Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση Α': Περί αγάπης και της οδού των εντολών

Προοίμιο με ομολογία αναξιότητος, προτροπή για την τήρηση των θείων εντολών και ύμνος προς την υπεροχή της θείας αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 2 από 35

Λόγος Αʹ. Ἀδελφοὶ καὶ πατέρες, θέλω πρὸς ὑμᾶς λαλεῖν τὰ συντείνοντα πρὸς ὠφέλειαν ψυχῆς καὶ αἰδοῦμαι, μάρτυς μου ὁ Χριστὸς ἡ ἀλήθεια, τὴν ἀγάπην ὑμῶν, γινώσκων μου τὸ ἀνάξιον. Διὰ τοῦτο γὰρ ἀεὶ σιωπᾶν ἐβουλόμην, ὡς οἶδεν ὁ Κύριος, καὶ μηδὲ ἀνανεύειν τὸ σύνολον καὶ πρόσωπον ἀνθρώπου ὁρᾶν, κατακρίνουσαν ἔχων μου τὴν συνείδησιν, ὅτι κατετάγην ὅλως ἐγὼ προηγεῖσθαι πάντων ὑμῶν ἀναξίως, ὡς τὴν ὁδὸν ἐπιστάμενος, ὁ μηδὲ τὰ ἐν ποσὶν εἰδώς, μηδὲ ἁψάμενος ἀκμὴν τῆς φερούσης ὁδοῦ πρὸς τὸν Θεόν. Τοίνυν καὶ λύπη με διὰ τοῦτο οὐ μικρὰ καὶ ἡ τυχοῦσα κατέχει, ὅτι ὁδηγεῖν ὑμᾶς τοὺς τιμιωτάτους ὁ ταπεινὸς προκριθείς, οὓς ἔχειν αὐτὸς ὁδηγοὺς μᾶλλον ὤφειλον, ὡς πάντων ἔσχατος ὑπάρχων καὶ χρόνῳ καὶ ἡλικίᾳ, τὸν ἔμπρακτον οὐκ ἔχω καὶ ἐμμάρτυρον λόγον ἀπὸ τοῦ βίου εἰς τὸ παρακαλεῖν ὑμᾶς καὶ ὑπομιμνήσκειν τὰ περὶ τῶν νόμων καὶ τοῦ θελήματος τοῦ Θεοῦ, ἐπειδὴ καὶ περὶ ὧν λαλεῖν βούλομαι, οἶδα μηδὲν ἐξ αὐτῶν διαπραξάμενός ποτε. Οἶδα δὲ ἀκριβῶς ὅτι ὁ Κύριος καὶ Θεὸς ἡμῶν οὐχὶ τὸν λέγοντα μακαρίζει μόνον, ἀλλὰ τὸν πρὸ τοῦ εἰπεῖν καὶ πράξαντα· «Μακάριος γάρ, φησίν, ὁ ποιήσας καὶ διδάξας· οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.»

Τοῦ γὰρ τοιούτου διδασκάλου καὶ οἱ μαθηταὶ ἀκούοντες, μιμεῖσθαι αὐτὸν γίνονται πρόθυμοι καὶ οὐ τοσοῦτον ἐκ τῶν ἐκείνου λόγων δέχονται τὴν ὠφέλειαν, ὅσον ἀπὸ τῶν καλῶν αὐτοῦ πράξεων διεγείρονται καὶ τὰ αὐτὰ ποιεῖν ἀναγκάζονται, ὅπερ αὐτὸς ἐγὼ ἐν ἐμαυτῷ οὐκ ἐπίσταμαι· οὐδὲν γὰρ ἀγαθὸν ἐμαυτῷ σύνοιδα. Ἀλλὰ δέομαι καὶ παρακαλῶ πάντας ὑμᾶς, ἀγαπητοὶ ἀδελφοί μου, μὴ εἰς τὸν διακεχυμένον μου βίον ὁρᾶν, ἀλλ’ εἰς τὰ τοῦ Κυρίου προστάγματα καὶ εἰς τὰς τῶν πατέρων ἡμῶν τῶν ἁγίων διδασκαλίας. Οὐδὲν γὰρ οἱ φωστῆρες ἔγραψαν ἐκεῖνοι, ὅπερ πρότερον οὐκ ἐποίησαν καὶ ποιήσαντες οὐ κατώρθωσαν.

Τοιγαροῦν καὶ γενέσθω κοινὴ μία ἡμῖν ἡ ὁδός, αἱ ἐντολαὶ τοῦ Χριστοῦ, πρὸς οὐρανὸν ἡμᾶς καὶ Θεὸν ἐπανάγουσαι. Εἰ γὰρ καὶ διαφόρους ὁ λόγος ὁδοὺς ὑπογράφει, ἀλλ’ οὐ πάντως κατὰ τὴν φύσιν ἐκείνου, κατὰ δὲ τὴν ἑκάστου δύναμίν τε καὶ πρόθεσιν εἰς πολλὰς σχίζεσθαι λέγεται.

Ἐκ πολλῶν γὰρ ἀρχόμενοι καὶ διαφόρων ἔργων καὶ πράξεων, ὥσπερ ἐκ τόπων τινῶν καὶ πολλῶν ἀπαίροντες ἕκαστος πόλεων, εἰς ἓν καταντῆσαι σπουδάζομεν καταγώγιον, τὴν βασιλείαν τῶν οὐρανῶν. Πράξεις δὲ καὶ ὁδοὺς τῶν κατὰ Θεὸν ἀνδρῶν τὰς πνευματικὰς χρὴ νοεῖν ἀρετάς, ἐν αἷς οἱ βαδίζειν ἀρξάμενοι πρὸς ἕνα τρέχειν σκοπὸν ὀφείλουσιν, ὅπως ἐκ διαφόρων χωρίων καὶ τόπων εἰς μίαν συνέλθωσι πόλιν, ὡς εἴρηται, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ συμβασιλεύειν Χριστῷ ἅμα καταξιωθήσωνται, ὑφ’ ἑνὶ βασιλεῖ τῷ Θεῷ καὶ Πατρὶ γενόμενοι. Πόλιν οὖν ἐνταῦθα μίαν μοι νοήσεις καὶ οὐ πολλάς, τὴν ἁγίαν καὶ ἀχώριστον τριάδα τῶν ἀρετῶν, μᾶλλον δὲ τὴν πρώτην τῶν λοιπῶν, ἣν καὶ λέγουσιν ἐσχάτην, ὡς τέλος τῶν καλῶν οὖσαν καὶ μείζω πασῶν τυγχάνουσαν, τὴν ἀγάπην φημί, ἐξ ἧς καὶ ἐν ᾗ πίστις πᾶσα τεθεμελίωται καὶ ἐλπὶς ᾠκοδόμηται, καὶ δίχα ταύτης συνέστη τῶν ὄντων οὐδέν, οὔτε μὴν καθόλου συστήσεται.

Πολλὰ δὲ ταύτης ὀνόματα, πολλαὶ αἱ πράξεις αὐτῆς, πλείονα τὰ γνωρίσματα, τὰ ἰδιώματα θεῖα καὶ πλεῖστα, ἡ φύσις δὲ μία καὶ ἐπίσης πάντῃ πᾶσιν ἀπόρρητος, τοῖς τε ἀγγέλοις καὶ τοῖς ἀνθρώποις καὶ πάσῃ κτίσει ἑτέρᾳ, τῇ ἴσως ἀγνοουμένῃ ἡμῖν. Ἀκατάληπτος τὸν λόγον, τῇ δόξῃ ἀπρόσιτος, ἀνεξιχνίαστος τοῖς βουλεύμασιν, αἰώνιος ὅτι καὶ ἄχρονος, ἀθεώρητος ὅτι νοεῖται μέν, οὐ καταλαμβάνεται δέ. Πολλὰ τὰ κάλλη ταύτης τῆς ἀχειροποιήτου καὶ ἁγίας Σιών, ἃ ὁ βλέπειν ἀρξάμενος οὐκέτι αἰσθηταῖς ἐπευφραίνεται θεωρίαις, οὐκέτι τοῦ κόσμου τούτου τῇ δόξῃ πρόσκειται.

Δότε οὖν μοι ἐκ προοιμίων προσομιλῆσαι αὐτῇ μικρὸν καὶ προσφθέγξασθαι καὶ τὸν πόθον ὡς ἔχω ταύτῃ ἀφοσιώσασθαι. Ἐπειδή, ἀγαπητοί μου πατέρες καὶ ἀδελφοί, ἐμνήσθην τοῦ κάλλους τῆς ἀμωμήτου ἀγάπης, καὶ αἴφνης τὸ φῶς αὐτῆς εὑρέθη ἐν τῇ καρδίᾳ μου καὶ τῇ γλυκύτητι αὐτῆς συνηρπάγην καὶ τὰς ἔξωθεν αἰσθήσεις ἀπώλεσα, ἔκνους ὅλως τῷ βίῳ γενόμενος, καὶ τῶν ἐν χερσὶν ἐπιλέλησμαι.

Μακρὰν δέ, οὐκ οἶδ’ ὅπως εἰπεῖν, πάλιν ἀπέστη ἀπ’ ἐμοῦ καὶ τὴν ἰδίαν με ἀφῆκε θρηνεῖν ἀσθένειαν. Ὦ ἀγάπη παμπόθητε, μακάριος ὁ σὲ ἀσπασάμενος, ὅτι οὐκέτι κάλλος γηγενοῦς ἐμπαθῶς ἐπιθυμήσει ἀσπάσασθαι. Μακάριος ὁ σοὶ περιπλακεὶς ἐξ ἔρωτος θείου· ἅπαντα γὰρ τὸν κόσμον ἀρνήσεται καὶ παντὶ πλησιάζων ἀνθρώπῳ οὐδαμῶς μολυνθήσεται.

Μακάριος ὁ τὰ σὰ κάλλη καταφιλήσας καὶ κατατρυφήσας αὐτῶν ἐξ ἀπείρου πόθου, ὅτι ψυχικῶς ἁγιασθήσεται ἐκ τοῦ ἀχράντως ἀποστάζοντος ὕδατος καὶ αἵματος ἀπὸ σοῦ. Μακάριος ὁ ποθεινῶς σε κατασπασάμενος, ὅτι ἀλλοιωθήσεται τὴν καλὴν ἀλλοίωσιν πνευματικῶς καὶ ψυχικῶς εὐφρανθήσεται, ὅτι σὺ ὑπάρχεις ἡ χαρὰ ἡ ἀνεκλάλητος.

Μακάριος ὁ σὲ κτησάμενος, ὅτι τοὺς θησαυροὺς τοῦς κόσμου εἰς οὐδὲν λογισθήσεται, καὶ γὰρ ᾖς ὁ πλοῦτος ἀληθῶς ὁ ἀκένωτος. Μακάριος δὲ καὶ τρισμακάριος καὶ ὃν σὺ προσελάβου· ἔσται γὰρ ἐν ἀδοξίᾳ τῇ ὁρωμένῃ πάντων ἐνδόξων ἐνδοξότερος καὶ τιμίων πάντων τιμιώτερος καὶ σεμνότερος. Ἐπαινετὸς ὁ καταδιώκων σε, ἐπαινετώτερος ὁ εὑρών σε, μακαριώτερος ὁ ἀγαπηθεὶς ὑπὸ σοῦ, ὁ εἰσδεχθεὶς παρὰ σοῦ, ὁ διδαχθεὶς ἀπὸ σοῦ, ὁ κατοικήσας ἐν σοί, ὁ τραφεὶς διὰ σοῦ τροφὴν Χριστὸν τὸν ἀθάνατον, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Ὦ ἀγάπη θεία, ποῦ Χριστὸν περιέχεις; Ποῦ αὐτὸν κατακρύπτεις; Τί τὸν τοῦ κόσμου Σωτῆρα λαβοῦσα, μακρὰν γέγονας ἀφ’ ἡμῶν; Ἄνοιξον καὶ ἡμῖν τοῖς ἀναξίοις μικράν σου θύραν, ἵνα καὶ ἡμεῖς ἴδωμεν τὸν δι’ ἡμᾶς παθόντα Χριστὸν καὶ πιστεύσωμεν τῷ ἐλέει αὐτοῦ ὡς οὐκέτι ἀποθανοῦμεν ἀφ’ οὗ αὐτὸν θεασόμεθα. Ἄνοιξον ἡμῖν ἡ θύρα αὐτῷ γενομένη εἰς τὴν διὰ σαρκὸς αὐτοῦ ἐπιφάνειαν, ἡ βιασαμένη τὰ ἄφθονα καὶ ἀβίαστα σπλάγχνα τοῦ ἡμετέρου Δεσπότου εἰς τὸ βαστάσαι τὰς ἁμαρτίας καὶ τὰς νόσους ἁπάντων, καὶ μὴ ἀπορρίψῃς ἡμᾶς λέγουσα· «Οὐκ οἶδα ὑμᾶς.» Γενοῦ μεθ’ ἡμῶν, ἵνα γνωρίσῃς ἡμᾶς· ἀγνώριστοι γάρ σοι τυγχάνομεν. Ἐνοίκησον ἐν ἡμῖν, ἵνα διὰ σὲ καὶ ἡμᾶς τοὺς ταπεινοὺς ὁ Δεσπότης ἐλθὼν ἐπισκέψηται προϋπαντώμενος παρὰ σοῦ—ἡμεῖς γὰρ εἰς ἅπαν ἀνάξιοι—, ὡς ἂν προσμείνῃ μικρὸν ὁμιλῶν σοι καὶ δέξηται καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς προσπεσεῖν τοῖς ἀχράντοις αὐτοῦ ποσί, καὶ συλλαλήσῃς περὶ ἡμῶν ἀγαθὰ καὶ πρεσβεύσῃς ἀφεθῆναι τὸ χρέος ἡμῖν τῶν κακῶν, ὅπως αὐτῷ τῷ Δεσπότῃ δουλεύειν διὰ σοῦ πάλιν ἀξιωθῶμεν καὶ ὑπ’ αὐτοῦ προνοώμεθα καὶ τρεφώμεθα· τὸ γὰρ χρεωστεῖν μὲν μηδέν, λιμῷ δὲ πτωχείας ἀπόλλυσθαι, παρὰ μικρὸν τῆς ἴσης ἐστὶ τιμωρίας καὶ κολάσεως πρόξενον.

Συγχωρηθείημεν παρὰ σοῦ, ἁγία ἀγάπη, καὶ διὰ σοῦ τῶν ἀγαθῶν τοῦ ἡμετέρου Δεσπότου ἐν ἀπολαύσει γενοίμεθα, ὧν οὐδείς, εἰ μὴ διὰ σοῦ, γεύσεται τῆς γλυκύτητος. Ὁ γάρ σε ὡς δεῖ μὴ φιλήσας καὶ παρὰ σοῦ μὴ ἀγαπηθεὶς ὥσπερ χρή, τρέχει μὲν ἴσως, οὐ κατέλαβε δὲ ὅμως· πᾶς δὲ ὁ τρέχων πρὸ τοῦ τὸν δρόμον τελέσαι ἀμφίβολος. Ὁ δὲ καταλαβών σε ἢ καταληφθεὶς ὑπὸ σοῦ, πάντως βέβαιος, ἐπειδὴ τέλος νόμου σὺ εἶ, ἡ ἐμὲ περικυκλοῦσα, ἡ ἐμὲ φλέγουσα καὶ ἐκ πόνου καρδίας εἰς πόθον ἄπειρόν με Θεοῦ καὶ τῶν ἐμῶν ἀδελφῶν καὶ πατέρων ἀνάπτουσα. Σὺ γὰρ τῶν προφητῶν ἡ διδάσκαλος, τῶν ἀποστόλων ἡ σύνδρομος, τῶν μαρτύρων ἡ δύναμις, τῶν πατέρων καὶ διδασκάλων ἡ ἔμπνευσις, ἡ πάντων τῶν ἁγίων τελείωσις καὶ ἡ ἐμὴ νῦν πρὸς τὴν παροῦσαν διακονίαν προχείρισις.

Ἀλλὰ σύγγνωτέ μοι, ἀδελφοί, τῆς κατηχήσεως τοῦ λόγου παρακινηθέντι μικρόν, τοῦ πόθου τῆς ἀγάπης τοῦτο ποιήσαντος. Ἐμνήσθην γὰρ αὐτῆς καὶ «εὐφράνθη μου ἡ καρδία» κατὰ τὸν θεῖον Δαυὶδ καὶ εἰς ὕμνον ἐτράπην τῶν θαυμασίων αὐτῆς. Τοιγαροῦν ἀξιῶ καὶ τὴν ὑμετέραν ἀγάπην ὀπίσω καταδιῶξαι αὐτῆς, ὅση δύναμις, καὶ καταλαβεῖν αὐτὴν μετὰ πίστεως τρέχοντας, καὶ τῶν ἐλπίδων ὑμῶν οὐδαμῶς διαμάρτητε. Πᾶσα γὰρ σπουδὴ καὶ πᾶσα ἄσκησις μετὰ καμάτων πολλῶν ἡ μὴ καταντῶσα εἰς τὴν ἀγάπην ἐν συντετριμμένῳ τῷ πνεύματι, ματαία ἐστὶ καὶ εἰς οὐδὲν καταλήγουσα χρήσιμον. Οὐδὲ γὰρ ἐν ἄλλῃ τινὶ ἀρετῇ ἢ καὶ πληρώσει κυριακῆς ἐντολῆς δύναταί τις γνωρίζεσθαι Χριστοῦ μαθητής· «Ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Ταύτης ἕνεκα ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, δι’ ἣν ἐνανθρωπήσας, πάντα ὑπέμεινεν ἑκουσίως τὰ ζωοποιὰ πάθη, ἵνα τὸ οἰκεῖον πλάσμα, τὸν ἄνθρωπον, τῶν δεσμῶν ἐλευθερώσῃ τοῦ ᾅδου καὶ ἀναλαβὼν εἰς οὐρανοὺς ἀναγάγῃ.

Ταύτης ἕνεκα τὸν ἀκατάπαυστον ἐκεῖνον ἔδραμον οἱ ἀπόστολοι δρόμον καὶ τὴν ἅπασαν οἰκουμένην τῷ ἀγκίστρῳ καὶ τῇ σαγήνῃ τοῦ λόγου σαγηνεύσαντες, ἀπὸ τοῦ βυθοῦ τῆς εἰδωλομανίας ἀνέσπασαν καὶ πρὸς τὸν λιμένα τῆς βασιλείας τῶν οὐρανῶν ἀνεσώσαντο. Ταύτης ἕνεκα οἱ μάρτυρες τὰ αἵματα ἑαυτῶν ἐκένωσαν, ἵνα μὴ Χριστὸν ἀπολέσωσι. Διὰ ταύτην οἱ θεοφόροι πατέρες ἡμῶν καὶ τῆς οἰκουμένης διδάσκαλοι τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας προθύμως ἔθηκαν· καὶ ἡμεῖς οἱ εὐτελεῖς ὑπεισήλθομεν τὴν προστασίαν ὑμῶν τῶν τιμιωτάτων πατέρων καὶ ἀδελφῶν ἡμῶν, ὡς ἂν πάντα, κατὰ τὸ ἐνὸν ἐκείνους ἐκμιμούμενοι, δι’ ὑμᾶς πάθωμέν τε καὶ ὑπομείνωμεν καὶ πρὸς οἰκοδομὴν ὑμῶν καὶ ὠφέλειαν ἐκτελέσωμεν, ἵνα παραστήσωμεν ὑμᾶς θύματα τέλεια, ὁλοκαυτώματα λογικά, τῇ τραπέζῃ Θεοῦ. Ὑμεῖς γάρ ἐστε τὰ τέκνα τοῦ Θεοῦ, ἅ μοι δέδωκεν ὁ Θεὸς ὡς παιδία, τὰ ἐμὰ σπλάγχνα, οἱ ἐμοὶ ὀφθαλμοί. Ὑμεῖς ἐστε τὸ ἐμόν, ἀποστολικῶς εἰπεῖν, καύχημα καὶ ἡ σφραγὶς τῆς ἐμῆς διδασκαλίας.

Σπουδάσωμεν οὖν, ἀγαπητοί μου ἐν Χριστῷ ἀδελφοί, ὥσπερ διὰ πάντων, οὕτω καὶ διὰ τῆς εἰς ἀλλήλους ἀγάπης θεραπεύειν τὸν Θεὸν καὶ ὃν ᾑρετίσασθε εἰς τύπον ἔχειν πατρὸς πνευματικοῦ, εἰ καὶ τῆς ἀξίας πολὺ ἀπολείπομαι, ὡς ἂν χαίρῃ μὲν Θεὸς ἐπὶ τῇ ὁμονοίᾳ καὶ τελειώσει ὑμῶν, χαίρω δὲ κἀγὼ ὁ ταπεινός, ἐπεκτεινομένην ὁρῶν ἀεὶ τὴν προκοπὴν τοῦ κατὰ Θεὸν ὑμῶν βίου ἐπὶ τὸ κρεῖττον ἐν πίστει, ἐν ἁγνείᾳ, ἐν φόβῳ Θεοῦ, ἐν εὐλαβείᾳ, ἐν κατανύξει καὶ δάκρυσι, δι’ ὧν ὁ ἔσω καθαίρεται ἄνθρωπος καὶ πληροῦται φωτὸς θείου καὶ ὅλος Πνεύματος Ἁγίου γίνεται ἐν συντετριμμένῳ ψυχῆς καὶ καταβεβλημένῳ φρονήματι, καὶ ἡ χαρὰ ἡ ἐμὴ γίνεται εἰς εὐλογίαν ὑμῶν καὶ προσθήκην ἀνωλέθρου καὶ μακαρίας ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.