Ἐπειδήπερ μέλη Χριστοῦ τοῦ ἐπὶ πάντων Θεοῦ ὄντως οἱ ἅγιοι χρηματίζουσι πάντες καί, ὡς εἴρηται, ἐν αὐτῷ εἶναι κεκολλημένοι καὶ συνημμένοι ὀφείλουσι τῷ σώματι αὐτοῦ, ἵνα ἐκεῖνος μὲν ᾖ ἐν αὐτοῖς κεφαλή, οἱ ἀπ’ αἰῶνος δὲ καὶ μέχρις ἐσχάτης ἡμέρας ἅγιοι ὦσι μέλη αὐτοῦ, ὅπως γένωνται οἱ πολλοὶ ἓν σῶμα Χριστοῦ, οἷα δὴ ἄνθρωπος εἷς, οἱ μὲν τὴν εἰς χειρῶν τάξιν ἀποπληροῦσιν ἐργαζόμενοι ἕως ἄρτι καὶ ποιοῦντες αὐτοῦ τὸ πανάγιον θέλημα, ἀξίους ἐξ ἀναξίων ἀναπλάττοντες καὶ αὐτῷ ἀνασῴζοντες· οἱ δέ, τῶν ὤμων, ἀλλήλων τὰ βάρη βαστάζοντες ἢ καὶ τὸ ἀπολωλὸς αὐτὸ ἄρτι αὐτοῖς εὑρεθέν, τὸ πάλαι εἰς ὄρη καὶ βουνοὺς καὶ τόπους οὓς οὐκ ἐπισκοπεῖ Κύριος περιπλανώμενον, καὶ πληροῦντες τὸν νόμον αὐτοῦ· οἱ δέ, τοῦ στήθους, πηγάζοντες τοῖς διψῶσι καὶ πεινῶσι τὴν δικαιοσύνην τοῦ Θεοῦ, τὸ διειδέστατον νᾶμα τοῦ λόγου τῆς ἀπορρήτου σοφίας καὶ γνώσεως, καὶ χορηγοῦντες αὐτοῖς τὸν ἄρτον, ὃν ἐσθίουσιν αἱ ἄνω δυνάμεις τῶν οὐρανῶν, ὡς ἐπιστήθιοι καὶ φιλούμενοι ὑπ’ αὐτοῦ· οἱ δέ, κοιλίας, πάντας ἐγκολπούμενοι διὰ τῆς ἀγάπης καὶ ἐν τοῖς ἐγκάτοις Πνεῦμα σωτηρίας ἐγκυμονοῦντες καὶ χωρητικὴν ἔχοντες διάθεσιν τῶν ἀπορρήτων καὶ κεκρυμμένων μυστηρίων αὐτοῦ· ἄλλοι, μηρῶν, τὸ γόνιμον ἐν ἑαυτοῖς φέροντες τῶν θεοπρεπῶν νοημάτων τῆς μυστικῆς θεολογίας καὶ γεννῶντες Πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς, ἤγουν τὸν καρπὸν τοῦ Πνεύματος καὶ τὸν σπόρον ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις διὰ τοῦ λόγου τῆς διδασκαλίας αὐτῶν· οἱ δέ, σκελῶν καὶ ποδῶν, τὴν ἀνδρείαν ἐν τοῖς πειρασμοῖς καὶ τὴν ὑπομονὴν ἐνδεικνύμενοι κατὰ τὸν Ἰὼβ καὶ μηδοπωσοῦν σαλευόμενοι ἀπὸ τῆς ἐπὶ τὰ καλὰ στάσεως ἢ ἀτονοῦντες, ἀλλὰ τὰ βάρη τῶν αὐτοῦ χαρισμάτων βαστάζοντες.