Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΚΗ': Περί της ζωοποιού νεκρώσεως, του θείου φωτός και της ιερωσύνης

Η μυστική ανάσταση της ψυχής, η υπέρβαση του νόμου και τα απαραίτητα γνωρίσματα των αληθινών λειτουργών του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 29 από 35

Περὶ τῆς ἐκ τοῦ Πνεύματος ἐγγινομένης τοῖς ἀγωνιζομένοις καὶ πρὸ τοῦ θανάτου ζωοποιοῦ νεκρώσεως. Καὶ ὅτι οἱ ἐν τῇ χάριτι ὑπὲρ τὸν νόμον γενόμενοι τὴν τοῦ θείου φωτὸς χάριν γνωστῶς ἐν ἑαυτοῖς λαμβάνουσιν· οἱ γὰρ μὴ λαβόντες ἤδη τοῦτο τὸ φῶς κατὰ τὴν παροῦσαν ζωήν, μηδὲ καθορῶντες αὐτό, ἔτι ὑπὸ τὴν σκιὰν τοῦ νόμου εἰσὶ καὶ κριθήσονται ὑπ’ αὐτοῦ. Καὶ ὁποῖον δεῖ εἶναι τόν τε προηγούμενον καὶ τὸν ἱερέα, τὸν δεσμεῖν καὶ λύειν ἄνωθεν λαβόντα τὴν ἐξουσίαν, Καὶ ὅτι τῷ ἀληθῶς ἱερουργοῦντι καὶ ὑπὸ τοῦ θείου καταλαμπομένῳ φωτὸς πάντες κατάδηλοι, αὐτοί τε οἱ Πνεύματι περιπατοῦντες Θεοῦ καὶ οἱ μήπω τὸν χοϊκὸν ἐκδυσάμενοι ἄνθρωπον.

Λόγος ΚΗʹ. Ἀδελφοὶ καὶ πατέρες, βλέπετε πῶς ἀκούετε. Φησὶ γὰρ ὁ Χριστὸς καὶ Θεός· «Ἐρευνᾶτε τὰς Γραφάς.» —Ἵνα τί φησίν; Ἵνα ἐν πρώτοις μὲν τὴν ἐπὶ σωτηρίαν ἄγουσαν ὁδὸν διδαχθῶμεν, ἔπειτα καὶ διὰ τῆς πράξεως τῶν ἐντολῶν ἀμεταστρέπτως βαδίσαντες, ἐπ’ αὐτὴν τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν καταντήσωμεν. Τίς οὖν ἐστιν ἡ σωτηρία ἡμῶν; Ἰησοῦς ὁ Χριστός, καθὼς ὁ ἄγγελος ἐπιστὰς τοῖς ποιμέσιν ἔλεγεν· «Ἰδοὺ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαυίδ.» Σπεύσωμεν οὖν ἕκαστος ἡμῶν, ἀγαπητοί, δράμωμεν εὐτόνως μηδὲν φορτικὸν ἢ βιωτικὸν ἢ δυσβάστακτον ἐπιφερόμενοι, ἵνα μὴ σχολαιότερον βαδίζειν ἐκ τούτου ἀναγκαζόμενοι, οὐ δυνηθῶμεν φθάσαι καὶ εἰσελθεῖν ἐν τῇ πόλει Δαυίδ. Παρακαλῶ ὑμᾶς διὰ τῆς ἐνεργούσης ἐν ὑμῖν χάριτος μὴ ἀμελῆσαι τῆς σωτηρίας ὑμῶν, ἀλλὰ ἀναστάντες ὡς ἐξ ὕπνου τῆς πονηρᾶς οἰήσεως καὶ ἀμελείας, μὴ στῶμεν μηδὲ καθίσωμεν ἕως ἂν ἔξω τοῦ κόσμου γενώμεθα καὶ τὸν Σωτῆρα ἡμῶν καὶ Θεὸν εὑρόντες καὶ κατιδόντες ἐκεῖ, προσκυνήσωμεν αὐτῷ καὶ προσπέσωμεν, καὶ μηδὲ μέχρι τούτου στῶμεν, ἀλλ’ ἕως οὗ κἀκεῖνος πρὸς ἡμᾶς εἴπῃ· «Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου.» Πῶς δέ τις ἔρχεται εἰς τὸ μὴ εἶναι ἐκ τοῦ κόσμου;

Ἐὰν ἑαυτὸν σταυρώσῃ τῷ κόσμῳ καὶ τὸν κόσμον ἑαυτῷ, καθὼς καὶ ὁ Παῦλός φησιν· «Ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.» —Καὶ τί ταῦτα, φησί, πρὸς ἐκεῖνα συνᾴδει τὰ ῥήματα; —Τὰ μὲν ῥήματα, φησίν, ἄλλα, ἡ δὲ δύναμις τῶν ἀμφοτέρων μία καὶ ἡ αὐτή. Ὥσπερ γὰρ ὁ ἔξω τῆς οἰκίας ὤν, τοὺς ἔνδοθεν ἐγκεκλεισμένους οὐ καθορᾷ, οὕτως οὐδὲ ὁ ἐσταυρωμένος τῷ κόσμῳ ἤτοι νενεκρωμένος αἴσθησίν τινα πρὸς τὰ ἐν κόσμῳ πράγματα κέκτηται. Καὶ ὥσπερ πάλιν τὸ νεκρὸν σῶμα οὔτε πρὸς τὰ ζῶντα οὔτε πρὸς τὰ σὺν αὐτῷ νεκρὰ κείμενα σώματα τὴν οἱανοῦν αἴσθησιν ἔχει, οὕτως οὐδὲ ὁ ἔξω τοῦ κόσμου ἐν Πνεύματι Θείῳ γεγονὼς καὶ σὺν Θεῷ ὢν δύναται πρὸς τὸν κόσμον αἴσθησιν ἔχειν ἢ πρὸς τὰ τοῦ κόσμου πράγματα.

Οὕτω τοιγαροῦν, ἀδελφοί, καὶ πρὸ θανάτου θάνατος καὶ πρὸ τῆς ἀναστάσεως τῶν σωμάτων ψυχῶν ἀνάστασις γίνεται ἔργῳ καὶ δυνάμει καὶ πείρᾳ καὶ ἀληθείᾳ. Τοῦ θνητοῦ γὰρ φρονήματος ὑπὸ τοῦ ἀθανάτου νοὸς ἐξαφανιζομένου καὶ τῆς νεκρότητος ὑπὸ τῆς ζωῆς διωκομένης ἡ ψυχὴ τότε, ὡς ἐκ νεκρῶν ἀναστᾶσα, ἑαυτὴν ὁμολογουμένως ὁρᾷ, καθάπερ οἱ ἐξ ὕπνου ἀναστάντες ἑαυτοὺς βλέπουσι, καὶ τὸν αὐτὴν ἀναστήσαντα ἐπιγινώσκει Θεόν, ὃν κατανοοῦσα καὶ ᾧ εὐχαριστοῦσα, προσκυνεῖ καὶ δοξολογεῖ τὴν ἄπειρον αὐτοῦ ἀγαθότητα. Τὸ δὲ σῶμα οὐκ ἔχει πρὸς τὰς ἰδίας ἐπιθυμίας τὴν οἱανοῦν ἔμπνευσιν ἢ κίνησιν ἢ ἐνθύμησιν, ἀλλὰ νεκρὸν ὅλον καὶ ἄπνουν ἐν τούτοις γίνεται.

Ἔστιν ὅτε καὶ αὐτῶν εἰπεῖν πολλάκις τῶν κατὰ φύσιν ὁ ἄνθρωπος ἐπιλανθάνεται τηνικαῦτα διὰ τὸ ἐν τοῖς ὑπὲρ φύσιν ἀεὶ ἐνδιατρίβειν νοερῶς τὴν ψυχήν. Καὶ εἰκότως· «Πνεύματι γάρ, φησί, περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Νεκρὰ γὰρ ἡ σάρξ, ὥσπερ εἴρηται, διὰ τῆς ἐπιφοιτήσεως γινομένη τοῦ Πνεύματος, ἀνενοχλήτους ἡμᾶς τοῦ λοιποῦ ἐάσει καὶ ἀνεμποδίστως βιώσετε, ἐπειδὴ «νόμος τῷ δικαίῳ οὐ κεῖται», κατὰ τὸν θεῖον ἀπόστολον, ὡς ὑπὲρ νόμον δηλονότι πολιτευομένῳ. «Ὅπου γάρ, φησί, Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία», ἐλευθερία ἐκ τῆς τοῦ νόμου πάντως δουλείας. Ὁ γὰρ νόμος ὁδηγὸς καὶ παιδαγωγὸς καὶ χειραγωγὸς καὶ διδάσκαλος δικαιοσύνης ἐστὶν ἐν τῷ λέγειν· «Ποιήσεις τὸ καὶ τό» καὶ αὖθις· «Τὸ καὶ τὸ οὐ ποιήσεις», ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια οὐχ οὕτως, ἀλλὰ πῶς; «Καὶ ποιήσεις πάντα καὶ εἴπῃς κατὰ τὴν δοθεῖσάν σοι χάριν καὶ λαλοῦσαν ἐν σοί» καθὰ γέγραπται· «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ», οὐ διὰ γραμμάτων καὶ χαραγμάτων τὸ καλὸν ἐκμανθάνοντες ἀλλ’ ἐν Ἁγίῳ Πνεύματι τοῦτο ἐκδιδασκόμενοι, οὐδὲ ἐν λόγῳ μόνῳ ἀλλ’ ἐν φωτὶ λόγου καὶ ἐν λόγῳ φωτὸς μυστικῶς τὰ θεῖα μυούμενοι. «Τηνικαῦτα γὰρ καὶ ἑαυτοῖς καὶ τοῖς πλησίον, φησί, διδάσκαλοι ἔσεσθε, οὐ μὴν ἀλλὰ καὶ φῶς τοῦ κόσμου καὶ ἅλας τῆς γῆς.»

Οἱ οὖν πρὸ τῆς χάριτος ὡς ὑπὸ νόμον ὄντες, καὶ ὑπὸ τὴν αὐτοῦ σκιὰν ὑπῆρχον καθήμενοι· οἱ δὲ μετὰ τὴν χάριν καὶ ἡμέραν γενόμενοι, τῆς σκιᾶς ἤτοι τῆς δουλείας τοῦ νόμου ἠλευθερώθησαν, ὑπεράνω δηλονότι γεγονότες αὐτοῦ, ὡς διὰ κλίμακός τινος, τῆς εὐαγγελικῆς πολιτείας, εἰς ὕψος ἀρθέντες καὶ τῷ νομοθέτῃ συμβιοτεύοντες, νομοθέται καὶ αὐτοὶ μᾶλλον ὄντες ἢ νόμου φύλακες.

Ἆρά γέ ἐστιν ὃς ἔχει ὦτα ἀκούειν, ἵνα δυνηθῇ τῶν ὑπὸ τοῦ Πνεύματος λεγομένων ἐνωτισθῆναι τὴν δύναμιν; Ἆρα καὶ νῦν ἐστιν ὁ νοῦν κεκτημένος Χριστοῦ, ἵνα νοήσῃ καλῶς καὶ θεοπρεπῶς τὰ ὑπὸ τούτου γραφόμενα; Ἆρα καὶ νῦν εὑρεθήσεταί τις ἔχων λαλοῦντα ἐν αὐτῷ τὸν Χριστόν, ἵνα καλῶς ἰσχύσῃ διερμηνεῦσαι τὰ ἐγκεκρυμμένα τοῖς λόγοις μυστήρια; «Σοφίαν γὰρ λαλοῦμεν, φησίν, οὐ τοῦ αἰῶνος τούτου τὴν καταργουμένην, ἀλλὰ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην» μὲν τοῖς πολλοῖς, ἡμῖν δὲ καὶ λίαν ἀποκαλυπτομένην καὶ γινωσκομένην, τοῖς τῷ φόβῳ τοῦ Θεοῦ στοιχειουμένοις καὶ ἀεὶ βλέπουσι πρὸς αὐτόν. Οὐ γὰρ ὃ οὐκ οἴδαμεν λαλοῦμεν, ἀλλ’ ὃ οἴδαμεν μαρτυροῦμεν, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἤδη φαίνει καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ καὶ ἐντὸς καὶ ἐκτός, ἐντὸς μὲν ἐν ταῖς καρδίαις ἡμῶν, ἐκτὸς δὲ ἐν τῷ νοῒ περιλάμπον ἡμᾶς ἀνεσπέρως, ἀτρέπτως, ἀναλλοιώτως, ἀσχηματίστως, λαλοῦν, ἐνεργοῦν, ζῶν καὶ ζωοποιοῦν καὶ φῶς τοὺς λαμπομένους ἀπεργαζόμενον.

Ἡμεῖς μαρτυροῦμεν ὅτι ὁ Θεὸς φῶς ἐστι, καὶ οἱ αὐτὸν καταξιωθέντες ἰδεῖν πάντες ὡς φῶς ἐθεάσαντο, καὶ οἱ λαβόντες αὐτὸν ὡς φῶς αὐτὸν ἔλαβον, ὅτι προπορεύεται ἔμπροσθεν αὐτοῦ τὸ φῶς τῆς δόξης αὐτοῦ καὶ δίχα φωτὸς ἀμήχανόν ἐστι φανῆναι αὐτόν, καὶ οἱ μὴ ἰδόντες τὸ φῶς αὐτοῦ οὐδὲ ἐκεῖνον εἶδον, ὅτι ἐκεῖνος τὸ φῶς ἐστι, καὶ οἱ μὴ λαβόντες τὸ φῶς οὔπω τὴν χάριν ἔλαβον· οἱ γὰρ τὴν χάριν λαβόντες φῶς Θεοῦ καὶ Θεὸν ἔλαβον, καθὼς εἶπε τὸ φῶς, ὁ Χριστός· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.» Οἱ δὲ μήπω τοῦτο παθόντες ἢ ἀξιωθέντες, πάντες οἱ τοιοῦτοι ὑπὸ τὸν πρὸ τῆς χάριτος νόμον εἰσί, δοῦλοι καὶ μαθηταὶ δούλων καὶ ἀκροαταὶ νόμου καὶ τέκνα παιδίσκης καὶ υἱοὶ σκότους τυγχάνουσι, κἂν βασιλεῖς κἂν πατριάρχαι, κἂν ἀρχιερεῖς κἂν ἱερεῖς, κἂν ἄρχοντες κἂν ἀρχόμενοι, κἂν λαϊκοὶ κἂν μονάζοντες, κἂν ἀσκηταὶ κἂν ἡγούμενοι, κἂν πτωχοὶ κἂν πλούσιοι, κἂν ἀσθενεῖς κἂν ὑγιεῖς τῷ σώματι πέλωσι. Πάντες γὰρ οἱ ἐν σκότει καθήμενοι υἱοὶ σκότους εἰσὶ καὶ μετανοῆσαι οὐ βούλονται. Ἡ γὰρ μετάνοια θύρα ἐστὶν ἐξάγουσα ἀπὸ τοῦ σκότους καὶ εἰσάγουσα εἰς τὸ φῶς.

Ὁ οὖν πρὸς τὸ φῶς μὴ εἰσελθὼν οὐ διῆλθε τὴν θύραν τῆς μετανοίας καλῶς· εἰ γὰρ διῆλθεν, ἐγένετο ἂν ἐν φωτί. Ὁ δὲ μὴ μετανοῶν ἁμαρτάνει, διότι οὐ μετανοεῖ· «Τῷ γὰρ εἰδότι καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, φησίν, ἁμαρτία αὐτῷ ἐστιν.» Ὁ δὲ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας καὶ μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα. Νῦν μὲν γὰρ ἑκουσίως καὶ αὐτοπροαιρέτως διὰ μετανοίας εἰσερχόμενοι πρὸς τὸ φῶς, ἐλεγχόμεθα μὲν καὶ κρινόμεθα, ἀλλὰ μυστικῶς τοῦτο καὶ ἀποκεκρυμμένως ἐν τῷ ἐνδοτέρῳ ταμείῳ τῶν ψυχῶν ἡμῶν πρὸς καθαρισμὸν μὲν καὶ ἄφεσιν τῶν ἁμαρτημάτων ἡμῶν, ἐλέει καὶ φιλανθρωπίᾳ Θεοῦ, ὑφιστάμεθα, μόνου δηλαδὴ Θεοῦ—καὶ ἡμῶν—τὰ καθ’ ἡμᾶς ἐπισταμένου καὶ βλέποντος· τότε δέ, ἤγουν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, πρὸς τοὺς μὴ θέλοντας νῦν ἐλθεῖν πρὸς τὸ φῶς, ἀλλὰ μισοῦντας αὐτό, τὸ ἄρτι κρυπτόμενον φῶς ἀποκαλυφθήσεται καὶ τὰ κρυπτὰ τούτων πάντα φανερὰ γενήσονται. Καὶ οἷοί ἐσμεν ἕκαστος ἡμῶν νυνὶ τῶν ἀνθρώπων, ἑαυτοὺς περικρύπτοντες καὶ διὰ μετανοίας φανερῶσαι τὰ ἑαυτῶν μὴ βουλόμενοι, τότε ὑπὸ τοῦ φωτὸς δῆλοι καὶ φανεροὶ Θεῷ καὶ τοῖς πᾶσι γενώμεθά τε καὶ γενησόμεθα.

Καὶ θέα μοι ἐνταῦθα τῆς αἰσχύνης τὸ μέγεθος. Ὥσπερ γὰρ ἐν οἰκίᾳ ἔνδον τὰς θύρας ἐχούσῃ συγκεκλεισμένας, ἐὰν ἐξ ἡμῶν τις ὑπάρχων καὶ ὡς παρά τινος τῶν ἔξωθεν μὴ καθορώμενος, ἀφειδῶς ἁμαρτάνει, μοιχείας δῆθεν ποιῶν καὶ παιδοφθορίας ἢ ἕτερά τινα μυσαρὰ ἐργαζόμενος, εἶτα φανερωθεὶς αἴφνης τὸ πονηρὸν ἐργαζόμενος, μεγάλην τὴν αἰσχύνην ὑφίσταται· ἢ καὶ πάλιν ἄλλως, ἐὰν κατὰ τοῦ βασιλέως τις μελετᾷ καὶ τὰ κατ’ αὐτοῦ ἐγγράφως ἐκτίθησιν ἢ ἐὰν λέγῃ τι καὶ βουλεύηται τῶν μὴ δεόντων ἁπλῶς, ἔνδον, ὡς εἴρηται, κεκρυμμένος οἰκίας—, εἶτα τοῦ βασιλέως μετὰ τῆς συγκλήτου ἁπάσης καὶ τῆς συνήθους ἄλλης δορυφορίας ἐπιστάντος καὶ τὴν οἰκίαν περικυκλώσαντος, αἴφνης τοῦ οἰκήματος ἀρθέντος ὅλου, αὐτὸς φανερωθῇ καὶ πάντα αὐτοῦ τὰ βουλεύματα, μεγάλην τὴν τιμωρίαν καὶ τὴν καταδίκην καθυπομένει, οὕτω καὶ τότε τὸν αὐτὸν τρόπον εἰς πάντας τοὺς ἐν τῷ κόσμῳ γενήσεται· καὶ νὺξ μὲν ὡς ἡμέρα φωτισθήσεται, οἰκία δὲ πᾶσα καὶ σπήλαιον καὶ οὐρανὸς αὐτὸς καὶ γῆ ἀρθήσονται, καὶ πάντες οἱ μὴ τὸν Χριστὸν ἐνδεδυμένοι, ἤγουν οἱ μὴ λαβόντες τὸ φῶς, ὡς προείπομεν, καὶ ἐν αὐτῷ προόντες καὶ φῶς ὄντες, γυμνοὶ φανήσονται καὶ πολλῆς τῆς αἰσχύνης πάντοθεν πληρωθήσονται.

Οὐ μόνον δὲ ἀλλὰ καὶ πᾶσα πρᾶξις ἑκάστου, καλή τε καὶ κακή, καὶ πᾶς λόγος καὶ πᾶσα ἔννοια καὶ ἐνθύμησις, ἡ ἀπ’ αὐτῆς δηλαδὴ τῆς γεννήσεως ἑκάστου ἡμῶν καὶ μέχρις ἐσχάτης ἀναπνοῆς ἐν ἡμῖν γεννηθεῖσα, ἐκεῖ συνηγμένως τότε ἐν ἑκάστῳ τῶν ἀνθρώπων φανήσονται. Καὶ τίς ἄρα ἔσται ἡ σύγκρισις, ἀδελφοί, ταύτης καὶ μόνης τῆς αἰσχύνης τότε; Ἢ ποία τιμωρία μείζων τοῦ φόβου ἐκείνου καὶ τῆς ἐντροπῆς τοῖς τηνικαῦτα οὕτως εὑρισκομένοις, ὡς εἴρηται, σκοτεινοῖς καὶ δίχα τοῦ φωτίζοντος Πνεύματος; Ὁποῖον δὲ τὸν βίον, ὁποίαν τὴν διαγωγὴν ἕξει ὁ ἄνθρωπος, ὁ ἐν τῷ σκότει καθήμενος, ἵνα μὴ τῇ αἰφνιδίῳ τοῦ φωτὸς ἐπιλάμψει ῥύπος που διαλογισμοῦ ἢ πράξεώς τινος εὑρεθῇ ἐν αὐτῷ;

Διὸ σπουδάσωμεν, ἀδελφοί μου, ἀπ’ ἐντεῦθεν ἤδη διὰ μετανοίας τὴν στενὴν πύλην εἰσελθεῖν καὶ τὸ ἔνδον ταύτης θεάσασθαι φῶς. Ναί, παρακαλῶ, μὴ ἐκκακήσωμεν τοῦ κρούειν καὶ τοῦ ζητεῖν καὶ τοῦ αἰτεῖσθαι πρὸ τοῦ ἀνοιγῆναι ἡμῖν καὶ δοθῆναι καὶ εἰσακουσθῆναι, ἔτι δὲ καὶ μέχρις ἂν εἰσέλθωμεν καὶ λάβωμεν φῶς καὶ ἄσβεστον αὐτὸ σχῶμεν ἐν ταῖς καρδίαις ἡμῶν.

Ἀλλὰ μηδὲ ἐξαπατῶμεν ἑαυτοὺς ἡμᾶς καί, ὀπίσω τῶν τῆς σαρκὸς ἡμῶν θελημάτων ἀκολουθοῦντες, ἐκπορνεύσωμεν ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν, διδασκάλους ἡμᾶς ἑαυτοὺς καθιστῶντες, ἡγούμενοί τε καὶ ἀρχιερεῖς καὶ ἱερεῖς ἐν καταφρονήσει Θεοῦ καὶ τῆς ἑαυτῶν σωτηρίας δηλονότι γενόμενοι. Εἰ γὰρ εἰπόντος Ἰησοῦ τῷ Νικοδήμῳ· «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται τὴν βασιλείαν ἰδεῖν τοῦ Θεοῦ» καὶ τοῦ Νικοδήμου ἀνταποκριθέντος αὐτῷ· «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» ἐμέμψατο αὐτὸν ὁ Ἰησοῦς καὶ εἶπε· «Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις;» καί τοι μήπω μηδαμῶς πιστεύσαντος μηδὲ τὰ τῆς χάριτος ἐπισταμένου, πόσης ἄρα κατακρίσεώς ἐσμεν ἡμεῖς ἄξιοι, οἱ μετὰ τὴν χάριν ὄντες διδάσκαλοι καὶ μὴ τὰ μυστήρια τῆς χάριτος ἐπιστάμενοι, οἱ τοσαύτης ἀπολαύσαντες διδασκαλίας καὶ καθ’ ἑκάστην δι’ ἀποστόλων καὶ προφητῶν καὶ διδασκάλων καὶ αὐτοῦ τοῦ Κυρίου διδασκόμενοί τε καὶ προμαρτυρούμενοι;

Εἰ γὰρ οὐκ οἴδαμεν πῶς δεῖ ἡμᾶς ἐν τῷδε τῷ βίῳ ἀναστρέφεσθαι, οὐδὲ ὅπως ἐν ἔργοις πρότερον ἀγαθοῖς ἐντρέφεσθαι δεῖ καὶ παριστάνειν ἑαυτοὺς ἡμᾶς δούλους τῇ δικαιοσύνῃ, ὡς ἐνώπιον Κυρίου καὶ οὐκ ἀνθρώπων ἱσταμένους καὶ ἀμέμπτως Θεῷ δουλεύειν ζῶντι συνταξαμένους, οὐδὲ ὁποῖοί τε καὶ ποταποὶ ὀφείλομεν πρῶτον γίνεσθαι καὶ οὕτω τῶν ἄλλων προΐστασθαι, πῶς, εἰπέ μοι, τοῦ δεσποτικοῦ ποιμνίου τὴν φυλακὴν ἐγχειρισθῶμεν καὶ ἐπιμέλειαν; Πῶς ποιμάνωμεν αὐτὸ κατὰ τὸ θέλημα τοῦ ἀρχιποιμένος Χριστοῦ καὶ ἐπὶ νομὰς ἐξαγάγωμεν αὐτὸ ἀειζώους; Ἀλλ’ ὢ τῆς πωρώσεως ἡμῶν καὶ τῆς τοῦ Θεοῦ καὶ τῶν θείων καταφρονήσεως! ὥσπερ γὰρ ἀσπὶς τὰ ὦτα βύσαντες, ὡσεὶ κωφοί τε καὶ ἄλαλοι γεγονότες δίκην νεκρῶν καὶ πεπηρωμένοι ὄντες τὰ τῆς ψυχῆς αἰσθητήρια, οὐδὲ τῶν λαλουμένων λαμβάνομεν αἴσθησιν, οὐδ’ ὅτι ποτέ ἐστι χριστιανισμὸς ἐπιστάμεθα, ἀλλὰ καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀγνοοῦντες καὶ ἀκριβῶς τὰ τῶν χριστιανῶν μυστήρια μὴ εἰδότες, ἀλλ’ ὡς περὶ τοῦ φωτὸς τῆς γνώσεως, μᾶλλον δὲ αὐτὸ τὸ τῆς γνώσεως φῶς δεικνύειν τοῖς πολλοῖς ἀναισχύντως ἐπιχειροῦμεν.

Ἡ γνῶσις οὐκ ἔστι τὸ φῶς, ἀλλὰ τὸ φῶς ἡ γνῶσις ὑπάρχει, ἐπειδὴ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ καὶ ἐξ αὐτοῦ τὰ πάντα· οὗ ἡμεῖς τὴν ὅρασιν ἀπαρνούμενοι, δήλους ἑαυτοὺς ποιοῦμεν μήτε γεννηθέντας μήτε εἰς φῶς τὸ ἄνωθεν προελθόντας, ἀλλ’ ἔτι ἔμβρυα ὄντες ἢ ἐκτρώματα, εἰπεῖν ἀληθέστερον, τοῖς ἱεροῖς τόποις ἐπιπηδῶμεν καὶ τῶν ἀποστολικῶν ἐπιβατεύομεν θρόνων καί, τὸ δὴ χαλεπώτερον, χρήμασιν οἱ πλείους τὴν ἱερωσύνην ἀφοβίᾳ Θεοῦ ἐξωνούμεθα καὶ τῆς βασιλικῆς ποίμνης ὡς ποιμένες, οἱ μηδὲ ἄρνες ποτὲ γεγονότες, ζητοῦμεν προΐστασθαι· καὶ ταῦτα πρὸς τὸ μόνον ἐμπλῆσαι δίκην θηρῶν τὰς ἑαυτῶν γαστέρας καὶ τἄλλα πάντα τελέσαι ὅσαπερ ἡ ἔφεσις τοῦ χείρονος ἀπαιτεῖ καὶ ἡ πρὸς τὰ κάτω ἐπιθυμία καὶ ὄρεξις.

Οὕτως ὑπῆρχον ἐξ ἀρχῆς, ἀδελφοί, οἱ ἀπόστολοι; οὕτως οἱ τῶν ἀποστόλων διάδοχοι; οὕτως οἱ πατέρες ἡμῶν καὶ διδάσκαλοι; Βαβαὶ τῆς τόλμης τῶν τοιούτων τῆς φοβερᾶς, ὅτι οὐ μόνον εἰς τὰ χρήματα προδόται τὰ αἰσθητὰ καὶ ἱερόσυλοι γίνονται, οἱ πρὸς μόνον τὸ γλωσσόκομον ἀπονεύοντες, ἀλλὰ καὶ αὐτοῦ τοῦ θείου πλούτου κατατολμῶσιν ἐφάψασθαι, ὅθεν οὐδὲ αἰσχύνονται λέγειν· «Ἡμέτερόν ἐστι τὸ δεσμεῖν καὶ λύειν, καὶ τοῦτο κατὰ τὴν παροῦσαν ἐλάβομεν ζωὴν ἡμεῖς ἄνωθεν.» Ὢ τῆς ἀναισχυντίας, ἵνα μὴ λέγω τῆς ἐσχάτης παραπληξίας! Ἀπὸ τίνος, ὦ οὗτος, εἰπέ μοι, καὶ διατί τὴν ἐξουσίαν ταύτην ἄνωθεν ἔλαβες;

Ὅτι πάντα καταλιπὼν τῷ Χριστῷ ἠκολούθησας; Ὅτι τῆς ἐπιγείου δόξης καταπεφρόνηκας; Ὅτι ταπεινὸς τῷ πνεύματι γέγονας; Ὅτι πάντα πωλήσας τοῖς πένησι δέδωκας; Ὅτι τὴν σεαυτοῦ ψυχὴν ἀπώλεσας ἤτοι τῷ κόσμῳ ἐνέκρωσας καὶ ἐν οὐδενὶ σαρκὸς θελήματι ταύτην εὕρηκας; Ἢ καὶ σύ, ὥσπερ πάλαι οἱ μαθηταὶ τοῦ Χριστοῦ, ἤκουσας παρ’ αὐτοῦ, ἐμφυσήσαντός σοι δηλονότι καὶ εἰπόντος· «Λαβὲ Πνεῦμα Ἅγιον! Ἄν τινων ἀφήσῃς τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατήσῃς, ἐπισχεθήσονται»; «Ἀλλὰ τῶν ἱερέων ἡ ἐξουσία», φησίν. Οἶδα κἀγώ· τοῦτο γὰρ ἀληθές.

Οὐ πάντων δὲ καὶ τῶν ἁπλῶς ἱερέων, ἀλλὰ τῶν ἐν πνεύματι ταπεινώσεως ἱερουργούντων τὸ Εὐαγγέλιον καὶ ἐν ἀμέμπτῳ βίῳ πολιτευομένων, τῶν ἑαυτοὺς πρότερον τῷ Κυρίῳ παραστησάντων καὶ θυσίαν τελείαν, ἁγίαν, εὐάρεστον, τὴν καθαρὰν αὐτῶν λατρείαν ἐν τῷ ναῷ τοῦ ἑαυτῶν σώματος ἔνδον πνευματικῶς ἐπιδειξαμένων καὶ προσδεχθέντων καὶ ἐμφανισθέντων εἰς τὸ ἄνω θυσιαστήριον καὶ παρὰ τοῦ ἀρχιερέως Χριστοῦ προσφορὰ τελεία τῷ Θεῷ καὶ Πατρὶ προσενεχθέντων καὶ δυνάμει Πνεύματος Ἁγίου μεταποιηθέντων καὶ ἀλλαγέντων καὶ εἰς Χριστόν, τὸν δι’ ἡμᾶς ἀποθανόντα καὶ ἐν δόξῃ ἀναστάντα Θεότητος, μεταμορφωθέντων· τῶν ἐν ταπεινώσει τελείᾳ νυκτὸς καὶ ἡμέρας μετανοούντων καὶ πενθούντων καὶ μετὰ δακρύων οὐχ ὑπὲρ ἑαυτῶν μόνων δεομένων, ἀλλὰ καὶ ὑπὲρ τῆς ἐμπιστευθείσης αὐτοῖς ποίμνης καὶ ὑπὲρ πασῶν τῶν ἐν τῷ κόσμῳ ἁγίων ἐκκλησιῶν τοῦ Θεοῦ· οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν σφοδρῶς κλαιόντων ὑπὲρ ἀλλοτρίων ἁμαρτημάτων ἐνώπιον τοῦ Θεοῦ, τῶν μηδὲν πλέον τῆς ἀναγκαίας τροφῆς καταχρωμένων, μηδὲ ἐν μηδενὶ θεραπείαν ἢ ἀπόλαυσιν ἐπιτηδευόντων τοῦ σώματος ἀλλά, καθὼς γέγραπται, «πνεύματι περιπατούντων καὶ ἐπιθυμίαν μὴ ἐπιτελούντων σαρκός»· ἔτι δὲ τὸν μήτε πτωχὸν μήτε πλούσιον μήτε ἄρχοντα μήτε ἀρχόμενον μήτε αὐτὸν ἐκεῖνον τὸν τὸ διάδημα περικείμενον ἕνεκα τοῦ δικαίου καὶ τῆς ἐντολῆς τοῦ Θεοῦ προτιμωμένων, τῶν μὴ προφάσει ἐλέους ἢ δώρων δόσεως ἕνεκα ἢ φόβου ἢ ἀγάπης ἤ τινος ἑτέρου ὁρωμένου ἢ ἀοράτου πράγματος καταμαλακιζομένων καὶ παραβλεπόντων ἢ παραβαινόντων τὴν ἐντολὴν τοῦ ἐπὶ πάντων Θεοῦ.

Τῶν τοιούτων ἐστὶ τὸ δεσμεῖν καὶ λύειν καὶ ἱερουργεῖν καὶ διδάσκειν, οὐχὶ δὲ τῶν ἐξ ἀνθρώπων τὴν ψῆφον καὶ τὴν χειροτονίαν μόνον λαμβανόντων· «οὐ γὰρ ἀφ’ ἑαυτοῦ, φησί, τις τὴν τιμὴν λαμβάνει, ἀλλ’ ὁ ὑπὸ τοῦ Κυρίου καλούμενος».

Οὐκ εἶπεν· ὁ ἐξ ἀνθρώπων τὴν ψῆφον δεχόμενος, ἀλλ’· ὁ ἐκ Θεοῦ εἰς τοῦτο προορισθεὶς καὶ προχειρισθείς. Οἱ γὰρ ἐξ ἀνθρώπων καὶ δι’ ἀνθρώπων κλέπται εἰσὶ καὶ λησταί, καθὼς εἶπεν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ θύρα.

Πάντες ὅσοι ἦλθον καὶ ἔρχονται οὐ δι’ ἐμοῦ, ἀλλὰ ἀλλαχόθεν ἐπιβαίνοντες, κλέπται εἰσὶ καὶ λησταί.» Μὴ οὖν πλανᾶσθε, ἀδελφοί, ὁ ἐν σκότει διάγων ἔξω τῆς θύρας ἐστίν, ὁ δὲ δοκῶν εἰσελθεῖν καὶ οὐ διὰ τοῦ φωτὸς εἰσῆλθεν, ἔξω καὶ αὐτὸς τῆς μάνδρας ἐστίν. Εἰ γὰρ φῶς τοῦ κόσμου καὶ θύρα ὁ Χριστός, φωτοειδὴς πάντως θύρα ἐστὶ καὶ οὐχὶ θύρα μόνον ἁπλῶς, καὶ ὁ ἐν ταύτῃ γεγονὼς ἐν τῷ τοῦ κόσμου φωτὶ γέγονε. Φῶς δὲ τοῦ κόσμου ἐστὶν οὐχ ὡς αἰσθητῶς ὁρώμενος, ἀλλ’ ὡς νοερῶς θεωρούμενος.

Ὁ γὰρ αἰσθητὸς ἥλιος μόνον φωτίζει τὰ σωματικὰ ὄμματα οὐκ ἀνθρώπων ἀλλὰ καὶ ἀλόγων ζῴων, τετραπόδων ἅμα καὶ πετεινῶν· ὁ δὲ νοητὸς ἥλιος, ὁ ἐν τῷ κόσμῳ ἐπιφανείς, ψυχὰς λογικὰς μόνον. Ἀλλ’ οὐδὲ ταύτας ἀκρίτως πάσας καὶ ἀναξίως φωτίζειν οἶδεν· οὐ γὰρ ἄψυχος ἤ, μᾶλλον εἰπεῖν, οὐκ ἄζωός ἐστιν, ὥσπερ οὐδὲ δοῦλος ἢ κτίσμα εἰς ὑπηρεσίαν ἄλλων ταχθείς, καθὰ δὴ ὁ αἰσθητὸς οὗτος ἥλιος ἀνατέλλων ἐπὶ δικαίους καὶ ἀδίκους καὶ ἐπὶ πονηροὺς ἅμα καὶ ἀγαθούς. Ἀλλ’ εἰ καὶ φῶς καλεῖται καὶ ἥλιος ὀνομάζεται, ἀλλὰ καὶ ὑπὲρ φῶς ἅπαν καὶ ὑπὲρ ἥλιον, ὡς φωτὸς καὶ ἡλίου ποιητὴς καὶ Δεσπότης, ὑπάρχει ζωὴ καὶ ζωοποιός, ἀλήθεια, δικαιοσύνη καὶ ἁγιασμός, ἁπλοῦς, ἀσύνθετος, ἀγαθὸς καὶ πᾶν ἀγαθὸν καὶ ὑπὲρ πᾶν ἀγαθόν.

Ὡς οὖν ἀλήθεια καὶ ὢν καὶ καλούμενος, τοῖς ἀληθῶς ἐπιστρέφουσιν ἀλήθεια γίνεται· ὡς δὲ δικαιοσύνη ὑπάρχων, τοῖς πᾶσαν ἀδικίαν μισήσασι δικαιοσύνη ἐστίν· ὡς ἁγιασμός, τοῖς ἐκπλυθεῖσι καὶ καθαρθεῖσι διὰ δακρύων· ὡς ἁπλοῦς, τοῖς μηδεμίαν πονηρίαν ἢ κακίαν ἔνδοθεν ἐπιφέρουσιν· ὡς ἀσύνθετος, τοῖς μηδεμίαν διπλόην ἢ διψυχίαν ἢ δυσπιστίαν ψυχῆς ἔχουσιν· ὡς ἀγαθός, τοῖς τῆς μετανοίας πνευματικοῖς ἔργοις σωματικάς τινας ἢ βιωτικὰς μερίμνας καὶ φροντίδας μὴ συνεπαγομένοις καὶ τούτοις ἀναμιγνύουσι καὶ ἀναφύρουσιν αὐτάς, ἀλλὰ γυμνοῖς τῇ γνώμῃ καὶ τῇ τῆς ψυχῆς προθέσει ἐν ἀκακίᾳ προσερχομένοις αὐτῷ, ὧν καὶ ἀποδεχόμενος τὸ ἀπερίεργον παντὸς ἀγαθοῦ συντόμως τούτους ἐμπίπλησι καὶ τῶν ὑπὲρ νοῦν καὶ ὑπὲρ ἔννοιαν ἀγαθῶν κοινωνοὺς εὐθὺς τῷ ἀποκαλυφθῆναι καὶ φανῆναι ἀποκαθίστησι. «Καὶ τίς, φησί, τοὺς τοιούτους, εἰ ἄρα τοιοῦτοί εἰσι καὶ νῦν, ἐπιγνώσεται;» Ὁ ἄνωθεν ὑπὸ τοῦ Πνεύματος ἐλλαμπόμενος.

Ὁ δὲ λέγων καὶ μὴ γινώσκων αὐτούς, τί καὶ μαρτυρίαν παρὰ ἄλλων καταδέχεται δέξασθαι; Οὐκ οἶδεν ὅτι, κἂν ἀγνοῶν εἰσαγάγῃ λύκον εἰς τὰ πρόβατα τοῦ Χριστοῦ, αὐτὸς τῶν προβάτων τὸ κρίμα λήψεται; «Καὶ τίς γινώσκει; φησίν· ἄνθρωπος ὑπάρχει καὶ ἀγνοεῖ τὰ ἐν καρδίᾳ.» Εἰ μὴ τυφλός ἐστιν, οὐκ ἂν ἀγνοήσῃ τὸν τοιοῦτόν ποτε. Πῶς γὰρ ὁ βλέπων οὐ διαχωρίσει πρόβατον καὶ λύκον, ληστὴν καὶ ποιμένα;

Εἰ δὲ τυφλός ἐστι πρὸς ταῦτα, χειραγωγὸν καὶ ὁδηγὸν ἐπιζητησάτω, μᾶλλον καὶ τῆς τοιαύτης ἐργασίας καὶ διακρίσεως παυσάσθω, μήτε ὁδηγὸς ἄλλων γενόμενος μήτε ὁδηγὸν ἑτέροις ἀποκαθιστῶν, κἂν ὅλον ἔχῃ τὸν κόσμον συμμαρτυροῦντα αὐτῷ. Τοῦτο γὰρ ἐγὼ λέγω, ὅτι ὁ βλέπων πνευματικῶς καὶ ἀκούων ὡσαύτως, ὃν ἂν ἴδῃ καὶ συντύχῃ καὶ πολλάκις προσομιλήσῃ, αὐτὴν αὐτοῦ βλέπει τὴν ψυχήν, εἰ καὶ μὴ κατ’ οὐσίαν, ἀλλὰ κατ’ ἰδέαν, ὁποία ἐστὶ καὶ ποταπή. Τοίνυν, εἰ καὶ Πνεύματος Ἁγίου μεταλαβεῖν κατηξιώθη, ἐξ αὐτῆς αὐτοῦ τῆς ὄψεως τοῦτο γινώσκει· εἰ δὲ ἔτι ἀτελὴς ὁ βλεπόμενος πρὸς τὴν χάριν ἐστὶ καὶ οὔπω θεοειδὴς ἐχρημάτισε, διὰ τῶν λόγων αὐτοῦ μᾶλλον ὁ τοῦτον βλέπων καὶ ὁμιλῶν ἐπιγνώσεται—καθὰ δὴ καὶ αὐτὸς ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς ἀπεφήνατο εἰπών· «Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς», καὶ πάλιν· «Ὥσπερ δένδρον ἐκ τοῦ καρποῦ, οὕτως ἄνθρωπος ἐκ τοῦ λόγου αὐτοῦ ὁποῖός ἐστι γινώσκεται»—, πλὴν καὶ οὗτος παρὰ τῶν ὑγιαινόντων τὸν λόγον καὶ τὰ τῆς ψυχῆς αἰσθητήρια· οἱ γὰρ λοιποὶ τῶν ἀνθρώπων καὶ πρὸς αὐτὰ τὰ ἔργα ἀναισθήτως καὶ ἀδιακρίτως διάκεινται.

Νηστεύοντα γάρ τινα μετὰ κενοδοξίας ὁρῶντες ἀποδέχονται, καὶ τὸν ἐσθίοντα μετὰ ταπεινώσεως κατακρίνουσιν. Ἄλλον ἐν ταπεινώσει ἐγκρατευόμενον ὑποκριτὴν εἶναι λογίζονται, τὸν δὲ μετὰ γαστριμαργίας ἐσθίοντα ὡς ἁπλοῦν ἡγοῦνται καὶ ἀνεπιτήδευτον, ᾧ καὶ συνεσθίειν συχνοτέρως ἡδύνονται, τὰ ἑαυτῶν πάθη παραμυθούμενοι. Ἀλλὰ γὰρ καὶ τοὺς τὸν σαλὸν ὑποκρινομένους καὶ ἀστεῖα καὶ φλυαρίας λέγοντας ἀκαίρως, σχήματά τε ἀπρεπῆ διαπραττομένους καὶ τοὺς λοιποὺς κοινοῦντας πρὸς γέλωτα, ὡς τὴν ἀρετὴν αὐτῶν καὶ ἀπάθειαν διὰ τῶν τοιούτων δῆθεν ἐπιτηδευμάτων καὶ σχημάτων καὶ λόγων καλύπτειν σπουδάζοντας λογισάμενοι, ὡς ἀπαθεῖς καὶ ἁγίους τιμῶσι, τοὺς δὲ ἐν εὐλαβείᾳ καὶ ἀρετῇ καὶ ἀφελότητι καρδίας διάγοντας καὶ ἁγίους τῷ ὄντι πέλοντας, ὡς οἷα δὴ τῶν ἄλλων ἀνθρώπων ἕνα παραλογίζονταί τε καὶ παρατρέχουσιν. Ἄλλοι πάλιν τὸν λάλον καὶ ἐπιδεικτικὸν διδακτικὸν μᾶλλον καὶ πνευματικὸν εἶναι λογίζονται, τὸν δὲ σιωπηλὸν καὶ περὶ ἀργολογίαν ἀκριβαζόμενον ἄγροικον καὶ ἄφωνον ἀποφαίνονται. Ἕτεροι τὸν ἐν Πνεύματι Ἁγίῳ φθεγγόμενον ὡς ὑψηλόφρονα καὶ ὑπερήφανον ἀποστρέφονται, τοῖς λόγοις αὐτοῦ πληττόμενοι μᾶλλον ἢ κατανυσσόμενοι, τὸν δὲ ἀπὸ κοιλίας ἢ ἐκ μαθημάτων τορνολογοῦντα καὶ τῆς αὐτῶν σωτηρίας καταψευδόμενον ὑπερεπαινοῦσι καὶ ἀποδέχονται.

Καὶ οὕτως οὐδεὶς ἐν τοῖς τοιούτοις ἐστὶν ὁ καλῶς καὶ ὡς ἔχει τὸ πρᾶγμα ἰδεῖν καὶ διακρῖναι δυνάμενος.

Ὁ γὰρ ἅπαξ τυφλὸς πρὸς πάντα τυφλός ἐστιν, οὕτω καὶ ὁ κωφὸς ὢν πρὸς πάντα κωφός ἐστιν. Οὐ γὰρ ὁ τυφλὸς τὸν μὲν ὁρᾷ, τὸν δὲ οὔ, οὐδὲ ὁ κωφὸς τοῦ μὲν ἀκούει τῆς φωνῆς, τοῦ δὲ οὔ, ἀλλὰ καθόλου κἀκεῖνος καὶ οὗτος πηροὶ τὰς αἰσθήσεις εἰσίν. Οὕτω τοιγαροῦν πᾶς ἀναίσθητος πρὸς τὸ ἓν πρὸς πάντα ἀναίσθητός ἐστιν, ὡς καὶ ὁ ἔχων αἴσθησιν πρὸς τὸ ἓν ἐν αἰσθήσει πάντων ἐστὶ καὶ τῆς αἰσθήσεως αὐτῶν ἐκτός ἐστιν. Ἐν τῇ αἰσθήσει τῶν πάντων ἐστὶ καὶ ὑπὸ τῆς αἰσθήσεως αὐτῶν οὐ καταλαμβάνεται. Ὁ κωφὸς πρὸς τὸν λόγον κωφὸς πρὸς πᾶσαν φωνήν ἐστιν, ὡς καὶ ὁ ἀκούων τοῦ λόγου τῶν πάντων ἀκούει. Οὗτος κωφεύων ἐστὶ πρὸς πᾶσαν φωνήν· πάντων ἀκούει καὶ οὐδενός, εἰ μὴ τῶν ἐν λόγῳ μόνων τοὺς λόγους ποιουμένων, καὶ οὐδ’ αὐτῶν ἀλλὰ τοῦ λόγου μόνου, τοῦ ἐν τῇ φωνῇ ἀφώνως φθεγγομένου.

Ὁ τυφλὸς πρὸς τὸ ἓν τυφλὸς ὅλως πρὸς πάντα ἐστίν, ὁ δὲ βλέπων ἐν τῷ ἑνὶ ἐν θεωρίᾳ τῶν πάντων ἐστὶ καὶ τῆς θεωρίας τῶν πάντων ἀπέχεται καὶ ἐν τῇ θεωρίᾳ τῶν πάντων γίνεται καὶ ἔξω τῶν θεωρουμένων ἐστίν. Ἐν τῷ ἑνὶ οὗτος ὢν τὰ πάντα ὁρᾷ, καὶ ἐν πᾶσιν ὢν οὐδὲν τῶν πάντων ὁρᾷ. Οὕτως οὖν ὁ βλέπων ἐν τῷ ἑνὶ διὰ τοῦ ἑνὸς καὶ ἑαυτὸν καὶ πάντας καὶ ἅπαντα καθορᾷ, καὶ κεκρυμμένος ὢν ἐν αὐτῷ οὐδὲν τῶν πάντων ὁρᾷ. Ὁ τοίνυν ἀκούων καὶ βλέπων καὶ αἰσθανόμενος οἶδε τῶν λεγομένων τὴν δύναμιν, ὁ δὲ μὴ εἰδὼς πρόδηλός ἐστιν ὅτι οὔτε τὰ αἰσθητήρια τῆς ψυχῆς τετρανωμένα καὶ ὑγιᾶ ἐπιφέρεται. Ὁ δὲ οὕτως ἔχων οὔπω ἔγνω ὅτι «προσκυνητὴς μικτός ἐστιν, ἐπίγειος καὶ οὐράνιος, πρόσκαιρος καὶ ἀθάνατος, βασιλεύων τῶν ἐπὶ γῆς, βασιλευόμενος ἄνωθεν, ἐπόπτης τῆς ὁρωμένης κτίσεως, μύστης τῆς νοουμένης», ὥς πού τίς φησιν ἐν θεολογίᾳ βεβοημένος.

Ἀλλ’ ἐν τιμῇ ὢν παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, καὶ ὁμοιωθεὶς μένει τοιοῦτος ἔτι, μὴ ἐπαναστραφείς, μὴ ἐπανακληθεὶς ἢ ἐπὶ τὸ πρῶτον ἀξίωμα ἀναχθεὶς κατὰ τὴν τῆς οἰκονομίας δωρεὰν τοῦ Δεσπότου καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἔτι δὲ κτῆνος ὢν ἄλογον, ὥσπερ Δαυιτικῶς εἴρηται, ὄνος, τυχόν, ἢ βοῦς ἢ χοῖρος, οἷς οἱ μαργαρῖται τῆς ἀπορρήτου γνώσεως οὐ δίδονται πρὸς Θεοῦ, τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐπουρανίου ἀνθρώπου τε καὶ Θεοῦ, ἐν τῷ λογικῷ καὶ νοερῷ ἀνθρώπῳ οὐδαμῶς ἐνεδύσατο. Ταύτην δὲ μὴ εὐαισθήτως καὶ γνωστῶς ἐνδυσάμενος, αἷμα μόνον ἐστὶ καὶ σάρξ, πνευματικῆς δόξης αἴσθησιν μὴ δυνάμενος διὰ τοῦ λόγου λαβεῖν, καθάπερ καὶ οἱ ἐκ γεννητῆς τυφλοὶ διὰ λόγου μόνου τὸ τοῦ ἡλίου φῶς ἰδεῖν οὐ δύνανται. Ἀλλὰ δεῦτε οἱ τὸ φῶς τὸ νοητὸν ἐν ἑαυτοῖς ἔχοντες, δῶμεν δόξαν δι’ αὐτοῦ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.