Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση Β': Περί αυταπαρνήσεως, πένθους και ελλάμψεως

Ανάλυση της πνευματικής ωφέλειας από την κακοπάθεια, το πένθος και την ταπείνωση, τα οποία οδηγούν στη σφραγίδα του Πνεύματος και τη θεωρία του θείου φωτός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 3 από 35

Περὶ τοῦ φεύγειν τοὺς λοιμοὺς καὶ φθοροποιοὺς τῶν ἀνθρώπων καὶ τοὺς λόγους αὐτῶν ἀποπέμπεσθαι καὶ πρὸς τὴν ἐργασίαν τῆς ἀρετῆς ἀναστῆναι. Ἔτι δὲ καὶ περὶ τοῦ δεῖν σκοπεῖν εἰ τὰ τῶν μακαρισμῶν τοῦ Χριστοῦ ἐν ἑαυτοῖς ἔχομεν. Καὶ περὶ δακρύων καὶ κατανύξεως.

Λόγος Βʹ. Ἀδελφοὶ καὶ πατέρες, πᾶς ὅστις εὑρεῖν βούλεται τὸν Θεόν, ἀπαρνησάσθω ἑαυτὸν καὶ τῆς ἰδίας μὴ φεισάσθω ψυχῆς, ἀλλ’ ἔχθραν θήτω ἀναμέσον αὐτοῦ καὶ ἀναμέσον πάντων τῶν κατὰ σάρκα περιπατούντων. Μὴ ἐπιστραφήτω τινὸς τούτων τοῖς δῆθεν παρακλητικοῖς λόγοις καὶ μὴ καθίσῃ μετ’ αὐτῶν ἐν καθέδρᾳ, μηδὲ ὁμιλείτω ὁμιλίας κακάς, δι’ ὧν ἡ ψυχὴ φαρμακεύεται καὶ ἀναγκάζεται τοῖς προτέροις ἐνδιατρίβειν πονηροῖς λογισμοῖς τε καὶ ἐνθυμήμασιν.

Ἄνθρωπε, φοβήθητι τὸ μετὰ ἀγκίστρου δέλεαρ καὶ ἄκουσόν μου καὶ μακρὰν γενοῦ ἐξ αὐτῶν. Μὴ πάλιν καταγάγῃς σεαυτοῦ τὴν ψυχὴν ἐν τῷ ᾅδῃ. Στῆσον τὸν λογισμόν σου καὶ μὴ πλανᾶσθαι αὐτὸν συγχωρῇς εἰς τὸ ἀκούειν τὰ μάταια.

Μὴ ἐπιστραφῇς εἰς τὰ ὀπίσω, μὴ ὀκνήσῃς ἢ βαρυνθῇς ῥαθυμίᾳ, μὴ δώσῃς ὕπνον σοῖς ὀφθαλμοῖς μηδὲ γλυκάνῃς σὸν φάρυγγα ἡδονῇ τινος βρώματος, μέχρις ἂν ἴδοις τὸ δι’ οὗ καὶ δι’ ὃ ἐκλήθης καὶ πρὸς ὃ ἐπείγῃ φθάσαι κατὰ σκοπόν. Μὴ παραδέξῃ τὸν ὑποβάλλοντά σοι λογισμόν· «Τί δεῖ σοι τοῦ πολλοῦ, φησί, κόπου καὶ τῆς ἀκαίρου ταλαιπωρίας; Χρόνον ἤδη πεπλήρωκας καὶ δύο καὶ τρεῖς, καὶ οὐδὲν ἔγνως ὄφελος.» Μή, ἀδελφέ μου, μὴ ἐμπαγῇς τῇ παγίδι ταύτῃ, μηδὲ προδῷς τὴν σεαυτοῦ σωτηρίαν, ἀλλὰ χρῆσαι μᾶλλον εὐτονωτέρᾳ σπουδῇ καὶ ἀνδρείᾳ εἰς τὴν ἐργασίαν τῶν ἀρετῶν, μὴ ἀπιστῶν τοῖς λόγοις καὶ διδασκαλίαις τῶν κατὰ Θεόν σου πατέρων. Θὲς οὖν ἐν τῇ ψυχῇ σου ἀποθανεῖν πρῶτον ἢ ἀποστῆναι τοῦ ζωηφόρου τούτου ζητήματος· εἰ γὰρ ἀδιστάκτως τοῦτο πεποίηκας ἐξ ἀρχῆς, οὐκ ἄν σε ὁ ἀγαθὸς ὑπερεῖδε Θεός, ἀλλ’ ἔδωκεν ἄν σοι τοῦ ποθουμένου σαφῶς τὴν ἀπόλαυσιν.

Τοιγαροῦν εἰ θέλεις ἐπιτυχεῖν ὧν ἐφίεσαι καὶ ποθεῖς, τῶν ἀγαθῶν λέγω τοῦ Θεοῦ, καὶ ἐξ ἀνθρώπων γενέσθαι ἄγγελος ἐπίγειος, ἀγάπησον, ἀδελφέ, θλῖψιν σώματος, ἄσπασαι κακοπάθειαν, τοὺς δὲ πειρασμοὺς οὕτω φίλησον ὡς μέλλοντάς σοι γενέσθαι προξένους παντὸς ἀγαθοῦ. Τί ὡραιότερον, εἰπέ μοι, θλιβομένης ψυχῆς μετὰ γνώσεως ὅτι ὑπομένουσα τὴν πάντων μέλλει κληρονομῆσαι χαράν;

Τί ἀνδρειότερον συντετριμμένης καὶ τεταπεινωμένης καρδίας, ἣ τὰς φάλαγγας τῶν δαιμόνων ἀπονητὶ τρέπουσα εἰς τέλος ἀποδιώκει; Τί ἐνδοξότερον πτωχείας πνευματικῆς τῆς προξένου τῆς βασιλείας τῶν οὐρανῶν, ἧς τί ἂν καὶ ἔσται ἀντάξιον ἢ νῦν ἢ ἐν τῷ αἰῶνι τῷ μέλλοντι; Τὸ δὲ καὶ ἑαυτοῦ μὴ μεριμνᾶν ἕνεκέν τινος τῶν γηΐνων, ἀλλ’ ὅλην ἔχειν τὴν διάνοιαν πρὸς Χριστόν, πόσων τοῦτο οἴει εἶναι πρόξενον ἀγαθῶν αἰωνίων, ὅσης τῆς ἀγγελικῆς καταστάσεως;

Τὸ δὲ καὶ πάντων ὁμοῦ τῶν προσκαίρων καταφρονεῖν καὶ αὐτῶν εἰπεῖν τῶν τοῦ σώματος ἀναγκαίων χρειῶν, ὡς μὴ φιλονεικεῖν ὑπὲρ τούτων μετά τινος διὰ τὸ τὴν εἰρήνην καὶ τὴν ἀγάπην ἐν ἀταράχῳ ψυχῆς καταστήματι ἀμείωτον συντηρεῖν, ποίων τῶν ἀμοιβῶν, τίνων δὲ τῶν στεφάνων καὶ τῶν βραβείων οὐκ ἔστιν ἐπάξιον; Ὄντως ὑπὲρ φύσιν ἡ ἐντολὴ καὶ ὑπὲρ λόγον αἱ ἀμοιβαί, Χριστὸς τὰ πάντα ἀντὶ πάντων τούτοις γενήσεται. Χριστὸν δὲ ἀκούων μὴ τῇ τοῦ λόγου ἁπλότητι καὶ τῇ βραχύτητι τῆς λέξεως πρόσεχε, ἀλλὰ τὴν τῆς Θεότητος ἐννόει μοι δόξαν, τὴν ὑπὲρ νοῦν καὶ διάνοιαν, τὸ ταύτης κράτος τὸ ἄφραστον, τὸ ἀμέτρητον ἔλεος, τὸν ἀκατάληπτον πλοῦτον, ἃ δαψιλῶς τε καὶ φιλοτίμως αὐτοῖς δίδωσι, καὶ ταῦτα τούτοις ἀντὶ πάντων ἀρκεῖ, ὡς δεξαμένοις αὐτὸν ἐκεῖνον ἐν ἑαυτοῖς, τὸν αἴτιον καὶ βραβευτὴν παντὸς ἀγαθοῦ· οὐδὲ γὰρ ἐπεθύμησέ τινος ἑτέρου ὁ αὐτὸν ἰδεῖν καὶ θεάσασθαι καταξιωθείς, οὐδ’ ὁ τῆς ἀγάπης ἔμπλεως γεγονὼς τοῦ Θεοῦ ἄλλον τινὰ ἐπὶ γῆς ἀγαπῆσαι πλέον ἠνέσχετο.

Τοιγαροῦν σπουδάσωμεν, ἀγαπητοί μου ἀδελφοί, τὸν Χριστὸν εὑρεῖν καὶ ἰδεῖν αὐτόν, ὁποῖός ἐστι τὸ κάλλος καὶ τὴν τερπνότητα, ἐπειδὴ καὶ πολλοὺς ὁρῶμεν τῶν ἀνθρώπων δι’ ἐπιθυμίαν προσκαίρων τινῶν κόπους καὶ πόνους πολλοὺς ὑπομένοντας καὶ μακρὰς ἀποδημίας ποιουμένους, οὐ μόνον δὲ ἀλλὰ καὶ γυναικὸς καὶ τέκνων καὶ πάσης ἄλλης δόξης καὶ τρυφῆς καταφρονοῦντας καὶ μηδὲν ἕτερον τοῦ ἰδίου προτιμωμένους θελήματος, ὥστε μὴ ἀποτυχεῖν τοῦ ἰδίου σκοποῦ. Καὶ εἰ διὰ πρόσκαιρα καὶ φθαρτὰ τὸν ὅλον ἀγῶνα καὶ αὐτὴν τίθενται τὴν ψυχὴν τῶν ἀνθρώπων τινές, ἡμεῖς ὑπὲρ τοῦ Βασιλέως τῶν βασιλευόντων καὶ Κυρίου τῶν κυριευόντων καὶ κτίστου καὶ ἐξουσιαστοῦ τῶν ἁπάντων τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα εἰς θάνατον οὐ προδώσωμεν;

Καὶ ποῦ ἀπελευσόμεθα ἢ ποῦ φύγωμεν, ἀδελφοί, ἀπὸ προσώπου αὐτοῦ; Ἐὰν γὰρ εἰς τὸν οὐρανὸν ἀναβῶμεν, ἐκεῖ αὐτὸν ὄντα εὑρήσομεν· ἐὰν εἰς τὸν ᾅδην κατέλθωμεν, κἀκεῖ πάρεστιν· ἐὰν εἰς τὰ ἔσχατα τῆς θαλάσσης, οὐ φευξόμεθα τὴν χεῖρα αὐτοῦ, ἀλλ’ ἡ δεξιὰ αὐτοῦ κατάσχῃ τὰς ἡμετέρας ψυχὰς καὶ τὰ σώματα. Μὴ δυνάμενοι οὖν ἀνθίστασθαι, ἀδελφοί, ἢ φυγεῖν ἀπὸ προσώπου Κυρίου, δεῦτε καὶ δῶμεν ἑαυτοὺς δούλους τῷ δι’ ἡμᾶς δούλου μορφὴν ἐνδυσαμένῳ Κυρίῳ Θεῷ καὶ ἀποθανόντι ὑπὲρ ἡμῶν, δεῦτε καὶ ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν χεῖρα αὐτοῦ, τὴν βλύζουσαν πᾶσι ζωὴν τὴν αἰώνιον καὶ τοῖς ζητοῦσι μεταδιδοῦσαν αὐτὴν πλουσίως διὰ τοῦ Πνεύματος.

Ὦ ἀδελφοί μου ἀγαπητοί, πόσης ὀδύνης καὶ λύπης ἡ ψυχή μου πεπλήρωται, ὅταν ἐγὼ μὲν ἐξειπεῖν βουληθῶ τῆς χειρὸς τοῦ Θεοῦ τὰ θαυμάσια καὶ τὸ ἄφραστον κάλλος αὐτῆς, ὡς ἂν εἰδῆτε καὶ μάθητε τὴν μεγαλωσύνην αὐτῆς καὶ λαβεῖν αὐτὸν ἐν ἑαυτοῖς ἐκζητήσητε, οὐχ ὁρῶ δέ τινας ἐξ ὑμῶν μετὰ πόθου καὶ θέρμης τοῖς λεγομένοις προσέχοντας ἢ ἐφιεμένους τοιαύτης δόξης ἐπαπολαῦσαι. Διὰ τοῦτο καὶ μένω παντάπασιν ἄφωνος, εἰπεῖν ἢ ἐξηγήσασθαί τινι τὴν τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν δόξαν, ἣν τοῖς ἐξ ὅλης ζητοῦσι ψυχῆς χαρίζεται, μηδόλως δυνάμενος. Ἀλλ’ ὢ τῆς ἐμῆς ἐκπλήξεως καὶ τῆς μεγαλωσύνης τῶν τοῦ Θεοῦ δωρεῶν, ὅτι τὰ σοφὰ τοῦ κόσμου καὶ τὰ ἰσχυρὰ καὶ τὰ πλούσια λιπών, τὰ ἀσθενῆ τούτου καὶ τὰ μωρὰ καὶ πτωχὰ ἐξελέξατο διὰ πολλὴν καὶ ἄφατον ἀγαθότητα. Καὶ τίς ἱκανὸς ὑπὲρ μόνου τούτου ἀξίως εὐχαριστῆσαι;

Ἄνθρωποι μὲν γὰρ ἅπαντες σχεδὸν τοὺς ἀσθενεῖς καὶ πτωχοὺς ὥσπερ ἀποβδελύσσονται καὶ βασιλεὺς ἐπίγειος τούτους ὁρᾶν οὐκ ἀνέχεται, οἱ ἄρχοντες ἀποστρέφονται, ὑπερορῶσιν οἱ πλούσιοι καὶ ὡς οὐδὲν ὄντας αὐτοὺς καθυπαντῶντες παρέρχονται, καὶ τὸ συναναστρέφεσθαι τούτοις οὐδεὶς ἡγεῖται μακάριον· ὁ δὲ Θεός, ὁ ὑπὸ μυρίων καὶ ἀναριθμήτων δυνάμεων λειτουργούμενος, ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ἔχων ἄστεκτον τοῖς πᾶσι τὴν μεγαλοπρέπειαν αὐτοῦ, οὐ παρῃτήσατο γενέσθαι καὶ πατὴρ καὶ φίλος καὶ ἀδελφὸς τῶν ἀπερριμμένων τούτων, ἀλλὰ καὶ σαρκωθῆναι ἠθέλησεν, ἵνα ὅμοιος ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας χρηματίσῃ καὶ κοινωνοὺς ἡμᾶς τῆς δόξης αὐτοῦ καὶ τῆς βασιλείας ποιήσηται. Βαβαὶ τοῦ πλούτου τῆς πολλῆς αὐτοῦ ἀγαθότητος! Βαβαὶ τῆς ἀφάτου συγκαταβάσεως τοῦ Δεσπότου ἡμῶν καὶ Θεοῦ!

Τί οὐ προστρέχομεν, ἀδελφοί, τῷ οὕτως ἡμᾶς ἀγαπήσαντι εὐσπλάγχνῳ Θεῷ; Τί τὰς ψυχὰς ἡμῶν εἰς θάνατον οὐ προδίδομεν ὑπὲρ τοῦ δι’ ἡμᾶς ἀποθανόντος Χριστοῦ καὶ Θεοῦ; Τί δὲ δειλοί ἐσμεν καὶ τὴν ἐκ τοῦ σώματος δειλαινόμεθα ἔξοδον; Μὴ γὰρ ᾅδης μέλλει λαμβάνειν ἢ κατέχειν τὰς ψυχὰς τῶν εἰς Χριστὸν ἠλπικότων; Μὴ γὰρ θάνατος ἐξουσιάζει τῶν ἐσφραγισμένων ψυχῶν τῇ χάριτι τοῦ Παναγίου Πνεύματος καὶ τῷ αἵματι τοῦ Χριστοῦ; Μὴ ἀντιβλέψαι τολμᾷ ὁ νοητὸς λύκος τῇ τοῦ ἀρχιποίμενος Χριστοῦ σφραγῖδι, ᾗ σφραγίζει τὰ ἴδια πρόβατα; οὐμενοῦν, ἀδελφοὶ πιστοὶ καὶ θεόφρονες. Ὅσοι τοίνυν ἀσφράγιστοι, δράμετε· ὅσοι ἀσημείωτοι, σπεύσατε τῷ σημείῳ σημειωθῆναι τοῦ Πνεύματος. Τίς δέ ἐστιν ὁ ἀσφράγιστος; ὁ δειλαινόμενος θάνατον. Τίς ὁ ἀσημείωτος; ὁ μὴ ἀκριβῶς τὸ εἶδος τῆς σφραγῖδος γινώσκων· ὁ γὰρ τὸ θεῖον καταμαθὼν ἐκτύπωμα, θαρρήσας τῇ πίστει ἐλπίδα ἀκαταίσχυντον κέκτηται. Ζητήσωμεν τοιγαροῦν τὸν Χριστόν, ὃν διὰ τοῦ θείου βαπτίσματος ἐνδυθέντες, διὰ τῶν πονηρῶν ἐξεδύθημεν πράξεων, ἐπειδὴ ἀναισθήτως ἁγιασθέντες ἔτι νήπιοι ὄντες καὶ ταῖς φρεσὶ καὶ τῇ ἡλικίᾳ, ἑαυτοὺς ἐμολύναμεν ἐν νεότητι, ἵνα μὴ λέγω ὅτι καθ’ ἑκάστην τῇ τῶν ἐντολῶν παραβάσει μολύνομεν τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα.

Διὰ τοῦτο οὖν πάλιν ἑαυτοὺς διὰ τῆς σωτηρίου μετανοίας ἀνακαλεσώμεθα, πάντα ποιοῦντες καὶ πράττοντες ὅσα Χριστῷ ὑπάρχει εὐάρεστα, ἵνα καὶ παρ’ αὐτοῦ σφραγισθέντες τοῦ λοιποῦ ἄφοβοι βιωσώμεθα· οὐ μόνον δὲ ἀλλὰ καὶ ἐκ χειρὸς αὐτοῦ λάβωμεν ἔλεος καὶ ἄξιοι γενέσθαι ἀξιωθῶμεν τῆς γνώσεως τῶν μυστηρίων Χριστοῦ, γνώσεως δὲ λέγω οὐ τῆς ἐν λόγῳ μόνῳ καὶ ἀκοῇ παραδιδομένης, ἀλλὰ τῆς ἔργῳ καὶ πράξει θεωρουμένης. Πῶς οὖν ἔργῳ καὶ πράξει ἡ γνῶσις ἐν ἡμῖν θεωρεῖται τῶν μυστηρίων Χριστοῦ; πρόσεχε.

Ὁ Χριστὸς ἡμῶν καὶ Θεὸς οὕτω διαρρήδην βοᾷ καθ’ ἑκάστην διὰ τοῦ εὐαγγελίου αὐτοῦ· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Τοῦτο τοίνυν ἡμεῖς ἀκούοντες σκοπεῖν ὀφείλομεν καὶ ἑαυτοὺς ἀκριβῶς ἐξετάζειν, εἰ τοιοῦτοι ἀληθῶς πτωχοί ἐσμεν, ὥστε καὶ ἡμετέραν εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν τοσοῦτον, ὡς βεβαίαν ἐν αἰσθήσει ψυχῆς τὴν κτῆσιν ἔχειν αὐτῆς, καὶ ἐπὶ τοσοῦτον κατέχειν αὐτῆς τὸν πλοῦτον, ὡς ἐντὸς αὐτῆς ἀδιστάκτως ὑπάρχειν αἰσθάνεσθαι καὶ τοῖς ἐκεῖσε καλοῖς ἐντρυφῶντας εὐφραίνεσθαι. Ἐντὸς γὰρ ἡμῶν εἶναι ταύτην ὁ αὐτὸς ἀπεφήνατο Κύριος· σημεῖα δὲ καὶ ἀπόδειξις τοῦ ταύτης ἐντὸς εἶναί τινα, τὸ μηδὲν ἐπιθυμεῖν τὸν τοιοῦτον τῶν ὁρωμένων καὶ φθειρομένων, λέγω δὴ τῶν πραγμάτων καὶ τῶν τερπνῶν τοῦ κόσμου τούτου, μὴ πλούτου, μὴ δόξης, μὴ τρυφῆς, μὴ ἄλλης βιωτικῆς ἢ σωματικῆς ἀπολαύσεως, ἀλλ’ οὕτως ἀπέχεσθαι ἐκ τούτων ἁπάντων καὶ οὕτω πρὸς ταῦτα ἀηδῶς διακεῖσθαι κατὰ ψυχὴν καὶ προαίρεσιν, ὅσον οἱ ἐν ἐξουσίᾳ καὶ βασιλικῇ τιμῇ διαπρέποντες πρὸς τοὺς ἐπὶ σκηνῆς πορνικῆς διατρίβοντας διάκεινται καὶ ὅσον οἱ καθαρὰ περιβεβλημένοι ἱμάτια καὶ μύροις εὐώδεσι ἐπιχριόμενοι τὴν δυσωδίαν καὶ τὸν βόρβορον ἀποστρέφονται.

Ὁ γὰρ πρὸς ἕν τι τούτων τῶν ὁρωμένων ἐπιστρεφόμενος, τὴν βασιλείαν ἐκείνην τῶν οὐρανῶν οὔτε εἶδεν οὔτε ὠσφράνθη οὔτε ἐγεύσατο αὐτῆς τῆς θυμηδίας τε καὶ γλυκύτητος.

Καὶ πάλιν· «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» Ἴδωμεν οὖν αὖθις καὶ ἑαυτοὺς ἐξετάσωμεν, εἰ ἄρα ἔχομεν τὸ πένθος ἐν ἑαυτοῖς καὶ ποίαν λέγει παράκλησιν τὴν ἐπακολουθοῦσαν τῷ πένθει. Πρῶτον μὲν γὰρ εἴρηκε τοὺς τῷ πνεύματι πτωχοὺς εἶναι μακαρίους, ὡς αὐτῶν οὔσης τῆς βασιλείας τῶν οὐρανῶν. Οἱ δὲ πτωχοὶ τῷ πνεύματι οὐδεμίαν, ὡς εἴρηται, πρὸς τὰ παρόντα προσπάθειαν ἔχουσιν, οὔτε τὸν λογισμὸν πρὸς αὐτὰ ἐμπαθῶς συνδυάζονται, κἂν ψιλῶς ἡδυνόμενον. Πῶς οὖν πενθήσει καὶ διατί ὁ τὸν κόσμον ἅπαντα βδελυξάμενος καὶ ἐπὶ πλεῖον τῇ διαθέσει τοῦ λογισμοῦ μακρυνθεὶς ἐξ αὐτοῦ ἢ ὅσον προσεγγίζει τῷ σώματι; Ὁ μὴ πρός τι τῶν ὁρωμένων ἔχων τὴν ἐπιθυμίαν ὑπὲρ τίνος ἄρα λυπηθήσεται ἢ χαρήσεται καὶ πῶς πενθήσει τὴν βασιλείαν ἔχων τῶν οὐρανῶν καὶ ταύτῃ καθ’ ἑκάστην ἐνευφραινόμενος, —ὅτι τοὺς πενθοῦντας εἶπε τὴν παράκλησιν δέχεσθαι; Ἀλλὰ προσέχετε, παρακαλῶ, τοῖς λεγομένοις καὶ γνώσεσθε τὴν γνῶσιν καὶ τὸν λόγον τοῦ λεγομένου.

Ὁ πιστὸς ἄνθρωπος, ὁ ταῖς ἐντολαῖς τοῦ Θεοῦ ἀεὶ μετὰ ἀκριβείας προσέχων, ὅταν πάντα τὰ τῶν θείων ἐντολῶν ποιήσῃ καὶ πρὸς τὸ ὕψος τούτων ἤγουν πρὸς τὴν ἄμωμον πολιτείαν καὶ καθαρότητα τὴν ἑαυτοῦ διάνοιαν ἐμβατεύσῃ, τότε ἀνερευνῶν τὰ ἑαυτοῦ μέτρα, ἀσθενῆ ἑαυτὸν εὑρήσει καὶ πρὸς τὸ ὕψος ἐκεῖνο τῶν ἐντολῶν μὴ ἰσχύοντα ἀφικέσθαι, ἀλλὰ καὶ πτωχὸν λίαν ἤτοι ἀνάξιον εἰς ὑποδοχὴν τοῦ Θεοῦ καὶ εὐχαριστίαν καὶ δόξαν, ὡς μήπω μηδὲν κεκτημένον ἴδιον ἀγαθόν· ὁ δὲ ταῦτα δι’ ἑαυτὸν ἐν αἰσθήσει ψυχῆς λογιζόμενος πενθήσει πάντως πένθος τὸ ὄντως μακαριώτατον, ὃ καὶ τὴν παράκλησιν δέχεται καὶ πραεῖαν τὴν ψυχὴν ἀπεργάζεται.

Ἀρραβὼν γάρ ἐστι τῆς βασιλείας τῶν οὐρανῶν ἡ ἐκ τοῦ πένθους ἐγγινομένη παράκλησις. Πίστις μὲν γάρ ἐστιν ἐλπιζομένων ὑπόστασις κατὰ τὸν ἀπόστολον, παράκλησις δὲ ἡ ἐκ τῆς ἐλλάμψεως τοῦ Πνεύματος γινομένη ἐν ταῖς πενθούσαις ψυχαῖς ἐπιδημία Θεοῦ, ταπεινοφροσύνην ταύταις βραβεύουσα, ἥτις καὶ σπόρος καὶ τάλαντον ὀνομάζεται· αὐξανομένη γὰρ καὶ πολυπλασιαζομένη ἐν ταῖς τῶν ἀγωνιζομένων ψυχαῖς ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν, καρποφορεῖ τῷ Θεῷ καρπὸν ἅγιον τῶν χαρισμάτων τοῦ Πνεύματος. Ὅπου γὰρ ταπείνωσις ἀψευδής, ἐκεῖ καὶ ταπεινοφροσύνης βυθός· καὶ ὅπου ταπεινοφροσύνη, ἐκεῖ καὶ ἐλλάμψεις τοῦ Πνεύματος. Ὅπου δὲ αἱ ἐλλάμψεις τοῦ Πνεύματος, ἐκεῖ φωτοχυσία Θεοῦ καὶ Θεὸς ἐν σοφίᾳ καὶ γνώσει τῶν μυστηρίων αὐτοῦ. Ἔνθα δὲ ταῦτα, ἐκεῖ βασιλεία οὐρανῶν καὶ βασιλείας ἐπίγνωσις καὶ οἱ ἀποκεκρυμμένοι θησαυροὶ τῆς γνώσεως τοῦ Θεοῦ, ἐν οἷς καὶ ἡ φανέρωσίς ἐστι τῆς πτωχείας τῆς πνευματικῆς. Ὅπου δὲ πτωχείας πνευματικῆς αἴσθησις, ἐκεῖ καὶ τὸ χαρμόσυνον πένθος, ἐκεῖ καὶ τὰ ἀεννάως ῥέοντα δάκρυα, τὰ τὴν φιλοῦσαν ταῦτα ψυχὴν ἐκκαθαίροντα καὶ τελείως αὐτὴν ἀπεργαζόμενα φωτεινοτάτην.

Διὰ τούτων οὖν ἀνανεύουσα ἡ ψυχὴ καὶ τὸν ἑαυτῆς Δεσπότην ἐπιγινώσκουσα, τὰς λοιπὰς ἀρετὰς ἄρχεται σπουδαίως καρποφορεῖν ἑαυτῇ καὶ Χριστῷ. Καὶ εἰκότως. Καταρδευομένη γὰρ ἀεὶ καὶ πιαινομένη τοῖς δάκρυσι καὶ τὸ θυμικὸν ἑαυτῆς ὅλως ἀποσβεννύουσα, πραεῖα μὲν καὶ ἀκίνητος ὅλη πρὸς ὀργὴν γίνεται, ἐπιθυμεῖ δὲ καὶ ὀρέγεται πεινῶσα ὁμοῦ καὶ διψῶσα τὰ τοῦ Θεοῦ μαθεῖν δικαιώματα.

Ἐν τούτοις δὲ καὶ ἐλεήμων καὶ συμπαθὴς γίνεται, ὡς ἐκ πάντων τούτων καθαρὰν ἀποτελεῖσθαι τὴν καρδίαν αὐτῆς καὶ ταύτην ἐν ὀπτασίᾳ Θεοῦ γίνεσθαι καὶ ὁρᾶν καθαρῶς τὴν δόξαν αὐτοῦ ὡς ἡ ὑπόσχεσις. Οἱ γοῦν τοιαύτας κτησάμενοι τὰς ἑαυτῶν ψυχὰς εἰρηνοποιοί εἰσιν ἐν ἀληθείᾳ καὶ υἱοὶ Ὑψίστου κατονομάζονται, οἳ καθαρῶς καὶ τὸν ἴδιον Πατέρα καὶ Δεσπότην ἐπιγινώσκουσι καὶ ἐξ ὅλης ψυχῆς ἀγαπῶσιν αὐτόν, πάντα δηλαδὴ πόνον καὶ πᾶσαν θλῖψιν δι’ αὐτὸν ὑπομένοντες, ὑβριζόμενοι, λοιδορούμενοι, στενοχωρούμενοι ἕνεκεν τῆς δικαίας αὐτοῦ ἐντολῆς ἣν καὶ τηρεῖν ἡμῖν ἐνετείλατο, ὀνειδιζόμενοί τε καὶ διωκόμενοι καὶ πᾶν πονηρὸν ῥῆμα ψευδῶς λεγόμενον κατ’ αὐτῶν ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ μετὰ χαρᾶς ὑπομένοντες, ἀγαλλόμενοι ὅτι ὅλως ἠξιώθησαν ὑπὲρ τῆς ἀγάπης αὐτοῦ ἐξ ἀνθρώπων ἀτιμασθῆναι.

Καταμάθετε, ἀδελφοί, τῆς σφραγῖδος Χριστοῦ τὸ ἀληθὲς ἐκτύπωμα. Ἐπίγνωτε, οἱ πιστοί, τοῦ χαρακτῆρος τὰ ἰδιώματα. Μία σφραγὶς ἀληθῶς ἡ ἔλλαμψις ὑπάρχει τοῦ Πνεύματος, εἰ καὶ πολλαὶ τῶν ἐνεργειῶν αὐτῆς αἱ ἰδέαι καὶ πολλὰ τῶν ἀρετῶν αὐτῆς τὰ γνωρίσματα, ὧν πρῶτον καὶ ἀναγκαιότερόν ἐστιν ἡ ταπείνωσις, ὡς ἀρχὴ καὶ θεμέλιος —«Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγου»—, δεύτερον τὸ πένθος καὶ ἡ τῶν δακρύων πηγή, περὶ ὧν θέλω λέγειν πολλὰ καὶ ἀπορῶ λόγων, δι’ ὧν ἐκφράσαι τὰ περὶ τούτων προῄρημαι· θαῦμα γὰρ ἀνεκλάλητον, ὅτι διὰ τῶν ὀφθαλμῶν αἰσθητῶν ῥέοντα τὴν ψυχὴν νοερῶς τοῦ βορβόρου τῶν ἁμαρτημάτων ἐκπλύνουσι καὶ εἰς γῆν πίπτοντα τοὺς δαίμονας φλέγουσι καὶ καταράσσουσι καὶ τὴν ψυχὴν ἐλευθέραν ἐργάζονται τῶν ἀοράτων τῆς ἁμαρτίας δεσμῶν. Ὦ δάκρυα, τὰ ἐκ θείας ἐλλάμψεως βλύζοντα καὶ αὐτὸν τὸν οὐρανὸν διανοίγοντα καὶ προξενοῦντά μοι θείαν παράκλησιν.

Πάλιν γὰρ καὶ πολλάκις ὑφ’ ἡδονῆς καὶ πόθου τὰ αὐτὰ φθέγγομαι. Ὅπου δακρύων πληθύς, ἀδελφοί, μετὰ γνώσεως ἀληθοῦς, ἐκεῖ καὶ θείου φωτὸς αὔγασις. Ὅπου δὲ φωτὸς αὐγή, πάντων ἐκεῖ τῶν καλῶν χορηγία καὶ ἡ σφραγὶς τοῦ Πνεύματος τοῦ Ἁγίου ἐμπεφυτευμένη ἐν τῇ καρδίᾳ, ἐξ οὗ καὶ πάντες οἱ καρποὶ τῆς ζωῆς· ἐντεῦθεν πραότης καρποφορεῖται Χριστῷ, εἰρήνη, ἐλεημοσύνη, συμπάθεια, χρηστότης, ἀγαθωσύνη, πίστις, ἐγκράτεια, ἐντεῦθεν τὸ ἀγαπᾶν τοὺς ἐχθροὺς καὶ ὑπὲρ αὐτῶν εὔχεσθαι, τὸ χαίρειν ἐν τοῖς πειρασμοῖς, τὸ ἐγκαυχᾶσθαι ἐν ταῖς θλίψεσι, τὸ τὰ ἀλλότρια πταίσματα ὡς ἴδια λογίζεσθαί τε καὶ κλαίειν, τὸ τὴν ψυχὴν τιθέναι ὑπὲρ τῶν ἀδελφῶν προθύμως εἰς θάνατον.

Τοιγαροῦν ἴδωμεν, ἀδελφοί, καὶ ἀκριβῶς ἑαυτοὺς ἐξετάσωμεν καὶ καταμάθωμεν τὰς ψυχὰς ἡμῶν, εἰ ἐν ἡμῖν ἐστιν αὕτη ἡ σφραγίας. Ἐπιγνωσώμεθα εἰ ἐν ἡμῖν ὁ Χριστός ἐστιν, ἐκ τῶν εἰρημένων σημείων. Ἀκούσατε, παρακαλῶ, χριστιανοὶ ἀδελφοί, καὶ ἀνανήψατε καὶ σκοπήσατε εἰ τὸ φῶς ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, εἰ φῶς ἐθεάσασθε τὸ μέγα τῆς ἐπιγνώσεως, εἰ ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους ἐπιφαίνουσα ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡμῖν, καὶ δόξαν μετ’ εὐχαριστίας τῷ δωρησαμένῳ ταύτην ἡμῖν ἀγαθῷ Δεσπότῃ διηνεκῶς ἀναπέμπωμεν καὶ ἀγωνισώμεθα τὸ θεῖον πῦρ διὰ τῆς τῶν ἐντολῶν ἐργασίας ἐν ἑαυτοῖς θρέψαι περισσοτέρως, δι’ οὗ τὸ θεῖον φῶς ἐπὶ πλεῖον φαίνειν καὶ μεγαλύνεσθαι εἴωθεν. Εἰ δὲ οὔπω τὸν Χριστὸν ἢ τὴν ἐκείνου σφραγῖδα ἐλάβομεν καὶ τὰ προειρημένα σημεῖα ἐν ἡμῖν αὐτοῖς οὐ γνωρίζομεν, ἀλλὰ τοὐναντίον μᾶλλον ἐν ἡμῖν ὁ κόσμος ὁ δόλιος ζῇ καὶ ἡμεῖς ἐν αὐτῷ δυστυχῶς ζῶμεν μέγα τι εἶναι τὰ πρόσκαιρα ἡγούμενοι καὶ καταπίπτομεν ἐν ταῖς θλίψεσι καὶ ἐπὶ ταῖς ζημίαις δακνόμεθα καὶ τῇ τρυφῇ καὶ τῷ πλούτῳ ἐνευφραινόμεθα, φεῦ τῆς ζημίας, φεῦ τῆς ἀγνοίας καὶ τῆς σκοτώσεως, φεῦ τῆς ταλαιπωρίας καὶ τῆς ἀναισθησίας ἡμῶν, ὑφ’ ὧν κρατούμεθα καὶ ὑφ’ ὧν εἰς τὰ γήϊνα κατασπώμεθα.

Ὄντως ἐλεεινοὶ καὶ πανάθλιοι καὶ αὐτῆς τῆς αἰωνίου ζωῆς καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀλλότριοί ἐσμεν, μηκέτι ἐν ἑαυτοῖς κτησάμενοι τὸν Χριστόν, ἀλλὰ καὶ τὸν κόσμον ζῶντα ἐν ἑαυτοῖς ἔχοντες ὡς ἐν αὐτῷ ζῶντες, καὶ φρονοῦντες τὰ γήϊνα. Ὁ δὲ οὕτως ἔχων ἐχθρός ἐστιν ἄντικρυς τοῦ Θεοῦ· ἔχθρα γάρ ἐστιν εἰς Θεὸν ἡ τοῦ κόσμου προσπάθεια, καθώς φησιν ὁ θεῖος ἀπόστολος· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν κόσμῳ», ὅτι οὐδεὶς δύναται Θεῷ δουλεύειν καὶ κατὰ ἄνθρωπον ζῆν, ἐπειδὴ πάντα τὰ τοῦ κόσμου ἐμπόδιά εἰσι τῆς πρὸς Θεὸν ἀγάπης καὶ εὐαρεστήσεως.

Τίς γάρ, ἀγαπῶν τὴν δόξαν καὶ τὴν παρὰ ἀνθρώπων τιμήν, ἔσχατον πάντων καὶ εὐτελέστερον ἕξει ποτὲ ἑαυτὸν καὶ ταπεινὸς τῷ πνεύματι ἢ τὴν καρδίαν συντετριμμένος γενήσεται ἢ πενθῆσαί ποτε κἂν ὅλως δυνήσεται; Τί δέ, πλοῦτον ἀγαπῶν φιλαργυρίᾳ τε καὶ φιλοκτημοσύνῃ κρατούμενος, ἐλεήμων γένηται καὶ συμπαθὴς καὶ οὐχὶ παντὸς θηρίου ἀγριώτερος ἔσται καὶ ἀπηνέστερος; Τίς κενοδοξίᾳ κρατούμενος καὶ οἰήσει κατεχόμενος, φθόνου ποτὲ ἢ βασκανίας ἀπαλλαγήσεται; Ὁ δὲ καὶ πρὸς τὰ τῆς σαρκὸς πάθη καμπτόμενος καὶ τῷ βορβόρῳ τῶν ἡδονῶν καλινδούμενος, πότε καθαρὸς ἄρα τῇ καρδίᾳ γενήσεται ἢ πότε καὶ πῶς τὸν Θεὸν τὸν δημιουργήσαντα αὐτὸν ὄψεται; Εἰρηνοποιὸς δὲ πῶς ἔσται ὁ ἀπαλλοτριώσας ἑαυτὸν τοῦ Θεοῦ καὶ μὴ ἀκούων τοῦ λέγοντος· «Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· καταλλάγητε τῷ Θεῷ»; Πᾶς γὰρ ὁ διὰ τῆς τῶν ἐντολῶν παραβάσεως ἀνθιστάμενος καὶ πολεμῶν τῷ Θεῷ, οὗτος κἂν εἰρηνεύειν ἅπαντας πρὸς ἀλλήλους ποιῇ ἐχθρός ἐστι τοῦ Θεοῦ, ἐπειδὴ οὐδὲ αὐτούς, οὓς εἰρηνεύειν πρὸς ἀλλήλους ποιεῖ, ὡς ἀρέσκει τῷ Θεῷ ποιεῖ τοῦτο. Ἐχθρὸς γὰρ αὐτὸς πρῶτος ὢν ἑαυτοῦ καὶ τοῦ Θεοῦ, ἐχθροὶ καθεστήκασιν αὐτοῦ καὶ οἱ διὰ τῶν τοιούτων εἰρηνεύοντες.

Οὐ γὰρ ἐπίσταται πάντως ὁ ἐχθρωδῶς πρός τινα διακείμενος, τὰ τῷ ἐχθρῷ δοκοῦντα καὶ ἀρεστὰ ἑτέροις συμβουλεύειν ὀρθῶς καὶ τὰ ἐκείνου διδάσκειν αὐτοὺς ποιεῖν θελήματα, ἐπειδὴ καὶ αὐτὸ τοῦτο, τὸ ἀποκεχωρισμένως διάγειν ἐξ αὐτοῦ, ἄγνοιαν ἐμποιεῖ τῶν ἐκείνου καταθυμίων, οὐ μὴν ἀλλὰ καί, διὰ τὸ ἐμπαθῶς καὶ ἀπεχθῶς διακεῖσθαι πρὸς αὐτὸν μελέτην τε ἀένναον ἔχειν ἐναντίως τῶν ἐκείνου θελημάτων πορεύεσθαι, ἐθισμόν τινα ποιεῖ τοῦ—εἰ καί ποτε θελήσει οὗτος ἑτέροις λαλῆσαι τὰ πρὸς θεραπείαν ἐκείνου τελούμενα—μὴ εὐκόλως δύνασθαι. Καὶ εἰκότως.

Ψυχὴ γὰρ ἀφώτιστος, ὑπὸ τῶν παθῶν καὶ μάλιστα ὑπὸ τοῦ φθόνου κρατηθεῖσα καὶ φθονεῖν τινι μελετήσασα, οὐδὲ ἑτέρου τινὸς ὑπερλαλοῦντος τοῦ φθονουμένου ἀκοῦσαι ἀνέχεται, μὴ ὅτι γε πρὸς θεραπείαν ἐκείνου καὶ διαπρᾶξαί τι ἢ κἂν ὅλως εἰπεῖν. Φύσεως γὰρ ἰσχὺν λαμβάνει παλαιωθὲν πάθος καὶ κακοῦ μελέτη χρονίσασα εἰς ψυχήν, ὡς μὴ δύνασθαι τοῦτο ἐξιαθῆναί ποτε. Ἐκ γὰρ φωτὸς σκότος γίνονται οἱ τοιοῦτοι καί, ἐξ ἀγαθότητος εἰς πονηρίαν μεταπίπτοντες, νοσοῦσιν ἀνίατα.

Ὁ δέ γε Θεῷ συγκραθεὶς διὰ πίστεως καὶ ἐπιγνοὺς αὐτὸν διὰ πράξεως, καὶ βλέπειν αὐτὸν πάντως διὰ θεωρίας ἠξίωται. Βλέπει δὲ ἃ μὴ γράφειν ἰσχύω. Ὁρᾷ γὰρ ξένα τινὰ θεάματα ὁ νοῦς καὶ ὅλος φωτίζεται καὶ φωτοειδὴς γίνεται, νοεῖν δὲ ἢ λαλεῖν ταῦτα οὐκ ἰσχύει. Αὐτὸς μὲν γὰρ ὁ νοῦς φῶς ἐστι καὶ βλέπει τὰ πάντα φῶς, καὶ τὸ φῶς ζῶν ἐστι καὶ ζωὴν τῷ ὁρῶντι παρέχει. Βλέπει ἑαυτὸν καθόλου τῷ φωτὶ ἡνωμένον, καὶ ὁρῶν συστέλλεται καὶ ἔστιν ὡς ἦν. Κατανοεῖ τὸ φῶς ἐν τῇ ψυχῇ καὶ ἐξίσταται, καὶ ἐξιστάμενος βλέπει τοῦτο μακράν, στραφεὶς δὲ μέσον πάλιν εὑρίσκεται τοῦ φωτός. Καὶ οὕτως τί εἴπῃ ἢ τί ἐν τῷ ὁρωμένῳ κατανοήσῃ, ὅλως ἀπορεῖ καὶ λόγων καὶ νοημάτων.

Τίς οὖν ἀκούων ταῦτα δὴ τὰ μυστήρια οὐ θαυμάσει καὶ θαυμάσας προσδράμῃ Χριστῷ; Τίς Θεοῦ τερατουργίας μὴ ποθήσῃ ἰδεῖν καὶ ἀγαπήσει τὸν δωρεὰν διδόντα τὰ δῶρα ταῦτα καὶ ξένα χαρίσματα; Ὄντως κρεῖττον οὐδέν, ἀδελφοί, ἐν τῷ κόσμῳ ὡς τὸ μηδὲν ἔχειν τοῦ κόσμου, μηδὲ θέλειν τι πλέον τῆς ἀναγκαίας χρείας τοῦ σώματος. Χρείαν δὲ ἀναγκαίαν ταύτην οἶδεν ὁ λόγος, ἄρτον καὶ ὕδωρ, ἱμάτιον καὶ σκέπην, κατὰ τὸν θεῖον ἀπόστολον· «Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Εἰ δὲ καὶ πλέον τι τούτων χρῄζομεν, πάντως ἐκεῖνος παρέξει ἡμῖν, ἐλπίζουσιν εἰς αὐτὸν καὶ πιστεύουσιν, ὁ τὰ μείζω χαρίσας καὶ ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας. Μόνον καταλείψωμεν τὰ ἄλλα πάντα τῆς προσκαίρου ζωῆς, δόξαν φημὶ τὴν κενήν, τὸν φθόνον, τὴν εἰς ἀλλήλους ἔριν, τὸν δόλον, τὸν γογγυσμόν, τὴν ἐρίθειαν καὶ πάντα ὅσα τῷ Θεῷ ἀποτρόπαια καὶ εἰς κίνδυνον φέρει ψυχῆς. Ποθήσωμεν δὲ ἐκ ψυχῆς ἃ κελεύει Θεὸς ἡμῖν κατασπάζεσθαι, πτωχείαν πνευματικήν, ἣν καλεῖ ὁ λόγος ταπείνωσιν, πένθος ἀένναον ἐν νυκτὶ καὶ ἡμέρᾳ, ἐξ οὗ πηγάζεται ἡ χαρὰ τῆς ψυχῆς καὶ ἡ παράκλησις καθ’ ὥραν τοῖς ἀγαπῶσι τὸν Θεόν. Ἐκ τούτου γὰρ πᾶσι τοῖς ἀγωνιζομένοις ἐν ἀληθείᾳ καὶ ἡ πραότης κατορθοῦται, πεινῶσι καὶ διψῶσι τὴν δικαιοσύνην καὶ ζητοῦσιν ἀεὶ τὴν τοῦ Θεοῦ βασιλείαν, τὴν ὑπερέχουσαν πάντα νοῦν ἀνθρώπινον.

Οὐ μόνον δὲ ἀλλὰ καὶ τὸ γενέσθαι τινὰ ἐλεήμονα, καθαρὸν τὴν καρδίαν, εἰρήνης μεστὸν καὶ εἰρηνοποιὸν καὶ ἀνδρεῖον εἰς τοὺς πειρασμούς, ἐντεῦθέν ἐστιν ἐκ τοῦ πενθεῖν καθ’ ἑκάστην. Ἐντεῦθεν καὶ τὸ μισεῖν ἡμῖν ἐπιγίνεται τὰ κακά, ἐντεῦθεν ὁ θεῖος ζῆλος ἀνάπτεται εἰς τὴν ψυχήν, ὃς οὐκ ἐᾷ ἠρεμῆσαι αὐτὴν ὅλως ἢ συνεκκλῖναι πρὸς τὰ κακὰ τοῖς κακοῖς, ἀλλὰ πληροῖ ταύτην ἀνδρείας καὶ δυνάμεως εἰς τὸ μέχρι τέλους ἐγκαρτερεῖν τοῖς δεινοῖς.

Φύγωμεν οὖν τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ, ἀγαπητοὶ ἀδελφοί. Τί γὰρ ἡμῖν καὶ τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἀνθρώποις; Δράμωμεν, διώξωμεν, ἕως οὗ δραξόμεθά τινος τῶν ἑστώτων καὶ μὴ ῥεόντων. Τὰ γὰρ πάντα φθείρεται καὶ ὡς ὄναρ παρέρχεται καὶ οὐδὲν μόνιμον ἢ βέβαιον ἐν τοῖς ὁρωμένοις. Ὁ ἥλιος, τὰ ἄστρα, ὁ οὐρανὸς καὶ ἡ γῆ πάντα παρέρχονται, μόνος δὲ πάντων μένει ὁ ἄνθρωπος. Τί τοίνυν ἐκ τῶν ὁρωμένων δύναται ἡμᾶς ὠφελῆσαι ἐν καιρῷ ἀνάγκης θανάτου, ἡμῶν ἀπερχομένων ἐντεῦθεν πρὸς τὴν ἐκεῖθεν κατάπαυσιν τοῦ αἰῶνος ἐκείνου, αὐτῶν δὲ ὄπισθεν καταλιμπανομένων;

Εἰ δὲ καὶ οὕτω τὰ ὁρώμενα παρελεύσεται, τί τὸ κέρδος ἡμῶν ἀπιόντων καὶ τὸ σῶμα καταλιμπανόντων νεκρόν; Ἀφ’ οὗ γὰρ ἡ ψυχὴ καταλίπῃ τὸ ἴδιον σῶμα, οὔτε βλέπειν δύναται δι’ αὐτοῦ οὔτε βλέπεσθαι παρ’ ἑτέρου, ἀλλ’ ἔκτοτε πρὸς μόνα τὰ ἀόρατα ἔχει καὶ φροντὶς οὐδεμία ἐστὶν αὐτῇ περὶ τῶν ὧδε, διπλοῦν ἐκεῖθεν ἐχούσῃ τὸν βίον καὶ τὸν ἀγῶνα, ἢ βασιλείας οὐρανῶν καὶ αἰωνίου δόξης ἢ γεέννης πάλιν καὶ τιμωρίας πυρός. Ἓν γὰρ τούτων εἰς κληρονομίαν αἰώνιον, κατ’ ἀξίαν ὧν ἔπραξεν ἐνταῦθα, ἀπολαμβάνει παρὰ Θεοῦ.

Τοιγαροῦν φύγωμεν, ἀξιῶ, διὰ ταῦτα τὸν κόσμον. Φύγωμεν τὴν ἀπάτην τοῦ βίου καὶ τὴν νομιζομένην εὐφροσύνην αὐτοῦ καὶ μόνῳ προσδράμωμεν τῷ ψυχοσώστῃ Χριστῷ. Τοῦτον σπουδάσωμεν εὑρεῖν τὸν πανταχοῦ παρόντα, καὶ εὑρόντες κρατήσωμεν προσπεσόντες τοὺς πόδας αὐτοῦ, καὶ αὐτοὺς ἐν θέρμῃ ψυχῆς ἀσπασώμεθα. Ναὶ παρακαλῶ, σπουδάσωμεν ἔτι περιόντες ἰδεῖν αὐτὸν καὶ θεάσασθαι.

Ἐὰν γὰρ αὐτὸν ἀξιωθῶμεν ἐνταῦθα αἰσθητῶς ἰδεῖν, οὐκ ἀποθανούμεθα, θάνατος οὐ κυριεύσει ἡμῶν. Μὴ γὰρ εἰς τὸ μέλλον ἐκδεξώμεθα τοῦτον ἰδεῖν, ἀλλὰ νῦν ἀγωνισώμεθα θεάσασθαι αὐτόν, ἐπεὶ καὶ Ἰωάννης ὁ Θεολόγος οὕτω φησίν· «Οἴδαμεν δὲ ὅτι ἔχομεν τὸν Θεὸν ἐν ταῖς καρδίαις ἡμῶν, ἐκ τοῦ Πνεύματος οὗ ἐλάβομεν ἐξ αὐτοῦ.» Ὅσοι οὖν τὴν πίστιν εἰς αὐτὸν ἐκ τῶν ἔργων ἐδείξατε ἀρραγῆ καὶ βεβαίαν, τὰ παρ’ ἡμῶν ἄνωθεν ῥηθέντα ἀκριβῶς καὶ καλῶς διακρίναντες, ὁρᾶτε μὴ λάθητε ἑαυτοὺς ἐν τῷ δοκεῖν Χριστὸν ἔχειν ἐν ἑαυτοῖς, μηδὲν ἔχοντες, καὶ κεναῖς ταῖς χερσὶν ὑπεξέλθητε τὸν βίον καὶ ἀκούσητε, ὅπερ ἀπεύχομαι, τῆς ἀπευκταίας ἐκείνης φωνῆς· «Ἄραντες ὃ δοκεῖ κατέχειν ὁ πονηρός, δότε τῷ πλεῖον ἔχοντι», καὶ τότε κλαύσετε καὶ πενθήσετε καὶ λύπην ἕξετε εἰς αἰῶνα ἀπέραντον.

Ἀλλὰ μὴ γένοιτο τοιαύτης φωνῆς ἀκοῦσαι καὶ τοιοῦτον παθεῖν τοὺς ἀπαρνησαμένους ἡμᾶς κόσμον ἅπαντα καὶ τὰ ἐν κόσμῳ καὶ προσδραμόντας Χριστῷ, γένοιτο δὲ τὰς ἐντολὰς τηρήσαντας τοῦ Θεοῦ, διὰ δακρύων καὶ μετανοίας καθαρθῆναι τὰς καρδίας ἡμῶν, ὡς ἂν καὶ τὸ θεῖον φῶς, αὐτὸν τὸν Χριστόν, ἐντεῦθεν ὀψώμεθα καὶ μένοντα ἐν ἡμῖν κτησώμεθα, καὶ διὰ τοῦ Παναγίου αὐτοῦ Πνεύματος τρέφοντα καὶ ζωογονοῦντα ἡμῶν τὰς ψυχάς, καὶ ἀπογεύοντα τῆς ἐνηδόνου γλυκύτητος τῶν ἀγαθῶν ἐκείνων τῆς βασιλείας αὐτοῦ, ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.