὶ θαυμαστότερον, ὅτι καὶ ἐν ἄλλοις ὄντα τὸν αὐτὸν ἐπιγινώσκει καρπόν.
Καθάπερ γὰρ τὰ ἔθνη ἀπὸ τῆς στολῆς, τὸ δὲ πλεῖστον ἀπὸ τῆς φωνῆς καὶ τῶν λόγων ἐπιγινώσκονται, οὕτω δὴ καὶ οἱ ἅγιοι γνωρίζονται μὲν ἀπὸ τῆς κοσμιότητος αὐτῶν καὶ τοῦ εὐσχήμου βαδίσματος καὶ τῶν ἄλλων τῶν ἔξωθεν, τὸ δὲ γνώρισμα μετὰ ἀκριβείας καὶ ἀληθείας τὸ ἴδιον αὐτῶν ὁ λόγος ὁ γεννώμενος ἐξ αὐτῶν παρίστησιν. Ὃ γὰρ οὐκ ἔχει ἡ καρδία, τὸ στόμα προφέρειν οὐ δύναται· εἰ δὲ καὶ εἴπῃ, ὡς οὐ καλῶς λέγων εὐθὺς ὑπ’ αὐτῶν τῶν ἑαυτοῦ λόγων ἐλέγχεται. «Ὁ γὰρ ἀγαθός, φησίν, ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά, ὁ δὲ πονηρὸς ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ πονηρά.» Καὶ ὅρα μοι τὰ βάθη τοῦ Πνεύματος, πῶς οὐκ εἶπεν ὁ Κύριος ὅτι «ἐκ τῆς ἀγαθῆς καρδίας προφέρει τὰ ἀγαθὰ» μόνον, ἀλλὰ προσέθετο εἰπεῖν «ἐκ τοῦ θησαυροῦ τῆς καρδίας», ἵνα μάθῃς ὅτι καρδίαν κενὴν καὶ κούφην οὐδεὶς ἡμῶν ἔχειν δύναται, ἀλλὰ εἴτε διὰ ἀγαθοεργίας καὶ ἀληθινῆς πίστεως τὴν χάριν ἔχει τοῦ Πνεύματος ἕκαστος, ἢ διὰ τῆς ἀπιστίας καὶ ἀμελείας τῶν ἐντολῶν καὶ τῆς τῶν φαύλων ἀποπληρώσεως τὸν πονηρὸν ἐν ἑαυτῷ περιφέρει διάβολον.
Καὶ ἵνα μὴ νομίσῃς ὅτι οὐ τοὺς ἐν μέρει μὲν φυλάσσοντας τὰς τοῦ Χριστοῦ ἐντολάς, ἐν μέρει δὲ τούτων καταφρονοῦντας, ἀλλὰ τοὺς φυλάσσοντας πάσας ταύτας μετὰ ἀκριβείας, τὸν θησαυρὸν λέγει τοῦ Πνεύματος ἔχειν, ἐδίδαξεν εἰπών· «Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν· καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.» Ὁρᾷς ὅπως ὁ ἀγαθὴν καρδίαν κτησάμενος διὰ πόνων καὶ τῆς τῶν ἐντολῶν ἐργασίας ἔνοικον ἔσχε τὴν ὅλην ἐν ἑαυτῷ θεότητα, ἥτις ἐστὶν ὁ ἀγαθὸς θησαυρός; Ὅτι δὲ εἰς τὸν παραβαίνοντα μίαν καὶ τὴν τυχοῦσαν ἐντολήν, ἢ ἀμελοῦντα καὶ μὴ ποιοῦντα αὐτήν, ὁ τοιοῦτος οὐ κατοικεῖ θησαυρός, ἄκουε αὐτοῦ πάλιν λέγοντος· «Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξας οὕτως τοὺς ἀνθρώπους ποιεῖν ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Ἐλαχίστας δὲ ταύτας ὠνόμασεν οὐχ ὡς οὕτως οὔσας, ἀλλὰ διὰ τὸ παρ’ ἡμῶν οὕτω ταύτας λογίζεσθαι· τὸ γὰρ ἀργολογεῖν ἤ τι τοῦ πλησίον ἐπιθυμεῖν ἢ ὁρᾶν ἐμπαθῶς ἢ ἐξουθενεῖν καὶ ὑβρίζειν τινὰ ὡς οὐδὲν ἡγούμενοι, ἀδιαφοροῦμεν, τοῦ ταῦτα ὑπὸ κρῖμα θεμένου ἐπιλαθόμενοι. Τί γάρ φησι; «
Πάντα λόγον ἀργὸν ὃν ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, λόγον δώσουσι περὶ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως», καὶ ἄλλως· «Οὐκ ἐπιθυμήσεις τι τοῦ πλησίον σου», καὶ πάλιν· «Ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὅστις δὲ εἴπῃ πάλιν τῷ ἀδελφῷ αὐτοῦ ῥακκᾶ, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὁ δὲ μωρὸν προσειπὼν ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός.» Θέλων δὲ καὶ ὁ Ἀπόστολος δεῖξαι ὅτι ἐν τοῖς τὰ τοιαῦτα πράσσουσιν ὁ διάβολος ἐνεργεῖ, ἔφη· «Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία.» Εἰ οὖν οὐδὲν ἄλλο ἐστὶν ἡ ἁμαρτία εἰ μὴ ἐντολῆς παράβασις, ἐντολὴ δέ ἐστι καὶ τὸ μὴ ἐπιθυμῆσαι καὶ τὸ μὴ ψεύσασθαι καὶ τὸ μὴ κλέψαι, ἀλλὰ μηδὲ ἀργολογῆσαι μήτε τῷ ἀδελφῷ σου ἐρεῖν κακῶς, πᾶς ὁ ποιῶν ταῦτα ὑπὸ τοῦ κέντρου τοῦ θανάτου ἤτοι τῆς ἁμαρτίας τέτρωται, ἐν αὐτῇ δὲ τῇ πληγῇ καὶ τῷ τῆς ἁμαρτίας δήγματι ὥσπερ σκώληξ εὐθὺς ὁ διάβολος εἰσερχόμενος εὑρίσκεται κατοικῶν.
Εἶδες πῶς οἱ μὴ κτησάμενοι πάλιν τὰς ἑαυτῶν καρδίας διὰ δακρύων καὶ μετανοίας κεκαθαρμένας ἔνοικον ἔχουσιν ἐν αὐτοῖς τὸν διάβολον, ὅς ἐστιν ὁ πονηρὸς θησαυρός; Οὕτως ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐκφέρει τὰ ἀγαθά, ὁ δὲ πονηρὸς ὁμοίως τὰ πονηρά.
Ἡ δὲ ἀληθὴς μετάνοια διὰ τῆς ἐξομολογήσεως καὶ τῶν δακρύων, ὥσπερ ὑπὸ ἐμπλάστρου καὶ φαρμάκου τινός, ἀποσμήχει καὶ ἐκκαθαίρει τῆς καρδίας τὸ τραῦμα καὶ τὴν οὐλὴν ἣν τὸ κέντρον ἐν αὐτῇ τοῦ νοητοῦ θανάτου διήνοιξεν, εἶτα τὸν ἐμφωλεύοντα σκώληκα ἔξω βάλλει καὶ θανατοῖ καὶ εἰς συνούλωσιν καὶ ὑγίειαν τελείαν τὸ τραῦμα ἀποκαθίστησι.
Τοῦτο δὲ ἄρα παρὰ τῶν καρδίαν ἐχόντων, τὴν ὑγίειαν ἐμπόνως ἐπιζητοῦσαν διὰ δακρύων καὶ μετανοίας μόνων, ἐπιγινώσκεται ἐνεργούμενον. Τῶν ἄλλων γὰρ οἱ λοιποὶ καὶ ἐνηδύνονται τούτοις τοῖς τραύμασιν· οὐ μόνον δέ, ἀλλὰ καὶ ἐπιξέειν ταῦτα καὶ ἕτερα τούτοις μᾶλλον ἐπιθεῖναι σπουδάζουσιν, ὑγίειαν τὴν τοῦ πάθους ἐκπλήρωσιν λογιζόμενοι· διόπερ καὶ ἐγκαυχῶνται ὅταν τι πονηρὸν ἐργάσωνται ἁμαρτίας ἀτόπημα καὶ τὴν αἰσχύνην αὐτῶν ὡς δόξαν λογίζονται. Διὰ τί δὲ πάσχουσι τοῦτο; Ἐπειδὴ ἀγνοοῦσι τῆς παντελοῦς καθάρσεως τὸ ἡδύ τε καὶ χαρίεν, μᾶλλον δὲ ἀπιστοῦσι καὶ ἀδύνατον εἶναι ἑαυτοὺς πείθουσι τὸ καθαρεῦσαι ἄνθρωπον τελείως ἀπὸ παθῶν καὶ ὅλον οὐσιωδῶς ἐν ἑαυτῷ δέξασθαι τὸν Παράκλητον.
Διὰ τοῦτο τοίνυν καὶ κατὰ τῆς ἑαυτῶν ἀεὶ σωτηρίας λαλοῦσι καὶ πράττουσι, κλείοντες ἐφ’ ἑαυτοῖς τὰς πύλας τῆς βασιλείας τῶν οὐρανῶν καὶ πάντας ἄλλους τοὺς εἰσελθεῖν βουλομένους κωλύοντες. Εἴ που δὲ καὶ ἀκούσουσιν περὶ ἑτέρου τινὸς νομίμως ἀγωνισαμένου ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου καὶ ταπεινοῦ τῇ καρδίᾳ καὶ τοῖς φρονήμασι γενομένου, καθαρεύοντός τε ἀπὸ παντοίων παθῶν καὶ πᾶσι τὰ μεγαλεῖα κηρύττοντος τοῦ Θεοῦ—ὅσα δηλονότι ἐποίησεν ἐπ’ αὐτῷ ὁ Θεὸς κατὰ τὰς ἀψευδεῖς ὑποσχέσεις αὐτοῦ καὶ ὅπως μέν, λέγοντος πρὸς ὠφέλειαν τῶν ἀκουόντων, κατηξιώθη φῶς ἰδεῖν Θεοῦ καὶ Θεὸν ἐν φωτὶ δόξης, ὅπως δὲ γνωστῶς ἔγνω ἐν ἑαυτῷ τὴν ἐπιφοίτησιν καὶ ἐνέργειαν τοῦ ἁγίου Πνεύματος καὶ ἅγιος ἐν ἁγίῳ Πνεύματι γέγονεν—, εὐθὺς ὥσπερ κύνες λυσσῶντες καθυλακτοῦσιν αὐτοῦ καὶ κατεσθίειν, εἰ δυνατόν, τὸν ταῦτα λέγοντα σπεύδουσι, «Παῦσαι, λέγοντες, πεπλανημένε καὶ ὑπερήφανε σύ. Τίς ἄρα τοιοῦτος ἄρτι γέγονεν ὡς οἱ ἅγιοι πατέρες ἐγένοντο; Τίς δὲ Θεὸν εἶδεν ἢ ἰδεῖν κἂν ὁπωσοῦν δύναται; Τίς Πνεῦμα ἅγιον ἐπὶ τοσοῦτον ἔλαβεν, ὡς δι’ αὐτοῦ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀξιωθῆναι ἰδεῖν; Παῦσαι μή σε τοῖς λίθοις καταλευσθῆναι ποιήσωμεν.»
Οἷς μὴ ἀνταποκριθῆναι ἀξίως τῆς αὐτῶν ἀφροσύνης οὐκ οἴομαι δεῖν· φησὶ γὰρ ὁ σοφώτατος Σολομῶν· «Μὴ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ, ἀλλὰ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρ’ ἑαυτῷ.» Ἐξ ὑμῶν μέν, ὦ οὗτοι, ὡς αὐτοί φατε, οὐδεὶς οὐδαμῶς· ἐκ δὲ τῶν προαιρουμένων τὸν σταυρὸν ἆραι καὶ τὴν στενὴν ὁδεῦσαι ὁδὸν καὶ τὰς ἑαυτῶν ἀπολέσαι ψυχὰς ἕνεκεν τῆς αἰωνίου ζωῆς, πολλοὶ μὲν εἶδον καὶ πρότερον, πλείους δέ, οἶμαι, ὁρῶσι καὶ νῦν, καὶ τῶν βουλομένων ἕκαστος ὄψεται, κἂν ὑμεῖς σκαιότητι γνώμης καὶ βασκανίας φαυλότητι τούτους ἰδεῖν οὐκ ἰσχύετε. Καὶ ὅρα τί φησιν ὁ εὐαγγελιστής· «Ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» Εἰ οὖν οὐκ ἐγεννήθης ἐκ τοῦ Θεοῦ σύ, οὐδὲ τέκνον ὑπάρχεις αὐτοῦ δηλονότι, οὐδὲ προλαβὼν ἐδέξω αὐτόν, οὐδὲ ἔλαβες αὐτὸν ἐν σεαυτῷ, καὶ διὰ τοῦτο οὔτε ἐξουσίαν σοι δέδωκεν οὔτε δύνασαι τέκνον γενέσθαι Θεοῦ· τέκνον δὲ Θεοῦ μὴ γενόμενος, πῶς ἄρα τὸν ἐν τοῖς οὐρανοῖς θεάσῃ Θεὸν καὶ Πατέρα σου;
Οὐδεὶς πρὸ τοῦ γεννηθῆναι τὸν ἑαυτοῦ πατέρα ποτὲ τεθέαται, καὶ οὐδεὶς ἀνθρώπων τὸν Θεὸν ὄψεται, ἐὰν μὴ πρότερον ἐξ αὐτοῦ γεννηθῇ. Διὰ τοῦτο καὶ ὁ Κύριος ἔλεγεν· «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ πάλιν· «Τὸ γεννώμενον ἐκ τῆς σαρκός, φησί, σάρξ ἐστι, τὸ δὲ γεννώμενον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν», ἐξ ἁγίου ἅγιον δηλονότι· «τὸ δὲ Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ.» Σὺ δέ, εἰ ἀπὸ σαρκὸς μόνον γεγέννησαι καὶ οὔπω τὴν ἐκ τοῦ Πνεύματος γέννησιν ἔγνως, οὐδὲ Πνεῦμα αὐτὸς σὺ γεννηθεὶς γέγονας, πῶς ἄρα δύνασαι τὰ βάθη τοῦ Θεοῦ ἐρευνᾶν, μᾶλλον δὲ πῶς δύνασαι ὁρᾶν τὸν Θεόν; Πάντως οὐδαμῶς, αὐτὸς σύ, καὶ μὴ βουλόμενος, καθομολογήσεις, ὧ ἀδελφέ.
Εἶεν. Τί δαί; «Ἀλλὰ σύ» φησί «τοιοῦτος ὑπάρχεις αὐτός; Καὶ πόθεν σε τοιοῦτον εἶναι ἐπιγνωσόμεθα;» Ἐγὼ μὲν ἄνευ τῆς ἄνωθεν χάριτος οὐχ οἷός τέ εἰμι τοῦτο εἰπεῖν, ἀλλ’ οὐδὲ Παῦλος αὐτός, οἶμαι, καὶ Ἰωάννης· πλὴν ὅμως στενάζω ἐπὶ τῇ πωρώσει τῶν καρδιῶν τῶν ταῦτα προτεινομένων μοι καὶ ζητούντων πόθεν ἐπιγνῶναι τὸν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας πεφθακότα τοῦ Ἰησοῦ. Ὅθεν, εἰ βούλει μαθεῖν, οἱ τυφλοὶ τοὺς ἄλλους τῶν ἀνθρώπων ἐπιγινώσκουσιν· ὅθεν ὁ Ἰσαὰκ ἐπέγνω τὸν Ἰακώβ, τὴν στολὴν ἐνδεδυμένον Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. Ἴστε γὰρ ἅπαντες πῶς ἐπαπορῶν ἔλεγεν· «Αἱ μὲν χεῖρες χεῖρες Ἡσαῦ, ἡ δὲ φωνὴ φωνὴ Ἰακώβ.» Ὅθεν δείκνυται ὅτι τῆς μὲν στολῆς τὸν δόλον οὐκ ἔγνω—τυφλὸς γὰρ ἦν—, τὴν δὲ συνήθη φωνὴν ἐγνώρισε τοῦ υἱοῦ· εἰ τοίνυν καὶ κωφὸς ἦν, πάντως οὐδὲ τὴν λαλιὰν αὐτοῦ γνωρίσαι ἴσχυσεν ἄν. Οὕτως οὖν καὶ ὑμεῖς, οἵτινές ἐστε οἱ οὕτως ἐπαποροῦντες, οὐ μόνον τυφλοὶ ἀλλὰ καὶ κωφοὶ τυγχάνοντες, πῶς δύνασθε ἄνδρα γνωρίσαι πνευματικόν; Οὐδαμῶς δή. Ὅτι δὲ τοῦτό ἐστιν ἀληθές, καὶ οἱ μὴ βλέποντες πνευματικῶς οὐδὲ ἀκούειν πνευματικῶς δύνανται, ἄκουσον τοῦ Κυρίου πρὸς τοὺς ἀπίστους τῶν Ἰουδαίων οὕτω λέγοντος· «Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε;
Διότι οὐ δύνασθε ἀκούειν τῶν λόγων τῶν ἐμῶν», καὶ μετ’ ὀλίγα· «Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ Θεοῦ οὐκ ἐστέ. Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν.» Εἰ οὖν καὶ ὑμεῖς ὑπὸ τῆς ἀπιστίας καὶ πονηρίας καὶ τῆς τῶν ἐντολῶν ἀμελείας καὶ παραβάσεως σάρκες ἐστέ, παχεῖς, λέγω, τὰς καρδίας, καὶ τὰ ταύτης ὦτα βεβυσμένα ἔχετε, τὸν δὲ ὀφθαλμὸν κεκαλυμμένον τῆς ψυχῆς ὑπὸ τῶν παθῶν, πῶς ἄρα πνευματικὸν καὶ ἅγιον ἄνδρα ἐπιγνῶναι δυνήσεσθε;
Ἀλλά, παρακαλῶ, σπουδάσωμεν, πατέρες καὶ ἀδελφοί μου, παντὶ τρόπῳ ἑαυτοὺς ἡμῶν ἕκαστος ἐπιγνῶναι, ἵνα ἐκ τῶν καθ’ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς γνῶναί ποτε δυνησώμεθα. Ἀδύνατον γὰρ τὸν μὴ ἐπιγνόντα ἑαυτὸν πρότερον, ὥστε δύνασθαι μετὰ τοῦ Δαυὶδ λέγειν· «Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος», καὶ πάλιν, ὡς ὁ Ἁβραάμ· «Ἐγώ εἰμι γῆ καὶ σποδός», ἐπιγνῶναί τι τῶν πνευματικῶν καὶ θείων λογίων πνευματικῶς καὶ ἀξίως τοῦ ὑπερφυοῦς καὶ σοφοῦ Πνεύματος. Μηδεὶς ὑμᾶς πλανάτω κενοῖς καὶ σεσοφισμένοις λόγοις, ὅτι τὰ θεῖα τῆς πίστεως ἡμῶν μυστήρια δύναταί τις ὅλως καταλαβεῖν ἄνευ τοῦ μυσταγωγοῦντος καὶ φωτίζοντος Πνεύματος· ἀλλὰ γὰρ οὐδὲ πραότητος καὶ ταπεινοφροσύνης χωρὶς δύναται γενέσθαι δοχεῖον τῶν χαρισμάτων τοῦ Πνεύματος. Χρὴ γὰρ ἀναντιρρήτως τὸν θεμέλιον τῆς πίστεως καλῶς πάντας ἡμᾶς καταβαλεῖν πρότερον εἰς τὰ τῆς ψυχῆς ἡμῶν βάθη, εἶτα τὴν ἐντὸς εὐσέβειαν διὰ τῶν ποικίλων τῆς ἀρετῆς εἰδῶν ὡς τεῖχος ὀχυρὸν ἀνυψῶσαι· καὶ οὕτω πάντοθεν τειχισθείσης τῆς ψυχῆς καὶ οἱονεὶ ἐμπαγείσης ἐν αὐτῇ ὡς ἐπὶ θεμελίῳ καλῷ τῆς ἀρετῆς, τότε δεῖ καὶ τὴν σκέπην τῆς οἰκοδομῆς ταύτης, ἥτις ἐστὶν ἡ γνῶσις ἡ θεία τοῦ Θεοῦ, ἀνεγεῖραι καὶ ὁλόκληρον τὸν οἶκον κατασκευάσαι τοῦ Πνεύματος.
Ἡνίκα γὰρ κατὰ ἀναλογίαν τῆς μετανοίας καὶ τῆς τῶν ἐντολῶν ἐκπληρώσεως διὰ δακρύων ἐκκαθαρθῇ ἡ ψυχή, πρῶτον μὲν τὰ κατ’ αὐτὸν ὁ ἄνθρωπος καὶ ἑαυτὸν ὅλον ὑπὸ τῆς χάριτος ἐπιγνῶναι καταξιοῦται, εἶτα μετὰ πολλὴν καὶ ἐπίμονον κάθαρσιν καὶ βαθεῖαν ταπείνωσιν ἀμυδρῶς πως κατ’ ὀλίγον καὶ τὰ περὶ Θεοῦ καὶ τῶν θείων νοεῖν ἄρχεται καί, καθ’ ὅσον νοεῖ, καταπλήττεται καὶ πλείονα κτᾶται ταπείνωσιν, ἀνάξιον ἑαυτὸν παντάπασι τῆς τῶν τοιούτων μυστηρίων γνώσεως καὶ ἀποκαλύψεως λογιζόμενος. Διόπερ καὶ ὑπὸ τῆς τοιαύτης ταπεινώσεως, ὡς ὑπὸ τείχους ὀχυροῦ φρουρούμενος, ἔνδον μένει, ἀπὸ οἰήσεως λογισμῶν ἄτρωτος, αὐξάνων τῇ πίστει, τῇ ἐλπίδι καὶ τῇ εἰς Θεὸν ἀγάπῃ τὸ καθ’ ἡμέραν, καὶ τὴν προκοπὴν μετὰ προσθήκης τῆς γνώσεώς τε καὶ ἀναβάσεως τρανῶς καθορῶν. Ὅταν δὲ καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τῆς γνώσεως τοῦ Χριστοῦ καταντήσῃ καὶ Χριστὸν αὐτὸν καὶ νοῦν ἀληθῶς Χριστοῦ κτήσηται, τότε ὡς μηδὲν ὅλως εἰδὼς ἢ ἔχων διάκειται καὶ ὡς ἀχρεῖον ἑαυτὸν καὶ εὐτελῆ δοῦλον ἡγεῖται· τὸ δὲ δὴ θαυμαστὸν καὶ ὑπὲρ φύσιν, μᾶλλον δὲ κατὰ φύσιν ὄν, ἄνθρωπον ἐλαχιστότερον ἑαυτοῦ ἢ ἁμαρτωλότερον ἐν ὅλῳ τῷ κόσμῳ οὐ λογίζεται εἶναι.
Τὸ δὲ πῶς, εἰπεῖν οὐκ ἔχω, εἰ μὴ τοῦτο μόνον ἐν τῷ ἐπαινετῷ τούτῳ πάθει καταλαβεῖν ἠδυνήθην· ἔστι δέ τι τοιοῦτον. Ποιωθείσης τῆς ψυχῆς καὶ ἐμβαφείσης διὰ τοῦ Πνεύματος εἰς τὰ βάθη τῆς ταπεινοφροσύνης ἐν Χριστῷ τῷ Θεῷ τῆς διανοίας αὐτῆς, τὸν κόσμον τε ἅπαντα καὶ τοὺς ἐν κόσμῳ ἐντεῦθεν ἀγνοησάσης, μόνην δὲ ἑαυτὴν ἀεὶ καθορώσης καὶ μόνα τὰ ἑαυτῆς, καὶ χρονισάσης ἐν τῇ τοιαύτῃ μελέτῃ καὶ ἐν ἕξει γενομένης αὐτῆς, μόνην ἑαυτὴν ἀληθῶς ἐξουθενημένην καὶ εὐτελεστάτην ὁρᾷ, οὐδένα δὲ πείθεται τοιοῦτον εἶναι ἐν ἅπασι τοῖς ἀνθρώποις τοῦ κόσμου. Οὕτω τοίνυν καθ’ ὅσον ἑαυτὸν ἔχει τις πάντων ἀνθρώπων ἐν αἰσθήσει ψυχῆς εὐτελέστερόν τε καὶ ταπεινότερον, κατὰ τοσοῦτον καὶ πρῶτος τῶν ἄλλων ἁπάντων ὑπάρξει, ὥς φησιν ὁ Κύριος ἡμῶν καὶ Θεός· «Ὁ θέλων εἶναι πάντων πρῶτος ἔστω πάντων ἔσχατος καὶ πάντων διάκονος.» Σπουδάσωμεν οὖν καὶ ἡμεῖς, ὦ ἀδελφοί, εἰς τοιαύτην φθάσαι τάξιν τε καὶ κατάστασιν, καὶ τοὺς εἰς τοῦτο πεφθακότας ἁγίους ῥᾳδίως ἐπιγνωσόμεθα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.