Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση Κ': Περί αποκοπής του ιδίου θελήματος και υπακοής στον πνευματικό πατέρα

Η εκούσια νέκρωση του θελήματος ως σταυρός, κανόνες συμπεριφοράς και η έλλαμψη του Πνεύματος διά της ησυχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 21 από 35

Περὶ ἀποταγῆς καὶ ἐκκοπῆς θελήματος, πρὸς τοὺς αἰτήσαντας γράψαι αὐτοῖς πῶς ὀφείλει τις τὸν ἀσκητικὸν διανύσαι βίον. Καὶ ὅτι καλὸν ἐπὶ τούτῳ καὶ ἐπωφελὲς ἐμπείρῳ χρήσασθαι ὁδηγῷ ἤγουν πνευματικῷ πατρὶ εἰς τὸ μαθεῖν τὰ τῆς ἀρετῆς καὶ τῆς ἀσκητικῆς τέχνης τὴν δυσκατόρθωτον ἐργασίαν. Καὶ περὶ πίστεως τῆς εἰς τοὺς πνευματικοὺς πατέρας καὶ θεωρίας φωτός, ὑφ’ οὗ πᾶσα φωτιζομένη ψυχὴ προκόπτει εἰς ἀγάπην Θεοῦ.

Λόγος Κʹ. Ἀγαπητοί μου καὶ περιπόθητοι ἀδελφοί, πολλάκις ἠθελήσατε λόγον ὠφελείας ἀκοῦσαι παρὰ τῆς ἡμῶν μετριότητος, καὶ διὰ τὸ συντόμως ὑποχωρεῖν ὑμᾶς, λαλῆσαι ὑμῖν ἀπὸ στόματος τὰ δέοντα, ὡς πάρεργα, συμφερόντως οὐκ ἠβουλήθημεν. Διὰ τοῦτο καθάπερ ᾐτήσασθε γράψαι νῦν τῇ ἀγάπῃ ὑμῶν, εἰκότως προεθυμήθημεν· οὐ τὰ πρὸς νουθεσίαν (καὶ γὰρ ἀνάξιοι), ἀλλὰ τὰ πρὸς συμβουλὴν καὶ ὑπόμνησιν, ὡς ἀγαπῶντες λίαν ὑμᾶς, καὶ ὅσα γινώσκομεν ὠφελοῦντα καὶ συνεργοῦντα ψυχὴν πρός τε τὴν ἐκ τοῦ κόσμου φυγὴν καὶ τὴν τῶν παθῶν ἀλλοτρίωσιν καὶ Θεοῦ ἀγάπην καὶ τελείαν ἀπάθειαν.

Τοιγαροῦν καὶ οὐδαμόθεν ποθὲν ἄλλοθεν δίκαιον ἡγησάμην τὴν ἀρχὴν πρὸς ἄνθρωπον διψῶντα τὴν ψυχικὴν σωτηρίαν ποιήσασθαι, εἰ μὴ ἐξ αὐτῆς τῆς ἀεννάου πηγῆς, τοῦ Σωτῆρος Χριστοῦ καὶ Θεοῦ ἡμῶν, δι’ ὃν ἡμῖν ὁ λόγος καὶ ἅπαν ἐγχείρημα, καὶ πρὸς ὃν πᾶσα σπουδὴ μετ’ ἐλπίδος χρηστῆς καὶ ἅπαν ἐνθύμιον. Οὗτος γὰρ καὶ ἀρχομένοις θεμέλιος ἀρραγέστατος καὶ μεσάζουσιν ἐλπὶς ἀκαταίσχυντος καὶ τελειοῦσιν ἀγάπη ἀκόρεστος καὶ ζωὴ ἀτελεύτητος. Τούτου ἐγὼ τῆς ἁγίας φωνῆς ἤκουσα πρὸς ἅπαντας λεγούσης κοινῶς· «Ὅστις οὐ καταλείψει πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ πάντα τὰ ὑπάρχοντα αὐτῷ καὶ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσει μοι, οὐκ ἔστι μου ἄξιος.» Δι’ οὐδὲν οὖν ἕτερον τὸν σταυρὸν ἐσχάτως τεθεῖναι καὶ παρὰ τῆς Γραφῆς ἐδιδάχθην καὶ δι’ αὐτῆς τῆς πείρας μεμάθηκα, εἰ μὴ διὰ τὴν τῶν θλίψεων καὶ πειρασμῶν ὑπομονὴν καὶ τελευταῖον διὰ τὸν θάνατον αὐτὸν τὸν ἑκούσιον, ὅνπερ καὶ τοῖς τότε καιροῖς, ἐπικρατουσῶν τῶν αἱρέσεων, πολλοὶ διὰ τοῦ μαρτυρίου καὶ τῶν ποικίλων βασάνων προείλοντο, νυνὶ δὲ Χριστοῦ χάριτι ἐν καιρῷ βαθείας καὶ τελείας εἰρήνης οὐδὲν ἕτερον ἐπληροφορήθημεν εἶναι σταυρὸν καὶ θάνατον, εἰ μὴ τὴν παντελῆ τοῦ ἰδίου θελήματος νέκρωσιν. Ὁ γὰρ τὸ ἴδιον κἂν ὁπωσοῦν ἐκπληρῶν θέλημα, τὸ τοῦ Σωτῆρος Χριστοῦ πρόσταγμα φυλάξαι οὐ δυνήσεται πώποτε.

Ἵνα οὖν ὡς πρὸς ἕνα τὸν λόγον ποιήσωμαι, ταῦτά φημι πρὸς ὑμᾶς· Ἀδελφέ, ἐκτενῶς τὸν Θεὸν παρακάλεσον, ὅπως δείξῃ σοι ἄνθρωπον, τὸν καλῶς ποιμᾶναί σε δυνάμενον, ᾧ καὶ ὀφείλεις ὡς αὐτῷ τῷ Θεῷ ὑπακοῦσαι καὶ τὰ παρ’ αὐτοῦ σοι λεγόμενα ἀδιστάκτως ἐπιτελέσαι, εἰ καὶ ἐναντία σοι καὶ ἐπιβλαβῆ κατὰ τὸ δοκοῦν σοι τὰ προσταττόμενα φαίνονται. Καὶ εἰ μὲν εἰς ὃν ἤδη ἔσχες πατέρα πνευματικὸν περισσοτέρως πληροφορεῖται παρὰ τῆς χάριτος ἡ καρδία σου, ποίει ἅ σοι λέγει καὶ σῴζῃ· κρεῖσσον γὰρ μαθητὴν μαθητοῦ ὀνομάζεσθαι καὶ μὴ ἰδιορρύθμως βιοῦν καὶ τρυγᾶν ἀνωφελεῖς καρποὺς τοῦ ἰδίου θελήματος. Εἰ δὲ πρὸς ἄλλον τὸ Ἅγιον Πνεῦμα ἐκπέμψει σε, μὴ διστάσῃς τὸ σύνολον· ἀκούομεν γὰρ καὶ Παῦλον φυτεύσαντα καὶ Ἀπολλῶ ἀρδεύσαντα καὶ Χριστὸν αὐξάνοντα. Ποίησον οὖν, ἀδελφέ, καὶ σὺ καθὼς εἴπομεν, καὶ ἄπελθε πρὸς ἄνθρωπον, ὃν ὁ Θεὸς ἢ μυστικῶς δι’ ἑαυτοῦ ἢ φανερῶς διὰ δούλου αὐτοῦ ὑποδείξει σοι. Καὶ ὡς αὐτὸν τὸν Χριστὸν καὶ ὁρῶν καὶ λαλῶν, οὕτω σεβάσθητι αὐτὸν καὶ οὕτω διδάχθητι παρ’ αὐτοῦ τὰ συμφέροντα.

Ἐὰν γὰρ ἀκούσῃς παρ’ αὐτοῦ· «Ἔξελθε ἐκ τῆς γῆς τοῦ θελήματός σου καὶ ἐκ τῆς συγγενείας τοῦ φρονήματός σου», μὴ διακριθῇς μηδὲ ἐρυθριάσῃς ὑπὸ κενοδοξίας ἡττώμενος. Ἐὰν εἴπῃ σοι· «Δεῦρο εἰς γῆν ὑπακοῆς, ἣν ἄν σοι δείξω», δράμε, ἀδελφέ μου, ὅση σοι δύναμις, μὴ δώσῃς ὕπνον σοῖς ὀφθαλμοῖς μηδὲ κάμψῃς γόνυ, ὀκνηρίᾳ ἢ ῥαθυμίᾳ ἐκλυόμενος. Ἴσως γὰρ ἐκεῖ ὀφθήσεταί σοι ὁ Θεός, ὁ πατέρα πολλῶν πνευματικῶν τέκνων ἀναδεῖξαί σε μέλλων καὶ τὴν γῆν τῆς ἐπαγγελίας δωρήσασθαι, ἣν κληρονομοῦσι μόνοι οἱ δίκαιοι. Ἐὰν εἰς τὸ ὄρος ἀνάγῃ σε, προθύμως ἄνελθε· καὶ γὰρ θεάσῃ, εὖ οἶδα, Χριστὸν μεταμορφούμενον καὶ πλειόνως ὑπὲρ τὸν ἥλιον λάμποντα τῷ φωτὶ τῆς Θεότητος, καὶ καταπέσῃς ἴσως μὴ φέρων ὁρᾶν ἃ οὐδέποτε τεθέασαι, καὶ φωνῆς ἀκούσῃς πατρώας ἄνωθεν, καὶ νεφέλην ἴδῃς σκιάζουσαν, καὶ προφήτας παρισταμένους καὶ βεβαιοῦντας ζώντων καὶ νεκρῶν αὐτὸν Θεὸν ὑπάρχειν καὶ Κύριον.

Ἐὰν ἀκολουθεῖν προτρέψηται, περιέρχου τὰς πόλεις μετ’ αὐτοῦ θαρσαλέως· καὶ γὰρ ὠφεληθήσῃ τὰ μέγιστα, ἐὰν εἰς αὐτὸν ἀποβλέπῃς καὶ μόνον. Ἐὰν ἴδῃς μετὰ πορνῶν καὶ τελωνῶν καὶ ἁμαρτωλῶν συνεσθίοντα, μηδὲν λογίσῃ ἐμπαθὲς καὶ ἀνθρώπινον, ἀλλ’ ἀπαθῆ πάντα καὶ ἅγια καὶ τὸ «Ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, ἵνα τοὺς πάντας κερδήσω» κατὰ νοῦν λογίζου, βλέπων αὐτὸν τοῖς ἀνθρωπίνοις συγκαταβαίνοντα πάθεσιν. Ἀλλὰ μηδὲ τοῖς ὀφθαλμοῖς βλέπων, τούτοις πιστεύσῃς τὸ σύνολον· πλανῶνται γὰρ καὶ οὗτοι, ὡς ἔργῳ μεμάθηκα. Ἀκολουθῶν αὐτῷ καὶ τοῖς παρ’ αὐτοῦ λεγομένοις πειθαρχῶν, μὴ ἀποβλέπῃς πρὸς τοὺς συνόντας σοι μηδὲ εἴπῃς περί τινος· «Κύριε, οὗτος δὲ τί;» ἀλλὰ πάντοτε σεαυτῷ πρόσεχε καὶ πρὸ ὀφθαλμῶν ἔχε τὸν θάνατον καὶ σκόπει λελογισμένως ἐν ποίᾳ ἀρετῇ δοξάσεις τὸν Θεόν. Μὴ ἐπαρθῇς διὰ τὸν σὸν διδάσκαλον παρὰ μειζόνων τιμώμενος, μηδὲ διὰ τὸ ἐκείνου ὄνομα πολλοὺς ἔχων ὑπακούοντάς σου, χαῖρε δὲ μᾶλλον ἐὰν τὸ ὄνομά σου γραφῇ ἐν τῷ οὐρανῷ τῆς ταπεινώσεως. Ἐὰν βλέπῃς καὶ τὴν σκιάν σου τοὺς δαίμονας τρέμοντας, μὴ σεαυτῷ ἀλλὰ τῇ τοῦ πατρός σου πρεσβείᾳ τὸ ὅλον ἐπίγραψον, καὶ πλειόνως σε φοβηθήσονται.

Ἐὰν ἐπὶ τραπέζης καθεσθῆναι προτρέψῃ σοι, εἰ μὲν πλησίον, εὐγνωμόνως ἀπόδεξαι, καὶ σέβας καὶ τιμὴν μετὰ σιωπῆς πρὸς αὐτὸν φύλαξον, καὶ μὴ ἅψῃ τῶν προκειμένων τινὸς ἄνευ τῆς ἐκείνου εὐχῆς· ἀλλὰ μηδὲ ἑτέρῳ δώσῃς ἢ προτιμήσασθαί τινα τολμήσῃς ἄνευ γνώμης ἐκείνου καὶ προστάξεως. Εἰ δὲ ἐσχάτως πάντων καλέσει σε, μὴ εἴπῃς· «Ἐκ δεξιῶν ἢ ἀριστερῶν καθεσθήσομαι», εἰδὼς ὅτι τοῦτο ἄλλοις ἡτοίμασται καὶ ἀκηκοὼς ὅτι «Ὁ θέλων εἶναι πρῶτος πάντων, ἔστω ἔσχατος», τὸ κάτω μέρος ὡς τοῦ ἄνω ἀπόδεξαι πρόξενον, καὶ ἀγάπησον τὸν διδάσκαλον ὡς καλῶς σοι διὰ τῶν εὐτελῶν πραγματευόμενον τὰ μείζονα.

Ἀλλὰ μὴ ἐξ αὐθαδείας μετ’ αὐτοῦ πρῶτος ἐμβάψῃς τὴν χεῖρα ἐν τῷ τρυβλίῳ· τίνος γὰρ οὐκ ἀγνοεῖς τοῦτο τὸ τόλμημα. Ἐὰν θελήσῃ νίψαι τοὺς πόδας σου, αἰδέσθητι αὐτὸν ὡς Κύριον καὶ διδάσκαλον καὶ ἀναβαλοῦ τὸ ἐγχείρημα. Ἐὰν δὲ ἀκούσῃς· «Οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, ἐὰν μὴ τοὺς πόδας σου νίψω», προθύμως καὶ ὅλον τὸ σῶμά σου παράσχου εἰς κάθαρσιν, ἵνα μάθῃς ἐκ τῶν εἰς σὲ γενομένων τὸ πολὺ ὕψος τῆς θεοποιοῦ ταπεινώσεως, καὶ πλεῖον μᾶλλον τηνικαῦτα ὠφεληθῇς, ἐὰν ἔχῃς συνείδησιν, ἢ ὅτε σὺ τοὺς πόδας τοῦ πατρός σου νίψειας. Ἐὰν εἴπῃ ἀναπεσών· «Εἷς ἐξ ὑμῶν παραδώσει με ἢ σκανδαλίζει με», μὴ κρύψῃς τὸν δόλον, ἀλλ’ εἰ συγγινώσκεις ἐξομολόγησαι· εἰ δὲ μή, ἐπὶ τοὺς αὐτοῦ πόδας ἐπὶ πρόσωπον πεσών, μετὰ δακρύων ἐρώτησον· «Μή τι ἐγώ εἰμι, Δέσποτα;» Καὶ γὰρ πταίομεν πλεῖστα καὶ κατὰ ἄγνοιαν. Ἐπὶ τὸ στῆθος δὲ πεσεῖν τοῦ πατρός σου οὐ συμφέρει σοι· εἰ γὰρ καὶ Ἰωάννης ἐξ ἀγάπης πολλῆς πρὸς τὸν Χριστὸν ὡς πρὸς ἄνθρωπον ἐπαρρησιάσατο, ἀλλὰ μετὰ πάντων καὶ αὐτός, ὅτε πάντα ποιήσειεν, ἀχρεῖον δοῦλον ἑαυτὸν ἀποκαλεῖν προσετέτακτο.

Ἐὰν ἴδῃς τὸν ὁδηγοῦντά σε θαυματουργοῦντα καὶ δοξαζόμενον, πίστευσον καὶ εὐφράνθητι καὶ τῷ Θεῷ εὐχαρίστησον ὅτι τοιούτου διδασκάλου τετύχηκας, μὴ σκανδαλισθῇς δὲ παρὰ τῶν φθονούντων ὁρῶν ἀτιμαζόμενον αὐτόν, ἴσως καὶ ῥαπιζόμενον καὶ συρόμενον, ἀλλ’ ὡς θερμὸς Πέτρος λάβε τὴν μάχαιραν καὶ τὴν χεῖρα ἐκτείνας, μὴ τὸ ὠτίον μόνον ἀλλὰ καὶ τὴν χεῖρα καὶ τὴν γλῶσσαν ἀπόκοψον τοῦ ἐπιχειροῦντος λέγειν κατὰ τοῦ σοῦ πατρὸς ἢ αὐτοῦ ἅπτεσθαι.

Εἰ δὲ καὶ ἐπιτιμηθῇς ὡς ἐκεῖνος, πάντως καὶ μειζόνως ἐπαινεθήσει τῆς πολλῆς ἀγάπης καὶ πίστεως ἕνεκα. Εἰ δὲ καὶ ὡς ἄνθρωπος πτοηθεὶς εἴπῃς· «Οὐκ οἶδα τὸν ἄνθρωπον», ἀλλὰ κλαῦσον πάλιν μετὰ ταῦτα πικρῶς ὑπὲρ τούτου καὶ μὴ τῇ ἀπογνώσει καταποθῇς· καὶ πέπεισμαι ὅτι ἐκεῖνος πρῶτός σε πρὸς ἑαυτὸν ἐφελκύσεται. Κἂν σταυρούμενον ἴδῃς αὐτὸν ὡς κακοῦργον καὶ παρὰ κακούργων ἀνθρώπων πάσχοντα, εἰ δυνατὸν συναπόθανον· εἰ δὲ μή, μὴ προστεθῇς τοῖς κακοῖς ὡς κακὸς καὶ προδότης, μηδὲ κοινωνήσῃς μετ’ αὐτῶν ἀθώου αἵματος, ἀλλ’ ὡς δειλὸς καὶ μικρόψυχος βραχύ τι τὸν ποιμένα καταλιπών, τὴν εἰς αὐτὸν πίστιν φύλαξον. Ἐὰν ἀφεθῇ τῶν δεσμῶν, πάλιν πρόσελθε καὶ ὡς μάρτυρα πλεῖον σεβάσθητι· εἰ δὲ συναποθάνῃ τοῖς πειρασμοῖς, τὸ σῶμα αὐτοῦ παρρησιαζόμενος ζήτησον καὶ τίμησον περισσότερον μᾶλλον ἢ ὅτε ἐμψυχωμένῳ παρίστασο, καὶ μύροις ἀλείψας πολυτελῶς ἐνταφίασον. Εἰ γὰρ καὶ μὴ τριήμερος, ἀλλ’ ἔσχατος μετὰ πάντων ἐξαναστήσεται. Πίστευε δὲ ὅτι μετὰ παρρησίας παρίσταται τῷ Θεῷ κἂν τῷ τάφῳ τὸ σῶμα τούτου κατέθηκας καὶ ἀδιστάκτως ἐπικαλοῦ τὴν πρεσβείαν αὐτοῦ· καὶ βοηθήσει σοι ἐνταῦθα καὶ ἐκ πάντων φυλάξει σε τῶν ἐναντίων, καὶ ὑποδέξεταί σε ἐν τῷ ἐκδημεῖν σε ἀπὸ τοῦ σώματος καὶ μονὴν αἰωνίαν ἑτοιμάσει σοι.

Ἐὰν μετὰ τὰ προειρημένα ἅπαντα κατ’ ἰδίαν καλέσας σε, ἡσυχάσαι προτρέψηται καὶ εἴπῃ· «Καθέζου ὧδε ἀπρόϊτος ἕως οὗ ἐνδύσῃ δύναμιν ἐξ ὕψους», μετ’ ἐλπίδος βεβαίας καὶ χαρᾶς ἀπληρώτου ἐπάκουσον. Ἀψευδής, ἀδελφέ μου, καὶ ἀληθινὸς ὑπάρχει ὁ τοιοῦτος διδάσκαλος. Ἐπελεύσεται γὰρ ἡ ἴση τοῦ Παναγίου Πνεύματος ἐπὶ σὲ καὶ νῦν δύναμις, οὐκ ἐν εἴδει πυρὸς αἰσθητῶς φαινομένη οὐδὲ μετὰ ἤχου πολλοῦ καὶ πνοῆς βιαίας—ταῦτα γὰρ διὰ τοὺς ἀπίστους τότε γεγόνασιν—, ἀλλ’ ἐν εἴδει φωτὸς νοητοῦ μετὰ πάσης γαλήνης καὶ θυμηδίας νοερῶς σοι ὀφθήσεται, ὅπερ προοίμιόν ἐστι τοῦ αἰωνίου καὶ πρώτου φωτὸς καὶ ἀπαύγασμα καὶ λαμπηδὼν ὑπάρχει τῆς ἀϊδίου μακαριότητος. Τούτου τοίνυν φανέντος πᾶς ἐμπαθὴς λογισμὸς ἀφανίζεται καὶ πᾶν πάθος ψυχικὸν ἀπελαύνεται, πᾶσα νόσος σωματικὴ τὴν ἴασιν δέχεται. Τότε οἱ ὀφθαλμοὶ τῆς καρδίας καθαίρονται, καὶ ὁρῶσιν ὅπερ ἐν τοῖς μακαρισμοῖς γέγραπται. Τότε ὡς ἐν ἐσόπτρῳ βλέπουσα ἡ ψυχὴ καὶ τὰ μικρὰ ἑαυτῆς σφάλματα εἰς ἄβυσσον καταφέρεται ταπεινώσεως, καὶ τῆς δόξης κατανοοῦσα τὸ μέγεθος πάσης χαρᾶς καὶ εὐφροσύνης ἐμπίπλαται, καὶ τὸ παρ’ ἐλπίδα τοῦ θαύματος ἐκπληττομένη πηγὰς δακρύων ἀφίησι.

Καὶ οὕτως ὅλως ἀλλοιοῦται ὁ ἄνθρωπος καὶ γινώσκει Θεὸν καὶ ὑπ’ αὐτοῦ γινώσκεται πρῶτον. Αὕτη γὰρ μόνη πάντων ἐπιγείων καὶ οὐρανίων, ἐνεστώτων τε ὁμοῦ καὶ μελλόντων, θλιβερῶν τε καὶ χαροποιῶν, ποιεῖ καταφρονεῖν τὸν ἄνθρωπον, ὃν καὶ φίλον ἅμα Θεῷ καὶ υἱὸν Ὑψίστου καὶ θεόν, ὅσον ἐφικτὸν ἀνθρώποις, αὐτὸν ἀπεργάζεται.

Ταῦτα τοιγαροῦν ἔγραψα τῇ ἀγάπῃ σου, ἵνα ἅπερ ἠξίους ἀκοῦσαι πρὸς ἅπαξ παρὰ τῆς ἐμῆς ἀθλιότητος, ταῦτα ἔχων ἐγγράφως ἀναγινώσκεις ὅτε θελήσειας. Ἐὰν δὲ καὶ πιστεύσῃς οἰκονομικῶς σοι καὶ συμφερόντως ταῦτα δι’ ἡμῶν τὸ Πανάγιον Πνεῦμα ἐντέλλεσθαι, πάντα κατὰ ἀκολουθίαν γενήσονται καθώς περ ἔφημεν, καὶ ὅσα ἡμεῖς παρελίπομεν, καὶ γὰρ πολλά εἰσιν, αὐτός σε δι’ ἑαυτοῦ διδάξειεν ὁ Χριστός.

Εἰ δὲ ἄπιστα καὶ οὐκ ἀρεστά σοι φανήσονται, σύγγνωθί μοι ἅπερ μεμάθηκα συμβουλεύοντι, καὶ σὺ ἀκολούθει πᾶσιν οἷς ἐπίστασαι κρείττοσι· βλέπε δέ, ἀδελφέ μου, μήπως ἀβουλήτως ἀκολουθήσῃς καὶ χείροσι. Σπάνιοι γὰρ ὡς ἀληθῶς καὶ μάλιστα ἄρτι οἱ καλῶς ποιμαίνειν καὶ ἰατρεύειν ψυχὰς λογικὰς ἐπιστάμενοι. Νηστείαν γὰρ καὶ ἀγρυπνίαν καὶ σχῆμα εὐλαβείας πολλοὶ ἴσως προσεποιήσαντο ἢ καὶ ἔργῳ ἐκτήσαντο, καὶ τὸ πολλὰ ἀποστηθίζειν καὶ διὰ λόγων διδάσκειν οἱ πλείονες εὐχερῶς ἔχουσιν, εἰς δὲ τὸ κλαυθμῷ ἐκκόψαι τὰ πάθη καὶ τὰς περιεκτικὰς ἀρετὰς ἀναφαιρέτους κτήσασθαι πάνυ ὀλίγοι εὑρίσκονται.

Περιεκτικὰς δὲ ἀρετὰς λέγομεν ταπείνωσιν, τὴν τῶν παθῶν ἀναιρέτην καὶ πρόξενον τῆς οὐρανίου καὶ ἀγγελικῆς ἀπαθείας, καὶ ἀγάπην τὴν μηδέποτε ἱσταμένην μήτε πίπτουσαν, ἀλλὰ διαπαντὸς προστιθεμένην τοῖς ἔμπροσθεν, πόθῳ πόθον προσλαμβανομένην καὶ ἔρωτι ἔρωτα, ἐξ ἧς ἡ τελεία χορηγεῖται διάκρισις, ἡ καὶ ἑαυτὴν καὶ τοὺς αὐτῇ ἑπομένους καλῶς ὁδηγοῦσα καὶ ἀπροσκόπτως τὴν νοητὴν διαβιβάζουσα θάλασσαν· ἣν καὶ σοὶ εὔχομαι παρὰ Θεοῦ δωρηθῆναι καὶ νῦν μάλιστα, ὅπως θεαρέστως τὰ κατὰ σὲ διακρίνῃς καὶ οὕτω ποιήσῃς καὶ σπουδάσῃς, ὥστε Χριστὸν εὑρεῖν καὶ ἐν τῷ νῦν συνεργοῦντά σοι καὶ ἐν τῷ μέλλοντι πλουσίως τῆς παρ’ αὐτοῦ ἐλλάμψεως τὴν ἀπόλαυσίν σοι δωρούμενον, καὶ μήτε ὡς ποιμένι ἀκολουθήσῃς τῷ λύκῳ, μήτε νοσούσῃ ὑπεισέλθῃς ποίμνῃ, μήτε μόνος εὑρεθῇς κατ’ ἰδίαν, ἵνα μὴ ἢ θηριάλωτος ὑπὸ τοῦ ψυχοφθόρου λύκου ὀφθῇς γενόμενος, ἢ νόσον ἐπὶ νόσῳ νοσήσας ψυχικῶς τελευτήσῃς, ἢ μόνος τὸ οὐαὶ καταπεσὼν κερδανῇς. Ὁ γὰρ ἀγαθῷ ἑαυτὸν ἐκδοὺς διδασκάλῳ οὐδενὸς τούτων φροντιεῖ, ἀλλ’ ἀμερίμνως βιώσας σωθήσεται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.