Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΚΖ': Περί της τήρησης των εντολών και της υπομονής στους πειρασμούς

Η καθολική εφαρμογή των αρετών ως σκεύος του Πνεύματος και ο έλεγχος της επιλεκτικής ευσέβειας και της υπερηφάνειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 28 από 35

Περὶ τοῦ μὴ ἀμελῶς ἔχειν περὶ τὴν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μηδὲ καταφρονεῖν μιᾶς καὶ μόνης αὐτῶν, ἀλλ’ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μὴ ὡς καταφρονηταὶ ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν. Καὶ περὶ τοῦ ὑπομένειν γενναίως τοὺς πειρασμούς.

Λόγος ΚΖʹ. Ἀδελφοὶ καὶ πατέρες, οὐκ ἀκούετε τοῦ Κυρίου καὶ τῶν ἀποστόλων αὐτοῦ βοώντων· «Ἐάν τις, φησί, τὸν νόμον ὅλον φυλάξῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος», καὶ πάλιν· «Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται.» Καὶ ἵνα σαφέστερον ὃ λέγει ποιήσῃ, ἐπάγει λέγων· «Ὧι γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.» Ὥστε, ἀδελφοί, ὁ ἑνὶ καὶ τῷ τυχόντι πάθει δουλούμενος, ὑπ’ αὐτοῦ καὶ δεσπόζεται καὶ ταῖς ἐντολαῖς τοῦ Κυρίου ὑπακούειν οὐ δύναται· πῶς γάρ, ὑπὸ ἀλλοτρίου δεσπότου κυριευόμενος; Διὰ τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ συνορῶμεν ἡμεῖς τῶν δεσποτικῶν καὶ ἀποστολικῶν ῥημάτων τὴν ἀληθῆ δύναμιν, ἐκ τῶν ὁρωμένων ταύτην καλῶς στοχαζόμενοι;

Βλέπομεν γὰρ ὅτι οἱ ἐν πελάγει πλέοντες οὐχὶ ἐὰν τόσα ἢ τόσα στάδια πλεύσωσιν, εἶτα ἐγγύς που πρὸς τὸν λιμένα γενόμενοι κινδύνῳ περιπέσωσι, ἀλλ’ οἱ τὸν λιμένα φθάσαντες καὶ τῇ χέρσῳ ἀποδοθέντες σωθῆναι λέγονται· οὕτω καὶ οἱ ἐν ὁδῷ περιπατοῦντες καὶ πρὸς πόλιν τινὰ καταλαβεῖν σπεύδοντες, οὐχὶ ἐὰν τόνδε τὸν ποταμὸν διαπεράσωσι καὶ τόδε τὸ ὄρος διέλθωσι κἀκείνους τοὺς ληστὰς διαβάντες ἐκφύγωσι, μετὰ δὲ ταῦτα ἑτέρῳ τινὶ ἀνδροφόνῳ ἢ θηρίῳ ἐντυχόντες παρ’ ἐκείνου ἀναλωθῶσιν ἢ καὶ βοθύνῳ τινὶ περιπεπτωκότες ἀποπνιγῶσι, διασωθήσεσθαι καὶ τὴν πόλιν ἐκείνην καταλαβεῖν, ἐν ᾗ ἐπορεύοντο, λέγονται, ἀλλ’ οἱ πάντα πειρασμὸν καὶ πᾶσαν θανατηφόρον ἐπιβουλὴν Θεοῦ βοηθείᾳ διαφυγόντες. Καὶ οὐδὲ οὗτοι! Εἰ γὰρ μετὰ τὸ διαφυγεῖν πάντα τὰ ἐναντία ἀμελήσουσιν ἢ ῥαθυμήσουσι, καὶ νὺξ αὐτοὺς καταλάβῃ καὶ αἱ πύλαι κλεισθῶσι τῆς πόλεως καὶ ἔξωθεν αὐτῆς εὑρεθῶσιν, οὐκ οἴδασι τί τέξεται ἡ ἐπιοῦσα ἡμέρα.

Νόει οὖν μοι πόλιν τὴν βασιλείαν τῶν οὐρανῶν, νύκτα τὸν ἑκάστου ἡμῶν θάνατον, ἐπιοῦσαν δὲ ἡμέραν τὴν τοῦ Κυρίου καὶ Θεοῦ παρουσίαν, ἥτις ἐστὶν ἡ ἡμέρα τῆς κρίσεως. Ὁ τοίνυν μὴ φθάσαι σπουδάσας τοῦ ἐν αὐτῇ γενέσθαι τῇ βασιλείᾳ τῶν οὐρανῶν ἕως ἐν τῇ ἡμέρᾳ τοῦ τῇδε βίου ἐστίν, ἀλλ’ ἔξω ταύτης ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς αὐτοῦ εὑρεθῇ, νὺξ ἐπ’ αὐτῷ τοῦ θανάτου γίνεται, καὶ οὐκ οἶδεν ἐν τῇ ἐπιούσῃ ἡμέρᾳ τῆς κρίσεως τί ἄρα αὐτῷ συμβήσεται, κἄν τε εἰσελθεῖν ἐν αὐτῇ συγχωρηθῇ κἄν τε μή. Ἀλλὰ καὶ ἡ δορκὰς ἢ ἡ ἔλαφος ἢ ἕτερόν τι τούτων τῶν ζῴων, οὐχ ὅταν τούτου μὲν ἢ ἐκείνου τοῦ θηρευτοῦ καὶ τοῦ κυνὸς διαφύγῃ ἢ τῆς παγίδος τῆσδε ἢ τῆσδε ἀνώτερον γένηται, ὑπὸ δὲ ἑτέρου τινὸς κατασχεθὲν εἰς τὰς χεῖρας αὐτῶν ἐμπέσῃ, διαδρᾶναι καὶ σωθῆναι λέγεται, ἀλλὰ τὸ μηθ’ ὅλως ἀγριευθὲν ἢ ὑπό τινος μηχανῆς κρατηθέν.

Νόει οὖν μοι πάλιν θηρευτὰς τοὺς πονηροὺς δαίμονας, κύνας δὲ τοὺς πλάνους καὶ ψευδοδιδασκάλους ἀνθρώπους, οἳ διεστραμμένοι ὄντες καὶ πονηροὶ οὐχ ἑαυτοὺς διορθώσασθαι ἀλλὰ ἑτέρους διδάσκειν ἐπιχειροῦσιν, οὓς ὡς ὑλακτοῦντας κύνας λογίζεσθαι χρὴ καὶ φεύγειν τοὺς τοιούτους, ὡς διὰ τῶν λόγων δάκνοντας καὶ διασπαράσσοντας τὰ πρόβατα τοῦ Χριστοῦ καὶ ταῖς τῶν θηρευτῶν χερσὶ προδιδόντας αὐτά· ληστὰς δὲ τοὺς πονηροὺς λογίζου καὶ αἰσχροὺς λογισμοὺς οἵτινες αἰφνιδίως ἐπιπίπτοντες τῷ ἀγωνιζομένῳ, ἢ φυγεῖν καὶ ἀπορραγῆναι τῆς συνοδίας αὐτὸν παρασκευάζουσιν, ἑαυτὸν οἰόμενον διασώσασθαι, ἢ κρατήσαντες τῷ συνδυασμῷ καὶ ταῖς συγκαταθέσεσι τοῦ λογισμοῦ συνδήσαντες ἀσφαλῶς καὶ περισφίγξαντες, τύπτουσιν αὐτὸν οἱονεὶ τοῖς γαργαλισμοῖς καὶ ταῖς κινήσεσι τῆς σαρκός, καὶ διὰ τῆς ἀτόπου ἐπιθυμίας τοῦτον ἕλκοντες τῇ δυνάμει, τῷ βόθρῳ τῆς ἁμαρτίας καὶ τῷ κρημνῷ τῆς πράξεως ἀπορρίπτουσι.

Χρὴ οὖν πάσῃ δυνάμει τῶν μὲν πονηρῶν πασῶν ἀπέχεσθαι πράξεων, τῶν δὲ ἀγαθῶν ἔργων ἅμα πάντων ἀντέχεσθαι, καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ ζέοντι πόθῳ καὶ προθυμίᾳ πάσῃ ποιεῖν καὶ μηδεμιᾶς καὶ τῆς τυχούσης ὡς ἐλαχίστης καταφρονεῖν. Ὁ γὰρ λέγων· «Εἴθε μὴ τόδε μοι πέπρακται τὸ κακόν, τόδε μὴ πέπραχα τὸ ἁμάρτημα, ἐπεὶ τόδε ἢ τόδε οὐδέν ἐστι» φανερῶς ἁπάσας ὁμοῦ ἀνατρέπει τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ταύταις ἀνθίσταται. Ὑπονόει μοι, ἄνθρωπε, σκεῦος τίμιον ἐκ πασῶν γενόμενον τῶν ἐντολῶν τοῦ Θεοῦ, οἷον ἐκ πίστεως, ἐκ φόβου Θεοῦ, ἐκ ταπεινώσεως, ἐκ σιωπῆς τῆς ἀπὸ ἀργοῦ λόγου, ἐξ ὑπακοῆς μέχρι θανάτου, ἐκ τῆς ἐκκοπῆς τοῦ ἔνδοθεν τῆς καρδίας θελήματος καὶ κινήματος, ἐκ τῆς ἀδιαλείπτου μετανοίας καὶ κατανύξεως, ἐκ τῆς ἀεννάου εὐχῆς, ἐκ τῆς τῶν ὀφθαλμῶν ἀκριβείας, ἐκ τῆς πρὸς τὸν πλησίον ἀπροσπαθείας καὶ τῆς πρὸς πάντας ἐξ ἴσου ἀγάπης, ἐκ τῆς ἀφιλαργυρίας καὶ σωφροσύνης, ἐκ τῆς πρὸς τὸν Θεὸν ἐλπίδος καὶ τελείας ἀγάπης, ἐκ πασῶν ἄλλων τῶν ταύταις συνεπομένων ταῖς ἀρεταῖς.

Μία γὰρ ἑκάστη τούτων, οἱονεὶ πέταλον οὖσα καθ’ ἑαυτὴν ἕν, ἡ μὲν χρυσοῦν, ἡ δὲ ἀργυροῦν, ἄλλη χαλκοῦν, ἑτέρα ἐκ λίθου τιμίου, καὶ καθεξῆς αἱ λοιπαὶ ἐξ ἑτέρων ἄλλων ὑλῶν, ἑνούμεναι διὰ τοῦ Πνεύματος καὶ ἀλλήλαις εἰς ἓν ἅπασαι συγκολλώμεναί τε καὶ συναρμολογούμεναι, εὔχρηστόν τι, ὡς εἴρηται, τὸν ἄνθρωπον κατασκευάζουσι σκεῦος, ἐν ᾧ ἡ τοῦ Θεοῦ χάρις ὡς οἶνος νέος ἐμβάλλεται. Εἰπὲ οὖν μοι, ἐὰν μία ἐκ πασῶν τῶν εἰρημένων ἀρετῶν ἐπιλείψῃ, ἐξ ὧν καὶ δι’ ὧν συνετέθη καὶ συνηρμόσθη τὸ σκεῦος, ἆρα ἀνέξεται ὁ Θεὸς ἐμβαλεῖν ἐν αὐτῷ ὅλως τι τῶν χαρισμάτων τοῦ Πνεύματος αὐτοῦ, εἰ καὶ δοκεῖ πάνυ μικρὰ ἡ τρυμαλιὰ εἶναι τοῦ ἐπιλείποντος δῆθεν πετάλου ἤτοι τοῦ τόπου τῆς ἀρετῆς; Οὐδαμῶς!

Πάντως γὰρ ἐκ τοῦ κατ’ ὀλίγον διὰ τῆς μικρᾶς ἐκείνης ὀπῆς τὸ ἐμβληθὲν ἀγνώστως ῥεῦσαν χυθήσεται. Πῶς οὖν ἡμεῖς καὶ δίχα πολλῶν ἀρετῶν, ὧν τὸν ἄφθαρτον καὶ ἀκένωτον οὐ κεκτήμεθα πλοῦτον ἐκ τῆς τῶν ἐντολῶν ἐργασίας, διὰ τῶν ὀλίγων κατορθωμάτων καὶ τούτων διεσπασμένων ἀπ’ ἀλλήλων ταῖς ἁμαρτίαις, ὡς σκεύη ἑαυτοὺς εἶναι νομίζομεν τέλεια καὶ ὁλόκληρα, καὶ τὸ Ἅγιον Πνεῦμα ὡς θησαυρὸν ἔνδον ἐν ἡμῖν φέρειν οἰόμεθα; Ἀλλ’ ὄντως κατὰ τὸν εἰρηκότα «ἐματαιώθημεν ἐν τοῖς διαλογισμοῖς ἡμῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος ἡμῶν καρδία καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθημεν». Εἰ γὰρ καὶ Παῦλος ὁ θεῖος βοᾷ· «Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν», ἀλλὰ «σκεύη» μὲν τὰ ἡμέτερα σώματά φησι, καθὰ καὶ ἀλλαχοῦ λέγει· «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναός εἰσι τοῦ ἐνοικοῦντος ἐν ὑμῖν Ἁγίου Πνεύματος καὶ οὐκ ἐστὲ ἑαυτῶν», «ὀστράκινα» δὲ εἰπὼν τὸ τῆς φύσεως ἡμῶν ᾐνίξατο ἀσθενές. Ἄθραυστα τοίνυν καὶ ἀδιάρρηκτά εἰσι τὰ τοιαῦτα σώματα διὰ τὴν τοῦ ἐν αὐτοῖς θησαυροῦ ἀκαταμάχητον δύναμιν. Διὸ καὶ ἐπιφέρων φησίν· «Ἵνα τὸ πλεῖστον τῆς δυνάμεως μὴ ᾖ ἐξ ἡμῶν, ἀλλ’ ἐκ τοῦ Θεοῦ.»

Καὶ ἵνα ὑμῖν αὐτὸ ἐκδηλότερον ἀπεργάσωμαι, τοιοῦτόν ἐστιν ὅ φησι· «Μὴ νομίσῃς ὅτι ὑπὸ σοῦ, φησί, συνέχεται καὶ τηρεῖται ὁ ἐν σοὶ θησαυρός, ἀλλὰ ὑπὸ τοῦ ἐν σοὶ θησαυροῦ αὐτὸς σὺ μᾶλλον τετήρησαι, ὑπὸ τῆς ἐν σοὶ χάριτος κατεσκευάσθης εἰς τὸ εἶναι σκεῦος εὔχρηστον τῷ Θεῷ. Τὸ δὴ θαυμαστόν, ὅτι καὶ ἐὰν μὴ ὑφ’ ἡμῶν ἀλλ’ ὑφ’ ἑτέρων ἐχθρῶν τινων συντριβῇ τὸ σκεῦος, ὁ μὲν θησαυρὸς μένει ἀκένωτος, τὸ δὲ σκεῦος ἰσχυρότερόν τε καὶ ἀσφαλέστερον ὑπὸ τῆς τοῦ θησαυροῦ ἐνεργείας κατασκευάζεται· ὁ Θεὸς γάρ ἐστιν.» Ὅθεν περὶ τούτου ὁ αὐτὸς ἀπόστολος λέγει· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ἀλλ’ ὅρα μοι πῶς διὰ τῶν τοιούτων λόγων πανταχοῦ τὴν Τριάδα ἀχώριστον εἶναί φησι καὶ ἐν ἡμῖν μένουσαν· «Ὁ Θεὸς γάρ, φησίν, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψε—τὸ Ἅγιον Πνεῦμα δηλονότι—ἐν ταῖς καρδίαις ἡμῶν»—οὕτω καὶ ὁ Κύριος ἔφη· «Κἀγὼ Παράκλητον ἄλλον πέμψω ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας»—, καὶ πάλιν· «Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν σκεύεσιν ὀστρακίνοις» εἴτουν καρδίαις σαρκίναις. Βουλόμενος δὲ δεῖξαί σοι τὸν θησαυρόν, ὅτι οὐκ ἄλλος τίς ἐστι παρὰ τὸν λάμψαντα ἀλλὰ ὁμότιμος καὶ ὁμοούσιος αὐτοῦ ὑπάρχει, προσέθηκε λέγων· «Ἵνα τὸ πλεῖστον τῆς δυνάμεως μὴ ᾖ ἐξ ἡμῶν ἀλλ’ ἐκ τοῦ Θεοῦ», τοῦ ἐν ἡμῖν διὰ τῆς ἐλλάμψεως δηλονότι τοῦ Πνεύματος σκηνώσαντος.

Τοῦτο γάρ ἐστιν ὁ θησαυρός, ἡ Ἁγία Τριάς, συνεχόμενος μὲν ὑφ’ ἡμῶν διὰ τῆς τῶν ἐντολῶν, ὡς εἴρηται, πασῶν ἀκριβοῦς φυλακῆς, συνέχων δὲ ὅλους ἡμᾶς διὰ τῆς αὐτοῦ φιλανθρωπίας τε καὶ δυνάμεως καὶ χάριτος, πάντοθεν ἀτρώτους καὶ ἀκλινεῖς καὶ ἀσαλεύτους συντηρῶν καὶ διαφυλάττων ἡμᾶς· οὓς καὶ ὡς ἀσθενοῦντας καὶ εὐολίσθους, μικρόν τι ἐλλείψαντας ἢ σφαλέντας, αὐτὸς εὐθὺς ὁ θησαυρὸς συσφίγγει καὶ πρὸς ἑαυτὸν ἑνοῖ τε καὶ συγκολλᾷ ἑαυτῷ καὶ ἀναπληροῖ τὰ ἡμῶν ὑστερήματα καὶ στερεοῖ καὶ παγιωτέρους ἡμᾶς ἀπεργάζεται.

Διὰ δὴ τοῦτο παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, παραστῆσαι ἑαυτοὺς ἀμέμπτους τῷ Κυρίῳ ἐκ πάσης ἁμαρτίας, ἐπιφερομένους μεθ’ ἑαυτῶν τὴν φυλακὴν πασῶν τῶν σωτηρίων αὐτοῦ ἐντολῶν. Οὕτω γὰρ ταύτας ὁ τεχνίτης Θεὸς Λόγος λαβόμενος, ὡς ὕλην τινὰ διὰ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων τιμίων συμπεφορημένην, αὐτὸς ὁμοῦ πάσας ἑνώσει καὶ εἰς εὔχρηστα διὰ τῶν τοιούτων σκεύη κατασκευάσει ἡμᾶς. Ἀλλὰ μὴ τὰς μὲν κομίσωμεν αὐτῷ, τὰς δὲ καταλείψωμεν, μηδὲ ὅταν πάσας αὐτῷ προσενέγκωμεν, περὶ μίαν καὶ μόνην ἀμεληταὶ καὶ καταφρονηταὶ φανῶμεν τῷ Δεσπότῃ Χριστῷ τῷ Θεῷ, ἵνα μὴ ὀργισθεὶς προσρίψῃ κἀκείνας ἡμῖν καὶ ἐκβληθῆναι ἡμᾶς ἔξω τοῦ νυμφῶνος κελεύσῃ. Τοῦτο δὲ παθόντας οὐδὲν ἡμᾶς ὕστερον, εἰ καὶ πολλὰ κρούσαντες εἴπομεν· «Κύριε, Κύριε, ἄνοιξον ἡμῖν!», ὠφελήσει. Ἐρεῖ γάρ· «Ὑπάγετε ἀπ’ ἐμοῦ!

Οὐδὲ γὰρ οἶδα ὑμᾶς ὡς πιστούς, οὐδὲ μέχρι θανάτου ὑπακούσαντας καὶ ἐκπληρώσαντάς μου τὸ πρόσταγμα. Διὸ ἀπέλθετε ἀπ’ ἐμοῦ!» Ταῦτα μὲν οὖν, οἶδα, πρῶτος ὁ ταπεινὸς ἐγὼ καὶ πανάθλιος, ὡς μηδὲ μίαν πεπληρωκὼς ἐντολὴν τοῦ Θεοῦ μου, ἀκούσομαι.

Εἶτα καὶ ὅσοι κατ’ ἐμὲ ἀνυπότακτοι καὶ παρήκοοι τῶν ἐντολῶν τοῦ Θεοῦ, οἱ λέγοντες ἄφρονι λογισμῷ· «Εἴθε μὴ πεπόρνευκα! Τὸ γὰρ ὀμόσαι οὐδέν ἐστιν. Εἴθε μὴ μεμοίχευκα! Τὸ γὰρ ὀβολὸν ἢ κλάσμα κεκλοφέναι ἄρτου, ποία ἁμαρτία ἐστίν;» Εἶτα πάλιν· «Μακάριος ἂν ἤμην, φησίν, ἐὰν μὴ αἰσχροῖς καὶ βεβήλοις τῆς ἀρσενοφθορίας περιεπάρην κακοῖς. Τὸ γὰρ λοιδορῆσαι ἢ φθονῆσαι, παῖξαί τε καὶ γελάσαι, ὁποία ἄρα ἐστὶν ἁμαρτία;» οἱ πάλιν ἑαυτοὺς ἡγούμενοι, διὰ τὸ ἐκ σαρκικῶν τῆς ἁμαρτίας πράξεων καθαρεύειν, ὡς ἀγγέλους Θεοῦ καὶ μεγάλα περὶ ἑαυτῶν ἀφρόνως οἰόμενοι, μὴ ποιούμενοι δὲ λόγον τῶν ψυχικῶν ἀρετῶν καὶ παθῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν ἐντολῶν τοῦ Κυρίου καταφρονοῦντες καὶ πρὸς τὴν ἐκπλήρωσιν αὐτῶν μὴ βιαζόμενοι ἑαυτούς, παραιτούμενοι δὲ καὶ ὑπὲρ ἐντολῆς Θεοῦ πᾶσαν ἐπίπονον πρᾶξιν καὶ κακοπάθειαν, καὶ ἀμερίμνως διάγοντες.

Τί γὰρ ὄφελος, ἀδελφοί, τὸ πορνείας μὲν ἀπέχεσθαι καὶ ἄλλης ἀκαθαρσίας σωματικῆς, δόξης δὲ ἀντιποιεῖσθαι καὶ χρημάτων ἐφίεσθαι; Ἡ μὲν γὰρ τὸ σῶμα, ἡ δὲ τὴν ψυχὴν διαφθείρει. Οὐ μόνον δέ, ἀλλὰ καὶ ἀπίστους ἡμᾶς κατὰ τὴν τοῦ Κυρίου φωνὴν ἡ δόξα τῶν ἀνθρώπων καὶ τὸ ταύτης ἐρᾶν ἀπεργάζεται· «Πῶς δύνασθε, φησί, πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;» Τί δὲ τὸ ἀρρενοφθορίας μὲν καθαρεύειν, φθόνῳ δὲ καὶ μίσει καὶ ζήλῳ κατὰ τοῦ πλησίον ἐκτήκεσθαι; Τὸ γὰρ πρὸς τὸν ἀδελφὸν μῖσος φονέα τὸν κεκτημένον ἀποτελεῖ· «Ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, φησὶν ὁ ἀπόστολος, ἀνθρωποκτόνος ἐστίν.» Ἀρρενοκοίτης δὲ καὶ φονεὺς ἑνὶ πάντως κατὰ τοὺς ἱεροὺς κανόνας καὶ τῷ αὐτῷ ἐπιτιμίῳ καθυποβάλλονται καὶ ὑπόδικοι κρίσεως αἰωνίου ἀμετανόητοι διαμένοντες γίνονται. Τί δὲ ἐὰν μὴ μεθύσκεταί τις οἴνῳ, λοιδορεῖ δὲ τὸν ἀδελφὸν αὐτοῦ; Ἀμφότεροι γὰρ κατὰ τὸν θεῖον ἀπόστολον τῆς βασιλείας ἐξωθοῦνται τῶν οὐρανῶν· «Μὴ πλανᾶσθε γάρ, φησίν, οὔτε πόρνοι, οὔτε ἀρσενοκοῖται», καὶ ἐπιφέρει· «οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι.» Τί δὲ τῆς νηστείας ὄφελος, εἰπέ μοι, μὴ προσούσης πραότητος; Τί δὲ τῆς πραότητος ὄφελος, ἐὰν ἐπὶ ὀλέθρῳ ψυχῆς ἐστι καὶ παραβάσει μιᾶς καὶ τῆς αὐτῆς ἐντολῆς τοῦ Θεοῦ;

Ὥσπερ γὰρ ὁ τῷ τύπτοντι ἀντιπίπτων καὶ ἀντιτύπτων, αὐτὸν τὸν εἰπόντα Θεὸν ἀτιμάζει —«Τῷ τύπτοντί σου τὴν σιαγόνα, φησί, στρέψον αὐτῷ καὶ τὴν ἄλλην»—, οὕτω καὶ ὁ τοῦ βλασφημοῦντος εἰς Θεὸν μακροθύμως ἀνεχόμενος, εἰς τὸν βλασφημούμενον ἁμαρτάνει ὡς συνηδόμενος τῷ βλασφημοῦντι καὶ συνευδοκῶν αὐτῷ διὰ τῆς νομιζομένης μακροθυμίας. Τί τῇ ὑπακοῇ θαρρεῖς, ἀδελφέ, γαστριμαργίᾳ δουλούμενος; «Οὐδεὶς γάρ, φησί, δυσὶ κυρίοις δουλεύειν δύναται»· γαστρὸς δοῦλον Θεοῦ δοῦλον γενέσθαι ἀμήχανον. Τί ἐγκαυχᾷ τῇ πολλῇ τῶν ψαλμῶν μελέτῃ, μετεωριζομένου μὲν τοῦ νοός σου, μὴ ἐπισταμένου δὲ τῶν λεγομένων τὴν δύναμιν; εἰ δὲ καὶ διὰ τοῦτο τῶν ἐπιτασσομένων σοι διακονιῶν ἀμελεῖς καὶ τῶν παρὰ τοῦ προεστῶτος ἐπιταχθεισῶν σοι δουλειῶν τῆς μονῆς, ἐγὼ μὲν σιωπῶ, σὺ δὲ οἶδ’ ὅτι ἀκήκοας τῆς θείας Γραφῆς λεγούσης· «Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.» Τί ἐπερείδῃ τῷ ἐν τοῖς σωματικοῖς ἔργοις κόπῳ, τῆς ἔνδοθεν ἀμελῶν ἐργασίας; οὐκ ἀκούεις Παύλου λέγοντος· «Ἡ μὲν γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πανταχοῦ ὠφέλιμός ἐστιν»;

Τί δέ, ἐὰν καὶ τὰ ἀμφότερα κατορθώσῃ τις, τοὺς δὲ συνόντας αὐτῷ ἢ καὶ τοὺς ἐν τῷ κόσμῳ ἀδελφοὺς κατακρίνῃ; «Ὧι γάρ, φησί, κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.» Ὁ δὲ καὶ πάντα τὰ εἰρημένα κατορθωκὼς καὶ μήτε ποιῶν τι τῶν ἀπηγορευμένων μήτε τοὺς ἀμελεῖς ἀδελφοὺς κατακρίνων, ἐν δὲ καιρῷ πειρασμοῦ, ἐπελθόντων αὐτῷ ἐμπτυσμάτων καὶ ῥαπισμάτων καὶ ὕβρεων, ἐὰν μὴ ὑπενέγκῃ ταῦτα ἀταράχως, ἢ ταραχθεὶς μὲν τὴν καρδίαν οὐ προφέρει δὲ ῥῆμα ἀπρεπές, ἀλλὰ ὅλως ἐνδείξεται διὰ τοῦ ἔξωθεν σχήματος πρὸς ὀργὴν κινηθεῖσαν αὐτοῦ τὴν ὁρμὴν τῆς ψυχῆς καὶ λόγον ὑβριστικὸν ἀντιφθέγξεται ἢ ἕτερόν τι πρὸς ἄμυναν διαπράξεται, πῶς δοῦλον ἑαυτὸν καὶ μιμητὴν τοῦ ἰδίου Δεσπότου ὅλως εἰπεῖν ὁ τοιοῦτος τολμήσει καὶ οὐχὶ μᾶλλον ἀπεναντίας ἐχθρόν;

Οἱ φίλοι τοίνυν τοῦ Θεοῦ καὶ οἱ ἀγαπῶντες αὐτόν, ἐν ἑαυτοῖς αὐτὸν ἔχοντες οἷα δὴ θησαυρὸν τῶν ἀγαθῶν ἄσυλον, μετὰ χαρᾶς ἀφάτου καὶ θυμηδίας τὰς τοιαύτας ὕβρεις καὶ ἐξουδενώσεις προσυποδέχονται, ὑπεραγαπῶντες ὡς εὐεργέτας ἐν εἰλικρινεῖ διαθέσει τοὺς ταῦτα εἰς αὐτοὺς ἐνδεικνυμένους καὶ πράσσοντας. Οἱ δέ γε λέγοντες ὅτι· «Κατὰ μὲν τὸν τῆς φιλονεικίας καὶ μάχης καιρὸν κινούμεθα ὡς ἄνθρωποι πρὸς ὀργὴν καὶ θυμόν, καὶ ἔσθ’ ὅτε καὶ ἀμυνόμεθα ἐν λόγοις καὶ αὐτοῖς ἔργοις τοὺς ἀδελφούς, ὕστερον δὲ οὐκ ἔχομεν κατ’ αὐτῶν ἔχθραν ἐν τῇ ψυχῇ, ἀλλὰ πάντα ἀφίεμεν καὶ μάλιστα ἐὰν καὶ συγχώρησιν πρὸς ἀλλήλους ποιήσωμεν», ἐοίκασί μοι ἀγράφῳ πυξίῳ ἐν ᾧ ὅταν λάβῃ καιρὸν ὁ ἐχθρὸς καὶ πολέμιος τῶν ψυχῶν ἡμῶν ἐγγράφει δι’ αὐτῶν ἐκείνων τὰ πονηρὰ καὶ μιαρὰ αὐτοῦ δόγματα καὶ ὑπάγει· αὐτοὶ δὲ πάλιν τὰ ἅπερ ἔγραψαν ὑπὸ τοῦ πονηροῦ κινηθέντες ἐξαλείφοντες, οὐ προαιροῦνται ἐγγράψαι τὰ τοῦ Χριστοῦ ἀντ’ αὐτῶν, ἵνα ἐλθὼν ὁ ὑπεναντίος εὑρήσῃ ἐγγεγραμμένας τὰς πλάκας τῶν καρδιῶν αὐτῶν καὶ ἀποστραφῇ ἡττημένος καὶ κατῃσχυμένος, ἀλλ’ ὀκνηρίᾳ καὶ ῥαθυμίᾳ ἀγράφους ἕκαστος αὐτῶν ἐῶν ταύτας, ὅταν ἀποστείλῃ ὁ Κύριος γράψαι τὰ ἑαυτοῦ δόγματα ἔν τινι τῶν τοιούτων, εὐθὺς ἐκεῖνοι γράφουσι προθύμως τὰ τοῦ ἐχθροῦ· καὶ τὰ μὲν πικρὰ καὶ θανατηφόρα προσίενται, τὰ δὲ ζωοποιὰ καὶ ὑπὲρ μέλι γλυκέα ἐξ ἑαυτῶν ἀπωθοῦνται.

Ὁ μηδὲν οὖν ἐπταικὼς Κύριος ὁ Ἰησοῦς καὶ Θεὸς ἡμῶν ἐτύφθη, ἵνα οἱ μιμούμενοι αὐτὸν ἁμαρτωλοὶ μὴ μόνον ἄφεσιν τῶν ἡμαρτημένων λάβωσιν, ἀλλὰ καὶ τῆς Θεότητος αὐτοῦ συγκοινωνοὶ διὰ τὴν ὑπακοὴν αὐτῶν γένωνται· καὶ ὁ μὴ τοῦτο ἐν ταπεινώσει καρδίας καταδεχόμενος, ὡς ἐπαισχυνόμενος τὰ τοῦ Δεσπότου πάθη μιμήσασθαι, ἐπαισχυνθήσεται καὶ αὐτὸν ὁ Χριστὸς ἐνώπιον τῶν ἀγγέλων καὶ τοῦ Πατρὸς αὐτοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. Τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· Θεὸς ὢν ἐκεῖνος ἐγένετο δι’ ἡμᾶς ἄνθρωπος. Ἐρραπίσθη, ἐνεπτύσθη καὶ ἐσταυρώθη, διδάσκων οἱονεὶ καὶ λέγων ἑκάστῳ ἡμῶν δι’ ὧν πέπονθεν ὁ ἀπαθὴς τῇ Θεότητι· «Ἐὰν βούλῃ, φησίν, ἄνθρωπε, γενέσθαι Θεὸς καὶ ζωῆς ἐπιτυχεῖν αἰωνίου καὶ σὺν ἐμοὶ εἶναι, οὗπερ ὁ σὸς προπάτωρ ποτὲ κακῶς ἐπιθυμήσας οὐκ ἔτυχεν, οὕτω ταπεινώθητι, ὡς ἐταπεινώθην ἐγὼ διὰ σέ· καὶ ἀποθέμενος τὸ ἀλαζονικόν τε καὶ ὑπερήφανον τοῦ δαιμονιώδους φρονήματος, δέξαι ῥαπίσματα, δέξαι ἐμπτύσματα, κολαφίσματα, καὶ ὑπόμεινον ταῦτα μέχρι θανάτου καὶ μὴ ἐπαισχυνθῇς.

Εἰ δὲ σὺ παθεῖν αἰσχυνθῇς διὰ τὰς ἐμὰς ἐντολάς, ὡς ἐγὼ ὁ Θεὸς ἔπαθον διὰ σέ, αἰσχύνην κἀγὼ ἡγήσομαι τοῦ σὺν ἐμοὶ εἶναί σε ἐν τῇ μετὰ δόξης ἐλεύσει μου καὶ ἐρῶ τοῖς ἀγγέλοις μου· «Οὗτος ἐν τῇ ταπεινώσει μου ἐπῃσχύνθη με καὶ καταλιπεῖν τὴν δόξαν τοῦ κόσμου καὶ ὁμοιωθῆναί μοι οὐ κατεδέξατο, νυνὶ δὲ ὅτε τῆς δόξης μὲν τῆς φθαρτῆς αὐτὸς ἐγυμνώθη, ἐγὼ δὲ ἐν τῇ τοῦ Πατρός μου ἀθανάτῳ δόξῃ δεδόξασμαι, καὶ τὸ ὅλως ὁρᾶν αὐτὸν ἐπαισχύνομαι! Ἐκβληθήτω τοιγαροῦν ἔξω, ἀρθήτω ὡς οἱ ἀσεβεῖς ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου!» Ταῦτα τοίνυν ἀκούσονται οἱ πάσας μὲν τὰς ἐντολὰς κατὰ τὸ δοκοῦν τηροῦντες, δι’ αἰσχύνην δὲ καὶ ἐντροπὴν ἀνθρώπων μὴ καταδεχόμενοι τὰς ἐξ αὐτῶν ἐπιφερομένας αὐτοῖς ὕβρεις καὶ ἀτιμίας ἢ λοιδορίας, μηδὲ τοὺς ῥαπισμοὺς μηδὲ τὰς ἐξ αὐτῶν πληγὰς ὑποφέροντες.

Φρίξατε, ἄνθρωποι, καὶ τρομάξατε, καὶ τὰς ὕβρεις ἃς ὁ Θεὸς ὑπέστη διὰ τὴν σωτηρίαν ἡμῶν, μετὰ χαρᾶς καὶ ὑμεῖς ὑπομείνατε! Ὁ Θεὸς ὑπὸ αἰσχίστου δούλου ῥαπίζεται ὑπόδειγμά σοι νίκης διδούς, καὶ σὺ παρὰ τοῦ ὁμοιοπαθοῦς σου ἀνθρώπου οὐ καταδέχῃ τοῦτο παθεῖν; Θεοῦ μιμητὴς αἰσχύνῃ γενέσθαι, καὶ πῶς συμβασιλεύσεις αὐτῷ καὶ συνδοξασθήσῃ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, μὴ ὑπομείνας αὐτόν; Εἰ γὰρ κἀκεῖνος, ὅσον τὸ ἐπὶ σοί, ἄνθρωπος ἐπῃσχύνθη γενέσθαι διὰ σὲ καὶ ἐν τῷ τῆς παραβάσεως πτώματι κείμενόν σε μέχρι τοῦ παρόντος κατέλιπεν, οὐχὶ μετὰ τῶν ἀπίστων καὶ ἀσεβῶν ἐν τοῖς τοῦ ᾅδου μυχοῖς ἐναπέμεινας, ἄθλιε; Πιστεύεις ὅτι Θεὸς ὁ Χριστός; «Ναί», φησίν. Εἰ οὖν πιστεύεις ὅτι ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν ἐστιν ὃς ἀκενώτως ἐκενώθη ἐκ τῶν κόλπων τῶν πατρικῶν, ὃς κατῆλθεν ἐπὶ τῆς γῆς ἐκ τοῦ ἀπείρου ὕψους τῆς Θεότητος καὶ τῆς ἀφράστου δόξης αὐτοῦ καὶ γέγονεν ἄνθρωπος εὐτελὴς καὶ πτωχὸς διὰ σέ, σὺ πηλὸς ὢν καὶ τέφρα καὶ κόνις, οὐ καταδέχῃ τοῦ νομιζομένου ὑψηλοῦ σου θρόνου κατελθεῖν καὶ ταπεινωθῆναι τῷ ἀδελφῷ σου, τῷ κάτω μὲν ἱσταμένῳ κατά γε τοῦτο δὴ τὸ ὁρώμενον, ἴσως δὲ ταῖς ἀρεταῖς ὑπερκειμένῳ σου; Οὐκ ἀπορρίπτεις τὴν στολὴν τὴν δοκοῦσαν εἶναι λαμπράν, ἐκείνου τὸ τρίχινον καὶ τὴν ταπείνωσιν δυσωπούμενος;

Οὐ παρορᾷς πάντα ἃ παίγνιον ὄντως ἐστὶ καὶ προσωπεῖον μᾶλλον ἀσχημοσύνης καὶ οὐ δόξα λαμπρότητος; Οὐχ ὅμοιος γίνῃ κατὰ πάντα τῷ σῷ πλαστουργῷ καὶ Θεῷ, τοῖς ἀδελφοῖς σου συνταπεινούμενος;

Εἰ οὖν ὁμοιωθῆναι αὐτῷ οὐκ ἀνέχῃ, μείζονα σεαυτόν, ὡς οὐκ οἶδας, καὶ ἐνδοξότερον ἐκείνου κατασκευάζεις, ἄλλος ἡμῖν Ἄννας ἢ καὶ Καϊάφας ἢ Πιλᾶτος καὶ τύραννος δεικνύμενος, οὐ συγκάθεδρον ἀλλ’ ὡς ἕνα τῶν κατακρίτων βουλόμενος παρεστάναι σοι τὸν Ποιητὴν τοῦ παντός.

Ταῦτα τοίνυν πρὸς τοὺς πλουσίους καὶ ἄρχοντας καὶ τῶν ἄλλων ὑπερκαθεζομένους καὶ τὰς ὀφρῦς ἀνασπῶντας μεθ’ ὑπεροπτικοῦ τοῦ φρονήματος. Τί δὲ πρὸς τοὺς πάντα δῆθεν καταλιπόντας καὶ διὰ τὴν τῶν οὐρανῶν βασιλείαν πτωχεύσαντας; τί οὖν ἐροῦμεν; Ἰδοὺ ἐπτώχευσας, ἀδελφέ, καὶ ἐμιμήσω τὸν Δεσπότην σου Χριστὸν καὶ Θεόν. Βλέπε τοιγαροῦν ἄρτι συνόντα σοι τοῦτον καὶ συναναστρεφόμενον μετὰ σοῦ, τὸν ὑπεράνω πάντων τῶν οὐρανῶν. Ἰδοὺ ὁδεύετε οἱ δύο ὁμοῦ· συνήντησέ τις ὑμῖν ἐν τῇ τοῦ βίου ὁδῷ, δέδωκε τῷ Δεσπότῃ σου ῥάπισμα, δέδωκεν ὁμοίως καὶ σοί. Ὁ Δεσπότης οὐκ ἀντιλέγει καὶ σὺ ἀντιπίπτεις; —Ναί, φησίν, εἶπε γὰρ τῷ ῥαπίσαντι· «Ἐὰν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Τοῦτο οὐχ ὡς ἀντιλέγων εἶπεν, ὥσπερ ὑπέλαβες, ἀλλ’ ἐπειδὴ ἐκεῖνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ἄλλως τε δὲ καὶ ἵνα μὴ νομισθῇ ὅτι ὡς ἁμαρτίαν πεποιηκότα δικαίως αὐτὸν ἔτυψεν ὁ εἰπὼν αὐτῷ· «Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ» τούτου χάριν ἀνεύθυνον ἑαυτὸν ἀποφαίνων τοῦτο ἐφθέγξατο. Ἀλλ’ οὐχὶ πάντως καὶ ἡμεῖς τοιοῦτοι οἱ πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι.

Καὶ γὰρ ὕστερον πολλῷ χείρονα τούτου ὑποστὰς οὐδὲν οὐδαμῶς λαλήσας εὑρίσκεται, μᾶλλον μὲν οὖν καὶ ὑπὲρ τῶν σταυρωσάντων αὐτὸν εὐχόμενος δείκνυται. Ἐκεῖνος παιζόμενος οὐκ ἀγανακτεῖ καὶ σὺ δυσχεραίνεις; Ἐκεῖνος ἐμπτύσματα καὶ κολαφίσματα καὶ φραγγελώσεις ὑφίσταται καὶ σὺ οὐδὲ λόγον ἀνέχῃ σκληρὸν καταδέξασθαι;

Ἐκεῖνος σταυρὸν καὶ θάνατον ἄτιμον καὶ τὰς ἐκ τῶν ἥλων ὀδύνας δέχεται καὶ σὺ τὰς ἀτιμοτάτας διακονίας οὐ καταδέχῃ ποιεῖν; Καὶ πῶς τῆς δόξης αὐτοῦ συγκοινωνὸς γενήσῃ, τοῦ ἀτίμου θανάτου αὐτοῦ συγκοινωνὸς γενέσθαι μὴ καταδεχόμενος;

Ὄντως εἰς μάτην τὸν πλοῦτον κατέλιπες, τὸν σταυρὸν ἆραι, ὡς ἐκεῖνος ἐκέλευσε, μετὰ τοῦ λόγου τῆς ἀληθείας μὴ βουληθείς· «Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς», τῷ νεανίσκῳ καὶ ἡμῖν ὁ Χριστὸς ἐνετείλατο σὺν αὐτῷ, «καὶ ἆρον τὸν σταυρόν σου καὶ δεῦρο ἀκολούθει μοι!» Σὺ δὲ τὸν πλοῦτον ἐσκόρπισας, ἆραι δὲ τὸν σταυρὸν μὴ καταδεξάμενος, ὥσπερ εἴρηται, ὅπερ ἐστὶ τὸ τὴν πάντων ὑπενεγκεῖν τῶν πειρασμῶν ἐκθύμως ἐπιφοράν, ἐναπελείφθης ἐν τῇ τοῦ βίου ὁδῷ καὶ ἐχωρίσθης δυστυχῶς τοῦ γλυκυτάτου Δεσπότου σου καὶ Θεοῦ!

Ἀλλὰ παρακαλῶ, πατέρες καὶ ἀδελφοί, φυλάξωμεν πάσας τὰς ἐντολὰς τοῦ Χριστοῦ, ὑπομείνωμεν τοὺς ἐπερχομένους ἡμῖν πειρασμοὺς μέχρι θανάτου διὰ τὸν πόθον τῆς βασιλείας τῶν οὐρανῶν, ἵνα καὶ τῆς δόξης τοῦ Ἰησοῦ κοινωνοὶ καὶ τῆς αἰωνίου ζωῆς μέτοχοι καὶ τῆς ἀπολαύσεως τῶν ἀπορρήτων ἀγαθῶν κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.