Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση Γ': Περί υποταγής, αγρυπνίας και πνευματικού πολέμου
Έλεγχος του γογγυσμού, υπενθύμιση των μοναχικών υποσχέσεων, διάκριση των λογισμών και προτροπή για συνεχή νήψη κατά των δαιμόνων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση Γ': Περί υποταγής, αγρυπνίας και πνευματικού πολέμου
Έλεγχος του γογγυσμού, υπενθύμιση των μοναχικών υποσχέσεων, διάκριση των λογισμών και προτροπή για συνεχή νήψη κατά των δαιμόνων.
Περὶ τοῦ ὅτι χρὴ καλῶς ὑποτάσσεσθαι καὶ μὴ ἐπιλανθάνεσθαι τῶν συνθηκῶν, ὧν πρὸς Θεὸν συνεθέμεθα. Καὶ ὅτι οὐ δεῖ γογγύζειν ἐπὶ ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων.
Λόγος Γʹ. Ἀδελφοὶ καὶ πατέρες, ἀναμνησθέντες τῶν τοῦ Θεοῦ προσταγμάτων οὕτω λεγόντων· «Μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε», τοὺς ἀλλοτρίους βίους μηδαμῶς περιεργάζεσθε, ἃ δὲ μᾶλλον λέγουσιν ἡμῖν οἱ ἱερεῖς ποιεῖν ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιῆτε, ὡς ἀκηκόατε. Διὸ πείσθητέ μοι ὡς δοῦλοι Χριστοῦ, τῷ ἀναξίῳ, καὶ τὴν ἐμὴν ὀλιγοψυχίαν καὶ ῥαθυμίαν ἐάσαντες, φροντίσατε, παρακαλῶ, τῶν ψυχῶν ὑμῶν καὶ ἀόκνως τὰς ἐντολὰς τοῦ Θεοῦ ποιεῖν σπεύσατε· καὶ κατ’ ἐμοῦ τοῦ ταπεινοῦ μὴ γογγύζητε, ὡς ἅπαξ τοῦ ἐνιαυτοῦ ἐξεγερθέντες τὸ μεσονύκτιον, ἀλλὰ μνησθέντες τοῦ εἰπόντος· «Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου», εὐχαριστήσατε τῷ Θεῷ μᾶλλον καὶ τῷ ὑμᾶς εἰς τὴν αὐτοῦ δοξολογίαν διυπνίσαντι καὶ χάρητε καὶ σκιρτήσατε, ὅτι μετὰ τῶν ἁγίων ἀγγέλων ἠξιώθητε ἀνυμνεῖν τὸν Θεόν.
Ὁ γὰρ ἐπὶ τῇ συνήθει συνάξει ἀγανακτῶν καὶ ἐπὶ τῷ μήκει τῶν ἀναπεμπομένων ὕμνων δυσχεραίνων καὶ κατακλώμενος, οὗτος ἀληθῶς οὐκ οἶδεν ὡς γλυκέα τὰ λόγια τοῦ Θεοῦ ἐν τῷ λάρυγγι τῶν ἀγαπώντων αὐτὸν καὶ ὑπὲρ μέλι καὶ κηρίον ἐν τῷ στόματι τῶν ἐπιγινωσκόντων αὐτόν, ἀλλ’ ὅλος σὰρξ ὢν καὶ σαρκικὸν ἔχων τὸ φρόνημα καὶ σαρκικωτέραν τὴν αἴσθησιν, πνευματικῶς οὐ δύναται γεύεσθαι τῶν εἰς εὐεργεσίαν ἡμῖν δοθέντων ἀπὸ Θεοῦ, ἀλλὰ πάντα πικρὰ τὰ κατὰ Θεὸν αὐτῷ φαίνονται, καὶ τὸ «Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος» οὐκ ἐπίσταται. Ὁ δὲ τοῦτο μὴ ἐναργῶς ἐπιστάμενος, τῆς ἀγάπης καὶ τῆς γλυκύτητος τοῦ Χριστοῦ ἐναργῶς ἠλλοτρίωται. Ὁ δὲ τούτων ἄγευστος καὶ ἀλλότριος—φεῦ μοι, ἐμὸν τὸ ἀτύχημα, ἰδιοποιεῖσθαι γὰρ προστέταγμαι τὰ ἀλλότρια—ἐχθρός ἐστι τοῦ Θεοῦ καὶ ξένος τῆς βασιλείας τῶν οὐρανῶν· ποίαν γὰρ ἄλλην, εἰπέ μοι, ἕξει ἐλπίδα ἢ τίνος ἄλλου ἀγάπην περιπλακήσεται καὶ παραμυθίαν εὑρήσει ἢ ἐνταῦθα ἢ μετὰ θάνατον; Ὁ δὲ καὶ ἀντιλέγων καὶ καταστενάζων καὶ ἐπαρώμενος τοῖς αὐτὸν διεγείρουσι πρὸς ὕμνον θεῖον καὶ δοξολογίαν Θεοῦ, ποίαν ἀπολογίαν εὑρήσει ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ ἑαυτῷ καὶ ἑτέροις σκάνδαλον ἀπωλείας γενόμενος;
Πιστεύσατέ μοι, πνευματικοί μου πατέρες καὶ ἀδελφοί, ὅταν ταῦτα ἀκούσω ἢ καὶ θεάσωμαί τινα ἐξ ὑμῶν διὰ ταῦτα δεινοπαθοῦντα, τοιαύτῃ θλίψει συνέχομαι καὶ τὴν καρδίαν μου δάκνομαι, ὡς αὐτῇ τῇ κολάσει δοκεῖν παραδίδοσθαι, καὶ χαρᾶς οὐκ ἐπαισθάνομαι οὐδεμιᾶς ἄλλης τοῦ κόσμου, ἀλλὰ καὶ αὐτὴν ἀπολέγομαι τὴν ζωήν· καὶ κλαίω καὶ θρηνῶ, ὡς ἤδη κατακρινόμενος, καί τοι παρακαλῶν ὑμᾶς οὐκ ἀκούομαι, ἐπιτιμῶν ἀποπέμπομαι, ἐλέγχων μισοῦμαι καὶ παιδεύων ἀντιπαιδεύομαι καὶ ὡς ἐχθρὸς ἐκδιώκομαι, καὶ ταῦτα ποιῶν ἀνάπαυσιν οὐ δύναμαι κτήσασθαι. Βουλεύομαι παύσασθαι καὶ τὰ ἐμαυτοῦ μόνα σκοπεῖν κακά, ἀλλ’ ὅταν τοῦτο στῆσαι θελήσω, τότε ὡς φλὸξ ἀνάπτεται ἡ καρδία μου καὶ πάλιν ἐν τοῖς αὐτοῖς, ὁ ταπεινός, περιέχομαι καὶ ὀδυνᾶμαι τὰ ὑμέτερα τραύματα οὐχ ἧττον ἢ τοῖς ἰδίοις μώλωψιν ἀλγύνεται ἕκαστος, καὶ ὑπὲρ ὑμῶν ἐγὼ φλέγομαι, καὶ τὸν βίον ἡγοῦμαι ἀβίωτον, καὶ θαυμάζειν μοι ἔπεισι πῶς εἰς τοιαύτην κατήλθομεν σκότωσιν καὶ κατὰ τῶν ἰδίων ψυχῶν πάντα πράττομεν καὶ ἑαυτοὺς κατασφάζοντες ὡς ζῶντες ἀπολακτίζομεν, καὶ δεσμοῦντες τοῖς ἁμαρτήμασιν ἑαυτοὺς χαίρομεν καὶ τοὺς αἴροντας τὰ τοιαῦτα δεσμὰ κατεσθίομεν. Ἐὰν κολυθῶμεν παρά τινος μηδὲν κατὰ τῶν ψυχῶν ἡμῶν διαπράξασθαι, ὡς κύνες μαινόμενοι καθυλακτοῦμεν καὶ μεμφόμεθα αὐτόν, καὶ οὐ παυόμεθα μέχρις οὗ τὴν πρᾶξιν ποιήσομεν καὶ τὰς ψυχὰς ἡμῶν ἀπολέσομεν.
Εἶτα καὶ εἰς τὰ τοιαῦτα ἐθισθέντες παράνομα, φυσικῶς, εἰπεῖν, κακοὶ γινόμεθα καὶ οὐκ ἔτι ἀνανεῦσαι βουλόμεθα. Μοναχοὶ ἐπηγγειλάμεθα εἶναι καὶ πλεῖον τῶν κοσμικῶν ἐκακώθημεν. Πεινᾶσαι καὶ διψῆσαι καὶ κακοπαθῆσαι συνεταξάμεθα, καὶ ὑπὲρ ἑνὸς κλάσματος ἄρτου λογομαχεῖν καὶ βλασφημεῖν οὐκ αἰσχυνόμεθα, καὶ τότε ἴσως ἐπιζητουμένου παρ’ ἡμῶν παρὰ τὸν ὡρισμένον καιρὸν τῆς τροφῆς. Πᾶσι τοῖς ἐν τῷ κόσμῳ, γονεῦσι, λέγω, καὶ ἀδελφοῖς καὶ φίλοις, ἤλθομεν ἀποτάξασθαι, καὶ τρέφειν μᾶλλον αὐτοὺς ἐκ τῶν τῆς μονῆς ἄρτων οὐ διαλιμπάνομεν. Ὡς ἐχθρὸν τὸν κόσμον ἐφύγομεν, καὶ τοὺς τοῦ κόσμου καὶ τὰ τοῦ κόσμου πλέον ἢ αὐτὸν τὸν Χριστὸν ἀγαπῶμεν.
Εἰπέ μοι, ἐρωτῶ σε, ἀδελφέ, πιστεύων εἶναι κρίσιν καὶ ἀνάστασιν καὶ ἀνταπόδοσιν τῶν βεβιωμένων, ἦλθες ἐν τῇ μονῇ, ὁμολογῶν εἶναι Θεὸν μέλλοντα ἀποδοῦναι ἑκάστῳ κατὰ τὰς πράξεις αὐτοῦ, ἢ οὐδέ τινα τούτων διέθου ἐν τῇ καρδίᾳ σου; Τηρῆσαι τὰς συνθήκας ἃς συνέθου καὶ συνετάξω τῷ Χριστῷ ἐπὶ πολλῶν μαρτύρων ἐλήλυθας, ἢ τοῦτο μὲν ὡς δεσμὸν ἀδελφότητος δολίως προσεποιήσω, μέλος γενέσθαι τῆς ἐκκλησίας περιδρασσόμενος, τὸ δὲ ὅλον ἦν σοι ἐν μελέτῃ κατεσκευασμένον, ἵνα λαμβάνῃς ἀνελλιπῶς τὰ πρὸς χορτασίαν καὶ γαστριμαργίαν χορτάσματα καὶ ζῇς βίον ἀμέριμνόν τε καὶ ἄπονον; Εἰ μὲν οὖν παρεγένου δοῦλος γενέσθαι Χριστοῦ καὶ ἡμέτερος ἀδελφός, φύλασσε, παρακαλῶ, καὶ τὰς αὐτοῦ ἐντολάς, καὶ θερμῶς δουλεύειν αὐτῷ προθυμήθητι, ἵνα φανῇς χριστιανὸς ἀληθὴς ἐκ τῶν ἔργων καὶ ἀδελφὸς ἡμῶν φιλόθεος χρηματίσῃς, ἡμῖν ἐν πᾶσιν ἐξομοιούμενος· συγκακοπάθησον ὡς καλὸς στρατιώτης, ἵνα καὶ στεφανωθῇς καὶ συνδοξασθῇς, αἰωνίῳ δόξῃ ἐπευφραινόμενος. Εἰ δὲ τὸ πᾶν σχηματιζόμενος μὲν κουρεύεσθαι καὶ μοναχὸς γίνεσθαι ἦλθες, τρώγειν δὲ καὶ πίνειν μετ’ αὐτῶν ἐμελέτησας μόνον, ἕτοιμα τὰ πάντα εὑρίσκων δῆθεν ἐξ αὐτομάτου, ἄκουσον καὶ ἐγώ σοι λέξω ἅ σοι μέλλουσιν ὑπαντῆσαι.
Πρῶτον μέν, ὃ καὶ μέγιστον, ἴσθι ὡς οὐ κατηλλάγης οὐδὲ προσῳκειώθης Θεῷ, ἀλλὰ ἐχθρὸς λελόγισαι αὐτοῦ καὶ ἐπίβουλος· καὶ πῶς δὲ οὐκ ἐπίβουλος, ἄλλα μελετῶν ἐν καρδίᾳ καὶ ἄλλα ἐπὶ πάντων ἐπαγγελλόμενος καὶ δοκῶν τὸν ἀλάθητον λανθάνειν Θεόν; Ἐκεῖνος· «Μὴ μεριμνήσητε περὶ τῆς αὔριον, τί φάγητε ἢ τί πίητε ἢ τί ἐνδύσησθε» διαρρήδην πᾶσιν ἐντέλλεται, σὺ δὲ διὰ τοῦτο ἀποκείρῃ, ἵνα μόνον ἀδελφὸς ὑπάρχῃς καὶ κοινωνὸς κτημάτων καὶ χρημάτων, ὧν ἴσως ἐν τῷ κόσμῳ ὢν οὐκ ἐκυρίευσας. Ὁ ἀπόστολος παραινεῖ λέγων· «Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα», σὺ δὲ μηδὲ εἰς αὐτὴν τὴν ἀναγκαίαν χρείαν ἀρκούμενος, κλέπτεις καὶ νοσφίζῃ τὰ τῆς μονῆς. Καὶ ἐν πᾶσι μὲν τοῖς πρὸς σωματικὴν ἡδονὴν καὶ θεραπείαν ὑπάρχουσιν ἀδελφὸν σεαυτὸν εἶναι τῶν ἁπάντων ἀκαινοτόμητον βούλῃ καὶ τὴν ἰσότητα μετὰ τῶν κοπιώντων εἰς τὸ ἔργον Κυρίου προσαπαιτεῖς· ἐὰν δὲ πρὸς νηστείαν ἢ ἀγρυπνίαν ἢ τῆξιν σώματος, ἔτι δὲ πρὸς πένθος ἢ εὐχὴν ἀδιάλειπτον, παννύχους τε στάσεις καὶ ψαλμωδίας καὶ ὕμνους πνευματικοὺς ἴδῃς τινὰς τῶν ἀδελφῶν προθύμως ἑαυτοὺς γυμνάζοντας καὶ τρέχοντας ὅλῃ τῇ ψυχῇ καὶ προθέσει, ἀλλότριον σεαυτὸν εἶναι λέγεις καὶ ταῦτα ποιεῖν μὴ δύνασθαι· οὐ μόνον δὲ ἀλλὰ καὶ ἀποκρυβόμενος καὶ μὴ εὑρισκόμενος εἰς τὴν σύναξιν, οἴει σεαυτὸν ὠφελεῖν.
Ὢ τῆς ἄγαν σκοτώσεως καὶ ἀγνοίας καὶ τῆς ἀπάτης τῶν λογισμῶν σου! Καὶ τὸ χαλεπώτερον τούτου, ὅτι καὶ πειρασμῶν ἴχνος ἐὰν ἐνώπιόν σου φανήσεται ἢ καὶ πρὸς δοκιμήν σου μικράν τινα λύπην λυπήσῃ σε ὁ ἡγούμενος, καὶ αὐτὸ ἀπαρνῇ τὸ ἔνδυμα, καθὰ πολλοὺς ἐγὼ λέγοντας ἤκουσα· «Μὴ γὰρ δοῦλος γενέσθαι τινὸς ἐλήλυθα ἢ διὰ τὸ ὑβρίζεσθαι παραγέγονα;» Ὢ τῆς παραπληξίας!
Οὐκ ἦλθες κατὰ τῶν ἀοράτων ἐχθρῶν ἀγωνίσασθαι; Οὐκ ἐλήλυθας ἀναλαβέσθαι τὸν κατὰ τῶν παθῶν πόλεμον; Δι’ ἣν δὲ τὴν αἰτίαν στρατευθῆναι καὶ τοῖς Χριστοῦ στρατιώταις καταταγῆναι ἠθέλησας; ἵνα σιτηρέσια ἐπίσης αὐτοῖς λαμβάνων καὶ ὀψώνια, ἀνάκεισαι ὡς οἱ ἐπὶ σκηνῆς τρυφῶντες καὶ μεθυσκόμενοι; Ἐὰν ταῦτα λογίζῃ, οὐαί σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅταν ὁ Χριστὸς ἔλθῃ ἑκάστῳ ἀποδοῦναι κατὰ τὰς πράξεις αὐτοῦ, ὅταν ἐκζητήσῃ ἀπὸ τῶν μοναχῶν, τῶν συνταξαμένων αὐτῷ ἐπὶ πολλῶν μαρτύρων, τὰς συνθήκας ἃς συνέθεντο ποιῆσαι καὶ διαφυλάξαι ἐνώπιον τοῦ ἁγίου θυσιαστηρίου καὶ τῶν ἁγίων ἀγγέλων αὐτοῦ. Τί γὰρ καὶ ἐρωτώμενοι ἀποκρινόμεθα; Οὐχί· τί προσήλθομεν τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ τῇ ἁγίᾳ συνοδίᾳ ταύτῃ, ποθοῦντες τὸν μοναχικὸν βίον καὶ τὴν ἀγγελικὴν ἀσπάσασθαι πολιτείαν;
Τί οὖν πρὸς ταῦτα ἀνθυποφέρομεν; οὐχὶ τὸ «Ναί, τίμιε πάτερ»; Ὁ δὲ ἱερεὺς τί πρὸς ἡμᾶς φησι πάλιν; «Γινώσκετε, ἀδελφοί, ὅτι ἐφ’ ὅσον ἐληλύθατε καταριθμηθῆναι τοῖς δούλοις τοῦ βασιλέως Χριστοῦ, ἑτοιμάσατε ἑαυτοὺς εἰς πειρασμούς. Ἔσεσθε γὰρ εἰδότες ὅτι ἀπὸ τοῦ νῦν μᾶλλον πᾶσαν μηχανὴν ὁ ἐχθρὸς κινήσει καθ’ ὑμῶν. Δεῖ οὖν ὑμᾶς καὶ πεινᾶσαι καὶ διψῆσαι καὶ ῥιγᾶσαι, ἀτιμασθῆναί τε καὶ ἐμπτυσθῆναι, ῥαπισθῆναί τε καὶ χλευασθῆναι καὶ πάντα τὰ κατὰ Θεὸν λυπηρὰ ὑπομεῖναι.» Ἄρα τί πρὸς ταῦτα ἡμεῖς ἀποκρινόμεθα; Οὐχὶ πάντα παθεῖν καὶ ὑπομεῖναι ἐπαγγελλόμεθα, καὶ τὸ «Ναί, τίμιε πάτερ» κατὰ πᾶσαν ἐρώτησιν τῶν τῆς ὑπομονῆς παθημάτων φθεγγόμεθα;
Οὐχὶ ἐγκράτειαν καὶ ἀγρυπνίαν καὶ προσευχὴν καὶ ὑπακοὴν μέχρι θανάτου τῷ προεστῶτι καὶ πάσῃ τῇ ἀδελφότητι φυλάξαι ὁμολογοῦμεν ἐνώπιον Θεοῦ καὶ ἀγγέλων; Καὶ νῦν, ὡς οὐδενὸς ὄντος τοῦ μέλλοντος ἀπαιτῆσαι ἡμᾶς τὰς συνθήκας ταύτας ἃς συνεθέμεθα, οὕτω διακείμεθα, ἐν ἀφοβίᾳ Θεοῦ διάγοντες καὶ καταφρονήσει τῶν αὐτοῦ ἐντολῶν, κατεπαιρόμενοι οὐ μόνον ἁπάσης τῆς λοιπῆς ἀδελφότητος, ἀλλὰ καὶ τῶν προεστώτων ἡμῶν, γογγύζοντες, ἀντιλέγοντες, καταρώμενοι, ῥαθυμοῦντες καὶ πάντα ποιοῦντες, ὅσα μισεῖ ὁ Θεὸς καὶ ὅσα εἰς γέενναν πυρὸς ἀπολλύουσιν ἡμῶν τὰς ψυχάς.
Ποῦ τοιοῦτον ἀπὸ τοῦ αἰῶνος ἠκούσθη μηχανῆς ἔργον; Ποῖος δαίμων τρόπον ἀπωλείας κατὰ τῶν ἡμετέρων ψυχῶν ἐπινοήσει μείζονα τούτου; Μᾶλλον δὲ τί πλεῖον καθ’ ἡμῶν οἱ δαίμονες μεριμνήσουσιν ἢ φροντίσουσι; Τῷ γὰρ θελήματι τῆς σαρκὸς ὁρῶντες οἱ δαίμονες κατεχομένους ἡμᾶς, τὸν θάνατον βλέπουσι περιφέροντας· καὶ τίνος ἄλλου χάριν καθ’ ἡμῶν αὐτοὶ ἐκστρατεύουσιν; Ἅπας γὰρ ὁ πόλεμος τῶν δαιμόνων διὰ τοῦτο καθ’ ἡμῶν φέρεται, ὅπως ἐκ τῆς τοῦ Θεοῦ δόξης καὶ τῆς τοῦ Ἁγίου Πνεύματος ἀλλοτριώσωσι χάριτος τοὺς πειθομένους αὐτοῖς. Ἀλλ’ ἡμεῖς καὶ πρὸ τῆς ἐκείνων πάλης ἑαυτοὺς ἡμᾶς, ὡς ὁρῶ, τῆς τοιαύτης ἀπεστερήσαμεν δωρεᾶς, καταλιπόντες τὰς τοῦ Θεοῦ ἐντολὰς καὶ μηδὲ ζητῆσαι αὐτὸν ἐξ ὅλης ψυχῆς ποτε προθυμούμενοι.
Εἰ γὰρ ἐζητοῦμεν αὐτόν, οὐκ ἂν οὕτω ῥαθύμως καὶ ἀμελῶς ἐβιοῦμεν. Ἐὰν τὰ οὐράνια ἐφροντίζομεν, οὐκ ἂν περὶ τὰ γήινα τοσαύτην σπουδὴν ἐποιοῦμεν. Ἐὰν περὶ τῶν ἀφθάρτων διενοούμεθα, οὐκ ἂν ἐκεχήναμεν εἰς τὰ ῥέοντα καὶ φθαρτά. Ἐὰν τῶν αἰωνίων ἐφιέμεθα, οὐκ ἂν τῶν προσκαίρων οὕτως ἀντεποιούμεθα. Ἐὰν τὸν Θεὸν ἠγαπῶμεν, οὐκ ἂν τοὺς πρὸς αὐτὸν ἡμᾶς ὁδηγοῦντας οὕτως ἀπεστρεφόμεθα.
Ἐὰν τὰς ἀρετὰς περιεποιούμεθα, οὐκ ἂν τοὺς διδασκάλους τῶν ἀρετῶν ἐβδελυσσόμεθα. Ἐὰν τὴν νηστείαν ἄσμενοι ἠσπαζόμεθα, οὐκ ἄν ποτε διὰ βρωμάτων ἢ πομάτων ἔνδειαν ἐγογγύζομεν. Ἐὰν ἐγκρατεῖς τῶν παθῶν εἶναι ἠγωνιζόμεθα, οὐκ ἂν ἀκρατῶς ταῖς ἡδοναῖς ἐνεδίδομεν. Ἐὰν πίστιν εἴχομεν ὀρθὴν καὶ βεβαίαν, οὐκ ἂν τὰ τῶν ἀπίστων ἔργα διεπραττόμεθα. Ἐὰν φόβον Θεοῦ εἰς τὰς καρδίας ἡμῶν εἴχομεν, οὐκ ἂν τοῖς γνησίοις δούλοις αὐτοῦ εἰς πᾶσαν ἀρετὴν θεάρεστον ἀντεπίπτομεν. Ἐὰν ταπείνωσιν ἐκτησάμεθα, οὐκ ἂν τῶν τοῦ Θεοῦ δούλων κατεπαιρόμεθα. Ἐὰν ἀγάπην ἀληθινὴν κτήσασθαι ἠξιώθημεν, καὶ τὸν Θεὸν ἂν ἐγνωρίζομεν καὶ οὐ μόνον παιδεύεσθαι, ἀλλὰ καὶ ἀτιμάζεσθαι καὶ τύπτεσθαι καὶ ἀδικεῖσθαι καὶ ἐπηρεάζεσθαι καὶ πάντα πειρασμόν, πᾶσαν θλῖψιν προθύμως ὑπομένειν διὰ τὸν Χριστὸν ἠθελήσαμεν.
Νυνὶ δὲ τοσοῦτον τοῖς πάθεσι κατεσχημένοι τελοῦμεν καὶ ἐν τοσαύτῃ σκοτώσει καὶ ἀγνοίᾳ τυγχάνομεν, ὅτι οὐδὲ ἐν οἷς ἐσμεν αἰσθανόμεθα, οὐδὲ ὅτι κακῶς πράττομεν ἐπιστάμεθα. Διά τοι τοῦτο καὶ ἐὰν παρά τινος ὑπομνησθῶμεν περί τινος ἁμαρτίας, ὡς μὴ ἀκηκοότες ποτὲ τὰς τῶν χριστιανῶν Γραφὰς οὕτως ἀποκρινόμεθα· «Καὶ ἆρά γε ἁμαρτία ἡ πρᾶξις αὕτη ἐστί; Καὶ τίνος χάριν ἢ καὶ διὰ τί ἁμαρτία λογίζεται; Ματαίως τοῦτο παρά τινων ἁμαρτία ὀνομάζεται. Εἴθε τὰς μείζονας ἐφυλαξάμεθα πράξεις· περὶ γὰρ τούτων τῶν μικρῶν τὴν πολλὴν ὁ Θεὸς ἀκρίβειαν οὐ μὴ ἐνδείξηται.» Καὶ ταῦτα τίνες; Οἱ μοναχοί, οἱ δευτέραν ὁμολογίαν καὶ συνθήκην μετὰ τοῦ Θεοῦ ποιησάμενοι, οἱ τὴν στολὴν ὡς ἀρετὴν καὶ τὸ ὄνομα ἀντὶ ἁγιότητος περιφέροντες, οἱ κόσμον καὶ τὰ ἐν κόσμῳ ἀποβαλέσθαι Χριστῷ συνταξάμενοι, οἱ γονεῦσι καὶ φίλοις ὁμολογήσαντες ἀποτάξασθαι, οἱ ὡς Θεῷ τῷ πνευματικῷ αὐτῶν πατρὶ συνταξάμενοι ὑποτάσσεσθαι, οἱ μέχρι καὶ βλέμματος καὶ ἀργοῦ ῥήματος τὴν ἀκρίβειαν καὶ ἄσκησιν ἐπαγγειλάμενοι, τὸ φθονεῖν ἢ λοιδορεῖν ἢ γογγύζειν ἢ ἀντιλέγειν ἢ ψεύδεσθαι καὶ ἰδιορρυθμεῖν καὶ ὀμνύειν ἤ τι τῆς μονῆς κρυφίως νοσφίζεσθαι ἢ καὶ διδόναι ἑτέρῳ ἄνευ βουλῆς τοῦ προεστῶτος ἁμαρτίαν οὐ κρίνουσι.
Πρὸς τούτοις, οὐδὲ τὸ κακῶς διοικεῖν τὰ ἐμπιστευθέντα αὐτοῖς πράγματα, οἷον ἢ προσπαθῶς τι ποιεῖν ἐν αὐτοῖς ἢ ἐμπαθῶς ἢ δολερῶς ἢ φθονερῶς ἢ ἀσυνειδήτως καὶ κατὰ πραγματείαν, ἡγοῦνται εἶναι τὸ σύνολον ἁμαρτίαν.
Οὐ φρίττεις, ἄνθρωπε, τοῦ Θεοῦ ἀκούων καθ’ ἑκάστην σοι λέγοντος διὰ πάσης τῆς θείας Γραφῆς· «Λόγος σαπρὸς μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον δώσετε καὶ ὑπὲρ ψυχροῦ ὕδατος μισθὸν λήψεσθε»; Οὐκ ἀκούεις ὅτι καὶ ἐννοιῶν καὶ λογισμῶν καρδίας κριτής ἐστιν ὁ Θεός; Τί γάρ φησιν; «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Εἶδες πῶς μοιχὸς κρίνεται ὁ πρὸς ἐπιθυμίαν ἐμβλέπων εἰς πρόσωπόν τινος; Οὕτως ἴσθι βεβαίως, ὦ ἄνθρωπε, ὅτι καὶ ὁ ἐπιθυμίᾳ χρημάτων κρατούμενος φιλάργυρος κρίνεται, εἰ καὶ μηδὲν ἕτερον τὸ σύνολον κέκτηται, καὶ ὁ βρωμάτων πολυτελῶν καὶ πολλῶν ὀρεγόμενος γαστρίμαργός ἐστιν, εἰ καὶ δι’ ἔνδειαν ἄρτῳ μόνῳ καὶ ὕδατι τρέφεται, καὶ πόρνος ὁ τοῖς λογισμοῖς ἐπὶ πολὺ συνδυάζων καὶ μολυνόμενος, εἰ καὶ πρόσωπον ἀνθρώπου ποτὲ μὴ θεάσηται. Οὕτω καὶ ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ· «Κακῶς ἐπράχθη τοῦτο καὶ παραλόγως ἐκεῖνο γέγονε» καί· «Διὰ τί τὸ καὶ τὸ γέγονεν; ἵνα τί δὲ καὶ ἐκεῖνο οὐ γέγονε;» —μὴ πλανηθῇ, καταλαλητὴς ἔσται καὶ ὡς κατακρίνων κριθήσεται, κἂν μὴ ἐκβάλῃ ῥῆμα ἐκ τοῦ στόματος αὐτοῦ, μηδὲ ἀκούσῃ τις τὴν φωνὴν αὐτοῦ.
Μὴ πλανᾶσθε, ἀδελφοί μου, φιλάνθρωπός ἐστιν ὁ Θεὸς καὶ ἐλεήμων καὶ εὔσπλαγχνος, κἀγὼ μαρτυρῶν ὁμολογῶ καὶ τῇ αὐτοῦ εὐσπλαγχνίᾳ θαρρῶ σώζεσθαι. Πλὴν γινώσκετε ὅτι τοὺς μὴ μετανοοῦντας καὶ μετὰ πάσης ἀκριβείας καὶ φόβου πολλοῦ τηροῦντας τὰς αὐτοῦ ἐντολάς, οὐδὲν ὠφελήσει, ἀλλὰ καὶ χεῖρον μᾶλλον τῶν ἀπίστων ἐθνῶν καὶ ἀβαπτίστων αὐτοὺς τιμωρήσεται. Μὴ πλανᾶσθε, ὦ ἀδελφοί, μηδὲ μικρὰ ὑμῖν τινα τῶν ἁμαρτημάτων φαινέσθωσαν καὶ ὡς μὴ τοσαύτην βλάβην ἐμποιοῦντα ταῖς ἡμετέραις ψυχαῖς καταφρονείσθωσαν παρ’ ἡμῶν. Μικροῦ γὰρ καὶ μεγάλου ἁμαρτήματος διαφορὰν οὐκ ἐπίστανται οἱ εὐγνώμονες δοῦλοι, ἀλλὰ κἂν μέχρι βλέμματος ἢ ἐννοίας ἢ λόγου πταίσωσιν, ὡς ἐκπεπτωκότες τῆς τοῦ Θεοῦ ἀγάπης διάκεινται, ὅπερ καὶ ἀληθὲς εἶναι πείθομαι. Ὁ γὰρ ἔξω τοῦ θείου θελήματος μικρόν τι ἐνθυμηθεὶς καὶ μὴ εὐθύς, τὴν τοῦ λογισμοῦ προσβολὴν ἐκδιώξας, μετάμελος γένηται, ἀλλὰ καταδεξάμενος κρατήσει τὴν ἔννοιαν, εἰς ἁμαρτίαν αὐτοῦ λογίζεται, κἂν ἐν ἀγνοίᾳ τοῦ κακὸν εἶναι τοῦτο λογίζεται. Ἐλθόντος γὰρ τοῦ νόμου, ἤγουν τῆς τῶν ἁγίων Γραφῶν διδασκαλίας, τὸ μὲν ἐν ἀγνοίᾳ κατεχόμενον κακὸν ἀνέζησε καὶ ἡ ἁμαρτία ἐν ἐμοὶ εὑρέθη οὖσα, ἐγὼ δὲ νεκρὸς καὶ τοῦ καλοῦ ξένος γέγονα.
Χρὴ τοίνυν πάντας τοὺς ἐπερχομένους ἡμῖν λογισμοὺς διακρίνειν καλῶς καὶ ἀντιπαρατιθέναι αὐτοῖς τὰς μαρτυρίας ἐκ τῶν θεοπνεύστων Γραφῶν καὶ ἀπὸ τῆς διδασκαλίας τῶν πνευματικῶν καὶ ἁγίων πατέρων καί, εἰ μὲν συνᾴδοντας ταύταις καὶ ἰσοδυναμοῦντας εὑρίσκομεν αὐτούς, πάσῃ δυνάμει τούτους κρατεῖν καὶ εἰς ἔργον θαρροῦντας ἐξάγειν· μὴ συμφωνοῦντας δὲ τῷ λόγῳ τῆς ἀληθείας, μετ’ ὀργῆς πολλῆς αὐτοὺς ἐξ ἑαυτῶν ἀποπέμπεσθαι, καθὰ γέγραπται· «Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε.» Ὡς γὰρ μίασμα καὶ θανάτου κέντρον, οὕτως ἐκφεύγειν δεῖ τὴν ἐγγινομένην ἐκ τῶν ἐμπαθῶν λογισμῶν εἰσβολήν. Πολλῆς οὖν ἡμῖν χρεία τῆς νήψεως, πολλῆς τῆς σπουδῆς, πολλῆς τῆς τῶν θείων Γραφῶν ἐρεύνης. Τὴν γὰρ ἐξ αὐτῶν ὠφέλειαν ἐμφαίνων ἡμῖν ὁ Σωτὴρ ἔλεγεν· «Ἐρευνᾶτε τὰς Γραφάς.» Ἐρευνᾶτε καὶ μετὰ πολλῆς ἀκριβείας καὶ πίστεως κατέχετε τὰ λεγόμενα, ὅπως ἀκριβῶς ἐκ τῶν θείων Γραφῶν ἐπιστάμενοι τὸ τοῦ Θεοῦ θέλημα, δύνησθε τὸ καλὸν διακρίνειν ἀπταίστως ἀπὸ τοῦ χείρονος καὶ μὴ παντὶ πνεύματι ὑπακούειν, μηδὲ τοῖς βλαβεροῖς συμπεριφέρεσθαι λογισμοῖς. Πληροφορήθητε, ἀδελφοί μου, ὅτι οὐδὲν οὕτως εὔκολον εἰς τὸ σωθῆναι ἡμᾶς ὡς τὸ ἐπακολουθεῖν τοῖς τοῦ Σωτῆρος θείοις προστάγμασι.
Πλὴν ὅμως πολλῶν ἡμῖν δεῖ τῶν δακρύων, πολλοῦ τοῦ φόβου, πολλῆς τῆς ὑπομονῆς καὶ ἐπιμόνου εὐχῆς, ἵνα κἂν ἑνὸς δεσποτικοῦ ῥήματος δύναμις ἀποκαλυφθῇ ἡμῖν, ὅπως γνῶμεν τὸ ἐν μικροῖς λόγοις κεκρυμμένον μέγα μυστήριον καὶ μέχρι θανάτου καὶ ὑπὲρ μιᾶς κεραίας τῶν ἐντολῶν τοῦ Θεοῦ τὰς ψυχὰς ἡμῶν θήσωμεν. Ὁ γὰρ τοῦ Θεοῦ λόγος ὡς μάχαιρα δίστομός ἐστιν, ἀποτέμνουσα καὶ ἀποχωρίζουσα τὴν ψυχὴν ἀπὸ πάσης σωματικῆς ἐπιθυμίας τε καὶ αἰσθήσεως· οὐ μόνον δὲ ἀλλὰ καὶ ὡς πῦρ φλέγον γίνεται, διεγείρων ἡμῶν τὸ πρόθυμον τῆς ψυχῆς καὶ ποιῶν ἡμᾶς τοῦ καταφρονεῖν πάντων τῶν λυπηρῶν τοῦ βίου καὶ ἡγεῖσθαι χαρὰν πάντα πειρασμὸν ἐπερχόμενον, καὶ τὸν φοβερὸν τοῖς ἄλλοις ἀνθρώποις θάνατον, ὡς ζωὴν καὶ ζωῆς πρόξενον, ἐπιθυμεῖν καὶ ἀσπάζεσθαι.
Διό, παρακαλῶ, ἀνανήψωμέν ποτε, ἀδελφοί μου, καὶ ἀλλήλους διεγείροντες, τῇ παρακλήσει τοῦ λόγου, πρὸς ζῆλον καὶ μίμησιν τοῦ καλοῦ, δράμωμεν σπουδαίως, σπεύσωμεν προθύμως καὶ ζεούσῃ τῇ προθυμίᾳ χωρισθῶμεν τῇ ἀπροσπαθείᾳ τοῦ κόσμου, ἑνωθῶμεν τῇ ταπεινώσει τοῖς ἀπ’ αἰῶνος ἁγίοις ἀποδυσώμεθα τὸν παλαιὸν ἄνθρωπον τῇ ἐκκοπῇ τοῦ γεώδους θελήματος καὶ τῇ νεκρώσει τοῦ χοϊκοῦ φρονήματος, ἐνδυσώμεθα τὸν νέον Ἀδάμ, Ἰησοῦν Χριστόν, διὰ τῆς καθαρᾶς καὶ ἀΰλου προσευχῆς, τοῖς διηνεκέσι δάκρυσιν ἀποσμήξαντες ἑαυτούς. Ὥραν καθ’ ὥραν καὶ ἡμέραν καθ’ ἡμέραν ἀνακαινίζεσθαι ποιήσωμεν ἑαυτοὺς διὰ μετανοίας, ἵνα καὶ πολεμεῖν διδαχθῶμεν καὶ παλαίειν τοῖς ἀεὶ πολεμοῦσιν ἡμῖν ἐχθροῖς δαίμοσιν. Ὁ γὰρ τὰ εἰρημένα ὅπλα μηδέπω κτησάμενος, ἐν καιρῷ πολέμου στῆναι οὐ δύναται, μᾶλλον δὲ ἐν πάσῃ ὥρᾳ τιτρώσκεται.
Γυμνὸς γὰρ ὑπάρχων τῶν ὅπλων ἐκείνων, ἐν εἰρήνῃ καὶ ἐλευθερίᾳ διάγειν οὐ δύναται, ἐπειδὴ οὐχ ὁμοίως τῶν ἔξω πολέμων καὶ ὅπλων καὶ ὁ ἐν ἡμῖν αὐτοῖς πόλεμος, ἀλλὰ πολὺ ἐκείνου φρικωδέστερος οὗτος. Ἄνθρωποι γὰρ πρὸς ἀνθρώπους μαχόμενοι, ποτὲ μὲν πολεμοῦσι μετὰ τῶν ὅπλων, ποτὲ δὲ ὑπαναχωροῦσι καὶ παύονται, καὶ ἄρματα ῥίπτουσι καὶ ὕπνου μεταλαμβάνουσι καὶ τροφῆς μετὰ ἀδείας ἁπάσης, καὶ ὀχυρώμασι πολλάκις ἑαυτοὺς περικλείουσι καὶ ἄλλοι ἀντ’ ἄλλων τὴν φυλακὴν ἐμπιστεύονται, ὅθεν καὶ φυγῇ τις χρησάμενος σέσωσται, καὶ κρατηθεὶς ἴσως οὐ τεθανάτωται, ἀλλὰ τὴν ἐλευθερίαν περιδόξῳ δουλείᾳ ἀνταλλαξάμενος, περιφανέστερος ὤφθη καὶ μᾶλλον ἐπλούτησεν.
Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ διηνεκὴς τυγχάνει ὁ πόλεμος καὶ διηνεκῶς ἀνάγκη περιβεβλῆσθαι τοῖς τοῦ Χριστοῦ στρατιώταις τὰ ἑαυτῶν ὅπλα. Οὐκ ἔνι γὰρ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ ἢ ἐν μιᾷ καιροῦ ῥοπῇ τοῦτον τὸν πόλεμον παύσασθαι, ἀλλὰ καὶ ἐσθιόντων ἡμῶν καὶ πινόντων καὶ κοιμωμένων καὶ ὁτιοῦν ἐργαζομένων, ἐν τῇ ἀκμῇ τῆς μάχης τυγχάνομεν.
Ἀσάρκους γὰρ ἔχομεν ἐχθρούς, οἵτινες καὶ κατὰ πρόσωπον ἡμῶν διηνεκῶς ἵστανται, εἰ καὶ μὴ βλέπονται παρ’ ἡμῶν, καὶ σκοποῦσιν ἀκριβῶς εἴ που εὑρεῖν δυνηθῶσι μέλος ἡμῶν ἄσκεπον τοῦ ἐμπῆξαι τὰ αὐτῶν βέλη καὶ θανατῶσαι ἡμᾶς.
Καὶ οὐδείς ἐστιν ὁ ἀπὸ τειχῶν αἰσθητῶν καὶ ὀχυρωμάτων ἑαυτὸν περιφυλάξαι δυνάμενος καὶ κἂν μίαν ὥραν ἀποκρυβῆναι καὶ μικρὸν ἀναπνεῦσαι καθ’ ἑαυτὸν ἢ φυγῇ χρήσασθαι καὶ σωθῆναι, οὐδὲ ἄλλον ἀντ’ ἄλλου τοῦτον τὸν πόλεμον ἀναδέξασθαι, ἀλλὰ πᾶσιν ἀνθρώποις ἀνάγκη πᾶσα ἐπίκειται τοῦ πολεμῆσαι τοῦτον τὸν πόλεμον, καὶ ἢ νικήσαντά τινα ζῆσαι ἢ πληγέντα ἀποθανεῖν ἀναμφιβόλως.
Πληγὴ δὲ πρὸς θάνατόν ἐστι πᾶσα ἀμετανόητος καὶ ἀνεξαγόρευτος ἁμαρτία καὶ τὸ εἰς ἀπόγνωσιν τινὰ ἐμπεσεῖν, ὅπερ τῆς ἡμετέρας ἐστὶ προαιρέσεως καὶ θελήσεως. Εἰ γὰρ ἡμεῖς ἑαυτοὺς οὐ προδώσομεν τῷ τῆς ἀμελείας βόθρῳ καὶ ἀπογνώσεως, οὐδὲν οὐδαμῶς οἱ δαίμονες ἰσχύσουσι καθ’ ἡμῶν. Ἀλλὰ καὶ μετὰ τὸ πληγῆναι ἡμᾶς, ἐὰν θέλωμεν, ἀνδρειότεροι καὶ ἐμπειρότεροι διὰ θερμῆς μετανοίας γινόμεθα.
Μετὰ γὰρ τὸ πληγῆναι καὶ θανεῖν πάλιν ἀναστῆναι καὶ πολεμεῖν, τῶν γενναιοτάτων καὶ ἄγαν ἀνδρείων ἐστίν, ὅπερ καὶ πολλοῦ ἄξιόν ἐστι καὶ θαύματος πλῆρες. Τὸ μὲν γὰρ ἀπλήγους ἡμᾶς διατηρηθῆναι οὐκ ἔστι τῶν ἐφ’ ἡμῖν, τὸ δὲ ἀθανάτους εἶναι ἢ θνητοὺς τῶν ἐφ’ ἡμῖν ἐστι. Μὴ ἀπογινωσκόντων γὰρ ἡμῶν, οὐ τεθνηξόμεθα, θάνατος οὐ κυριεύσει ἡμῶν, ἀλλὰ ἐσόμεθα ἀεὶ δυνατοί, τῷ παντοδυνάμῳ καὶ φιλανθρώπῳ Θεῷ ἡμῶν ἐν μετανοίᾳ προσφεύγοντες.
Διὰ δὴ τοῦτο παρακαλῶ ἐμαυτόν τε καὶ πάντας ἡμᾶς πᾶσαν σπουδήν, πᾶσαν ἀνδρείαν ὑπομονῆς καὶ καρτερίας διὰ τῶν ἀγαθῶν ἐπιδείξασθαι πράξεων, ἵνα διὰ πασῶν τῶν τοῦ Χριστοῦ ἐντολῶν καὶ προσταγμάτων ὁδεύοντες, ἐν προθυμίᾳ ψυχῆς εἰς τὰς αἰωνίους μονὰς καταντήσωμεν ἐν ἀγωγίμοις τοῦ Πνεύματος, καὶ τῇ μιᾷ καὶ ἀδιαιρέτῳ Τριάδι παραστῆναι καὶ προσκυνῆσαι καταξιωθῶμεν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.