Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος ΙΓ': Ο χοϊκός και ο επουράνιος άνθρωπος

Τυπολογική συσχέτιση του πρώτου Αδάμ με τον ενανθρωπήσαντα Υιό του Θεού και η αποκατάσταση του ανθρώπου μέσω του βαπτίσματος και της μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 13 από 15

ΛΟΓΟΣ ΙΓʹ Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.» Καὶ πῶς τὸν χοϊκὸν ἀποτιθέμεθα ἄνθρωπον καὶ τὸν Χριστὸν ἐνδυόμεθα, συγγενεῖς αὐτοῦ καὶ ἀδελφοὶ χρηματίσαντες. Καλῶς ἡμᾶς ἑστιάσας ὁ μακάριος Παῦλος ἐν τῇ προτέρᾳ τῶν θείων λόγων αὐτοῦ τραπέζῃ καὶ κατευφράνας ἡμῶν τὰς καρδίας, ἑτέραν αὖθις προτίθησιν ἡμῖν εἰς ἑστίασιν τράπεζαν τῶν θεοπνεύστων ῥημάτων αὐτοῦ, πλήρη μὲν ἐδεσμάτων πνευματικῶν καὶ ἀφ’ ὧν ὁ ἔσω ἡμῶν οἶδε τρέφεσθαι ἄνθρωπος, εὐφραινόμενος ὁμοῦ καὶ στηριζόμενος τὴν καρδίαν τῷ ἄρτῳ τοῦ λόγου τῷ ζωτικῷ καὶ τῷ οἴνῳ τῷ εὐφραίνοντι. τῆς σοφίας καὶ γνώσεως τοῦ Θεοῦ, πλήρη δὲ καὶ χάριτος θείας τοῦ Πνεύματος, ἀφ’ οὗ πληροῦται πάσης εὐφροσύνης καὶ ἡδονῆς ἡ ψυχὴ καί, τὰ κάτω λιποῦσα τοῦ βίου, πρὸς οὐρανοὺς καὶ Θεὸν κούφῳ τῷ πτερῷ τῆς διανοίας ἀνέρχεται.

Ἴδωμεν οὖν τίς ἡ τράπεζα αὕτη τοῦ Ἀποστόλου καὶ τί τὰ ταύτης ἐδέσματα. Ἀλλ’ ἐπάρωμεν τὰς διανοίας ἡμῶν ἀπὸ τῶν γηΐνων καὶ φθειρομένων καί, ὡς λογίων Θεοῦ μέλλοντες ἀκούειν, προσέχωμεν τοῖς λεγομένοις μετὰ ἀκριβείας ἁπάσης, ἵνα καὶ ἀξίως συνεστιαθῆναι ἀξιωθῶμεν τῷ λέγοντι Πνεύματι διὰ τοῦ Ἀποστόλου τὰ κεκρυμμένα μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν. Φησὶ δέ· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος, ἐξ οὐρανοῦ.» Μὴ ἁπλῶς παραδράμῃς τὸν λόγον καὶ ὡς εὐεπίβολον τοῦτον ὑπολάβῃς, ἀγαπητέ· βάθος γὰρ πολὺ νοημάτων ἔγκειται εἰς τὴν τοῦ παρόντος λόγου διάνοιαν, πολλῆς δεόμενον τῆς ἐρεύνης καὶ προσοχῆς. Ἀλλὰ τὴν ἀκοὴν ὑπόθες ἑτοίμην, καὶ εἴσῃ τὸ ἐγκεκρυμμένον ἐν αὐτῷ βάθος τῶν μυστηρίων Θεοῦ. «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Πρῶτον καὶ χοϊκὸν ἄνθρωπον τὸν Ἀδάμ φησι, καθὼς γέγραπται· «Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς.» Πλασθεὶς οὖν χοϊκὸς ἀπὸ τῆς γῆς καὶ πνεῦμα λαβὼν ζωῆς, ὃ ψυχὴν νοερὰν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ Λόγος καλεῖν, ἐτέθη ἐν τῷ παραδείσῳ, λαβὼν ἐντολὴν ἐργάζεσθαι καὶ φυλάσσειν. Τίνα τρόπον;

Ἵνα, ἕως ἂν ταύτην φυλάσσοι καὶ ἐν ταύτῃ ἐργάζοιτο, ἀθάνατος διαμένῃ καὶ ἀϊδίως τοῖς ἀγγέλοις συναμιλλᾶται καὶ σὺν αὐτοῖς ἀενάως τὸν Θεὸν ἀνυμνῇ καὶ δέχηται τὰς ἐκεῖθεν ἐλλάμψεις καὶ Θεὸν ὁρᾷ νοερῶς καὶ τῶν ἐκείνου ἐπακούῃ θείων φωνῶν, ᾗ δ’ ἂν ὥρᾳ τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν παραβῇ καὶ φάγῃ ἀπὸ τοῦ ξύλου, οὗ προσέταξεν αὐτῷ ὁ Θεὸς μὴ φαγεῖν, θανάτῳ παραδοθῇ καὶ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς πηρωθῇ, τὴν καταστολὴν τῆς θείας δόξης ἀποδυθείς, καὶ ἐμφραγῇ τὰ ὦτα καὶ αὐτῆς τῆς μετὰ τῶν ἀγγέλων ἐκπέσῃ διαγωγῆς καὶ τοῦ παραδείσου ἐκδιωχθῇ. Ὃ καὶ παραβάντι συνέβη καὶ ἐξέπεσε τῆς ἀθανάτου καὶ ἀϊδίου ζωῆς.

Ἅπαξ γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ ὁ Ἀδὰμ παραβὰς καὶ τῷ ἀπατεῶνι διαβόλῳ τὸ οὖς ἑαυτοῦ παρασχὼν ψιθυρίσαι καὶ πεισθεὶς αὐτῷ, τῶν δολίων αὐτοῦ ῥημάτων ἀκουτισθείς, λαλοῦντι κατὰ τοῦ πεποιηκότος Δεσπότου, τοῦ ξύλου ἐγεύσατο καί, αἰσθητῶς ἀναβλέψας, ἐμπαθῶς τε τὴν γύμνωσιν τοῦ σώματος αὐτοῦ θεασάμενος καὶ ἰδών, ἁπάντων ἐστερήθη δικαίως τῶν ἀγαθῶν, κωφεύσας τοῦ μηκέτι ἐπακούειν ὠσὶ βεβήλοις λόγους θείους θεοπρεπῶς τε καὶ πνευματικῶς, τοὺς ἐνηχουμένους μόνοις τοῖς ἀξίοις αὐτοῖς, ἀλλὰ γὰρ μήτε τὴν δόξαν ἐκείνην τὴν ἄρρητον καθορᾶν, ὡς ἀποστήσας ἐκ ταύτης ἑκουσίως τὸν νοῦν αὐτοῦ καὶ κατανοήσας ἐμπαθῶς τὸν τοῦ δένδρου καρπὸν καὶ τῷ εἰπόντι πιστεύσας ὄφει· «ᾟ δ’ ἂν ὥρᾳ φάγητε ἀπ’ αὐτοῦ, ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν.» Οὗτος οὖν ὁ χοϊκὸς ἄνθρωπος ἐλπίδι θεώσεως ἀπατηθεὶς καὶ μεταλαβὼν ἐξ αὐτοῦ, τῶν νοητῶν ἁπάντων καὶ οὐρανίων ἀγαθῶν ὁλικῶς ἀπεστερήθη καὶ εἰς τὴν ἐμπαθῆ τῶν ἐπιγείων καὶ ὁρωμένων κτισμάτων αἴσθησιν κατηνέχθη· καὶ γέγονεν, ἵνα τὰ αὐτὰ πάλιν εἴπω, πρὸς τὰ ἐξ ὧν ἐξέπεσε κωφός, τυφλός, γυμνός, ἀναίσθητος, θνητός τε αὖ καὶ φθαρτὸς καὶ ἄλογος, τοῖς ἀνοήτοις ὁμοιωθεὶς κτήνεσι κατὰ τὸν οὕτω βοῶντα προφήτην· «Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.»

Ἔμαθες ἐξ οἵας δόξης καὶ ἀθανάτου τρυφῆς τε καὶ διαγωγῆς εἰς οἵαν ἀτιμίαν ὁ ἄνθρωπος κατηνέχθη, εἰς οἵαν αἰσχύνην καὶ ἄγνοιαν, εἰς οἵαν πτωχείαν ἐκ πλούτου πολυόλβου κατέπεσεν; Οὕτω τοίνυν ἐγένετο καὶ ἦν, εἰ καὶ μὴ πάντα εἰπεῖν ἠδυνήθημεν, ὁ πρῶτος ἄνθρωπος, ὁ ἐκ γῆς χοϊκός.

Ἴδωμεν οὖν καὶ ἀπὸ τῶν θείων διδαχθῶμεν Γραφῶν ὁποῖος ὑπάρχει καὶ ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξ οὐρανοῦ. Οὗτος, Θεὸς ἐκ Θεοῦ, ἀνάρχου πατρὸς ἄναρχον γέννημα, ἀσωμάτου ἀσώματον, ἀκαταλήπτου ἀκατάληπτον, αἰωνίου αἰώνιον, ἀπροσίτου ἀπρόσιτον, ἀχωρήτου ἀχώρητον, ἀθανάτου ἀθάνατον, ἀοράτου ἀόρατον, Λόγος Θεοῦ καὶ Θεός, δι’ οὗ τὰ πάντα ἐγένετο τὰ ἐν τῷ οὐρανῷ τὰ ἐπὶ τῆς γῆς καί, ἵνα συνελὼν εἴπω, οὕτως ὢν καὶ τοιοῦτος μένων ἐν τῷ Πατρὶ καὶ τὸν Πατέρα ἔχων μένοντα ἐν αὐτῷ, μὴ χωρισθεὶς ἐξ αὐτοῦ μὴ καταλιπὼν ὅλως αὐτόν, κατῆλθεν ἐπὶ τῆς γῆς καὶ ἐσαρκώθη ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου· καὶ ἐνηνθρώπησεν, ἴσος ἡμῖν ἀτρέπτως κατὰ πάντα γενόμενος χωρὶς ἁμαρτίας, ἵνα διὰ πάντων τῶν ἡμετέρων διελθὼν ἀναχωνεύσῃ καὶ ἀνακαινίσῃ τὸν πρῶτον ἐκεῖνον ἄνθρωπον καὶ δι’ ἐκείνου πάντας τοὺς ἐξ αὐτοῦ γεννηθέντας καὶ γεννωμένους, ὁμοίους ὄντας τῷ τεκόντι αὐτούς.

Ἐπειδὴ γὰρ ὁ τεκὼν Ἀδὰμ φθαρτὸς καὶ θνητός, προσθήσω δὲ καὶ κωφὸς καὶ τυφλός, ἀπὸ τῆς παραβάσεως γέγονε, γυμνός τε τῆς ἐνθέου καταστολῆς καὶ ἀναίσθητος ἐχρημάτισεν, οἷος οὗτος ὁ χοϊκός, τοιοῦτοι καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες χοϊκοὶ γεγόνασι, φθαρτοί, θνητοί, κωφοί, τυφλοί, γυμνοὶ καὶ ἀναίσθητοι, μηδὲν τῶν ἀλόγων διαφέροντες ζῴων, ἢ χείρονες μᾶλλον εἰπεῖν καὶ αὐτῶν ἐκείνων ὑπάρξαντες, ὡς τὰ καθ’ ἕκαστον πάθη συμπεριλαβόντες ἐκείνων καὶ ἐν ἑαυτοῖς ταῦτα ἐπισπασάμενοι.

Εἰς τοσαύτην γὰρ ἄγνοιαν Θεοῦ καὶ τῶν θείων αὐτοῦ. ἐντολῶν κατηνέχθησαν οἱ ἐκ τοῦ χοϊκοῦ τούτου χοϊκοὶ γεννηθέντες, ὥστε ἣν ὤφειλον ἀπονεῖμαι Θεῷ τὴν τιμὴν τῇ ὁρωμένῃ ταύτῃ κτίσει ἀπένειμον, καὶ οὐ μόνον οὐρανῷ καὶ γῇ καὶ ἡλίῳ, σελήνῃ τε καὶ ἄστροις καὶ πυρὶ καὶ ὕδατι καὶ λοιποῖς, ἀλλὰ γὰρ καὶ αὐτὰ τὰ αἰσχρὰ θεοποιήσαντες πάθη ἃ μηδὲ ἐννοεῖν, μὴ ὅτι γε πράττειν, αὐτοὺς ὁ Θεὸς ἀπηγόρευσεν, ὡς θεούς—ὢ τῆς ἀναισθησίας—στήσαντες προσεκύνησαν. Τίνα ταῦτα; Πορνείαν, μοιχείαν, ἀνδρομανίαν, ἀλληλοφονίαν, καὶ εἴ τι τούτοις παρόμοιον, ἅτινα οὐχ ὁ Θεός—ἄπαγε τῆς βλασφημίας. —ἀλλ’ ὁ διάβολος καὶ προστάττει καὶ ὑποβάλλει καὶ ἀποδέχεται, δι’ ὧν κατεδουλώσατο καὶ καταδουλοῦται ἅπαν τὸ τῶν ἀνθρώπων γένος καὶ ὑποχειρίους αὐτοῦ καὶ δούλους πεποίηκε καὶ ποιεῖ.

Ὅθεν, κἂν εὑρέθη τις πάλαι ἐκ τῶν ἀπείρων ἐκείνων μυριάδων καὶ χιλιάδων μὴ ὑποκύψας αὐτοῦ τοῖς αἰσχροῖς προστάγμασι καὶ θελήμασι τούτοις, ἀλλ’ ἐπεὶ καὶ αὐτὸς διὰ τὸ κατάγεσθαι ἐκ τοῦ σπέρματος τῶν ἁμαρτησάντων δοῦλος ἦν τοῦ τυράννου θανάτου καὶ τῇ φθορᾷ τούτου παρεδίδοτο καὶ τῷ ᾅδῃ ἀσυμπαθῶς παρεπέμπετο, μηδενὸς ὄντος δηλαδὴ τοῦ δυναμένου σῶσαι καὶ αὐτὸν ἐκλυτρώσασθαι, διὰ δὴ τοῦτο οἰκτειρήσας ὁ ποιήσας ἡμᾶς Θεὸς Λόγος κατῆλθεν, ὡς οἶδε, καὶ ἐγένετο ἄνθρωπος οὐκ ἐκ συνουσίας ἢ ῥεύσεως —ταῦτα γὰρ μετὰ τὴν παράβασιν γέγονεν—, ἀλλ’ ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου. Ἀναλαβὼν γὰρ ἐκ τῶν πανάγνων αὐτῆς αἱμάτων σάρκα ἐψυχωμένην, ἐγένετο ἄνθρωπος, σὰρξ ὅλος αὐτὸς χρηματίσας καὶ γεγονώς, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ δηλονότι, ἀτρέπτως, ἀναλλοιώτως, καθὼς γέγραπται· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Τοῦτο τὸ πᾶσιν ἀκατάληπτον καὶ πᾶσιν ἀκατανόητον θαῦμα, ὅτι ὁ αὐτὸς καὶ ἄτρεπτος ἔμεινε τῇ θεότητι καὶ ἄνθρωπος γέγονε τέλειος.

Καθάπερ γὰρ τὸν Ἀδὰμ ἀπὸ τῆς γῆς ἔπλασεν ὁ Θεὸς καὶ πνεῦμα ζωῆς αὐτῷ ἐχαρίσατο, καὶ ἐγένετο ἄνθρωπος τέλειος εἰς ψυχὴν ζῶσαν ἄνευ συνουσίας καὶ ῥεύσεως, οὕτως ὁ ἐκεῖνον δημιουργήσας ἄνευ συνουσίας καὶ ῥεύσεως ἄνθρωπος γίνεται· καὶ ὥσπερ ἐκεῖ γέγραπται ἐν τῇ παλαιᾷ ὅτι ἔβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσε καὶ λαβὼν μίαν τῶν πλευρῶν αὐτοῦ ἀνῳκοδώμησε καὶ ἐποίησε τὴν γυναῖκα, οὕτω καὶ ἐνταῦθα πεποίηκε. Πῶς καὶ τίνα τρόπον; Πρόσεχε. Ἡ πλευρὰ τοῦ Ἀδάμ ἐστιν ἡ γυνή.

Ἐξ αὐτῆς οὖν τῆς πλευρᾶς τοῦ Ἀδάμ, ἤγουν ἀπὸ τῆς γυναικὸς αὐτῆς, ἔλαβεν ὁ Θεὸς Λόγος σάρκα ἐψυχωμένην καὶ ᾠκοδόμησεν αὐτὴν εἰς ἄνδρα τέλειον, ἵνα γένηται υἱὸς ἐπ’ ἀληθείας τοῦ Ἀδάμ· ἄνθρωπος δὲ χρηματίσας καὶ γεγονὼς ὅμοιος ἡμῖν κατὰ πάντα πλὴν ἁμαρτίας, πάντων εὐθὺς ἀνθρώπων συγγενὴς τὸ κατὰ σάρκα ἐγένετο. Τοῦτο γὰρ καὶ ἕτερός τις τῶν πρὸ ἡμῶν ἔφη οὕτως εἰπών· «Τὴν σάρκα ἐνδυσάμενος, ἐνεδύσατο καὶ τὴν ἀδελφότητα.» Ἀλλ’ αὐτὸς Θεὸς ὢν ὁμοῦ καὶ ἄνθρωπος, καὶ ἡ σὰρξ αὐτοῦ καὶ ἡ ψυχὴ αὐτοῦ ἁγία καὶ ὑπεραγία ἦν καὶ ἔστι· Θεὸς ἅγιος, ὥσπερ ἦν, ὁ αὐτὸς καὶ ἔστι καὶ ἔσται· ἄμωμος καὶ γὰρ ἦν ἡ Παρθένος, ἄσπιλος καὶ ἀμίαντος· τοιαύτη δὲ ἦν καὶ ἡ ἐκ τοῦ Ἀδὰμ ἀφαιρεθεῖσα πλευρά. Οἱ δέ γε λοιποὶ τῶν ἀνθρώπων, εἰ καὶ ἀδελφοὶ καὶ συγγενεῖς αὐτοῦ τὸ κατὰ σάρκα ὑπῆρξαν, ἀλλὰ χοϊκοὶ ὄντες τοιοῦτοι ἔμειναν καὶ οὐχὶ εὐθὺς ἐγένοντο ἅγιοι καὶ υἱοὶ Θεοῦ. Ἀλλὰ προσέχετε ἀκριβῶς τῷ ταῦτα λέγοντι Πνεύματι· ἐγένετο ἄνθρωπος ὁ Θεός, ἁπάντων δὲ ἀνθρώπων συγγενὴς καὶ ἀδελφὸς ἐχρημάτισε.

Μόνος οὖν Υἱὸς Θεοῦ καὶ Θεὸς καὶ ἄνθρωπος ὤν, μόνος ἦν καὶ ἔστιν ἅγιος, ὡς ἔσται εἰς τοὺς αἰῶνας, μόνος δίκαιος, μόνος ἀληθινός, μόνος ἀθάνατος, μόνος φιλάνθρωπος, μόνος ἐλεήμων καὶ εὔσπλαγχνος, μόνος δυνάστης, μόνος φῶς τοῦ κόσμου καὶ φῶς ὢν τὸ ἀπρόσιτον.

Τοιούτου τοίνυν ὄντος αὐτοῦ, ἡμῶν δὲ κειμένων ἐν τῷ θανάτῳ καὶ τῇ φθορᾷ καὶ μηδεμίαν κοινωνίαν ὅλως ἐχόντων μετ’ αὐτοῦ, εἰ μὴ μόνην, ὡς ἔφαμεν, τὴν κατὰ σάρκα συγγένειαν, ἐμεσίτευσεν ἀνὰ μέσον τῶν ἀμφοτέρων, Θεοῦ φημὶ καὶ ἀνθρώπων, ἡ πίστις ἡ εἰς αὐτόν, ἵνα ἐπείπερ πτωχοὶ ὄντες καὶ μηδὲν ὅλως ἔχοντες εἰσενεγκεῖν τῇ σωτηρίᾳ ἡμῶν, ἀντὶ πάντων τὴν εἰς αὐτὸν πίστιν δεξάμενος, ἐλεήσας ἡμᾶς ὁ Θεὸς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν καὶ τὴν ἀπαλλαγὴν τοῦ θανάτου καὶ τῆς φθορᾶς καὶ τὴν ἐλευθερίαν ἡμῖν χαρίσηται· ἃς καὶ μέχρι τοῦ νῦν χαρίζεται τοῖς ὁλοψύχως πιστεύουσιν εἰς αὐτόν, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ λοιπὰ ἃ ἡμῖν ἐπηγγείλατο καὶ διὰ τῶν ἁγίων εὐαγγελίων καθ’ ἑκάστην ἡμῖν ἐπαγγέλλεται. Τίνα δέ εἰσι ταῦτα;

Τοῦ δι’ ὕδατος καὶ Πνεύματος ἀναγεννᾶν καὶ ἀναπλάττειν ἡμᾶς καὶ συναριθμεῖν τοῖς δούλοις αὐτοῦ τοῖς ἁγίοις, τοῦ παρέχειν ἡμῖν τὴν χάριν τοῦ Πνεύματος αὐτοῦ τοῦ ἁγίου καὶ διδόναι ἡμῖν μετασχεῖν δι’ αὐτοῦ τὰ ἀγαθὰ τῆς γῆς ἣν οἱ πραεῖς κληρονομοῦσιν ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει καρδίας, τοῦ ἑνωθῆναι αὐτὸν καὶ συναφθῆναι ἡμῖν καὶ ἓν ἀμφοτέρους γενέσθαι ἐν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ συνδεδεμένους τῷ Πνεύματι.

Τούτων οὖν πάντων ἐν μετοχῇ καὶ ἀπολαύσει γινόμεθα, ὅταν ἀκριβῶς πάντα ὅσα συνεταξάμεθα αὐτῷ τηρῶμεν καὶ ὅσα πάλιν ἀπεταξάμεθα φεύγωμεν, μὴ ἐπιστρέφοντες εἰς τὸ ἴδιον ἐξέραμα κατὰ τοὺς κύνας. Τοιγαροῦν καὶ εἰ μὲν φυλάξομεν πάντα ἃ εἶπε καὶ λέγει ἡμῖν αὐτὸς ὁ Θεός, ὄντως πιστοί ἐσμεν, ἐκ τῶν ἔργων δεικνύοντες τὴν πίστιν ἡμῶν, καὶ γινόμεθα ὡς ἐκεῖνος ἅγιοι καὶ τέλειοι, ὅλοι ὅλως ἐπουράνιοι, ἐπουρανίου Θεοῦ τέκνα, ὅμοιοι αὐτῷ κατὰ πάντα θέσει καὶ χάριτι, ἐπειδὴ καὶ αὐτὸς ὡς ἡμεῖς ὅμοιος ἡμῖν ἐχρημάτισε πλὴν ἁμαρτίας· εἰ δὲ τῶν ἁγίων καὶ ζωοποιῶν αὐτοῦ ἐντολῶν καταφρονήσαντες, ἀποστῶμεν διὰ ἀμελείας καὶ ἐναντίον τι τῶν αὐτοῦ προσταγμάτων ἐνεργήσομεν, πεπραχότες ἃ μὴ ποιῆσαι ἡμῖν ἐνετείλατο, εὐθὺς πάντων ἐκείνων τῶν ἐκ Θεοῦ διὰ τοῦ βαπτίσματος δοθέντων ἡμῖν ἀγαθῶν ἐκπίπτομεν. Καὶ ὥσπερ ὁ Ἀδὰμ μετὰ τὴν παράβασιν τοῦ παραδείσου καὶ τῆς τρυφῆς καὶ τῆς μετ’ ἀγγέλων διαγωγῆς ἐκβάλλεται καὶ γυμνοῦται καὶ ἀπὸ ὄψεως γίνεται τοῦ Θεοῦ, οὕτω δὴ καὶ ἡμεῖς τῆς Ἐκκλησίας τῶν ἁγίων δούλων αὐτοῦ χωριζόμεθα ἁμαρτάνοντες καὶ τῆς θείας καταστολῆς ἣν ἐνεδυσάμεθα οἱ βαπτιζόμενοι, αὐτὸν δηλαδὴ τὸν Χριστόν, ὡς πιστεύομεν, τοῦτον διὰ τῆς ἁμαρτίας ἀποδυόμεθα· οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτῆς τῆς αἰωνίου ζωῆς καὶ αὐτοῦ τοῦ ἀδύτου φωτός, τῶν αἰωνίων ἀγαθῶν, τοῦ ἁγιασμοῦ καὶ τῆς υἱοθεσίας στερούμεθα.

Καὶ οὕτως γινόμεθα πάλιν χοϊκοί, ὡς ὁ πρῶτος ἐκεῖνος καὶ χοϊκός, ἀντὶ ἐπουρανίων καὶ αὐτοῦ τοῦ δευτέρου ἀνθρώπου καὶ κυρίου Ἰησοῦ Χριστοῦ κατὰ πάντα ὁμοίων· καὶ γινόμεθα ἔτι πρὸς τούτοις ὑπόδικοι τῷ θανάτῳ καὶ τῷ σκότει, καὶ τῷ πυρὶ τῷ ἀσβέστῳ παραπεμπόμεθα, ἐν μεγάλῳ κλαυθμῷ καὶ τῷ βρυγμῷ τῶν ὀδόντων βασανιζόμενοι. Οὐ γὰρ ἀπὸ αἰσθητοῦ παραδείσου, ὡς ὁ Ἀδὰμ τότε, καὶ νῦν ἡμεῖς ἐκβαλλόμεθα, οὐδὲ τὴν γῆν ἐργάζεσθαι καθὰ κἀκεῖνος κατακρινόμεθα, ἀλλ’ ἐκ τῆς τῶν οὐρανῶν βασιλείας καὶ τῶν ἀγαθῶν ἐκείνων περὶ ὧν γέγραπται· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» ἡμᾶς ἐκβάλλομεν ἑαυτοὺς καὶ τῆς γεέννης ὑπευθύνους ποιοῦμεν· καὶ εἰ μὴ διὰ τῆς μετανοίας ἡ ἀνάκλησις ἡμῖν ἀπεδίδοτο, οὐδεὶς ἂν ἐσώθη ποτέ.

Διὰ δὴ τοῦτο, φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ οἰκτίρμων καὶ θέλων τὴν σωτηρίαν ἡμῶν, τέθεικε σοφῶς ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον ἐκείνου τὴν ἐξομολόγησιν καὶ τὴν μετάνοιαν, καὶ ἐξουσίαν δέδωκε παντὶ τῷ βουλομένῳ τοῦ πτώματος ἀνακαλέσασθαι ἑαυτὸν καὶ διὰ ταύτης εἰς τὴν προτέραν εἰσελθεῖν οἰκειότητά τε καὶ δόξαν καὶ παρρησίαν τὴν πρὸς τὸν Θεόν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῶν εἰρημένων ἐκείνων ἁπάντων ἀγαθῶν, εἰ βουληθείη θερμὴν τὴν μετάνοιαν ἐπιδείξασθαι, ἢ καὶ μειζόνων κληρονόμον καὶ αὖθις γενέσθαι αὐτόν. Κατὰ γὰρ τὴν ἀναλογίαν τῆς μετανοίας ἀναλογοῦσαν εὑρίσκει τὴν πρὸς Θεὸν παρρησίαν καὶ οἰκειότητα πᾶς ἄνθρωπος, καὶ ταύτην γνωστῶς καὶ ἐναργῶς καὶ ὡς εἴ τις φίλος πρὸς φίλον, καὶ προσομιλεῖ αὐτῷ προσώπῳ πρὸς πρόσωπον καὶ ὁρᾷ αὐτὸν νοεροῖς ὀφθαλμοῖς καθαρῶς.

Οἱ οὖν μετὰ τὸ βάπτισμα τὴν τοιαύτην οἰκειότητα καὶ παρρησίαν καὶ τὴν τῶν εἰρημένων ἀγαθῶν μετοχὴν μὴ ἐν πάσῃ ἔχοντες πληροφορίᾳ, μηδὲ ὅτι Χριστὸν ἐνδεδυμένοι εἰσὶ γινώσκοντες, μηδὲ καθορῶσιν ἐν τῇ τοῦ Πνεύματος φωτὶ τὸ τῆς θεότητος αὐτοῦ φῶς, ἐγκυψάτωσαν εἰς τὸ συνειδὸς ἑαυτῶν· καὶ τοῦτο ἀκριβῶς ἐξερευνήσαντες, εὑρήσουσιν ἑαυτοὺς τὰς ἐπὶ τοῦ βαπτίσματος συνθήκας ἐκ παντὸς ἀθετήσαντας ἢ μερικῶς ἢ καὶ καθόλου, εἰ δ’ οὖν, ἀλλὰ τὸ δοθὲν αὐτοῖς τοῦ ἁγιασμοῦ καὶ τῆς υἱοθεσίας τάλαντον κατορύξαντας καὶ μὴ ὑπεξεργασαμένους αὐτὸ καὶ διὰ τοῦτο τῆς τοῦ Δεσπότου θέας ἀπεστερημένους, ἐπεὶ ἀψευδής ἐστιν ἐκεῖνος καὶ ἀμεταμέλητος ἐν τοῖς χαρίσμασιν αὐτοῦ· ἔφη γάρ· «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» Ἠκούσατε τί ὁ Δεσπότης φησί· «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» Εἰ οὖν ἀλήθειά ἐστιν ὁ Χριστός, καθὼς αὐτὸς περὶ ἑαυτοῦ εἴρηκεν· «Ἐγώ εἰμι, λέγων, ἡ ἀλήθεια», ἡ ἀλήθεια δὲ οὐ δύναται ψεύσασθαι (ἀδύνατον γάρ, φησὶν ὁ Ἀπόστολος, Θεὸν ψεύσασθαι), μηδεὶς τῶν μὴ βλεπόντων τὸν Κύριον λεγέτω ὅτι ἀδύνατον τοῦτό ἐστιν· οὐκ ἀδύνατον γάρ, ἀλλὰ καὶ λίαν ἐστὶ δυνατόν.

Εἰ γὰρ ἐκεῖνος λέγει· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου», οἱ μὴ ὁρῶντες αὐτὸν τυφλοί εἰσιν ἄντικρυς, τυφλοὶ δὲ πάντως ἔμειναν ὄντες, ἐπειδὴ μὴ ἠγάπησαν αὐτὸν καὶ τὰς αὐτοῦ ἐτήρησαν ἐντολάς. Εἰ γὰρ ἠγάπησαν αὐτὸν καὶ τὰς αὐτοῦ ἐτήρησαν ἐντολάς, ἐν ἐπιθυμίᾳ ἐγένοντο ἂν τοῦ ἰδεῖν αὐτὸν καὶ τοῦτο ἐξ ὅλης αὐτῶν ἐζήτησαν τῆς ψυχῆς καὶ αὐτὸς ἑαυτὸν αὐτοῖς ἐνεφάνισεν ἄν, ὁ ἀψευδής, ὁ φύσει ἀληθὴς καὶ ἡ ἀλήθεια, καὶ διὰ τοῦτο παραγενόμενος εἰς τὸν κόσμον ἵνα πάντας τοὺς ἐν τῷ κόσμῳ, ἤγουν τοὺς ἐν τῷ σκότει καθημένους, φωτίσῃ οὐκ ἀλλοτρίῳ τινὶ φωτί, ἀλλὰ φωτὶ τῆς οἰκείας αὐτοῦ δόξης τε καὶ θεότητος. Μηδεὶς οὖν τῶν μὴ βλεπόντων πιστῶν νοερῶς τὸν Κύριον, μηδὲ τῷ φωτὶ αὐτοῦ τρανῶς καὶ γνωστῶς ἐλλαμπόμενος, μηδὲ ἐν τῇ θεωρίᾳ τῆς δόξης αὐτοῦ διὰ παντὸς μένων καὶ μένοντα βλέπων ἐν ἑαυτῷ τὸν Θεόν, λεγέτω τοῦτο ἀδύνατον· μηδὲ γὰρ ὡς ἄπιστος καὶ αὐτὸς φθεγγέσθω ταῦτα λαλῶν, ἀλλ’ ἕκαστος ὑμῶν, ἀγαπητοί, τὸ ἑαυτοῦ συνειδός, ὡς εἴπομεν, ἐρευνήσας, αἴτιον ἑαυτὸν εὑρήσει τῆς στερήσεως τοῦ Δεσπότου καὶ τῆς θέας τῆς δόξης αὐτοῦ.

Μετανοησάτω οὖν ἕκαστος ὑμῶν καὶ θρηνησάτω ἑαυτόν, ὁπότε οὕτως ἔχοντα ἴδοι, ὅτι τοσούτων καὶ τηλικούτων ἀγαθῶν ἑαυτὸν ἀπεστέρησεν, ἐκπεσὼν τῆς δόξης καὶ τῆς θεωρίας τοῦ βασιλέως τῶν οὐρανῶν, καὶ σπουδασάτω διὰ μετανοίας καὶ ἐξομολογήσεως τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.