Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση Δ': Περί μετανοίας, κατανύξεως και δακρύων
Η αναγκαιότητα του καθημερινού πένθους ως προϋπόθεση καθάρσεως, η σημασία της ελεύθερης προαιρέσεως και η αξία των δακρύων προ της Θείας Κοινωνίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση Δ': Περί μετανοίας, κατανύξεως και δακρύων
Η αναγκαιότητα του καθημερινού πένθους ως προϋπόθεση καθάρσεως, η σημασία της ελεύθερης προαιρέσεως και η αξία των δακρύων προ της Θείας Κοινωνίας.
Ἀμήν. Περὶ μετανοίας καὶ κατανύξεως. Καὶ ἐκ ποίων ταύτην ἔργων κτήσασθαι δυνατόν. Καὶ ὅτι ἄνευ δακρύων ἀδύνατον εἰς καθαρότητα καὶ ἀπάθειαν ἐλάσαι τινά.
Λόγος Δʹ. Ἐπειδήπερ, πατέρες καὶ ἀδελφοί, τοῦ ἁγίου πατρὸς ἡμῶν Συμεὼν τοῦ Στουδιώτου τὰ θεόπνευστα τῶν ὑψηλῶν αὐτοῦ πράξεων ἀναγινώσκετε συγγράμματα, ἅπερ ἐκεῖνος εἰς πολλῶν ὠφέλειαν ἐξέθετο θείῳ κινούμενος Πνεύματι, μετὰ τῶν ἄλλων αὐτοῦ ὑπερφυῶν κατορθωμάτων καὶ τοῦτο ῥητῶς οὕτως, καθὼς ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ ἐκεῖνος ἀπαραβάτως ἐφύλαξεν, ἔγραψε καὶ ἐδίδαξε λέγων· «Ἀδελφέ, ἄνευ δακρύων μὴ κοινωνήσῃς ποτέ.» Τοῦτο οἱ ἀκροαταὶ ἀκούσαντες—πολλοὶ γὰρ παρῆσαν οὐ μόνον λαϊκοί, ἀλλὰ καὶ μοναχοὶ τῶν ὀνομαστῶν καὶ περιδόξων ἐπ’ ἀρετῇ—, ἐθαύμασαν ἐπὶ τῷ λόγῳ καὶ ἀλλήλοις ἐνατενίσαντες εἶπον, ὡς ὑπομειδιῶντες, ὁμοθυμαδὸν μιᾷ τῇ φωνῇ· «Λοιπὸν ἡμεῖς οὐδέποτε κοινωνήσωμεν, ἀλλὰ μείνωμεν ἅπαντες ἀκοινώνητοι!» Τούτων ἀκούσας ὁ ἄθλιος ἐγὼ καὶ ταλαίπωρος, κατ’ ἰδίαν τε μνησθεὶς ἐκείνων αὐτῶν τῶν ταῦτα εἰπόντων καὶ τῶν ῥημάτων αὐτῶν καὶ διαπονηθείς, ἔκλαυσα πικρῶς, ἐν ὀδύνῃ καρδίας μου λέγων οὕτως ἐν ἐμαυτῷ· «Ἆρά γε οὕτω περὶ τοῦ πράγματος ἀληθῶς διακείμενοι καὶ ὡς ἀδύνατον εἶναι τοῦτο ἀπὸ ψυχῆς λογισάμενοι, εἶπον ἃ εἶπον; ἢ ὡς μικρόν τι μᾶλλον κατόρθωμα λογισάμενοι τὸ κατὰ τὸν καιρὸν τῆς κοινωνίας κλαῦσαι μόνον, τοῦ ῥήματος κατεγέλασαν;»
Πάντως γὰρ εἰ μὴ καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα ἔργον ἔχει τὸ κλαίειν τις ἐνώπιον Χριστοῦ τοῦ Θεοῦ, οὐδὲ ὅτε τῶν θείων μυστηρίων μεταλαβεῖν βουληθῇ, κἂν ὁπωσοῦν πενθῆσαι ἢ κλαῦσαι ἰσχύσει κατὰ Θεὸν καὶ δακρύων κατενεγκεῖν σταλαγμούς· πῶς γάρ, ἐὰν μὴ κατ’ οἰκονομίαν τινὰ ἄρρητον ἢ σύμβασιν ἐξ αἰτίας τινὸς σπανίως ἐπέλθῃ τινί; ὃ οὐδὲ θαυμαστόν μοι δοκεῖ, ὅπου γε πολλοὶ καὶ ἐν αὐτῇ τῇ ἐξόδῳ τῆς ψυχῆς αὐτῶν ἔκλαυσαν ὁμοῦ καὶ ἐδάκρυσαν (οἶμαι δὲ οὐ πολλοί, ἀλλὰ λίαν ὀλίγοι καὶ εὐαρίθμητοι).
Εἰ δὲ καὶ τοῦτο ἀδύνατον πάντῃ λογίζονται, τὸ μετὰ δακρύων καθ’ ἑκάστην μετέχειν τῶν φρικτῶν μυστηρίων, φεῦ τῆς ἀγνοίας αὐτῶν, βαβαὶ τῆς ἀναλγησίας, οἴμοι τῆς ἀνοίας τῶν ταῦτα λεγόντων καὶ ἀμελείας καὶ τῆς πωρώσεως.
Εἰ γὰρ ἑαυτοὺς ἔκρινον, οὐκ ἂν ὑπὸ τῶν ἰδίων λόγων ἐκρίνοντο· εἰ μετανοίας ἐπεμελοῦντο, οὐκ ἂν ἀδύνατον εἶναί ποτε τοῦτο ἀπηρεύξαντο· εἰ πρᾶξιν μετήρχοντο ἔγκαρπον, οὐκ ἂν ἄγευστοι τοῦ τοιούτου καλοῦ τῆς τοιαύτης δωρεᾶς τοῦ Θεοῦ ὅλως ἐτύγχανον· εἰ φόβον Θεοῦ ἐν καρδίᾳ ἐκτήσαντο, οὐ μόνον ἐν τῷ καιρῷ τῆς μεταλήψεως τῶν θείων μυστηρίων δυνατὸν εἶναι τὸ πενθεῖν καὶ κλαίειν διεμαρτύραντο, ἀλλὰ καὶ ἐν πάσῃ ὥρᾳ εἰ οἷόν τε.
Διὸ καὶ τὴν ὑμετέραν ἀγάπην περὶ τούτου πληροφορῆσαι βουλόμενος, ὡς πρὸς ἐκείνους αὐτοὺς τοὺς οὕτως εἰπόντας τὸν λόγον ποιούμενος, διερωτῆσαι προῄρημαι· «Εἴπατέ μοι, ὦ βέλτιστοι ἀδελφοί, διὰ τί τοῦτο ἀδύνατον;» — «Ἐπειδή, φησίν, οἱ μὲν εὐχερῶς καὶ ἐξ ἑτοίμου πρὸς κατάνυξιν ἔχουσιν, οἱ δὲ σκληροκάρδιοί τινες καὶ λιθοκάρδιοι ὄντες, οὐδὲ τυπτόμενοι κατανύσσονται. Οἱ οὖν οὕτως ἔχοντες, πῶς κλαίειν καὶ πενθεῖν δύνανται καὶ μετὰ δακρύων ἀεὶ κοινωνεῖν; Ἀλλὰ καὶ οἱ ἱερεῖς αὐτοὶ τὴν θείαν καὶ ἀναίμακτον λειτουργίαν ἐπιτελοῦντες, πῶς δύνανται κλαίειν;» —«Αὐτὸ οὖν τοῦτο τὸ εἶναι σκληρούς, ὡς φατέ, καὶ πρὸς κατάνυξιν δυσκινήτους, πόθεν αὐτοῖς, εἴπατε εἰ ἐπίστασθε, προσεγένετο;
Εἰ δ’ ἀγνοεῖτε, μικρόν τι τοῦ ὕψους ὑμῶν ἀνεπαισχύντως ὑφέντες καὶ τὴν ἀκοὴν εὐμενῶς ὑποκλίναντες, μὴ ἀπαξιώσητε μαθεῖν ἐξ ἐμοῦ τοῦ ἐσχάτου. Γέγραπται γάρ· ‹Ἐὰν δὲ τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω.›» «Πόθεν οὖν, φησίν, ὁ μὲν σκληρός, ὁ δὲ εὐκατάνυκτος;» Ἄκουσον. Ἐκ προαιρέσεως ὁ μὲν ἀγαθῆς, ὁ δὲ φαύλης· καὶ ἐξ ἐννοιῶν ὁ μὲν πονηρῶν, ὁ δὲ οὐ τοιούτων· καὶ ἐκ πράξεων ὁ μὲν ἐναντίων, ὁ δὲ φιλοθέων. Καὶ εἰ δοκεῖ, σκόπησον καὶ εὑρήσεις ἅπαντας τοὺς ἐξ αἰῶνος διὰ μόνων τῶν τριῶν τούτων, ὅτι πολλοὶ ἐξ ἀγαθῶν ἐγένοντο πονηροὶ καὶ ἐκ πονηρῶν ἀγαθοί. Πόθεν γάρ—ἵνα ἄνωθεν αὐτοὺς ἐπαριθμήσωμαι—, ὁ Ἑωσφόρος ἐξέπεσεν; οὐχὶ προαιρέσει καὶ λογισμῷ συγκαταθέμενος πονηρῷ; Πόθεν ὁ Κάϊν ἀδελφοκτόνος ἐγένετο; οὐχὶ τῇ πονηρᾷ προαιρέσει ἑαυτὸν τοῦ Ποιητοῦ προτιμήσας καὶ λογισμοῖς πονηροῖς ἐξακολουθήσας, τῷ φθόνῳ ἔκδοτος γέγονε καὶ τὸν φόνον εἰργάσατο;
Πόθεν δὲ ὁ Σαοὺλ ἐζήτει κρατῆσαι καὶ ἀποκτεῖναι τὸν Δαυίδ, ὃν ὡς ἑαυτὸν ἐτίμα τὸ πρότερον καὶ ὑπερηγάπα ὡς εὐεργέτην; ἐκ φύσεως ἢ ἐκ πονηρᾶς προαιρέσεως; εὔδηλον ὅτι ἐκ πονηρᾶς προαιρέσεως· ἐκ φύσεως γὰρ οὐδεὶς ἐγένετο πονηρός, ἐπειδὴ οὐδὲ πονηρῶν ἔργων ποιητὴς ὁ Θεός, ἀλλὰ λίαν καλῶν, μάλα δὴ ἀγαθὸς ὢν καὶ τοῦτο οὐ θέσει καὶ προαιρέσει, ἀλλὰ φύσει καὶ ἀληθείᾳ. Πρὸς τούτοις πόθεν ὁ μὲν εἷς ληστής, ὁ συσταυρωθεὶς τῷ Δεσπότῃ Ἰησοῦ Χριστῷ, ἔλεγεν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς», ὁ δὲ ἕτερος αὐτῷ ἀνθυπέφερεν· «Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; ὅτι ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπελάβομεν, οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε»; Πόθεν, εἰπέ μοι, ὁ μὲν ταῦτα, ὁ δὲ ἐκεῖνα ἐφθέγξατο; καὶ ὁ μὲν ἐδικαιώθη, ὁ δὲ κατεκρίθη; Οὐχὶ ἐκ προαιρέσεως ἕκαστος καὶ λογισμῶν ὁ μὲν ἀγαθῶν, ὁ δὲ πονηρῶν; Ἐκ τούτων γὰρ καὶ ὁ μὲν ἀπιστίαν, ὁ δὲ πίστιν κτησάμενος ἔλεγε· «Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.» Ἵνα δὲ τοὺς ἄλλους παρήσω πολλοὺς ὄντας, ἐκ τούτων ὧν εἰπεῖν βούλομαι μάθετε καὶ διδάχθητε ὅτι προαιρέσεως αὐτεξουσιότητι ἕκαστος, ἢ κατανυκτικὸς καὶ ταπεινός, ἢ σκληροκάρδιος καὶ ὑπερήφανος γίνεται. Καὶ εἰκότως.
Δύο γάρ τινων ἀποτασσομένων τῷ βίῳ ὁμοτέχνων, ὁμογενῶν, συνηλικιωτῶν, ἔσθ’ ὅτε καὶ ἀδελφῶν, ὁμογνωμόνων, ὁμοτρόπων, πονηρῶν, φημί, καὶ σκληρῶν, ἀσπλάγχνων, ὠμοτάτων, φιλοσάρκων καὶ φιλαργύρων καὶ πᾶν εἶδος κακίας καὶ πονηρίας μετελθόντων ἐπίσης, καὶ εἰσερχομένων αὐτῶν ἅμα εἰς τὸ τῆς ἀσκήσεως στάδιον, ὁ μὲν αὐτῶν κατορθοῖ πᾶσαν ὁμοῦ ἀρετήν, ζέσει πίστεως καὶ προθέσεως, πάντων ἀποκοπὴν ποιούμενος τῶν κακῶν, ὁ δὲ χείρων ἢ ὅπερ ἦν πρὸ τοῦ ἀποτάξασθαι γίνεται. Πόθεν οὖν οὐκ ἐπίσης καὶ τὰ τῆς ἀρετῆς αὐτοῖς κατωρθώθη, ὥσπερ καὶ τὰ τῆς κακίας ἐκορυφώθη;
Οὐχὶ ὅτι ὁ μὲν προθέσει ψυχῆς ἀγαθῆς πάντα τὰ κατὰ Θεὸν ὑπέμεινε λυπηρά, καὶ πρὸς τούτοις προσέχων ἦν ἐξ αὐτῆς εἰσόδου καὶ ἀποταγῆς νουνεχῶς ταῖς θείαις Γραφαῖς καὶ οἴκοθεν ἀφ’ ἑαυτοῦ τὸ ἀγαθὸν ποιεῖν ἐξελέξατο, μιμούμενος τοὺς τῶν εὐλαβεστέρων ἀνδρῶν βίους καὶ συναμιλλώμενος αὐτοῖς ἐν νηστείαις καὶ προσευχαῖς, ἐν δεήσεσιν, ἐν σιωπῇ χειλέων, ἐν κατανύξει καὶ δάκρυσιν, ἐν ἀποχῇ βρωμάτων ἡδέων καὶ ἀκαίρων ὁμιλιῶν, ἐν ἐποχῇ θυμοῦ καὶ ὀργῆς καὶ κραυγῆς, ὑπομένων ἐμπόνως ὕβρεις καὶ θλίψεις καὶ στενοχωρίας, καὶ τὰ εὐτελῆ καὶ ἀτιμότερα ἐκλεγόμενος τῶν ἔργων, μὴ ἀντιλέγων ἢ γογγύζων ἐπιτασσόμενος, ἀλλὰ προθύμως ἐπιτελῶν πάντα καὶ τὸν ἔσχατον ἀεὶ μεταδιώκων τόπον καὶ ἑαυτὸν εὐτελέστερον λογιζόμενος πάντων καί, ἁπλῶς εἰπεῖν, πάντα ποιῶν μετὰ γνώσεως, ὅσα ἡμᾶς αἱ θεῖαι Γραφαὶ σαφῶς ἐκδιδάσκουσιν, ἵνα τυχὼν ἐλέους καὶ συγχωρήσεως τῶν προτέρων κακῶν, εὕρῃ παρρησίαν ἐνώπιον τοῦ Θεοῦ; Ὁ δὲ τὰ ἐναντία τούτων πάντων προθέσει ψυχῆς πονηρᾶς ποιῶν, ἔμεινεν ὅπερ ἦν καὶ πρὸ τοῦ ἀποτάξασθαι πονηρός, ἵνα μὴ λέγω καὶ χείρων ἢ ὅπερ ἦν.
Οὕτως οὐκ ἐκ φύσεως, ὥσπερ τινὲς οἴονται, ἀλλ’ ἐκ προαιρέσεως γίνεται πᾶς ἄνθρωπος εἴτε ταπεινὸς καὶ εὐκατάνυκτος, εἴτε σκληρὸς τὴν καρδίαν καὶ πεπωρωμένος καὶ ἀκατάνυκτος. Πότε γάρ, εἰπέ μοι, κατανυγήσεται τὴν ψυχὴν καὶ δάκρυον ἐξ ὀφθαλμῶν σταλάξει ὁ πᾶσαν ἡμέραν σχεδὸν ὧδε κἀκεῖσε περιερχόμενος καὶ μήτε σιωπῆς χειλέων, μήτε εὐχῆς, μήτε ἀναγνώσεως καὶ ἡσυχίας ἐπιμελούμενος, ἀλλὰ ποτὲ μὲν προσομιλῶν τοῖς πλησίον ἐν ταῖς συνάξεσι, καὶ οὐ μόνον ἑαυτὸν ἀλλὰ καὶ οἷς προσομιλεῖ τῆς ὠφελείας ἀποστερῶν, ποτὲ δὲ διασύρων καὶ λοιδορούμενος τοὺς εὐλαβεῖς τῶν ἀδελφῶν καὶ αὐτὸν ἔσθ’ ὅτε τὸν προηγούμενον;
Πότε κατάνυξιν κτήσεται ὁ πάντα περιεργαζόμενος τὰ τῆς μονῆς, καὶ οὐ μόνον τὰ τῆς μονῆς, ἀλλὰ καὶ ἑνὸς ἑκάστου τὸν βίον; καὶ ποτὲ μὲν λέγων πρός τινας τῶν ἀδελφῶν· «Ἤκουσα χθὲς τὸ καὶ τό» φησί, ποτὲ δέ· «Ἔμαθες τί τῷ δεῖνι συνέβη τῷ ταπεινῷ;» καὶ πάλιν· «Ἠκούσατε τοῦ δεῖνος τὴν συμφοράν;» Ὁ τοιοῦτος ἄρα πότε τῶν οἰκείων ἀναμνημονεύσει κακῶν, ἵνα καὶ πονέσας δάκρυον καταφέρῃ ἐξ ὀφθαλμῶν αὐτοῦ; Ὁ δὲ καὶ τῆς συνάξεως ἐξερχόμενος ἐν τῷ καιρῷ τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν καὶ ἐγγὺς ἢ μακρὰν καθήμενος καὶ προσομιλῶν μετά τινων— ποτὲ μὲν ἐκείνου ποτὲ δὲ τῶν ἄλλων τὰς ἀνωφελεῖς συντυχίας προβαλλομένων καὶ οὕτω λεγόντων· «Ἠκούσατε, φησί, τί τὸν δεῖνα πεποίηκεν ἀδελφὸν ὁ ἡγούμενος;» ὁ δέ· «Λοιπόν, ἐὰν εἴπω ὑμῖν τί τὸν δεῖνα πεποίηκε τὸν ταπεινόν, τί ἔχετε εἰπεῖν;» —καὶ οὕτω τοιαῦτα καὶ χείρονα τούτων ὁ ὁμιλῶν καὶ ἀπασχολῶν καὶ ἀπασχολούμενος εἰς φλυαρίας τοιαύτας, πότε εἰς συναίσθησιν ἔλθῃ τῶν οἰκείων ἁμαρτημάτων καὶ ἑαυτὸν ἀποκλαύσεται;
Ὁ γὰρ μὴ προσέχων τοῖς θεοπνεύστοις λογίοις, μηδὲ θύραν τιθέμενος περὶ τὰ χείλη αὐτοῦ, μηδὲ ἀποστρέφων τὸ οὖς αὐτοῦ ἐξ ἀκοῆς ματαίας καὶ μεμνημένος τῆς ἐσχάτης ἀπολογίας καὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, ὅπως γυμνοὶ καὶ τετραχηλισμένοι ὀφείλομεν παραστήσεσθαι πάντες αὐτῷ καὶ δοῦναι λόγον ὑπὲρ τῶν βεβιωμένων ἡμῖν, πῶς ἄρα, εἰ πλεῖον τῶν ἑκατὸν χρόνων ἐπιζήσει ἐν τῷ μοναχικῷ σχήματι, δάκρυον κτήσεται καὶ πενθήσει θερμῶς ἑαυτόν;
Πῶς ὁ τῶν πρωτείων ἀντιποιούμενος ἐν τῇ στάσει τῆς ἐκκλησίας, ἐν τῇ καθέδρᾳ τῆς τραπέζης, καὶ ὑπὲρ τῶν τοιούτων ἀεὶ μαχόμενος καὶ λυπούμενος, λυπηθήσεταί ποτε ὑπὲρ τῆς ἰδίας ψυχῆς καὶ κλαύσει πικρῶς ἐνώπιον τοῦ Θεοῦ; Ὁ δὲ καὶ προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ἀδυναμίαν προβαλλόμενος, δυνατὸς ὢν καὶ σφριγῶν καὶ νέος, ἐν τῇ στάσει τῆς ἐκκλησίας, καὶ παραμετρῶν ἑαυτὸν τοῖς πολλὰ κοπιάσασι καὶ χρονίσασι τῇ ἀσκήσει τῶν εὐλαβεστέρων ἀδελφῶν, λέγων· «Μὴ δεύτερός εἰμι τοῦ δεῖνος ἢ τοῦ δεῖνος ἐγώ; ὅτι ἐκεῖνος ἐπακουμβίζων ἵσταται καὶ ἀπερχόμενος ἵσταται»—συνεξισάζων ἑαυτὸν ἐκείνοις, ὁ ἴσως ἀνάξιος ὢν καὶ τῆς κάτω χώρας, πότε τῆς ἑαυτοῦ ἀσθενείας ἐπιγνώμων γένηται, ἵνα καὶ στενάξας ἀπὸ ψυχῆς κατανυγῇ τὴν καρδίαν καὶ δακρύσῃ τοῖς ὀφθαλμοῖς; Ἡ γὰρ κενοδοξία, δοῦλον αὐτὸν τῇ ἀκηδίᾳ ἐκδοῦσα, οὐκ ἔτι ἐν οὐδενὶ καρτερῆσαι ἀφίησιν αὐτὸν ἐν ὑπομονῇ· καὶ διάγει ἔκτοτε ἕκαστος τῶν τοιούτων εἰς πᾶσαν σύναξιν ἐν ῥαθυμίᾳ καὶ ἀμελείᾳ, τοῖς πλησιάζουσιν αὐτῷ καὶ ἀνεχομένοις ἀκούειν αὐτοῦ προσομιλῶν συνεχῶς μάταια καὶ γραώδη μυθεύματα.
Καὶ οὕτως ἀναισθήτως ἢ μᾶλλον εἰπεῖν ἀναλγήτως τοῖς πνευματικοῖς καὶ θεοσεβέσιν ἀνδράσι συνεισερχόμενος ἐν ταῖς θείαις συνάξεσιν, ἀνωφελῶς ἐκεῖθεν ἐξέρχεται, μηδεμίαν ἀλλοίωσιν ὅλως πρὸς τὸ κρεῖττον ἐπαισθανόμενος προσγινομένην αὐτῷ, τὴν διὰ τῆς κατανύξεως τοῖς ἀγωνιζομένοις ἀπὸ Θεοῦ διδομένην, τοῦτο μόνον ἀρκεῖν ἑαυτῷ οἰόμενος, τὸ μὴ ἀπολιμπάνεσθαι τῶν τετυπωμένων συνάξεων—ὄρθρου λέγω καὶ λυχνικοῦ καὶ τῶν ψαλλομένων ὡρῶν—, οὕτως ἁπλῶς εἰς τὴν κατόρθωσιν τῶν ἀρετῶν καὶ τὴν τελείωσιν τῶν τετελειωμένων, εἰς τὴν κατὰ Χριστὸν ἡλικίαν. Ἔγνων γάρ τινας ὑπὸ τῆς τοιαύτης ἀπάτης κατασχεθέντας καὶ σπουδὴν μὲν ποιουμένους ὥστε μὴ περιπεσεῖν εἰς ἁμαρτίαν τινὰ σαρκικήν, μεθ’ ἑτέρων συναφθέντας σωμάτων· ὅπως δὲ τὰ ἐν κρυφῇ γινόμενα ἢ καὶ ἐν τῷ ἀφανεῖ μελετώμενα τῆς καρδίας μὴ ἐκφυγεῖν τὸ καθόλου φροντίζοντας, καὶ οἰομένους σωθήσεσθαι ἄνευ τινὸς ἄλλης ἐργασίας, εὐχῆς λέγω καὶ σιωπῆς χειλέων καὶ ἀγρυπνίας καὶ ἐγκρατείας καὶ πτωχείας πνευματικῆς καὶ ταπεινώσεως καὶ ἀγάπης, μετὰ μόνης τῆς ἁπλῶς οὕτω γινομένης ἐν ταῖς συνάξεσιν ὑπαντῆς.
Ἀλλ’ οὐχ οὕτως ἔχει· Θεὸς γὰρ οὐ βλέπει εἰς πρόσωπον, οὐδὲ εἰς μόνην τὴν ἔξωθεν καταστολὴν τῶν ἠθῶν, οὐδὲ εἰς τὰς κραυγὰς ἡμῶν, ἀδελφοί, ἀλλ’ εἰς καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην καὶ ἥσυχον καὶ τὸν φόβον τοῦ Θεοῦ ἐπιφερομένην· «Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἥσυχον καὶ τρέμοντά μου τοὺς λόγους.» Τί δὲ καὶ περὶ τῶν ἀναξίως προσερχομένων καὶ αἰτήσεις ποιουμένων εἰς τοὺς προεστῶτας αὐτῶν εἴπω; Καὶ οἱ μὲν ὅσοι εὐλαβείας δῆθεν τῆς ἔξωθεν ἐπιμελόμενοι μόνον ἤ, μᾶλλον εἰπεῖν, ὅσοι πρὸς τὰ κέρδη καὶ τὴν δόξαν καὶ τὰ παρόντα μόνον κεχήνασιν· «Οὐκ ἐσμὲν ἄξιοι, φασί, καὶ ἡμεῖς, τίμιε πάτερ, διακονῆσαι τῇ μονῇ καὶ τοῖς ἀδελφοῖς; ἢ μόνος ὁ δεῖνα καὶ ὁ δεῖνα εἰς τὴν δεῖνα καὶ δεῖνα διακονίαν ἐστὶν ἄξιος, καὶ οἰκονομεῖν οἶδεν ἐκεῖνος κρεῖττον παρ’ ἡμᾶς τὰ πράγματα; δοκίμασον, εἰ βούλει, καὶ ἡμᾶς καὶ εὑρήσεις ποιοῦντας καὶ οἰκονομοῦντας κρεῖττον ἢ ὡς ἐκεῖνοι τὰ τῆς μονῆς πράγματα», οἱ δὲ ὅσοι τῇ ἀμελείᾳ καὶ ῥαθυμίᾳ ἐξ αὐτῆς αὐτῶν τῆς ἀποταγῆς ἐκδότους δεδώκασιν ἑαυτούς, ἀδυναμίαν σώματος προβαλλόμενοι, οἱ ἀπὸ τοῦ κόσμου χθὲς καὶ πρώην ἐλθόντες καὶ μυρίων κακῶν γέμοντες, πρὸ τοῦ ὑποταγῆναι καὶ ἱδρῶσαι καὶ κοπιᾶσαι αὐτοὺς εἰς τὸ ἔργον τοῦ Θεοῦ, ἀπερχόμενοι ἵστανται, ὡς εἴρηται, μετὰ τῶν πολλὰ κεκοπιασάντων ἐπακουμβίζοντες.
Καὶ ἐὰν εἴπῃ ὁ πλησίον αὐτοῦ πρὸς ἕνα τούτων· «Εἴσελθε, ἀδελφέ, εἰς τὸν συνήθη σου τόπον καὶ στῆθι ψάλλων ἐκεῖ μετὰ τῶν ἀδελφῶν· δύνασαι γάρ», ἀποκρίνεται λέγων· «Ἀπὸ τῶν ὧδε μᾶλλον προσεχέστερον ἀκούων, κάλλιον ψάλλω ἤπερ ἀφ’ οὗ ἐκ συνηθείας ἵσταμαι τόπου.» Ἐὰν δὲ πάλιν προσθεὶς ὁ ἀδελφὸς εἴπῃ αὐτῷ· «Οὐ δύνασαι ὧδε ἵστασθαι, ἀδελφέ, ἄνευ προστάξεως τοῦ προεστῶτος ἡμῶν», ἀκούσας ἐκεῖνος εὐθὺς ἀπελθὼν αἰτεῖται τὸν προεστῶτα, σώματος ἀδυναμίαν προφασιζόμενος καὶ ἀσθένειαν, ἕως οὗ ἐπιτύχῃ τοῦ ἰδίου σκοποῦ· «Καὶ ἵνα, φησί, πάτερ, ἀκούω τὸν πρῶτον κανονάρχον καὶ ἵσταμαι εἰς τὸ πρῶτον στηθέον ἢ εἰς τὸ δεύτερον τοῦ δεῖνος ἐγγύς», παρισάζων ἑαυτὸν τῷ κεκοπιακότι πολλά· καὶ ὁπηνίκα τοῦ σκοποῦ τύχῃ, ἔκτοτε οὐδέποτε δύναται στῆναι ἐν τῷ χορῷ. Κατὰ μικρὸν δὲ καὶ εἰς πᾶσαν ἄλλην ὑπόθεσιν τοῖς πρώτοις ὁ τοιοῦτος σπουδάζων συναριθμεῖν ἑαυτόν, τὴν ἔξωθεν εὐλάβειαν ὑποκρίνεται, προσποιεῖται κοσμίαν καταστολήν, τοῖς ἐρχομένοις ἐν τῇ μονῇ φίλοις τῶν ἄλλων καὶ ἄρχουσι σπουδάζει προσυπαντᾶν καὶ ἐν οἷς προσέρχονται ἀδελφοῖς συχνότερον ἀπέρχεται ἐπὶ τῷ γνώριμος γενέσθαι αὐτῶν, ὠφελεῖσθαι προφασιζόμενος ὑπὸ τῶν λεγομένων ὑπ’ ἐκείνων συντυχιῶν καὶ ἑρμηνειῶν τῆς θείας Γραφῆς.
Λοιπὸν οὖν περιτρέχειν ἄρχεται τὸ μοναστήριον ἀπὸ κέλλης εἰς κέλλαν ἀπερχόμενος καὶ λέγων ἑνὶ ἑκάστῳ· «Πίστευσον, ἀδελφέ, οὕτως σε ἀγαπῶ, ὅτι ἐὰν μὴ ἴδω σε, οὐδὲ ζῆν νομίζω τὴν ἡμέραν ἐκείνην.» Εἰ μὲν οὖν εὑρεθῇ τις, ἐξ ὧν ἀπερχόμενος ταῦτα λέγει, φοβούμενος τὸν Θεόν, ἀποκρίνεται λέγων αὐτῷ· «Μνησθείη σου ὁ Θεὸς τῆς ἀγάπης, ἀδελφέ μου· τί γὰρ καὶ βλέπεις εἰς ἐμὲ ἀγαθόν;» Ὁ δέ. «Καὶ τί, φησίν, οὐκ ἔχεις σὺ τῶν καλῶν; Ποῖος γὰρ οὕτω πραΰς, εὐλαβής, σοφός, γνωστικός, ἄπλαστος καὶ τὸ μεῖζον πάντων πατρὸς σπλάγχνα κεκτημένος, πρὸς πάντας φιλάδελφος ὤν;» Ταῦτα δὲ λέγων πρὸς τὸ γεύσασθαι ἀποβλέπεται μετ’ αὐτοῦ. Ὁ δὲ πνευματικὸς ἀδελφὸς ὁμιλεῖ αὐτῷ κατὰ τὴν δοθεῖσαν αὐτῷ χάριν τὰ πρὸς σωτηρίαν ψυχῆς καί, ὅσον τὸ ἐφ’ ἑαυτὸν τοὺς ἐπαίνους αὐτοῦ ἀπωθούμενος, διορθοῦται τὸν ἀδελφόν. Εἰ δὲ μὴ τοιοῦτος εὑρεθῇ, ἀλλ’ ἀπ’ ἐναντίας σαρκικὸς καὶ ἀστήρικτος, εὐθὺς φυσιοῦται ἐν ἑαυτῷ ὑπὸ τῶν ἐπαίνων ἐκείνου καὶ ἀποκριθεὶς λέγει πρὸς αὐτόν· «Καὶ τί κρεῖσσον τῆς ἀγάπης, ὦ πάτερ καὶ ἀδελφέ; ὄντως οὐδέν· καὶ μακάριος ὁ ταύτην κτησάμενος», καὶ ἄλλα τινά, ὅσα οἶδε τὸν κόλακα ἀποδέχεσθαι καὶ πρὸς εὐφημίαν αὐτοῦ διερεθίζειν.
Εἶτα ὥσπερ τοῖς ἐπιπλάστοις ἐπαίνοις καταθελγόμενος, νοὸς κουφότητι χαυνωθεὶς ὁ τοιοῦτος, εἰ μὲν τῶν εὐπόρων ἐστίν, αὐτίκα οὐδ’ ὑποχωρῆσαι τοῦτον ἐᾷ, ἀλλ’ ἀξιοῖ συνεστιασθῆναι αὐτὸν αὐτῷ, καὶ βρώμασιν αὐτὸν δεξιούμενος κενοὺς ἐπαίνους ἀντιλαμβάνει, τοὺς εἰς ἀέρα μὲν διαλυομένους, βλάβην δὲ οὐ τὴν τυχοῦσαν τῇ αὐτοῦ προξενοῦντας ψυχῇ. Εἰ δ’ οὖν ἀλλὰ μετὰ τὰς πολλὰς καὶ ἀνωφελεῖς ὁμιλίας λέγει αὐτῷ· «Μηδέν μοι μέμψῃ, ἀδελφέ. Οἶδεν ἡ ἀγάπη, οὐδὲν ἔχω ἄξιόν σου, ἵνα σὺν ἐμοὶ τροφῆς μεταλάβῃς. Ἀλλ’ ἐπεὶ τοιαύτην διάθεσιν καὶ ἀγάπην πρὸς ἡμᾶς τοὺς ταπεινοὺς κέκτησαι, ἔχομεν ἀπὸ τοῦ νῦν κοινῶς καὶ φιλικῶς καταπολαύειν ὧν ἂν ἐπιχορηγήσῃ Κύριος ἡμῖν εἰς βρῶσιν, καὶ συνευφραίνεσθαί σοι.» Ἔκτοτε οὖν παρεμπίπτει ἐν ἑκατέροις τούτοις φροντὶς ἀνεξάλειπτος, καὶ οὐ παύονται πόρους ἐπιζητοῦντες, ὅθεν ἂν καὶ προσγένηται αὐτοῖς διὰ τῆς τῶν βρωμάτων δαψιλείας τὴν δοκοῦσαν ἀγάπην βεβαιότερον ἐμπεδώσασθαι.
Οὕτω τοίνυν μετὰ πάντων προφάσει ἀγάπης, μᾶλλον δὲ ἀπάτης συνδήσας ἑαυτὸν τοῖς πᾶσι, ποτὲ μὲν αὐτὸς ἄλλον, ποτὲ δὲ τῶν ἄλλων ὁ καθ’ εἷς αὐτὸν προσκαλούμενος, οὐκ ἐπιλείπει αὐτὸν τράπεζα καὶ εὐθηνία τῶν εἰς τρυφὴν χορτασμάτων εἰς κόρον, καὶ οὕτω γίνεται χοῖρος καὶ δεσμεῖται ταῖς ἡδοναῖς καὶ θεραπεύει ἐνδελεχῶς τὴν γαστέρα, ὀκνῶ γὰρ εἰπεῖν καὶ τὰ αὐτοῦ ὑπογάστρια. Διὸ καὶ μετ’ ἐπιτηδεύσεως ἐκ τῶν ἐράνων γαστριζόμενος καθ’ ἑκάστην τῆς ἑσπέρας ἐρχομένης μετὰ τὴν τῶν ἀποδειπνίων ἀκολουθίαν εἰς τὸ κελλίον αὐτοῦ ἀπερχόμενος, λέγει τῷ ὑπουργοῦντι αὐτῷ· «Ἴδε, ταπεινέ, τῷ δίψει συνέχομαι. Ἀλλὰ θερμὸν εὐτρεπίσας, δός μοι πιεῖν καὶ ἀναψῦξαι τῆς δίψης.» Ἐκεῖνος οὖν, ὡς ἐξ ἔθους ἔχων, εὔνους εὑρίσκεται παραχρῆμα καὶ δραστικώτατος ὑπηρέτης, οἷα δὴ καὶ αὐτὸς αὐτῷ συνευωχούμενος καὶ ζωρότερον μᾶλλον πίνων τὸν οἶνον καὶ ἐκροφῶν, τοῦ σκότους αὐτῷ τὸ λανθάνειν ἐπιβραβεύοντος. Ὃς καὶ μετὰ τὸ πιεῖν ἅπαξ πρὸς ὄρεξιν αὖθις διεγείρεται βρωμάτων καὶ λεληθότως τῇ τῶν βρωμάτων ἡδύτητι ὥσπερ ὑποκλεπτόμενος, ἀνεπαισθήτως κορέννυται καὶ παχεῖαν ἀπεργάζεται τὴν γαστέρα καὶ δυσμεταχείριστον καὶ τῇ τῆς ψυχῆς ὁρμῇ μὴ ὑπείκουσαν. Τότε λέγει αὐτῷ ὁ λογισμός· «Ἀπόλυσόν σου τὸν ὑπουργὸν καὶ στῆθι ποίησόν σου τὴν συνήθη εὐχήν.»
Ἀνταποκρίνεται ὁ ἕτερος λογισμὸς καὶ λέγει αὐτῷ· «Καὶ πῶς ἰσχύεις στῆναι ἐμπεπλησμένος ὢν καὶ κατάγομος;
Κοιμήθητι μικρὸν καὶ τῇ φύσει βοήθησον εἰς τὸ ἐξαναλῶσαι τὰ βρώματα καὶ πρὸ τῆς συνάξεως ἐγέρθητι. Καὶ τότε μᾶλλον, εὐκίνητον ἔχων τὸ σῶμα, εὔξῃ καλῶς.» Ὑπακούει τῷ λογισμῷ καὶ πεσὼν ὑπνοῖ καὶ ἐὰν ἔξυπνος γένηται, οὐκ ἐγείρεται, ἀλλὰ λέγει· «Ταχύ ἐστιν, ὑπνώσω ἔτι μικρόν.» Καὶ οὕτως ὑπερτιθεμένου, φθάνει ἡ σύναξις τοῦ ὄρθρου, καὶ τηνικαῦτα ἐγειρόμενος εἰσέρχεται εἰς τὴν σύναξιν, τὸ συνειδὸς ἔχων ἔλεγχον τῆς ἀμελείας καὶ ῥαθυμίας αὐτοῦ.
Καθὼς οὖν προείπομεν, ὡς ἔθος αὐτῷ ἐστι, συχνοτέρως εἰς τὰς τῶν φίλων καὶ ἀγαπητῶν πατέρων κέλλας ἀπερχόμενος ἕως βραδὺ κάθηται συνδειπνῶν, συμπίνων, προσομιλῶν αὐτοῖς· καὶ οὕτως ἐν τῷ κελλίῳ ἐρχόμενος, ἄχρηστος γίνεται οὐ μόνον ἐν τῇ ἑσπερινῇ εὐχῇ, ἀλλὰ δὴ καὶ ἐν τῇ τοῦ ὄρθρου συνάξει, μηδὲν ὅλως πνευματικὸν ἢ ἐννοῆσαι ἢ διαπράξασθαι δυνάμενος. Ἀλλὰ καὶ ἐν τῇ αὐτοῦ κέλλῃ, ἐὰν ἕτερος ἐλθὼν παραβάλῃ, ὁμοίως τὴν νύκτα παρέλκει, ἔσθ’ ὅτε λοιδορῶν καὶ κατακρίνων βίους ἑτέρων, καὶ μένει οὗτος τὸν ὅλον τῆς ζωῆς αὐτοῦ χρόνον προσαπολλὺς ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις οὐκ ἀγαθαῖς.
Ἀλλὰ τίνος ἕνεκα ταῦτα πάντα διῆλθον; Ἵνα δείξω ὑμῖν, ἀδελφοί, ὅτι ὁ τοιοῦτον ἕλκων βίον οὐ δύναταί ποτε δάκρυον ἐξ ὀφθαλμῶν αὐτοῦ καταγαγεῖν· πῶς γάρ, ὁ ἀεὶ τὴν αὐτοῦ θεραπεύων γαστέρα καὶ διηνεκῶς φροντίζων ὁμοίως τοῖς ἔθνεσι τί φάγεται αὔριον καὶ τί πίεται καὶ ὡς δεσποίνῃ δουλεύων τῇ τοῦ φάρυγγος ἡδονῇ; Δῶμεν δὲ καὶ ἀπέχεσθαι τῶν εἰρημένων αὐτὸν καὶ μήτε πρὸς ἄλλου τινὸς κέλλαν χωρεῖν, μήτε ἄλλον αὐτὸν ὑποδέχεσθαι ἐν τῇ κέλλῃ αὐτοῦ, μήτε κόρῳ γαστρὸς καὶ πότῳ καὶ ἀργολογίαις προσανέχειν, ἀλλὰ κλείσαντα τὰς θύρας ἔνδον μένειν τῆς κέλλης μονώτατον· τί οὖν ὁ ὄφελος αὐτῷ, ἐὰν μὴ πνευματικὴ ὑπάρχῃ καὶ μετὰ γνώσεως ἡ ἐργασία αὐτοῦ, ἀλλὰ κάθηται ἀναγινώσκων πρὸς τὸ ἀποστηθίσαι τι, ἵνα ἔχῃ τοῦτο λέγειν ἐν καιρῷ συνάξεως ἢ καὶ παρουσίᾳ φίλων, ὥστε φαίνεσθαι αὐτὸν γνωστικόν;
Θῶμεν δὲ ὅτι οὐχ ἕνεκα τούτου, ἀλλὰ χάριν ὠφελείας καὶ τοῦ ἀκοῦσαι λόγον Θεοῦ ἐντυγχάνει ταῖς θείαις Γραφαῖς, εἶτα ἐγερθεὶς ἵσταται εἰς προσευχήν· ἡ δὲ προσευχὴ αὐτοῦ ἔστωσαν, εἰ δοκεῖ, ψαλμοὶ δύο ἢ τρεῖς ἢ δέκα ἢ ἑκατόν, αἱ προσκυνήσεις ὡσαύτως, ὅσας ἂν καὶ εἴποις ποιεῖν, εἶθ’ οὕτως ἐκπληρώσας πάντα ἀνακλίνεται καὶ πλέον οὐδέν· τί οὖν, εἰπέ μοι, ὄφελος αὐτῷ ἐκ τῆς τοιαύτης καὶ μόνον ἐργασίας, ἐὰν μὴ καὶ ὁ καρπὸς τῆς εὐχῆς καὶ τῆς ἀναγνώσεως ἐπανθήσῃ τῇ ψυχῇ αὐτοῦ διὰ τῶν δακρύων τῆς μετανοίας, ὅς ἐστιν ἡ ἀπάθεια, ἡ ἐπίκτησις τῆς ταπεινοφροσύνης ὁμοῦ καὶ πραότητος, καὶ ἡ γνῶσις μετὰ σοφίας τοῦ πνεύματος; Παντὶ γὰρ τῷ μετὰ γνώσεως ἐργαζομένῳ τὴν πνευματικὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ ἀναλόγως δίχα πάσης ἀμφιβολίας ἡ τῶν εἰρημένων ἐπιγίνεται κτῆσις τῆς ἐμπόνου ἐργασίας αὐτοῦ.
Εἰ δὲ ἐργαζομένῳ κατὰ τὸ δοκεῖν καὶ πονοῦντι οὐκ ἐπανθήσει τὰ εἰρημένα, οὐκ ἔστιν κατὰ Θεὸν ἡ ἐργασία αὐτοῦ ἀλλὰ μόνον πρὸς ἀνθρώπων ἀρέσκειαν, καὶ εἰκότως τῶν κρειττόνων ἐξαμαρτάνει. Οὕτω τοίνυν ἀεὶ τὸν ἑαυτοῦ βίον ἕκαστος τῶν προειρημένων διερχόμενος, δυνήσεταί ποτε ἆρα, ὡς ὁ ἀπὸ τῆς ἀρχῆς τῆς ἀποταγῆς αὐτοῦ δοὺς ἑαυτὸν ὅλον εἰς τὸ πάντα τὰ κατὰ Θεὸν λυπηρὰ ὑπομεῖναι καὶ παθεῖν, καθὼς ἄνωθεν προειρήκαμεν, δάκρυον ἢ κατάνυξιν κτήσασθαι ἢ τὴν ἐκ τοῦ κόσμου συνοῦσαν αὐτῷ κακίαν καὶ πονηρίαν καὶ σκληροκαρδίαν ἀποβαλέσθαι καὶ ταπείνωσιν κτήσασθαι; Οὐδαμῶς. Πλανᾷ ἑαυτὸν ὅστις ἂν ᾖ, ὁ ταῦτα νομίζων ἢ καὶ νομοθετῶν. Ὡς γὰρ οὐκ ἐνδέχεται τὸν μὴ ἐκπυρούμενον σίδηρον τῷ πυρὶ ὁμοίως τῷ ἐκπυρουμένῳ λαμπρύνεσθαι ἢ εἰς ἁπαλότητα δι’ ἑτέρας τινὸς μηχανῆς ἔρχεσθαι καὶ χαλκεύεσθαι καὶ εἰς ἐργαλεῖον κατασκευάζεσθαί ποτε εὔχρηστον, οὕτως οὐδὲ τὸν ἀμελῆ καὶ ῥάθυμον καὶ τοιοῦτον ἕλκοντα βίον ἐπιβλαβῆ, οἷον ὁ λόγος ἐδήλωσε, δυνατὸν τῷ ἀναδεξαμένῳ ἐκ πρώτης τύπους ἀγαθοὺς ἐξ ὑπακοῆς πατέρων πνευματικῶν καὶ βίον ἐνάρετον ἔχοντι ἐξισωθῆναι καὶ τῶν αὐτῶν ἐκείνῳ καταπολαῦσαι δωρεῶν καὶ χαρισμάτων τοῦ Πνεύματος. Καὶ εἰκότως.
Ὁ μὲν γὰρ ταπεινὸς ὢν τὴν καρδίαν καὶ ταπεινοτέρας ἔχων τὰς ἐννοίας καὶ συντετριμμένον τὸν λογισμόν, προαιρούμενός τε σπουδαιότερον ταῖς θείαις Γραφαῖς ἐξακολουθεῖν καὶ πᾶσαν ὑπομένων θλῖψιν καὶ πάντα πειρασμὸν ὑποφέρων, ἔτι δὲ καὶ μετὰ πάντων τῶν εὐτελεστέρων συναριθμῶν ἑαυτόν, τὰς πράξεις αὐτοῦ δηλονότι καὶ τὰ κακὰ ἀναλογιζόμενος καὶ μεμφόμενος ἑαυτὸν καθ’ ἑκάστην καὶ βλέπων ἁμαρτωλὸν ἑαυτόν, προκόπτει συντόμως καὶ ὑπὸ τῆς θείας χάριτος, ὅταν μὴ ἔχῃ ἄνθρωπον, τὰ πρὸς σωτηρίαν διδάσκεται, ἐξορίζων κατ’ ὀλίγον ἀπὸ τῆς αὐτοῦ ψυχῆς τὰς ἐνούσας αὐτῷ ἀπὸ τοῦ κόσμου κακίας καὶ πονηρίας, ἀντεισάγων δὲ ἀντ’ ἐκείνων τὰς ἀρετάς. Ὁ δὲ γέμων ἀκαθαρσίας ὁμοῦ καὶ οἰήσεως καὶ μὴ βουλόμενος ἐνώπιον τῆς κραταιᾶς χειρὸς τοῦ Θεοῦ ταπεινωθῆναι καὶ ἀνακαλύψαι τὰ τῆς καρδίας αὐτοῦ πατρὶ πνευματικῷ καὶ κολληθῆναι αὐτῷ καὶ πάντα δρᾶσαι καὶ παθεῖν, ὅσα πρὸς ἀρετὴν καὶ Θεὸν μετὰ συνέσεως φέρει καὶ τελεοῖ τὸν κατὰ Θεὸν ἄνθρωπον, γίνεται χείρων ἢ ὅπερ ἦν ἐν τῷ κόσμῳ, τοῦ ὑλικοῦ πνεύματος ἀντιστραφέντος καὶ ἐνοικήσαντος εἰς αὐτὸν μετὰ τῶν ἑπτὰ πνευμάτων τῆς πονηρίας.
Καὶ οὕτως ὁ μὲν ὑπερβαίνει τοσοῦτον καὶ ὑπερνικᾷ τὸν συνεισελθόντα αὐτῷ ἀδελφόν, ὅσον ὁ τρέχων ἐλευθερίως τὸν ἐν δεσμοῖς καὶ πέδαις σιδηραῖς κατεχόμενον· ὁ δὲ ἡττᾶται καὶ τοῖς προτέροις ἐναπομένει κακοῖς ἢ καὶ χείροσι, μὴ θελήσας οἴκοθεν ἐκλέξασθαι καὶ ποιῆσαι τὸ ἀγαθὸν ἐν τῷ ὑπεισελθεῖν καὶ ἀναδέξασθαι τοὺς ἀγῶνας τῆς ἀρετῆς.
Διὰ τοῦτο οὖν, ὡς ἔφθην εἰπών, ἐργασίας ἐστὶ καρπὸς ἡ κατάνυξις καὶ καρπῶν πρόξενος, μᾶλλον δὲ ποιητικὴ πασῶν τῶν ἀρετῶν καὶ δημιουργὸς αὕτη καθέστηκε, καθὼς πᾶσα Γραφὴ θεόπνευστος μαρτυρεῖ. Τοιγαροῦν καὶ ὁ θέλων κόψαι πάθη ἢ κτήσασθαι ἀρετάς, ταύτην πρὸ πάντων τῶν καλῶν καὶ μετὰ πασῶν τῶν ἀρετῶν ὀφείλει ἐπιμελῶς ἐκζητεῖν. Χωρὶς γὰρ ταύτης οὐ θεάσεται καθαράν ποτε τὴν ἑαυτοῦ ψυχήν· εἰ δὲ μὴ ταύτην, οὐδὲ τὸ σῶμα πάντως κτήσεται καθαρόν. Ἄνευ γὰρ ὕδατος ἀμήχανον ἐκπλυθῆναι τὸ ῥερυπωμένον ἱμάτιον, καὶ δίχα δακρύων ἀμηχανέστερον ἀποπλυθῆναι καὶ καθαρθῆναι κηλίδων καὶ μολυσμῶν τὴν ψυχήν. Μὴ προφασιζώμεθα προφάσεις ψυχοβλαβεῖς καὶ ματαίας, μᾶλλον δὲ εἰπεῖν εἰς ἅπαν ψευδεῖς καὶ τῆς ἀπωλείας προξένους, ἀλλ’ ἐκζητήσωμεν τὴν βασιλίδα ταύτην τῶν ἀρετῶν ὁλοψύχως.
Ὁ γὰρ ταύτην ὁλοψύχως ἐπιζητῶν, εὑρίσκει αὐτήν· μᾶλλον δὲ αὕτη παραγινομένη εὑρίσκει τὸν ἐκζητοῦντα ἐπιπόνως αὐτήν, καὶ κἂν χαλκοῦ κἂν σιδήρου κἂν ἀδάμαντος σκληροτέραν ἔχῃ καρδίαν, ἅμα τῷ παραγενέσθαι κηροῦ παντὸς μαλακωτέραν ταύτην ἐργάζεται. Πῦρ γάρ ἐστι θεῖον διαλῦον ὄρη καὶ πέτρας καὶ λεῖα πάντα ποιοῦν καὶ μεταποιοῦν εἰς παραδείσους καὶ ἀλλοιοῦν τὰς αὐτὸ δεχομένας ψυχάς. Μέσον γὰρ τούτων πηγὴ βλύζουσα γίνεται, ὕδωρ ζωῆς ἀεὶ πηδῶν καὶ ἁλλόμενον καὶ καταρδεῦον πλουσίως αὐτάς, καὶ ὥσπερ ἀπὸ δεξαμενῆς τινος καταρρέον εἰς τοὺς ἐγγὺς καὶ μακράν, καὶ ὑπερεμπιπλοῦν τὰς μετὰ πίστεως δεχομένας τὸν λόγον ψυχάς. Ἐκπλύνει μὲν γὰρ ἐκ πρώτης τοῦ ῥύπου τοὺς μετόχους αὐτοῦ, εἶτα συνεκπλύνει τὰ πάθη καὶ ἀπορρύπτει, ὥσπερ τραυμάτων λεπίδας ταῦτα ἐξανασπῶν, φημὶ δὴ πονηρίαν, φθόνον, κενοδοξίαν καὶ τἄλλα πάντα ἃ τούτοις συνέπεται· οὐ μόνον δὲ ἀλλὰ καὶ ὥσπερ τις φλὸξ περιτρέχουσα κατ’ ὀλίγον ἐξαφανίζει ἐκκαίουσα καθ’ ὥραν ὡς ἀκάνθας αὐτὰς καὶ καταφλέγουσα· ἥτις καὶ πρῶτον μὲν πόθον ἐμποιεῖ τῆς τελείας τούτων ἐλευθερίας τε καὶ καθάρσεως, ἔπειτα καὶ τῶν ἀποκειμένων καὶ ἡτοιμασμένων παρὰ Θεοῦ ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν.
Ταῦτα δὲ πάντα μετὰ δακρύων, μᾶλλον δὲ διὰ τῶν δακρύων, τὸ τῆς κατανύξεως θεῖον πῦρ ἀπεργάζεται· ἄνευ δὲ δακρύων, ὡς ἔφαμεν, οὐδὲ ἓν τούτων ἢ ἐν ἡμῖν αὐτοῖς ἢ ἔν τισιν ἑτέροις γέγονέ ποτε ἢ γενήσεται. Οὐδὲ γὰρ ἀπὸ τῶν θείων Γραφῶν ἀποδείξει τοῦτό τις, ὅτι δακρύων δίχα καὶ κατανύξεως διηνεκοῦς ἐκαθάρθη τις ἀνθρώπων ποτὲ ἢ ἅγιος γέγονεν ἢ Πνεῦμα Ἅγιον ἔλαβεν ἢ τὸν Θεὸν ἐθεάσατο ἢ σκηνώσαντα ἔνδον αὐτοῦ ἔγνωκεν ἢ ὅλως τοῦτον ἔσχε ποτὲ ἔνοικον ἐν τῇ καρδίᾳ αὐτοῦ, μὴ προηγησαμένης μετανοίας καὶ κατανύξεως καὶ ὡς ἀπὸ πηγῆς ἀεὶ βρυόντων δακρύων διηνεκῶν, τῶν κατακλυζόντων δηλονότι καὶ τὴν τῆς ψυχῆς ἐκπλυνόντων οἰκίαν, καὶ αὐτὴν καταδροσιζόντων καὶ ἀναψυχόντων τὴν ὑπὸ τοῦ ἀπροσίτου πυρὸς κατεχομένην καὶ καταφλεγομένην ψυχήν.
Οἱ οὖν λέγοντες μὴ εἶναι δυνατὸν καθ’ ἑκάστην νύκτα καὶ ἡμέραν πενθεῖν καὶ κλαίειν, ἑαυτοὺς πάσης ἀρετῆς γυμνοὺς εἶναι διαμαρτύρονται. Εἰ γὰρ οἱ πατέρες ἡμῶν οἱ ἅγιοι οὕτως ἀποφηνάμενοι λέγουσιν· «Ὁ θέλων κόψαι πάθη, κλαυθμῷ κόπτει αὐτὰ καὶ ὁ θέλων κτήσασθαι ἀρετάς, κλαυθμῷ κτᾶται αὐτάς», εὔδηλον ὅτι ὁ μὴ κλαίων καθ’ ἑκάστην, οὔτε τὰ πάθη κόπτει οὔτε τὰς ἀρετὰς κατορθοῖ, κἄν, ὡς οἴεται, δοκῇ πάσας μετέρχεσθαι. Τί γὰρ ὠφελοῦσιν, εἰπέ μοι, τὰ ἐργαλεῖα τῆς τέχνης τοῦ τεχνίτου μὴ παρόντος, τοῦ τὴν ὕλην εἰδότος μεταχειρίσασθαι καὶ ταύτην ποιῆσαι σκεῦος ἁρμόδιον; Τί δὲ τὸν κηπουρὸν ὀνίνησιν, ἐὰν ὅλον μὲν τὸν κῆπον ἐργάσηται καὶ λαχάνου πᾶν γένος σπείρῃ τε καὶ φυτεύσῃ ἐν αὐτῷ, μὴ κατέλθῃ δὲ ὑετὸς ἄνωθεν ἐπ’ αὐτοῖς ἢ μὴ οὔσης ἀρδείας αὐτῷ ὕδατος; Πάντως οὐδέν.
Οὕτως οὐδὲ ὁ τὰς ἄλλας ἀρετὰς μετερχόμενος καὶ κοπιῶν ἐν αὐταῖς ὀνήσεταί τι χωρὶς ταύτης τῆς ἁγίας καὶ μακαρίας δεσποίνης καὶ δημιουργοῦ πασῶν τῶν ἀρετῶν. Ὥσπερ γὰρ βασιλεὺς δίχα τοῦ ὑπ’ αὐτὸν στρατεύματος ἀσθενὴς καὶ εὐχείρωτος τοῖς πᾶσι γίνεται καὶ οὐδὲ βασιλεὺς φαίνεται, ἀλλ’ ὡς εἷς τῶν λοιπῶν ἀνθρώπων ἐστίν, ὡσαύτως δὲ καὶ τὰ τοῦ πλήθους στρατεύματα καὶ στρατόπεδα δίχα βασιλέως ἢ τοῦ ἀρχιστρατήγου αὐτῶν εὐχερῶς διασκορπίζονται καὶ ὑπὸ τῶν ἀντιπάλων ἐξαφανίζονται, οὕτως λόγισαι εἶναι τὸ πένθος πρὸς τὰς λοιπὰς ἀρετάς.
Στρατόπεδον μὲν γὰρ ἐπὶ τὸ αὐτὸ συναγόμενον ἁπάσας νόει μοι εἶναι τὰς τῶν εἰσαγωγικῶν ἀρετάς, βασιλέα δὲ τούτων καὶ στρατηγάρχην τὸ μακάριον πένθος καὶ τὸν κλαυθμόν, δι’ οὗ ἐπὶ παράταξιν ἅπαν διατίθεται καὶ παρατάσσεται τὸ στρατόπεδον, προθυμοποιούμενον, ἀλειφόμενον, ἐνισχυόμενον, διδασκόμενον, ὅπλα τε αἴρειν καὶ ὅπῃ δεῖ καὶ πῶς καὶ πότε καὶ ποταπὰ καὶ ἐπὶ ποίῳ καὶ ποταπῷ τῷ ἀντιπάλῳ κατὰ καιρὸν καὶ καιροὺς καλῶς ὁριζόμενον, τίνας τε πέμπειν σκοποὺς καὶ ὁποίους ἱστᾶν φύλακας καὶ τί τοῖς ἀπὸ τῶν ἀντιπάλων πεμπομένοις προσδιαλέγεσθαι χρὴ καὶ ποίοις—ἔστι γὰρ καὶ ἀπὸ μόνης ὁμιλίας τρέψαι πάντας αὐτούς, ἐνίοτε δὲ καὶ ἐκ τοῦ μηδὲ εἰς συντυχίαν αὐτοὺς προσδέξασθαι—, πῶς δὲ καὶ ἐνέδρας κατ’ αὐτῶν καὶ λόχους εἴτουν ἐγκρύμματα, καὶ πότε καὶ ποίους τοῦ στρατοπέδου εἰς τοῦτο ἐκπέμψαι καὶ ἐν ποίοις τόποις, αὐτὸ δὴ τὸ πένθος, λέγω, σαφῶς διατάττεται· ἄνευ δὲ τούτου ὁ λαὸς τῶν ἀρετῶν ἅπας εὐχείρωτος.
Καὶ διὰ τοῦτο πρὸ πάντων καὶ μετὰ πάντων ἔργον ἔστω πᾶσιν ἡμῖν, ἀδελφοί, ἡ μετάνοια καὶ ὁ συνημμένος ταύτῃ κλαυθμὸς καὶ τὰ τῷ κλαυθμῷ συνεπόμενα δάκρυα· οὔτε γὰρ δίχα μετανοίας κλαυθμός, οὔτε δίχα κλαυθμοῦ δάκρυα, ἀλλὰ τὰ τρία ταῦτα ἀλλήλοις συνδέδενται, καὶ οὐκ ἔστι δίχα τοῦ ἑτέρου φανῆναι τὸ ἕτερον. Μὴ οὖν λέγῃ τις ἀδύνατον εἶναι τὸ καθ’ ἑκάστην κλαίειν· ὁ γὰρ τοῦτο λέγων, ἀδύνατον εἶναι λέγει καὶ τὸ καθ’ ἑκάστην μετανοεῖν καὶ ἀνατρέπει πάσας τὰς θείας Γραφάς, ἵνα μὴ λέγω καὶ αὐτὴν τὴν ἐντολὴν τοῦ Κυρίου τὴν λέγουσαν· «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», καὶ πάλιν· «Αἰτεῖτε καὶ λήψεσθε, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.» Εἰ γὰρ τὸ μετανοεῖν καὶ κλαίειν καὶ δακρύειν καθ’ ἑκάστην λέγεις ἀδύνατον, τὸ ταπεινοφρονεῖν καὶ πάντοτε χαίρειν καὶ ἀδιαλείπτως προσεύχεσθαι, ἀλλὰ μὴν καὶ αὐτὴν κτήσασθαι καθαρὰν τὴν καρδίαν ἀπὸ παντοίων παθῶν τε καὶ λογισμῶν πονηρῶν πρὸς τὸ θεάσασθαί τινα τὸν Θεόν, πῶς ἐρεῖς ποτε δυνατὸν παρὰ ἀνθρώπων κατορθωθῆναι φθαρτῶν; οὐδαμῶς· καὶ οὕτω γενήσεταί σοι τὸ μετὰ ἀπίστων καταταγῆναι καὶ οὐ πιστῶν. Εἰ μὲν γὰρ ὁ Θεὸς πάντα ταῦτα ὡς δυνατὰ παρ’ ἡμῖν γίνεσθαι καὶ εἶπε καὶ λέγει καὶ καθ’ ἑκάστην βοᾷ, σὺ δὲ ἀντιλέγεις ἀπ’ ἐναντίας ἐκείνῳ, ἀδύνατα λέγων εἶναι ἡμῖν καὶ οὐ δυνατά, πάντως τῶν ἀπίστων διαφέρεις οὐδέν.
Θέλεις οὖν μὴ κοινωνῆσαί ποτε δίχα δακρύων; Ποίησον τὰ παρὰ σοῦ καθ’ ἡμέραν ᾀδόμενά τε ὁμοῦ καὶ ἀναγινωσκόμενα, καὶ τηνικαῦτα δυνήσῃ καὶ τοῦτο ἀδιαλείπτως ἐπιτελεῖν. Ποῖα ταῦτα; Καὶ ὅλως σὺ ἀγνοεῖς; Ἄκουε τοῦ λέγοντος· «Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι οὗτοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.» Ἀλλ’ ἵνα μὴ τὸν λόγον μηκύνωμεν, αὐτά σοι, λέγω, τὰ τοῦ Δαυὶδ ἀναμνήσομαι ῥήματα· «Εἰ ἀναβήσομαι, φησίν, ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ», καὶ πάλιν· «Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου, ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ.
Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος, ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων.
Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.» Φησὶ δὲ καὶ ὁ τῆς Κλίμακος ἅγιος Ἰωάννης· «Δίψα καὶ ἀγρυπνία ἐξέθλιψαν καρδίαν· καρδίας δὲ θλιβείσης ἐξεπήδησαν ὕδατα.» Ὁπόσα δὲ καὶ ἄλλα περὶ τούτων ἡμῖν διαλέγεται, αὐτῇ τῇ βίβλῳ ὁ θελήσας ἐγκύψαι μαθήσεται.
Εἰ οὖν καὶ σὺ ταῦτα, ἃ καθ’ ἑκάστην ψάλλεις καὶ ἀναγινώσκεις ἢ ἄλλων ἀναγινωσκόντων ἀκούεις, ἀπαραλείπτως ἐν ὅλῃ καρδίᾳ μετὰ ταπεινοφροσύνης καὶ πίστεως ἐπιτελῶν διάξεις, ἀμὴν εὐαγγελίζομαί σοι χαρὰν μεγάλην, ὅτι ἐὰν ἐπιμείνῃς ταῦτα ποιῶν, διψῶν, ἀγρυπνῶν, μέχρι θανάτου ὑποτασσόμενος καὶ ὑπακούων ἀδιακρίτως καὶ ἀνυποκρίτως τῷ προεστῶτί σου, ὑποφέρων τε πᾶσαν θλῖψιν καὶ ὕβριν καὶ λοιδορίαν καὶ διαβολήν, οὐ μὴν δὲ ἀλλὰ καὶ μάστιγας καὶ αἰκίας παρὰ τῶν εὐτελεστέρων σου ἀδελφῶν, ἐν πάσῃ εὐχαριστίᾳ διατιθέμενος ἀμνησικάκως πρὸς αὐτοὺς καὶ ὑπὲρ αὐτῶν προσευχόμενος, χαῖρε καὶ ἀγαλλία χαρᾷ ἀνεκλαλήτῳ, ὅτι οὐ μόνον ἐν ἑσπέρᾳ καὶ πρωῒ καὶ μεσημβρίᾳ, ἀλλὰ καὶ ἐσθίοντί σοι καὶ πίνοντι καὶ πολλάκις προσομιλοῦντι, ψάλλοντι καὶ ἀναγινώσκοντι καὶ εὐχομένῳ καὶ ἐπὶ κλίνης ἀνακειμένῳ σοι, ἡ θεία δωρεὰ καὶ ἀνεκλάλητος αὕτη ἐλθοῦσα καταδιώξει σε πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ συνοδεύσει σοι ἐν ὁδῷ καὶ συγκαταλύσει σοι καταλύοντι καὶ διακονοῦντι συνδιακονήσει σοι, παραμυθουμένη καὶ παρακαλοῦσα τὰς ἐκ τοῦ κόπου ὀδύνας σου.
Καὶ τότε γνώσεις, ὡς λίαν πρεπόντως καὶ καλῶς ὁ ἅγιος εἴρηκε Συμεὼν μὴ κοινωνῆσαι ἄνευ δακρύων τινά, καὶ ὡς δυνατὸν τοῦτο καὶ ἐπ’ ἀληθείας πᾶσιν ἁρμόδιον. Οὐ γὰρ ἐκεῖνος, ἀλλὰ δι’ ἐκείνου τὸ Ἅγιον Πνεῦμα καὶ εἶπε ταῦτα καὶ ἔγραψεν. Εἰ γὰρ οὐδεὶς ἀναμάρτητος, οὐδ’ ἂν ἡμέρα μία ἡ ζωὴ αὐτοῦ, καὶ οὐδεὶς δύναται ἁγνὴν ἔχειν τὴν καρδίαν, εὔδηλον ὅτι οὐδὲ ἄνευ μετανοίας καὶ δακρύων ὀφείλει ἄνθρωπος διελθεῖν μίαν καὶ μόνην ἡμέραν ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ, ὅσον τὸ ἐπ’ αὐτόν. Εἰ γὰρ καὶ μὴ ἔχει δάκρυα, ἀλλὰ τέως ζητεῖν ὀφείλει ταῦτα ἐξ ὅλης ἰσχύος τε καὶ ψυχῆς.
Οὐδὲ γὰρ ἄλλως δύναται γενέσθαι ἀναμάρτητος, οὐδὲ τὴν καρδίαν ἁγνός. Εἰ δὲ μὴ χαμευνῆσαι καὶ ἀγρυπνῆσαι βουληθῇ τις, ἀναλογιζόμενος τὸ πλῆθος τῶν ἁμαρτημάτων αὐτοῦ καὶ τὸ βάρος τῶν αὐτοῦ σφαλμάτων, καὶ διορθώσασθαι ἀνέξεται τοὺς προσοζέσαντας καὶ σαπέντας ὑπὸ ἀμελείας καὶ καταφρονήσεως μώλωπας τῆς ἐμπαθοῦς ὀρέξεως καὶ τῶν προλήψεων αὐτοῦ, τῶν εἰς ἀναισθησίαν αὐτὸν ἀγουσῶν—τοῦτο γὰρ ἡ ὄντως ἀφροσύνη ἐστί—, πῶς εἰς συναίσθησιν ἔλθῃ τῆς μελλούσης τῶν ἁμαρτωλῶν καταδίκης καὶ κατακρίσεως καὶ κλαύσει ἐν ὀδύνῃ τῆς καρδίας αὐτοῦ;
Εἰ οὐ βούλεται κακοπαθῆσαί τις ἐν τῷ ταλαιπωρηθῆναι καὶ κατακαμφθῆναι ἕως τέλους καὶ ὅλην τὴν ἡμέραν σκυθρωπάζων πορεύεσθαι, ἐν τῷ κακωθῆναί τε καὶ ταπεινωθῆναι ἕως σφόδρα καὶ ὠρύεσθαι ἀπὸ στεναγμοῦ τῆς καρδίας αὐτοῦ καὶ ὡς στρουθίον μονάζον γενέσθαι ἐπὶ δώματι καὶ πελεκᾶνι ἐρημικῷ ὁμοιωθῆναι, ἐν τῷ διαθέσει ψυχῆς ξένον γενέσθαι ἀπὸ πάντων τῶν ἐν τῇ μονῇ καὶ τῶν ἐν τῷ κόσμῳ καὶ ἀπαρρησίαστον ἀπὸ μεγάλων τε καὶ μικρῶν, ἐν τῷ κοπιᾶν ἐν στεναγμῷ καὶ τὸν ἄρτον ὡσεὶ σποδὸν ἐσθίειν καὶ τὸ κιρνᾶν τὸ πόμα αὐτοῦ μετὰ κλαυθμοῦ, πῶς ἰσχύσει ποτέ, ἀδελφοί, ἢ λούειν καθ’ ἑκάστην νύκτα τὴν κλίνην αὐτοῦ ἢ ἐν δάκρυσι τὴν στρωμὴν αὐτοῦ βρέχειν; Ὄντως οὐδέποτε οὐδαμῶς, οὐ μόνον ταῦτα ἐν ἑαυτῷ γεγονότα οὐ μὴ θεάσηται, ἀλλ’ οὐδὲ ἐν εὐχῇ αὐτοῦ εὑρήσει αὐτά, οὐδὲ τόπον ἑτοιμάσαι ἰσχύσει τῷ Κυρίῳ, οὐδὲ σκήνωμα ἄξιον τῷ Θεῷ Ἰακώβ, ὅς ἐστι Χριστὸς Κύριος, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν. Εἰ δὲ μὴ ταῦτα προετοιμάσει καλῶς, οὐδὲ μετὰ δακρύων, δηλονότι, οὐδὲ ἀξίως καὶ ὡς δεῖ κοινωνῶν, τὸν Βασιλέα καὶ Θεὸν ἐν ἑαυτῷ ὑποδέξεται, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιήσειε; «Τὰ γὰρ ἅγια τοῖς ἁγίοις» καθ’ ἑκάστην οἱ μὲν λέγουσι καὶ τοῖς ἄλλοις κηρύττουσι, μέγα ἐκβοῶντες αὐτοῖς—εἴθε δὲ καὶ ἑαυτοῖς—, οἱ δὲ λεγόντων ἐκείνων ἀκούετε. Τί οὖν;
Ὁ μὴ ἅγιος καὶ ἀνάξιος; Οὔ, ἀλλ’ ὁ μὴ καθ’ ἑκάστην τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ ἐξαγγέλλων, ὁ μὴ μετάνοιαν ἀξίαν ὑπὲρ τούτων καὶ ὑπὲρ τῶν ἐν ἀγνοίᾳ ἐπιδεικνύμενος, ὁ μὴ πενθῶν ἀεὶ καὶ σκυθρωπάζων πορευόμενος καὶ τὰ προειρημένα μὴ μετερχόμενος ἐν σπουδῇ, οὗτος οὐκ ἄξιος.
Ὁ δὲ ταῦτα πάντα ποιῶν καὶ ἐν στεναγμοῖς καὶ δάκρυσι τὸν ἑαυτοῦ βίον διανύων, καὶ σφόδρα ἐστὶν ἄξιος οὐκ ἐν ἑορτῇ μόνον, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἐξ αὐτῆς, εἰ τολμηρὸν εἰπεῖν, τῆς ἀρχῆς τῆς μετανοίας καὶ ἐπιστροφῆς αὐτοῦ τῶν θείων τούτων ἐν μετοχῇ γίνεσθαι μυστηρίων. Συγγνωστὸς γάρ ἐστιν ὁ τοιοῦτος, ὡς ἐν τούτοις καὶ τοῖς τοιούτοις ἔργοις μέλλων ἐγκαρτερεῖν μέχρι τέλους, ὁδεύων ἐν ταπεινώσει καὶ συντετριμμένῃ καρδίᾳ. Οὕτω γὰρ ποιῶν καὶ οὕτως ἔχων, φωτίζεται τὴν ψυχὴν ὁσημέραι, βοηθούμενος ἐκ τῆς μεταλήψεως τῶν ἁγίων, καὶ εἰς τελείαν κάθαρσιν καὶ ἁγιότητα συντόμως μᾶλλον ἀνάγεται.
Ἄλλως δέ πως ἀποπλυθῆναι ἢ καθαρθῆναι τὸ ῥερυπωμένον ἡμῶν σκεῦος καὶ τὴν μολυνθεῖσαν οἰκίαν ἡμῶν οὐκ ἔνι. Ἐγὼ γὰρ οὐδὲν πλέον οὔτε ἀπὸ τῶν θείων Γραφῶν μεμάθηκα, οὔτε ἐξ ἐμαυτοῦ γνῶναι ἴσχυσα. Λέγοντος γὰρ ἀκούομεν καθ’ ἑκάστην τοῦ ἀποστόλου· «Δοκιμαζέτω γάρ, φησίν, ἕκαστος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἀναξίως ἐσθίων καὶ πίνων τὸ σῶμα τοῦ Κυρίου, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει» καὶ πάλιν· «Ὁ δὲ ἀναξίως ἐσθίων τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου, ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Εἰ δὲ ὁ μὴ ἀξίους τοὺς καρποὺς τῆς μετανοίας ἐπιδειξάμενος, ἀνάξιος εἶναι ὑπὸ πάσης θεοπνεύστου Γραφῆς ἀπελέγχεται, πῶς, εἰπέ μοι σύ, δίχα δακρύων ποτὲ καθαρθῆναί τις δυνηθῇ καὶ ἀξίως, ὅσον τὸ ἐπ’ αὐτῷ, τῶν μυστηρίων μεταλαβεῖν; καρπὸς γὰρ τῆς μετανοίας πρῶτος ταῦτα εἰσι καί, ὥσπερ ἡ βδελυρὰ τοῦ σώματος ῥύσις καὶ ἡ τῆς καρδίας πρὸς πᾶν πάθος οἱονεὶ ἐνήδονος μίξις τῷ διαβόλῳ οἵα τις θυσία προσάγεται παρ’ ἡμῶν, οὕτω τὰ ἐξ αὐτῆς χεόμενα πάλιν δάκρυα θυσία εὐπρόσδεκτος τῷ Δεσπότῃ προσφέρονται καὶ τῆς ἐμπαθοῦς ἐκείνης ἡδονῆς τὸ αἶσχος ἀποκαθαίρουσι, καὶ τοῦτο δηλῶν ὁ Δαυὶδ ἔλεγε· «Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.»
Καὶ εἰκότως· ἐν ἕξει γὰρ τοιαύτῃ γενομένη ἡμῶν ἡ ψυχὴ καὶ οὕτω καθ’ ἑκάστην ταπεινουμένη, ἡμέραν μίαν οὐ διέρχεταί ποτε ἄνευ δακρύων κατὰ τὸν εἰρηκότα Δαυίδ· «Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.» Διὰ τοῦτο οὖν παρακαλῶ καὶ ὑμᾶς, πατέρες καὶ ἀδελφοί μου, ἐν σπουδῇ ἕκαστος τὴν ἑαυτοῦ ψυχὴν ἐν τούτοις καὶ τοῖς τοιούτοις ἐγγυμνασάτω ἔργοις, ἥτις κατανυγεῖσα καὶ μεταποιηθεῖσα κατὰ μικρόν, πηγὴ γίνεται ποταμοὺς δακρύων καὶ κατανύξεως ἀναβλύζουσα. Εἰ δὲ μὴ οὕτω καθαροὶ γεγονέναι σπουδάσομεν, ἀλλ’ ἐν ἀμελείᾳ καὶ ῥαθυμίᾳ καὶ χαυνότητι πορεύεσθαι θελήσομεν, ἐγὼ μὲν οὐδὲν ἐρῶ φορτικὸν φειδοῖ τῆς ἀγάπης ὑμῶν, πλὴν τοῦτο, ὅτι κἂν συμβῇ ποτέ τινα μετὰ δακρύων ἴσως κοινωνῆσαι, ἤγουν ἢ πρὸ τῆς λειτουργίας ἢ ἐν τῇ θείᾳ λειτουργίᾳ ἢ καὶ ἐν αὐτῷ τῷ καιρῷ τῆς τῶν θείων μεταλήψεως κλαῦσαι, τὰς δὲ λοιπὰς ἡμέρας τε καὶ νύκτας οὐ προθυμεῖται τοῦτο ποιεῖν, οὐδὲν αὐτῷ ἐκ τοῦ πρὸς ἅπαξ κλαῦσαι τὸ ὄφελος ἔσται. Οὐ γὰρ τοῦτο μόνον ἀξίους ἡμᾶς εὐθὺς ἀποκαθαῖρον ποιεῖ, ἀλλὰ τὸ καθ’ ἑκάστην καὶ ἀδιαλείπτως μέχρι θανάτου πενθεῖν, ὡς αὐτὸς ἡμῖν ὁ Δεσπότης ποιεῖν προσέταξε «Μετανοεῖτε, λέγων, αἰτεῖτε καὶ ζητεῖτε καὶ κρούετε». Ἕως πότε; «Ἕως οὗ λήψεσθε, φησί, καὶ εὑρήσετε καὶ ἀνοιγήσεται ὑμῖν.» Τίς; Ἡ βασιλεία τῶν οὐρανῶν, δηλονότι.
Αὕτη γὰρ ἡ μετάνοια καὶ ἡ οὕτως ἀπαραλείπτως, ὡς εἴπομεν, μέχρι θανάτου μετὰ πόνου καὶ θλίψεως ἐπιτελουμένη, κατὰ μικρὸν μικρὸν δάκρυα προχέειν ἡμᾶς ποιεῖ πικρά, δι’ ὧν ἀποσμήχει καὶ ἀποκαθαίρει τὸν τῆς ψυχῆς ῥύπον καὶ μολυσμόν· μετὰ ταῦτα δὲ μετάνοιαν ἡμῖν ἐμποιεῖ καθαρὰν καὶ εἰς γλυκέα τὰ πικρὰ δάκρυα μεταβάλλει καὶ χαρὰν ἀένναον ἀπογεννᾷ ἐν ταῖς καρδίαις ἡμῶν καὶ τὸ ἄδυτον φέγγος ἰδεῖν προξενεῖ, ὃ εἰ μὴ πάσῃ σπουδῇ καταλαβεῖν ἀγωνισόμεθα, πνευματικοὶ πατέρες καὶ ἀδελφοί, οὐκ ἂν τῶν παθῶν ἁπάντων τελείως ἀπαλλαγῶμεν, οὐκ ἂν τὰς ἀρετὰς κτησώμεθα πάσας, οὐκ ἂν ἀξίως ἢ μετὰ δακρύων τῶν κατὰ Θεὸν ἰσχύσωμέν ποτε τῶν θείων μυστηρίων καθ’ ἑκάστην μεταλαμβάνειν ἢ τὸ συνὸν αὐτοῖς θεάσασθαι θεῖον φῶς. Ἀλλ’ οὐδὲ τὴν καρδίαν ἕξομέν ποτε καθαράν, οὐδὲ τὸ Ἅγιον Πνεῦμα ἐνοικήσει γνωστῶς ἐν ἡμῖν, οὐδὲ ἰδεῖν ἀξιωθησόμεθα, ὡς οἱ ἅγιοι, τὸν Θεὸν οὔτε ἐνταῦθα ὄντες, οὔτε ἐκεῖ, μοι δοκεῖ, τυφλοὶ ἀπελθόντες, ἀλλ’ ὡς ὁ Θεολόγος λέγει Γρηγόριος, τοσοῦτον τῆς ἐκείνου θέας ἐκπέσομεν «κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου ἡμῶν ἀπεντεῦθεν ἀμβλυωπίας», καθ’ ὅσον τοῦ φωτὸς αὐτοῦ ἑκουσίως ἑαυτοὺς ὑστερήσαμεν ἐν τῇ παρούσῃ ζωῇ.
Ἀλλὰ γένοιτο πάντας ἡμᾶς, καθαιρομένους τε καὶ καθαρθέντας, τοῦτον ἀξιωθήσεσθαι κατιδεῖν. Οἱ γὰρ ἐκτὸς τῶν δύο τούτων τοῦ βίου ὑπεξερχόμενοι, ἄδηλον ἔχουσι τὸ πέρας τῆς περὶ αὐτοὺς ἀποφάσεως. Τὸ δὲ ἄδηλον καὶ ἀβέβαιον, ἀνέλπιστον καὶ ἀπληροφόρητον· ὁ γὰρ μὴ χάριτι τὴν καρδίαν βεβαιούμενος ἐξ οὐδενὸς ἑτέρου τὴν ἀκαταίσχυντον ἐλπίδα ἀδίστακτόν ποτε, οἶμαι, κτήσεται· ὁ δὲ ταύτην μὴ ἔχων, διὰ τίνος ἄλλου εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα συναρπαγήσεται τοῖς ἁγίοις; Διὰ τίνος δὲ καὶ ἡ λαμπὰς ἡμῶν τότε ἐξαναφθήσεται, ἐσβεσμένη ἀπὸ τῶν ὧδε τυγχάνουσα; ποῦ τοῦ ἐλαίου καὶ πόθεν εὑρισκομένου καὶ ποίου τοῦ πυρός, εἰπέ μοι, τοῦ ταύτην ἀνάψαι μέλλοντος, ἢ πόθεν ἢ πῶς, ἵνα τότε ἑτοιμασθέντες φαιδροὶ φαιδραῖς ταῖς λαμπάσι τῷ νυμφίῳ προσυπαντήσωμεν; Ἐξαναστάντων γὰρ ἡμῶν ὡς ἐξ ὕπνου, εὐθὺς πρὸς τὴν ἀπάντησιν, ὡς ἀκούετε, τρέχειν μέλλομεν. Εἰ οὖν καθεζομένων καὶ ἐν τοῖς μνήμασιν οἰκούντων ἡμῶν, ἐκβοήσασα ἡ σάλπιγξ ἐξυπνήσει ἡμᾶς, ἐὰν μὴ ἀπὸ τῶν ὧδε, ὡς λαμπάδας προαναφθείσας, ἔχωμεν τὰς ψυχάς, ἀλλ’ εὑρεθῶσιν ἢ μηδόλως ἢ ὀλίγον τι καὶ μικρὸν φαίνουσαι καὶ ὅσον οὔπω σβεσθῆναι, κατὰ τὴν εὐαγγελικὴν φωνήν, μέλλουσαι, ποῦ τότε εὑρήσομεν ἢ τὰς παντελῶς ἐσβεσμένας ἀνάψαι ἢ ταῖς σβεννυμέναις ἀπὸ τῆς ἐνδείας τοῦ ἐλαίου προσθεῖναί τι μικρόν; Ὄντως οὐδὲν οὐδαμοῦ εὑρήσομεν.
Διὰ τοῦτο σπουδάσωμεν ἀπεντεῦθεν ἤδη ταύτας ἀνάψαι διὰ μετανοίας ὁμοῦ καὶ δακρύων φαιδρῶς, ἵνα ἐν τῇ ἀναστάσει λαμπροὶ λαμπρῶς τῷ νυμφίῳ προσυπαντήσωμεν καὶ συνεισελευσώμεθα αὐτῷ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ τῶν αἰωνίων καταπολαύσωμεν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.