Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΙΑ': Περί νηστείας ως θεμελίου των αρετών

Η διατήρηση της νηστείας ως ιατρού της ψυχής, η αποφυγή της γαστριμαργίας και η προσοχή στις θείες αναγνώσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 12 από 35

Περὶ νηστείας. Καὶ ὅτι οὐ χρὴ τὸ τῆς νηστείας ὠφέλιμον ἐν τῇ πρώτῃ καὶ μόνῃ τῶν νηστειῶν ἑβδομάδι σπουδαίως τηρεῖν καὶ ἀσπάζεσθαι, ἀλλὰ τὴν ἴσην καὶ τὴν αὐτὴν σπουδὴν ἐν πάσαις ταῖς ἑβδομάσι τῶν νηστειῶν ἀναγκαῖον τοῖς σπουδαίοις διατηρεῖν.

Λόγος ΙΑʹ. Ἀδελφοὶ καὶ πατέρες, ἔδει μὲν ἡμᾶς τῇ παρελθούσῃ κυριακῇ τὰ νῦν μέλλοντα ῥηθήσεσθαι παρ’ ἡμῶν πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν. Ἀλλ’ ἐπείπερ εἰδὼς ἤμην, ὅτι ἅπαν τὸ χριστιανικώτατον φῦλον, μοναχῶν τε φημὶ καὶ λαϊκῶν, τῇ ἁγίᾳ καὶ πρώτῃ ἑβδομάδι τῶν νηστειῶν ζεούσῃ τῇ προθυμίᾳ τὸ τῆς νηστείας καλὸν ἕκαστος ἡμῶν τῶν πιστῶν ὑποδέχεται, καὶ πᾶς τις ἐπὶ τὸν αὐτοῦ τράχηλον τὸν ταύτης ζυγὸν ἐπιτίθησιν ἑκοντί, καὶ οὐδείς ἐστιν, οὐδὲ τῶν λίαν ἀπεγνωκότων τῆς ἑαυτῶν σωτηρίας καὶ ἐν ἀφοβίᾳ καὶ καταφρονήσει Θεοῦ πολιτευομένων, ὃς τὴν ἑβδομάδα ἐκείνην τὸν τῆς νηστείας ἀπωθεῖται νόμον καὶ οὐχὶ μᾶλλον καὶ αὐτὸς μετὰ πάντων, τὸ ὅσον ἐφ’ ἑαυτῷ, ἐγκρατεύεται, σήμερον ἤδη λέξων ἔρχομαι βραχέα καὶ ὀλίγα τοῦ ἐνεστῶτος χάριν καιροῦ πρὸς ὑμᾶς.

Ἐπειδὴ γάρ, ὡς εἴρηται, τὴν παρελθοῦσαν πρώτην τῶν νηστειῶν ἑβδομάδα ἅπαντες οἱ πιστοὶ ἐναγωνίως διέρχονται, παρελθούσης δὲ ταύτης καὶ τοῦ σαββάτου καταλαβόντος, ἐπεὶ καὶ ἡ τοῦ Θεοῦ ἐκκλησία ἑορτὴν ἄγειν ἐκ παραδόσεως ἔλαχε τὴν τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου ἤ, μᾶλλον εἰπεῖν, τὴν ἐκ Θεοῦ δι’ αὐτοῦ γενομένην τῷ πιστοτάτῳ λαῷ αὐτοῦ σωτηρίαν παράδοξον, ὡσαύτως δὲ καὶ τῇ κυριακῇ πάντες τὴν τῆς ὀρθοδόξου πίστεως ἀνάμνησιν ποιούμενοι, εὐχαριστηρίους ὕμνους τῷ παναγάθῳ Θεῷ ἡμῶν ᾄδομεν, ὁ ἀεὶ φθονῶν τὰ καλὰ πονηρός, ἑκάστῳ τῶν πιστῶν λανθανόντως ὑπεισερχόμενος καὶ ῥαθυμίᾳ καὶ ἀμελείᾳ τοῦτον ἀοράτως καταδεσμεύων, ἀπορρίψαι πείθει καταφρονητικῶς ἀφ’ ἑαυτοῦ τὸν σωτηριώδη τῆς νηστείας ζυγὸν καὶ πρὸς τὴν προτέραν παλινδρομῆσαι συνήθειαν, διὰ τοῦτο τὴν σήμερον ὑπομιμνήσκω καὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ὁμοῦ καὶ πατρότητα τοῦ μὴ ὑπακοῦσαι καθόλου τῷ δυσμενεῖ, μηδὲ τῇ πονηρᾷ συνηθείᾳ τῆς ἀκορέστου γαστριμαργίας συναπαχθῆναι, μηδὲ πρὸς τὴν ὄπισθεν καὶ χρονίαν τῶν πονηρῶν ἐπιθυμιῶν ἐκπλήρωσιν ἐπαναστρέψαι, ἀλλ’ ὡς τὴν πρώτην καὶ τὴν δευτέραν ταύτην τῶν νηστειῶν ἑβδομάδα τιμήσωμεν, καὶ καθεξῆς ὁμοῦ τὰς λοιπάς.

Ναί, πατέρες καὶ ἀδελφοί μου, εὐεργετήσωμεν οὕτω ποιοῦντες ἑαυτοὺς καὶ μὴ ἅπερ συνήξαμεν τότε, νυνὶ ἀπολέσαι καταδεξώμεθα, προσθεῖναι δὲ μᾶλλον καὶ αὐξῆσαι σπουδάσωμεν, ἀλλὰ μηδὲ ἅπερ ὄπισθεν καλῶς ἀνῳκοδομήσαμεν νῦν κακῶς καταλῦσαι θελήσωμεν. Μνημονευέτω δὲ ὑμῶν ἕκαστος τὴν ἐκ τῆς νηστείας ὠφέλειαν καὶ οἵας ἀπήλαυσε παρὰ Θεοῦ δωρεᾶς ἐν ταῖς ὀλίγαις ταύταις ἡμέραις καὶ προθυμότερος γινέσθω πρὸς τὸ ἑξῆς. Καὶ γὰρ εἴωθεν ἡ ἰατρὸς τῶν ψυχῶν ἡμῶν αὕτη τοῦ μὲν τῆς σαρκὸς τὰς πυρώσεις καὶ τὰς κινήσεις συστέλλειν, τοῦ δὲ τὸ θυμῶδες καταπραΰνειν, τοῦ δὲ τὸν ὕπνον ἀποδιώκειν, τοῦ μὲν τὸ πρόθυμον διεγείρειν, τοῦ δὲ τὸν νοῦν ἀνακαθαίρειν καὶ τῶν πονηρῶν λογισμῶν ἐλεύθερον αὐτὸν ἀποκαθιστᾶν, ἄλλου τὴν ἀδάμαστον γλῶσσαν δαμάζειν καὶ οἱονεὶ χαλινῷ τινι τῷ φόβῳ τοῦ Θεοῦ ταύτην ἐπέχειν καὶ μὴ ἐᾶν ὅλως ἀργοὺς ἢ σαπροὺς λόγους φθέγγεσθαι· ἑτέρου τοὺς μετεώρους σκεπάζει ἀφανῶς καὶ ἱστᾷ ὀφθαλμοὺς καὶ περιέργως αὐτοὺς οὐκ ἐᾷ ὧδέ τε κἀκεῖσε φέρεσθαι, ἀλλ’ ἑαυτὸν ἕκαστον παρασκευάζει σκοπεῖν καὶ τῶν ἰδίων ἁμαρτημάτων τε καὶ ἐλαττωμάτων μεμνῆσθαι διδάσκει. Νηστεία τὸν νοητὸν ζόφον καὶ τὸ ἐπικείμενον τῇ ψυχῇ κάλυμμα τῆς ἁμαρτίας κατὰ μικρὸν ἐκλεπτύνει καὶ ἀπελαύνει, καθάπερ τὴν ὀμίχλην ὁ ἥλιος.

Νηστεία τὸν πνευματικὸν ἀέρα νοερῶς ἡμῖν καθορᾶν ἐμποιεῖ, ἐν ᾧ οὐκ ἀνατέλλει, ἀλλὰ ἀεὶ λάμπει ὁ ἄδυτος ἥλιος Χριστὸς ὁ Θεὸς ἡμῶν. Νηστεία, συνεργὸν λαβοῦσα τὴν ἀγρυπνίαν, τὸ σκληρὸν ὑπεισελθοῦσα τῆς καρδίας μαλάσσει καὶ ἀντὶ τῆς πρώην κραιπάλης κατανύξεως πηγὰς βλυστάνειν παρασκευάζει, ὅπερ καὶ ἐν ἡμῖν γενέσθαι σπουδάσωμεν ἕκαστος ἡμῶν, παρακαλῶ, ἀδελφοί. Τούτου γὰρ γενομένου εὐκόλως σὺν Θεῷ, πᾶσαν τὴν τῶν παθῶν θάλασσαν διαρρήξομεν καὶ τὰ κύματα διελθόντες τῶν πειρασμῶν τοῦ πικρῶς τυραννοῦντος ἡμᾶς, εἰς τὸν λιμένα ἐγκαθορμισθῶμεν τῆς ἀπαθείας.

Ταῦτα δέ, ἀδελφοί μου, οὐκ ἐν μιᾷ ἡμέρᾳ, οὐδὲ ἐν μιᾷ ἑβδομάδι γενέσθαι δυνατόν, ἀλλὰ ἐν πολλῷ χρόνῳ καὶ πόνῳ καὶ κόπῳ κατὰ ἀναλογίαν τῆς ἑκάστου προθέσεώς τε καὶ προαιρέσεως, ἔτι δὲ καὶ κατὰ τὸ μέτρον τῆς πίστεως καὶ τῆς τῶν ὁρωμένων καὶ νοουμένων πραγμάτων καταφρονήσεως, οὐ μόνον δέ, ἀλλὰ καὶ κατὰ τὴν θέρμην τῆς ἀδιαλείπτου μετανοίας καὶ αὐτῆς τῆς ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ταμείῳ ἀεννάου ἐργασίας ἢ συντομώτερον ἢ βραδύτερον Θεοῦ δωρεᾷ τε καὶ χάριτι κατορθοῦνται, ἄνευ δὲ νηστείας οὐδὲν οὔτε τούτων οὔτε τῶν ἄλλων ἀρετῶν κατορθωθῆναί ποτε παρά τινος ἠδυνήθη· νηστεία γὰρ πάσης ἐργασίας πνευματικῆς ἀρχὴ καὶ θεμέλιος.

Ὅσα τοιγαροῦν οἰκοδομήσεις ἐπὶ τὸν θεμέλιον τοῦτον, ἄπτωτα καὶ ἀκατάλυτα, ὡς ἐπὶ στερεὰν πέτραν κτισθέντα, γίνεται· ἐπὰν δὲ τοῦτον τὸν θεμέλιον ἄρῃς καὶ ἀντ’ αὐτοῦ γαστρὸς κόρον καὶ ἐπιθυμίας ἀτόπους ὑποθῇ, ὥσπερ ψάμμος ὑπὸ τῶν πονηρῶν ταῦτα λογισμῶν καὶ τοῦ ποταμοῦ τῶν παθῶν ὑποσύρεται καὶ πᾶσαν τὴν οἰκοδομὴν τῶν ἀρετῶν καταστρέφει. Ἵν’ οὖν μὴ καὶ ἐφ’ ἡμῖν τοῦτο γένηται, στῶμεν περιχαρῶς ἐπὶ τὸν στερεὸν θεμέλιον τῆς νηστείας, στῶμεν, ἀδελφοί μου, καλῶς, στῶμεν αὐτοθελῶς· ὁ γὰρ ἀβουλήτως ἐπὶ τὴν τῆς νηστείας πέτραν ἀναβαίνειν ἀναγκαζόμενος, ἑαυτὸν πάντως ἐκεῖθεν ὑπὸ τῆς ἐπιθυμίας ὑποσυρεὶς πρὸς λαθροφαγίαν κατακρημνίζει, καὶ βιβρώσκων αὐτὸς τοῦ πονηροῦ, ὡς οὐ δοκεῖ, κατάβρωμα γίνεται· νόμος γὰρ θεῖός ἐστι καὶ τοὺς παραβαίνειν τολμῶντας ὥσπερ δήμιος ὁ διάβολος παραλαμβάνων μαστίζει, εἰ καὶ μὴ εὐθύς, μηδὲ παραχρῆμα, τοῦ Θεοῦ μακροθυμοῦντος ἐφ’ ἡμᾶς καὶ τὴν μετάνοιαν ἡμῶν ἀπεκδεχομένου, ἀλλ’ ὅμως οὐκ ἐκφευξόμεθα τὰς χεῖρας αὐτοῦ πάντως ἢ ἐνταῦθα ἢ ἐν τῷ μέλλοντι αἰῶνι, ἀμετανοήτως ἐπιμένοντες τῇ ἁμαρτίᾳ, ἐπειδὴ τὴν μετ’ αὐτοῦ καταδίκην οὕτως ἔχοντες ἀποληψόμεθα καὶ ὑπ’ αὐτοῦ καὶ σὺν αὐτῷ ἀθάνατα κολασθῆναι κρίσει δικαίᾳ Θεοῦ κατακριθῶμεν. Εἰ γὰρ καὶ τοὺς προεστῶτας ἡμῶν λανθάνομεν, ἀλλά γε τὸν τῶν προεστώτων Δεσπότην ὁμοῦ καὶ Θεὸν λαθεῖν οὐ δυνάμεθα.

Φυλαξώμεθα τοιγαροῦν, ἀδελφοί, μὴ ἀπὸ λαθροφαγίας μόνον, ἀλλὰ καὶ ἀπὸ κόρου τῶν ἐπὶ τῆς τραπέζης παρατιθεμένων βρωμάτων ἡμῖν. Ναί, παρακαλῶ καὶ παρακαλῶν οὐ παύσομαι, μνήσθητε τῆς παρελθούσης ἁγίας ἑβδομάδος.

Ἀναλογίσασθε τὴν ἐκ τῆς νηστείας καὶ ἀγρυπνίας, εὐχῆς τε καὶ ψαλμωδίας, ὡς ἔφην, ὠφέλειαν, ἀλλὰ τὴν κατήφειαν, ἀλλὰ τὴν εὐλάβειαν, ἀλλὰ τὴν σιωπήν. Ὥσπερ γὰρ ἀοίκητόν μοι ἐξ ἀνθρώπων ἐδόκει τότε εἶναι τὸ μοναστήριον, ὑπὸ ἀγγέλων μόνων ἐγκατοικούμενον, διὰ τὸ μὴ ὅλως ἕτερόν με ἀκοῦσαί τι ῥῆμα βιωτικόν, ἀλλ’ ἢ μόνην τὴν ὑφ’ ἡμῶν πρὸς Θεὸν ἀναπεμπομένην δοξολογίαν, ἣ καὶ ἀγγέλων ἔργον ἐστί.

Πιστεύω δὲ ὅτι, ὥσπερ ὑμεῖς ἐπιτελεῖτε τὸ τῶν ἀγγέλων ἔργον, οὕτω καὶ οἱ ἄγγελοι ἀοράτως συνδιῆγον ὑμῖν καὶ συνέψαλλον. Μὴ οὖν χωρισθῆναι τῆς μετ’ ἐκείνων συναυλίας διὰ τῆς πολυλογίας καὶ ἀργολογίας θελήσητε, μηδὲ φωναῖς ἀτάκτοις ἢ κραυγαῖς ἀμέτροις αὐτοὺς μὲν ἀφ’ ὑμῶν, τοὺς δὲ δαίμονας πλησιάσαι ὑμῖν, ὡς τὸ πρίν, ποιήσητε, ἀλλὰ προσεχέτω ἕκαστος ἑαυτῷ καὶ τὸ ἐργόχειρον αὐτοῦ καὶ τὴν διακονίαν αὐτοῦ, ὡς τῷ Θεῷ δουλεύων καὶ οὐκ ἀνθρώποις, ἐπιμελῶς ἐκτελείτω. Γέγραπται γάρ· «Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.» Ἐν ταῖς θείαις τῶν συνάξεων ἀναγνώσεσιν ἀλλήλους πρὸς ἀκρόασιν διεγείρειν, ὦ ἀδελφοί, μὴ ἐλλίπητε. Καὶ γὰρ ὥσπερ ἐπὶ τῆς αἰσθητῆς τραπέζης ἐσθίειν προτρεπόμεθά τε καὶ παρακελευόμεθα τοῖς πλησίον, καὶ οὓς ἂν τῶν ἄλλων πλεῖον ἀγαπῶμεν, παραβιαζόμεθα ἐπὶ τὸ φαγεῖν, οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχοτρόφου ταύτης τραπέζης προσέχειν καὶ προτρέπεσθαι τοῖς πλησίον χρεωστοῦμεν, ἵνα μὴ ὡς μὴ ἀγαπῶντες ἀλλήλους κατακριθῶμεν καὶ τὸ μαθηταὶ εἶναι Χριστοῦ ἀπολέσωμεν. Λέγει γάρ· «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.»

Ὁ οὖν ἐπὶ τῆς αἰσθητῆς τραπέζης τὸν ἑαυτοῦ φίλον μὴ παραβιασάμενος εἰς ἑστίασιν τὰ μέγιστα αὐτὸν πολλάκις ὠφέλησεν· ὁ δὲ ἐπὶ τῆς πνευματικῆς τραπέζης, τῆς ἀκροάσεως τῶν θείων λέγω λογίων, τοῦτο ποιῶν, οὐ τὴν τυχοῦσαν ζημίαν τοῖς αὐτῷ πλησιάζουσι προξενεῖ. Ἐπειδὴ τῶν βρωμάτων μὲν ἐκείνων ἡ πλησμονὴ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα διαφθείρειν εἴωθε πολλάκις καὶ βλάπτειν, τὰ δὲ ἐνταῦθα ὑπὸ τῶν ἁγίων λεγόμενα καὶ νοῦν φωτίζει καὶ ψυχὴν ἁγιάζει καὶ τῷ σώματι αὐτῷ δι’ αὐτῆς πάντως τοῦ ἁγιασμοῦ μεταδίδωσι καὶ ὑγιεινότερον καὶ ῥωμαλεώτερον καθιστᾷ.

Προσεχέτω τοιγαροῦν ἕκαστος τῇ ἀναγνώσει. Οἱ γὰρ λόγοι τῶν ἁγίων Θεοῦ λόγοι καὶ οὐκ ἀνθρώπων εἰσίν. Ἐμβαλέτω τούτους ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ τηρείτω αὐτοὺς ἀσφαλῶς, ἐπειδὴ οἱ λόγοι τοῦ Θεοῦ λόγοι ζωῆς εἰσι καὶ ὁ ἔχων αὐτοὺς ἐν ἑαυτῷ καὶ φυλάσσων αὐτούς, ἔχει ζωὴν αἰώνιον. Ἐπὶ μὲν γὰρ πολυτελοῦς πολλάκις καθεσθέντες τραπέζης, οὐκ οἶμαί ποτε ῥαθυμήσαντά τινα ἐξ ὑμῶν ὅλως ἀπονυστάξαι καὶ μὴ μόνον τὰ ἀρκοῦντα λαβεῖν, ἀλλὰ καὶ τὰ εἰς τὴν αὔριον μετὰ σπουδῆς ἄραντα ἀπελθεῖν καὶ ἢ φίλοις τισὶν ἢ πτωχοῖς αὐτὰ μεταδοῦναι προθυμηθέντα.

Ἔνθα δὲ λόγοι ζωῆς πρόκεινται καὶ τοὺς ἐξ αὐτῶν τρεφομένους ἀθανάτους ἀποτελοῦσι, καθεύδειν, εἰπέ μοι, καὶ ῥαθυμεῖν ἢ νυστάζειν καὶ ῥέγχειν ἔξεστί τινι, ὥσπερ ἐμψύχῳ νεκρῷ; Ὢ τῆς ζημίας! Ὢ τῆς ἀναισθησίας καὶ τῆς νωθρότητος!

Ὁ ἐπὶ τραπέζης καθήμενος καὶ τῶν προκειμένων μὴ ὀρεγόμενος τῆς κατὰ φύσιν ὑγιείας προδήλως ἐστέρηται· οὕτω καὶ ὁ ἀναγνώσεως θείας ἀκούων καὶ μὴ μεθ’ ἡδονῆς ἀφάτου καὶ ἀΰλου ὀρέξεως ἀΰλως τοῖς ἀΰλοις καὶ θείοις λογίοις ψυχικῶς ἐντρυφῶν καὶ τὰς αἰσθήσεις πάσας αὐτοῦ νοερῶς ἐμπιπλῶν ἐκ τῆς τούτων γλυκύτητος, ἀσθενὴς τῇ πίστει ἐστὶ καὶ τῶν πνευματικῶν δωρεῶν εἰς ἅπαν ἄγευστος, ἐν μέσῳ δηλονότι πολλῶν ἀγαθῶν λιμῷ καὶ δίψει τηκόμενος. Καθάπερ γὰρ νεκρὸς ὕδατι λουόμενος ἀνεπαισθήτως ἔχει, οὕτω καὶ οὗτος ὑπὸ τῶν ζωηρῶν καὶ θείων τοῦ λόγου ναμάτων ἐπαντλούμενος οὐκ αἰσθάνεται.

Ὅσοι τοίνυν λόγον ζωῆς ἐν ἑαυτοῖς ἔχετε, ὅσοι τραφῆναι τὸν ἄρτον τοῦτον τοῦ λόγου ἐφθάσατε, ὅσοι μὴ νεκροὶ ἀλλ’ ἐκ νεκρῶν ζῶντες γεγόνατε καὶ τῆς ἀληθινῆς ζωῆς ἀπεγεύσασθε καὶ σπλάγχνα οἰκτιρμῶν πρὸς τοὺς πλησίον παρὰ τοῦ εὐσπλάγχνου Θεοῦ λαβόντες ἐκτήσασθε, διεγείρειν καὶ παρακαλεῖν καὶ νουθετεῖν τοὺς πλησίον καὶ πάντας, εἰ οἷόν τε, μὴ παύσησθε, ἀλλ’ ὡς οἰκεῖα μέλη, μᾶλλον δὲ ὡς μέλη Χριστοῦ καὶ υἱοὺς ὄντας Θεοῦ, παιδαγωγεῖν, ἐπιτιμᾶν καὶ ἐλέγχειν αὐτοὺς προθυμήθητε, οὐχ ἵνα τούτους λυπήσητε, ἀλλ’ ἵνα πατρικῆς ὀργῆς καὶ ἀγανακτήσεως ἐλευθερώσητε, οὐδ’ ἵνα βλάψητε, ἀλλ’ ἵνα τὰ μέγιστα αὐτοὺς ὠφελήσητε, τὰ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτῶν θελήματα παρασκευάζοντες αὐτοὺς ἐκπληροῦν. Ἐὰν οὕτω ποιῆτε καὶ οὕτω τὸν ἑαυτοῦ ἀδελφὸν ἕκαστος ὑμῶν διεγείρῃ πρὸς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, συντόμως ἅπαντες πρὸς ὕψος ἀρθῶμεν τῶν ἀρετῶν καὶ ἐκπληρωταὶ τῶν ἐντολῶν ἀναφανῶμεν τοῦ Θεοῦ καὶ τῆς βασιλείας τῶν οὐρανῶν ὁμοθυμαδὸν ἐπιτύχωμεν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.