Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἠθικαὶ ὁμιλίαι

Συμεὼν ὁ Νέος Θεολόγος

Λόγος ΙΕ': Η αρετή της ησυχίας

Τα βιβλικά πρότυπα του αληθινού ησυχαστή, η εσωτερική εργασία των εντολών έναντι του απλού σωματικού εγκλεισμού και η τελειοποίηση εν Αγίω Πνεύματι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 15 από 15

ΛΟΓΟΣ ΙΕʹ Περὶ ἡσυχίας· καὶ ὁποίας ἐργασίας ὀφείλει ἔχεσθαι ὁ ἐν ταύτῃ ἀνδρείως προσκαρτερῶν. Περὶ τῆς τελεωτέρας τῶν ἀρετῶν ὀλίγα τινὰ προθυμούμενος εἰπεῖν, δέομαι ὑμῶν, ἀνοίξατέ μοι τὰ ὦτα, οἱ τοῦ μέτρου ταύτης ἐρῶντες καὶ εἰς τὸ ὕψος αὐτῆς διὰ τῆς προκοπῆς καὶ τῆς τῶν λοιπῶν ἀρετῶν καθ’ ὁδὸν ἀναβάσεως ἀνελθεῖν προετοιμαζόμενοι, τὸν νοῦν δηλαδὴ ἐφιστῶντες τῇ προσοχῇ τῶν λεγομένων, ἵνα, τὸ ἔργον αὐτῆς διδαχθέντες ὑπὸ τοῦ λόγου, σπεύσητε, τῆς ἀξίας ἐφιεμένοι αὐτῆς καὶ τοῦ πλούτου, ἀξίους ἑαυτοὺς παραστῆσαι εἰς τὴν ὑποδοχὴν καὶ τὴν ἐργασίαν αὐτῆς. Ἄρξομαι δὲ ἐντεῦθεν καὶ τοῦ λόγου τὴν ἀρχὴν τοιαύτην τῷ ταύτης ἐραστῇ ἐν ἐπιτόμῳ ποιήσομαι.

Γενέσθω τοιγαροῦν ὁ ἡσυχάζων καὶ ἐν κελλίῳ μόνος καθήμενος ὡς ἡ πρωτόμαρτυς Θέκλα· αὕτη γὰρ ἐπὶ τῆς θυρίδος καθημένη καὶ τῇ διδασκαλίᾳ τοῦ Παύλου προσέχουσα, τῶν κοσμικῶν δηλονότι ἐκστᾶσα πραγμάτων καὶ τῶν σωματικῶν ἀναγκῶν (οὐ γὰρ ἀφίστατο, φησίν, ἀλλὰ δίκην ἀράχνης προσκολληθεῖσα τῇ θυρίδι οὔτε πρὸς τὸ φαγεῖν οὔτε πρὸς τὸ πιεῖν ἐξανίστατο, ἀλλ’ ἦν ἐπακροωμένη τοῦ Παύλου), ὑποχωρήσαντα αὐτὸν κατεδίωκεν, μόνη φυγῇ χρησαμένη καὶ γονεῖς καὶ μνηστῆρα καὶ ἅπαντα λιποῦσα, ἐκεῖνον μόνον ἐζήτει καὶ ποθοῦσα κατέτρεχε, μὴ ἀνεχομένη ἑτέρου τινὸς ἐπιμνησθῆναι καθόλου πλὴν Παύλου. Τοσοῦτον γὰρ αὐτῆς ὁ τοῦ Παύλου πόθος ἐκράτησεν, ὥστε, κυλινδουμένη ἐπὶ τοῦ τόπου οὗ ὁ Παῦλος διδάσκων ἐκάθητο, κατεφίλει τὸ ἔδαφος ἐν ᾧ ἵσταντο οἱ πόδες αὐτοῦ. Μηδέν σοι τούτων παρέργως εἰρῆσθαι δόξῃ· ἀλλ’ εἰ μὴ εὗρες, ζήτησον καὶ εὑρήσεις.

Γενέσθω, εἰ βούληται, καὶ ὡς πόρνη, τοὺς πόδας τοῦ Κυρίου νοερῶς κρατῶν καὶ φιλῶν καὶ βρέχων τοῖς δάκρυσι, πρὸς μηδένα ἄλλον ἀποβλέπων εἰ μὴ πρὸς τὸν τὰς ἁμαρτίας αὐτοῦ ἀφιέναι δυνάμενον. Γενέσθω καὶ ὡς ἡ παιδίσκη, ἧς οἱ ὀφθαλμοὶ εἰς χεῖρας τῆς κυρίας αὐτῆς, ἀσκαρδαμυκτὶ καὶ αὐτὸς ἀτενίζων εἰς χεῖρας τοῦ Κυρίου καὶ Θεοῦ αὐτοῦ.

Γενέσθω καὶ ὡς νύμφη, τῷ νυμφίῳ Χριστῷ τῇ ἑνώσει συγκοιταζόμενος καὶ συνανιστάμενος τῇ αἰωνίῳ ζωῇ, μᾶλλον δὲ ἀεὶ ἐν αὐτῷ μένων καὶ αὐτὸν μένοντα ἐν αὐτῷ περιφέρων. Γενέσθω, εἰ δύναται, καὶ ὡς εἷς τῶν παρισταμένων ἀρχόντων τῷ ἐπιγείῳ βασιλεῖ ἔνδον ἐν τῷ κοιτῶνι αὐτοῦ, φιλικῶς αὐτῷ καὶ μυστικῶς προσομιλῶν, προσώπῳ πρὸς πρόσωπον συλλαλῶν τῷ Δεσπότῃ αὐτοῦ.

Γενέσθω ὁ ἡσυχάζων ὡς οἱ ἐπὶ τοῦ ὄρους Θαβὼρ συνανελθόντες τῷ Ἰησοῦ καὶ τὴν ἀστράψασαν αἴγλην καὶ τὴν ἐναλλαγὴν τῶν ἱματίων αὐτοῦ καὶ τὸ φῶς τοῦ προσώπου αὐτοῦ θεασάμενοι, οἳ τὴν νεφέλην ἰδόντες τὴν φωτεινὴν καὶ τὴν φωνὴν ἀκηκοότες τὴν πατρικὴν λέγουσαν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός», ἐκπλαγέντες πρηνεῖς ἐπὶ πρόσωπον ἔπεσον, ἵνα καὶ αὐτὸς εἰπεῖν δυνηθῇ ὡς ὁ Πέτρος· «Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Ποιήσωμεν τρεῖς σκηνάς, σοὶ καὶ τῷ Πατρί σου καὶ τῷ ἁγίῳ σου Πνεύματι, τῇ μιᾷ βασιλείᾳ, εἰς κατοικίαν αἰώνιον ψυχὴν καὶ σῶμα καὶ νοῦν, καινοποιοῦντες ταῦτα τῇ καθάρσει καὶ τῇ τῶν ἀρετῶν ποικιλίᾳ ἐποικοδομοῦντες εἰς ὕψος.» Ἤ, ὡς οἱ ἐν Ἱερουσαλὴμ ἐν τῷ ὑπερώῳ τότε καθήμενοι, καὶ αὐτὸς τὴν ἐξ ὕψους δύναμιν ἐκδεχόμενος, ἢ καὶ ἐπελθόντα τὸν Παράκλητον ὡς ἐκεῖνοι δεξάμενος καὶ ὡς μεμεστωμένος γλεύκους τοῖς σαρκικοῖς νομιζόμενος καὶ ὡς κομπάζων καὶ ὑπὲρ τὴν ἑαυτοῦ φύσιν κατεπαιρόμενος αὐτοῖς λογιζόμενος, διὰ τὸ καινὰ ἐκφέρειν καὶ διερμηνεύειν διδάγματα παλαιὰ καὶ λαλεῖν γλώσσαις καὶ ἀνατρέπειν τοὺς λόγους τῶν ἀντιδιατιθεμένων τῇ διδασκαλίᾳ τοῦ Πνεύματος.

Γενέσθω καὶ ὡς Μωϋσῆς ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, μόνος ἄνω γενόμενος καὶ εἴσω τῆς νεφέλης καὶ αὐτὸς εἰσερχόμενος καὶ ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἄλλων ἀποκρυπτόμενος· ὅς, εἰ τοιοῦτος γένηται, οὐ τὰ ὀπίσθια μόνον ἴδῃ, ἀλλὰ τῷ προσώπῳ γνωστῶς ἐμφανισθήσεται τοῦ Θεοῦ καί, αὐτὸν τὸν Θεὸν μόνον ὁρῶν καὶ παρ’ ἐκείνου ὁρώμενος καὶ τῆς ἐκείνου ἀκούων φωνῆς, μυσταγωγηθήσεται πρῶτον τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν καὶ εἶθ’ οὕτως ἄλλοις νομοθετήσει· φωτισθήσεται, καὶ ἄλλους τῷ φωτὶ φωτίσει τῆς γνώσεως· ἐλεηθήσεται, ἔπειτα ἐλεήσει. Οὗτος αἰτεῖ καὶ λαμβάνει καὶ λαβὼν μεταδίδωσι τοῖς αἰτοῦσιν αὐτόν· λύεται τοῦ δεσμοῦ τῶν κακῶν καὶ λύει ἄλλους εἶθ’ οὕτως αὐτός.

Γενέσθω ὁ καλῶς ἡσυχάζων ὡς οἱ ἔνδον, κεκλεισμένων τῶν θυρῶν διὰ τὸν φόβον τῶν Ἰουδαίων, καθήμενοι· καὶ τὸν Ἰησοῦν εἰσελθόντα, μᾶλλον δὲ ὡς πανταχοῦ ὄντα καὶ συνυπάρχοντα ἔνδον αὐτῷ, θεασάμενος, τὴν εἰρήνην διδοῦντα αἰτησάμενος λαβέτω, ἀλλὰ καὶ Πνεῦμα ἅγιον ἐμφυσῶντα ὑποδεχέσθω μετὰ φόβου καὶ τρόμου. Βλεπέτω δὲ ἀκριβῶς καὶ ψηλαφησάτω καλῶς ταῖς νοεραῖς χερσὶ τοῦ νοὸς καὶ ταῖς αἰσθήσεσι τῆς ψυχῆς εἰ αὐτὸς ἐκεῖνός ἐστιν ὁ ἐπὶ πάντων Θεός. Οὐ γὰρ ἀγανακτήσει παρ’ αὐτοῦ πολυπραγμονούμενος, ἀλλά, ἀποδεξάμενος αὐτοῦ τὴν ἐπαινουμένην δειλίαν, τοιαῦτά τινα εἴπῃ πρὸς αὐτόν· «Τί τεταραγμένος εἶ καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ σου;

Εἰρήνη σοι· ἐγώ εἰμι, μὴ φοβοῦ. Ἰδέ μου τὴν τῆς θεότητος δόξαν· ψηλάφησον καὶ γνῶθι ὅτι αὐτὸς ἐγώ εἰμι· γεῦσαι καὶ ἰδὲ ὅτι ὁ σκότος ὢν καὶ εἰς ἄγγελον φωτὸς ἐν φαντασίᾳ καὶ οὐκ ἀληθείᾳ μετασχηματιζόμενος χρηστότητα καὶ γλυκύτητα καὶ χαρὰν καὶ ἐλευθερίαν καὶ γαληνιαίαν κατάστασιν καὶ αἴσθησιν νοερὰν καὶ φωτισμὸν ψυχῆς οὔτε ἔχει, οὔτε μὴν ἐμποιήσει σοι, καθὼς ἐμὲ θεωρεῖς τὰ ἀμφότερα ὄντα καὶ ἐν σοὶ αὐτὰ ἐργαζόμενον.» Ταῦτα τοιγαροῦν πάντα ὁ ἡσυχάζων οὐκ ἐν λόγοις μόνον λεγόμενα ὀφείλει νοεῖν, ἀλλὰ καὶ ἔργῳ καθ’ ἓν τούτων καθ’ ἑκάστην πραττόμενον ἐπ’ αὐτῷ ὀφείλει ὁρᾶν. Εἰ δὲ μὴ οὕτως ἐν τῇ κέλλῃ αὐτοῦ διάγων κάθηται, τί τὸ ὄφελος ἐμπερικλείειν τὸ ἑαυτοῦ σῶμα τοῖς τοίχοις; Ὁ νοῦς ἄϋλός ἐστι καὶ ἀσώματος· οὐ τοίχοις, ἀλλὰ θείῳ κρατούμενος Πνεύματι, ἵσταται βεβηκὼς εἰς τὸ κατὰ φύσιν καὶ προσομιλῶν Θεῷ. Ὁ τοίνυν μόνος ἐν κελλίῳ καθήμενος, τί ἄρα ὀφείλει ποιεῖν ἕτερον, εἰ μὴ ἀκριβῶς οἶδεν ἃ εἴπομεν καὶ ταῦτα ἔχει ἐργασίαν πνευματικήν τε καὶ διηνεκῆ; Ὁ γὰρ τῶν ἐντολῶν ἀποστὰς καὶ ἀπὸ τῶν ἔργων σχολάσας σωματικῶς, εἰ μὴ ἐργάζεσθαι οἶδε πνευματικῶς, πάντως ἐξ ἀμφοτέρων ἀργεῖ.

Εἰ γοῦν ἡ ἀργία κακόν, ἁμαρτάνει ὄντως ὁ ταύτῃ στοιχῶν, ἐπειδὴ ὁ ἐπιστήμων ἐν ἐργασίᾳ πνευματικῇ οὐκ ἐμποδίζεται παρὰ τοῦτο εἰς τὰς διὰ τοῦ σώματος ἐπιτελουμένας πράξεις τῶν ἐντολῶν τοῦ Θεοῦ, ἀλλὰ καὶ λίαν συνεργεῖται μᾶλλον πρὸς ταύτας καὶ εὐκολώτερον αὐτὰς ἐργάζεται, ὁ δὲ διὰ μόνων τῶν γινομένων ἐκτὸς τὴν τέχνην ἐπιδεικνύμενος, ἤγουν τὴν ἄσκησιν μετερχόμενος, ἐὰν ἐκ τούτων σχολάσῃ, οὐκέτι καὶ ἐν τοῖς πνευματικοῖς ἐργάζεσθαι δύναται. Πῶς;

Ὅτι τὰ μὲν ἐργαλεῖα καὶ τὴν ὕλην ἐν χερσὶ περιφέρει, ὡς δὲ τῆς τέχνης ἄπειρος εἰς ἔργον αὐτὴν κατασκευάσαι καὶ τελειῶσαι οὐ δύναται, ἀλλὰ ἀσθενὴς καὶ ἄκαρπος ἡ ἐργασία αὐτοῦ ἀποδείκνυται. Ἵνα δὲ μάθῃς τῶν λεγομένων τὴν δύναμιν, ἐξ ἑτέρων ὑποδειγμάτων σαφεστέραν σοι ταύτην ποιήσομαι.

Πόσοι, εἰ δύνασαι εἰπεῖν, ὡς ἡ πόρνη κλαῦσαι προεθυμήθησαν, οὐκ ἔλαβον δὲ τὴν ἄφεσιν ὡς ἐκείνη; Πόσοι εἰς τὸ Θαβώριον ὄρος ἀνέβησαν καὶ ἀνέρχονται μέχρι τοῦ νῦν, τὸν δὲ ἐκεῖσε μεταμορφωθέντα Κύριον οὐδαμῶς ἐθεάσαντο, οὐ διὰ τὸ μὴ παρεῖναι πάντως ἐκεῖσε Ἰησοῦν τὸν Χριστόν, πάρεστι γάρ, ἀλλὰ διὰ τὸ μὴ ἀξίους εἶναι τῆς θεότητος αὐτοῦ θεατάς; Πόσοι τῶν Ἰουδαίων εἰσῆλθον ἐν τῷ οἰκήματι ἔνθα ἐκάθηντο οἱ ἀπόστολοι, καὶ οὐδεὶς αὐτῶν ἔλαβε τὸν Παράκλητον; Πόσοι τὰς Γραφὰς ἑρμηνεύουσι καὶ τὸν ἐν ταῖς Γραφαῖς λαλοῦντα ὅλως ἠγνόησαν; Πόσοι ἐν σπηλαίοις καὶ ὄρεσιν ἐναπέψυξαν καὶ τοῦ κόσμου ὑπεράξιοι οὐ γεγόνασιν, ὥστε αὐτῶν μὴ εἶναι τὸν κόσμον ἄξιον, ἀλλὰ μετὰ τοῦ κόσμου—ὢ τῶν κριμάτων σου, Κύριε—καὶ οὗτοι συνηριθμήθησαν;

Πόσοι ἡσύχασαν καὶ νῦν ἡσυχάζουσι, καὶ οὐδὲ αὐτοῦ τοῦ ὀνόματος τὴν σημασίαν ἐπίστανται, μή τί γε εἰπεῖν τὸ ἐν τῇ ἡσυχίᾳ μυστήριον; Οὐ γὰρ ἀπὸ τῆς ἔξωθεν ἡσυχίας ἡ τοῦ Θεοῦ γνῶσις δίδοται, ὥς τινες κακῶς τὸ «Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεὸς» ἐπιλαμβάνουσιν, ἀλλ’ ἐκ τῆς τοῦ Θεοῦ γνώσεως μᾶλλον ἡ ἡσυχία τῷ νομίμως καὶ καλῶς ἀγωνιζομένῳ ἐγγίνεται. Εἰ γὰρ σχολήν, τῶν ἔργων τὴν ἀποχήν, καὶ ἡσυχίαν τὴν ἀργίαν καλέσομεν καὶ ἀντὶ τῆς ἐργασίας τῶν ἐντολῶν ταῦτα προκρίνωμεν, πῶς τὸν τοῦ Χριστοῦ νόμον καὶ τὴν τῶν ἀποστόλων διάταξιν ἐκπληρώσομεν, τοῦ μὲν λέγοντος· «Ἃ θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς», καὶ πάλιν· «Εἰ οὖν ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας, ὀφείλετε καὶ ὑμεῖς ἀλλήλων νίπτειν τοὺς πόδας», καὶ πάλιν· «Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω πάντων ἔσχατος καὶ πάντων δοῦλος καὶ πάντων διάκονος», τοῦ δέ· «Ὁ ἀργὸς μηδὲ ἐσθιέτω», καὶ ἀλλαχοῦ· «Πάντα ὑμῖν ὑπέδειξα καὶ ὅπως δεῖ ἐργαζομένους ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων», καὶ «Αἱ χεῖρες αὗται διηκόνησαν ἐμοὶ καὶ τοῖς σὺν ἐμοί.»

Πάντες γὰρ οἱ ἀπόστολοι καὶ οἱ ἐξ αὐτῶν θεοφόροι πατέρες οὐδαμοῦ τῆς διὰ τῶν ἔργων εὐαρεστήσεως τὴν ἡσυχίαν προέκριναν, ἀλλὰ διὰ τῆς τῶν ἐντολῶν ἐκπληρώσεως τὴν πίστιν ἐπιδειξάμενοι τῆς τοῦ Θεοῦ ἀγάπης ἐν γνώσει κατηξιώθησαν καί, ὡς νομίμως ἀγωνισάμενοι καὶ ἔπαθλον τῆς νίκης τὴν ἐν ἀγάπῃ γνῶσιν Θεοῦ λαβόντες καὶ εἶναι σὺν αὐτῷ ἐπιποθοῦντες, ἔξω τοῦ σταδίου καὶ τῶν ἐν πολέμοις ταραχῶν ἐγένοντο· καὶ ἔτι οἱ νομίμως ἀγωνιζόμενοι ἔξω τούτων γίνονται, ἀμερίμνως καὶ ἀνεπιμίκτως τῶν κάτω καὶ λυπηρῶν τὰς ἐπικαρπίας τῶν πόνων ἐπαπολαύοντες.

Ἐπὰν δὲ τοῦ τοιούτου καλοῦ ἀκορέστως κατατρυφήσωσι καὶ βεβαιωθῶσιν ὡς «οὐκ ἄξια, κατὰ τὸν θεῖον Ἀπόστολον, τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν» καὶ ὅτι «ἕκαστος λήψεται τὸν μισθὸν κατὰ τὸν ἴδιον κόπον», οὐκ ἐν τοῖς προλαβοῦσιν ἄθλοις ἀρκοῦνται, ἀλλὰ πάλιν ἀπὸ τῆς ἀνέσεως καὶ τῆς τοιαύτης τρυφῆς ἐπὶ τοὺς ἀγῶνας χωροῦσι, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Θεολόγου, ἀπὸ τῆς ἡσυχίας ἐπὶ τὸν λόγον, οὐχ ἑαυτοῖς, εἰ καὶ ἑαυτοῖς, ἀλλ’ ὃν ποθοῦσι καὶ ᾧ ἀντιποθοῦνται Θεῷ φιλοτιμούμενοι. Οὐκέτι δὲ τύπτοντες καὶ τυπτόμενοι, οὐδὲ ἐν τῷ προτέρῳ τρόπῳ τοῖς ἐχθροῖς συμπλέκονται, ἀλλὰ φοβεροὶ αὐτοῖς καὶ μόνῃ τῇ ἰδέᾳ εἰσίν· μόνον γὰρ ἀναφανέντων, εἰς φυγὴν μὲν τρέπονται οἱ τούτων ἐχθροί, οἱ δέ γε παρ’ ἐκείνων τρωθέντες εὐθὺς θεραπεύονται, δεσμοῦνται καὶ ἐπαλείφονται παρ’ αὐτῶν καὶ διδάσκονται πῶς δεῖ προσέρχεσθαι τοῖς τοιούτοις, ἐν ποίοις τε ὅπλοις καὶ μηχανήμασι ποταποῖς.

Ταῦτα εἰ μὴ καθ’ ἓν ὁ ἡσυχάζων καὶ ὁ προεστὼς ἄλλων καὶ ὁ διδάσκων ἑτέρους ἐπίσταται, οὔτε ἡσυχάζων ἐστὶν ὁ δοκῶν ἡσυχάζειν, ἀλλ’ ἐν ἀγνοίᾳ κάθηται, μόνον περικεκλεισμένος τὸ σῶμα· οὔτε προεστώς ἐστιν ὁ δοκῶν προεστάναι, ἀλλ’ ἐν ὁδῷ ᾗ οὐκ ἐπίσταται, μᾶλλον δὲ ἔξω τῆς ὁδοῦ, πορευόμενος, τοὺς ἀκολουθοῦντας αὐτῷ σὺν αὐτῷ εἰς αἰωνίου πυρὸς κρημνὸν ἀπορρίψει· οὔτε διδάσκαλος ἄλλων ἐστὶν ὁ διδάσκειν δοκῶν, ἀλλὰ ψεύστης καὶ πλάνος, ὅτι τὴν ἀληθινὴν σοφίαν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐκ ἔχει ἐν ἑαυτῷ. Τί δὲ χρὴ καὶ λέγειν περὶ τοῦ δεσμεῖν καὶ λύειν τοὺς οὕτως ἔχοντας, ὅπου γε καὶ οἱ τὸν Παράκλητον ἔχοντες ἐν ἑαυτοῖς ἀφιέντα τὰ ἁμαρτήματα φρίττουσι μή τι τῶν παρὰ γνώμην τοῦ ἐν αὐτοῖς ὄντος καὶ δι’ αὐτῶν λαλοῦντος ἐργάσωνται; Ἀλλὰ τίς οὕτω μανεὶς καὶ ἐπὶ τοσοῦτον θράσους ἀρθεὶς πρὸ τοῦ τὸν Παράκλητον δέξασθαι εἴπῃ καὶ ποιήσει ἔργα τοῦ Πνεύματος καὶ ἄνευ γνώμης Θεοῦ τὰ τοῦ Θεοῦ διαπράξεται; Οὐαὶ τοῖς ταῦτα τολμῶσιν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἐν ᾗ ὁ ἀδέκαστος καὶ ἀπαραλόγιστος κριτὴς Κύριος κάθηται ἐπὶ θρόνου καὶ βήματος φοβεροῦ, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα καὶ τὰς ἐνθυμήσεις καὶ τοὺς λόγους αὐτοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.