Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση ΚΘ': Περί της δυνατότητος επιτεύξεως αγιότητος στη σύγχρονη εποχή
Αναίρεση της πλάνης ότι οι σύγχρονοι πιστοί αδυνατούν να αγιαστούν, τονίζοντας τη σταθερή αξία των δακρύων της μετανοίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση ΚΘ': Περί της δυνατότητος επιτεύξεως αγιότητος στη σύγχρονη εποχή
Αναίρεση της πλάνης ότι οι σύγχρονοι πιστοί αδυνατούν να αγιαστούν, τονίζοντας τη σταθερή αξία των δακρύων της μετανοίας.
Περὶ τοῦ μὴ δεῖν λέγειν, ὅτι ἀδύνατον νῦν εἰς ἄκρον ἐλθεῖν ἀρετῆς τὸν βουλόμενον καὶ τοῖς πάλαι ἁμιλληθῆναι ἁγίοις. Καὶ ὅτι πᾶς ὁ τὰ ἐναντία διδάσκων τῶν θείων Γραφῶν νέαν αἵρεσιν τοῖς πειθομένοις αὐτῷ δογματίζει Καὶ περὶ δακρύων, ὅτι ἐκ φύσεως ἡμῖν τὰ δάκρυα πρόσεστι.
Λόγος ΚΘʹ. Ἀδελφοὶ καὶ πατέρες, πολλοὶ καθ’ ἑκάστην λέγουσιν—ὧν ἀκούομεν καὶ ἡμεῖς λεγόντων—· «Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν ἀποστόλων καὶ τὸν Χριστόν, ὡς ἐκεῖνοι, κατιδεῖν ἠξιώθημεν, ἅγιοι ἂν ἐγενόμεθα καὶ ἡμεῖς ὡς ἐκεῖνοι» —ἀγνοοῦντες ὅτι αὐτὸς ἐκεῖνός ἐστιν, ὁ καὶ τότε καὶ νῦν ἐν ὅλῳ τῷ κόσμῳ λαλῶν. Εἰ γὰρ μὴ ὁ πάλαι καὶ νῦν ἐστιν ὁ αὐτός, ὡσαύτως ὢν κατὰ πάντα Θεὸς κἂν ταῖς ἐνεργείαις κἂν τοῖς τελέσμασι, πῶς ἐν Υἱῷ λέγων ἀεὶ φαίνεται ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ διὰ Πνεύματος ταῦτα· «Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι»;
Ἀλλ’ ἴσως ἐρεῖ τις· «Οὐκ ἔστιν ἴσον τὸ ἐκεῖνον αὐτὸν τότε σωματικῶς ἰδέσθαι καὶ τὸ ἀκούειν νῦν μόνον τῶν λόγων αὐτοῦ καὶ τὰ περὶ ἐκείνου καὶ τῆς βασιλείας αὐτοῦ ἐκδιδάσκεσθαι.» Κἀγώ φημι μὴ εἶναι πάντως ἴσον τὸ νῦν καὶ τὸ τότε, ἀλλὰ κατὰ πολὺ τὸ ἄρτι καὶ τὸ νῦν μεῖζον καὶ εὐκόλως μᾶλλον πρὸς πίστιν πλείονα καὶ πληροφορίαν ἄγον ἡμᾶς ὑπὲρ τὸ τότε σωματικῶς καὶ ἰδεῖν καὶ ἀκοῦσαι αὐτοῦ.
Τότε μὲν γὰρ ἄνθρωπος τοῖς ἀγνώμοσιν Ἰουδαίοις ἐφαίνετο εὐτελής, νῦν δὲ Θεὸς κηρύττεται ἡμῖν ἀληθής. Τότε τοῖς τελώναις καὶ τοῖς ἁμαρτωλοῖς συνανεστρέφετο σωματικῶς καὶ συνήσθιε, νῦν δὲ ἐκ δεξιῶν κάθηται τοῦ Θεοῦ καὶ Πατρός, ὁ μηδέποτε καὶ μηδαμοῦ χωρισθεὶς αὐτοῦ, καὶ τὸν κόσμον ἅπαντα τρέφειν πιστεύεται, καὶ χωρὶς αὐτοῦ οὐδὲν γίνεσθαι λέγομεν—εἰ δὲ καὶ πιστεύομεν—. Τότε καὶ ὑπὸ τῶν εὐτελεστάτων κατεφρονεῖτο λεγόντων· «Οὐχὶ οὗτός ἐστιν ὁ υἱὸς Μαρίας καὶ τοῦ τέκτονος Ἰωσήφ;» νυνὶ δὲ ὑπὸ βασιλέων καὶ ἀρχόντων ὡς τοῦ ἀληθινοῦ Θεοῦ Υἱὸς καὶ ἀληθὴς Θεὸς προσκυνεῖται, καὶ ἐδόξασε καὶ δοξάζει τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ—εἰ καὶ παιδεύει πολλάκις αὐτοὺς ἁμαρτάνοντας—σιδηροῦς αὐτοὺς ὑπὲρ πάντα τὰ ἔθνη, τὰ ὑπὸ τὸν οὐρανόν, ἀντὶ ὀστρακίνων ποιήσας. Τότε ὡς εἷς τῶν λοιπῶν ἀνθρώπων φθαρτὸς καὶ θνητὸς ἐνομίζετο, καὶ μέγα ἦν ἐν ἀνθρωπίνῳ σώματι ἀναλλοιώτως καὶ ἀτρέπτως τὸν ἄμορφον καὶ ἀόρατον, μορφωθέντα Θεὸν καὶ ἄνθρωπον ὅλον βλεπόμενον, μηδὲν πλέον τῶν ἄλλων ἀνθρώπων ἐν τοῖς ὁρωμένοις ἔχοντα, ἀλλ’ ἐσθίοντα καὶ πίνοντα καὶ κοιμώμενον, ἱδροῦντά τε καὶ κοπιῶντα καὶ τὰ ἀνθρώπινα πάντα πλὴν ἁμαρτίας ποιοῦντα, τὸν τοιοῦτον ἐπιγνῶναι καὶ πιστεῦσαι εἶναι Θεόν, τὸν τὸν οὐρανὸν αὐτὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα ποιήσαντα.
Διὰ γὰρ τοῦτο καὶ τὸν Πέτρον εἰπόντα ὅτι· «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος» ἐμακάρισεν ὁ Δεσπότης εἰπών· «Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι—ταῦτα δηλονότι ἰδεῖν καὶ εἰπεῖν—, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Ὥστε ὁ νῦν ἀκούων αὐτοῦ διὰ τῶν ἁγίων Εὐαγγελίων καθ’ ἑκάστην βοῶντος καὶ τὸ τοῦ εὐλογημένου Πατρὸς αὐτοῦ θέλημα διαγγέλλοντος, καὶ μὴ φόβῳ καὶ τρόμῳ ὑπακούων αὐτοῦ καὶ φυλάττων τὰ παρ’ αὐτοῦ προστασσόμενα, οὐδὲ τότε, εἰ παρῆν καὶ ἐκεῖνον αὐτὸν ἐθεάσατο καὶ διδάσκοντα ἤκουσε, πιστεῦσαι αὐτῷ ὅλως ἠνέσχετο ἄν· δέος μὴ καὶ παντάπασιν ἀπιστήσας, ὡς ἀντίθεον αὐτὸν καὶ οὐ Θεὸν ἀληθινὸν λογισάμενος, ἐβλασφήμησε.
Καὶ ταῦτα μὲν οἱ πάντη τῶν ἄλλων παχύτεροι. Τί δὲ οἱ τούτων σεμνότεροι; «Εἰ ἦμεν, φησίν, ἐν τοῖς χρόνοις τῶν ἁγίων πατέρων, ἠγωνισάμεθα ἂν καὶ ἡμεῖς. Βλέποντες γὰρ τὴν ἀγαθὴν αὐτῶν πολιτείαν καὶ τοὺς ἀγῶνας αὐτῶν, ἐζηλώσαμεν ἂν αὐτούς. Νυνὶ δὲ μετὰ ῥαθύμων καὶ ἀμελῶν συναναστρεφόμενοι, συναπαγόμεθα τούτοις καὶ ἀβουλήτως συναπολλύμεθα», —ἀγνοοῦντες, ὡς εἰκός, καὶ αὐτοὶ ὅτι ἐν λιμένι μᾶλλον ἡμεῖς ὑπὲρ ἐκείνους ἐσμέν. Ἐν τοῖς χρόνοις τῶν πατέρων ἡμῶν πολλαί—ἀκουέτωσαν καὶ οὗτοι! — αἱρέσεις ὑπῆρχον, πολλοὶ ψευδόχριστοι, πολλοὶ χριστοκάπηλοι, πολλοὶ ψευδαπόστολοι, πολλοὶ ἦσαν ψευδοδιδάσκαλοι, παρρησίᾳ τὰ τοῦ πονηροῦ ζιζάνια περιϊόντες καὶ σπείροντες καὶ πολλοὺς τοῖς ἑαυτῶν συνήρπασαν λόγοις, ἐξαπατήσαντες αὐτούς, καὶ αὐτῶν τὰς ψυχὰς ἀπωλείᾳ παρέπεμψαν.
Καὶ τοῦτο ἐκ τῶν τοῦ ἁγίου πατρὸς ἡμῶν Εὐθυμίου καὶ Ἀντωνίου καὶ Σάβα βίων ἀληθὲς εἶναι εὑρήσετε. Γέγραπται γὰρ τὸν Ἀντώνιον τότε λαμπροτέραν στολὴν ὑπὲρ τὴν συνήθη ἐνδυσάμενον καὶ ἐπὶ τόπου ὑψηλοῦ ἀνελθόντα φανερῶσαι ἑαυτὸν καὶ ἐπιδείξασθαι, ἵνα ἐμφανὴς γεγονὼς πάντως ὑπὸ τῶν αἱρετικῶν κρατηθῇ καὶ ἀναιρεθῇ· εἰ οὖν μὴ ἦν διωγμός, οὐκ ἂν τοῦτο ἐποίησεν. Ἐπὶ δὲ τῇ γεννήσει τοῦ ἁγίου πατρὸς ἡμῶν Εὐθυμίου, οὐ γέγραπται εὐθυμίαν τηνικαῦτα πρυτανευθῆναι ταῖς ἐκκλησίαις παρὰ Θεοῦ, τῶν διωγμῶν δηλονότι τότε καταπαυθέντων καὶ τῶν αἱρέσεων;
Ἐπὶ δὲ τῷ τέλει τοῦ ὁσίου πατρὸς ἡμῶν Σάβα οὐκ ἀκούετε ὅσα ὑπὲρ τῶν ἐκκλησιῶν καὶ κατὰ τῶν τότε αἱρέσεων ἠγωνίσατο, καὶ ὅσοι τότε τῶν μοναχῶν τοῖς αἱρετικοῖς συναπήχθησαν; Τὰ δὲ ἐπὶ τοῦ ἁγίου Στεφάνου τοῦ Νέου γεγονότα, τί οὐ διωγμοῦ βαρυτάτου καὶ χαλεποῦ ὑπῆρχον;
Ἢ οὐκ ἐννοεῖτε τὸν τότε γεγονότα χειμῶνα καὶ τὸν ὑπερβάλλοντα σάλον τῶν μοναχῶν; Τί δὲ πειρῶμαι τὰ πάντα διεξελθεῖν; Ὅταν γὰρ πρὸ τούτων ἀναμνημονεύσω τῶν ἐπὶ τοῦ μεγάλου Βασιλείου γεγονότων, ὡς ὁ μέγας διηγεῖται Γρηγόριος, καὶ τῶν ἐπὶ τοῦ χρυσορρήμονος Ἰωάννου καὶ τῶν καθεξῆς πατέρων ἁγίων, αὐτός τε ἐγὼ ἐμαυτὸν ταλανίζω καὶ τοὺς ταῦτα μὴ ἀναλογιζομένους κατελεῶ. Οὐ γὰρ ἀκριβῶς ἐπίστανται ὅτι ἅπας ὁ παρελθὼν χρόνος δεινότερος ἦν καὶ τῶν ζιζανίων τοῦ πονηροῦ πεπλησμένος ἀναφανδόν.
Ὅμως οὖν, εἰ καὶ δεινὰ τὰ παρεληλυθότα, ἀλλὰ καὶ νῦν ἔχει πολλοὺς ὁ βίος αἱρετικούς, πολλοὺς λύκους, ἀσπίδας καὶ ὄφεις συναναστρεφομένους ἡμῖν, πλὴν οὐκ ἔχοντας ἐξουσίαν τινὰ καθ’ ἡμῶν, ἀλλ’ οἷον ὑπὸ νύκτα εἰσὶν οἱ τοιοῦτοι τῆς πονηρίας αὐτῶν· καὶ τοὺς μὲν συνερχομένους καὶ ὑπὸ τὸ σκότος γινομένους αὐτῶν ἁρπάζουσί τε καὶ κατεσθίουσι, τοῖς δὲ ἐν τῷ φωτὶ περιπατοῦσι τῶν θείων Γραφῶν καὶ τῇ ὁδῷ πορευομένοις τῶν ἐντολῶν τοῦ Θεοῦ οὐδὲ προσυπαντῆσαι τολμῶσιν, ἀλλὰ καὶ διερχομένους ἰδόντες ἀπὸ τοῦ προσώπου αὐτῶν ὡς ἀπὸ πυρὸς φεύγουσι.
Τίνας οὖν ἄρα ὑπενοήσατε εἰπεῖν με αἱρετικούς; Μὴ τοὺς ἀρνουμένους τὸν Υἱὸν τοῦ Θεοῦ; Μὴ τοὺς βλασφημοῦντας εἰς τὸ Ἅγιον Πνεῦμα καὶ λέγοντας μὴ εἶναι τοῦτο Θεόν; Μὴ τοὺς μείζονα λέγοντας τοῦ Υἱοῦ τὸν Πατέρα; Μὴ τοὺς τὴν Τριάδα εἰς ἑνάδα συγχέοντας ἢ τὸν ἕνα Θεὸν εἰς τρεῖς θεοὺς διατέμνοντας; Μὴ τοὺς Υἱὸν μὲν εἶναι τοῦ Θεοῦ τὸν Χριστὸν λέγοντας, ἐκ γυναικὸς δὲ λαβεῖν τὴν σάρκα τοῦτον μὴ πιστεύοντας; Μὴ τοὺς σάρκα μὲν αὐτὸν ἀναλαβεῖν, ἀλλὰ ἄψυχον φλυαροῦντας; Μὴ τοὺς ἔμψυχον μὲν ταύτην, ὡς ὅλον ἄνθρωπον, οὐχ ἕνα δὲ κατὰ τὴν ὑπόστασιν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν καὶ Υἱὸν τῆς Θεοτόκου Μαρίας χρηματίσαντα, Θεὸν εἶναι λέγοντας, ἀλλ’ εἰς δύο υἱοὺς τὸν ἕνα Χριστὸν διατέμνοντας; Ἀλλὰ μὴ τοὺς τῷ ἀνάρχῳ Πατρὶ ἀρχὴν περιγράφοντας καὶ τὸ «Ἦν, ὅτε οὐκ ἦν» λέγοντας;
Ἢ τοὺς τὸν Πατέρα μὲν ἄναρχον, τὸν δὲ Υἱόν, ὡς ἐξ αὐτοῦ γεννηθέντα, ἀρχὴν μετά τινα χρόνον λαβεῖν ὡς κτίσμα, κακῶς καὶ νοοῦντας καὶ δογματίζοντας; —Οὐκ ἦν γάρ ποτε, φησίν, ὁ Πατὴρ μὴ συνόντος αὐτῷ τοῦ Υἱοῦ· καὶ πῶς Πατὴρ ὁ ἄπαις ὀνομασθήσεται; —Ἀλλὰ μὴ τοὺς ἄλλον μὲν τὸν παθόντα, ἄλλον δὲ εἶναι τὸν ἀναστάντα κηρύττοντας;
Ἄπαγε! Οὐδένα τούτων σοι τῶν ἀσεβῶν καὶ ἀθέων, οὐδὲ τῶν ἄλλων αἱρέσεών τινα λέγω, τῶν ὡς σκότος μὲν φανέντων, ὑπὸ δὲ τῶν τότε λαμψάντων ἁγίων πατέρων ἐξαφανισθέντων. Ἐπὶ τοσοῦτον γὰρ ἡ χάρις τοῦ Παναγίου Πνεύματος ἔλαμψε δι’ αὐτῶν καὶ τῶν εἰρημένων αἱρέσεων τὸ σκότος ἐδίωξεν, ὅτι καὶ μέχρι τοῦ νῦν τὰ θεόπνευστα αὐτῶν συγγράμματα λάμπουσιν ὑπὲρ ἡλίου αὐγάς, ὡς μηδὲ τολμᾶν αὐτοῖς τινα ἀντιφθέγγεσθαι.
Ἀλλὰ περὶ ἐκείνων λέγω καὶ ἐκείνους ὀνομάζω αἱρετικούς, τοὺς λέγοντας μὴ εἶναί τινα ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις καὶ ἐν μέσῳ ἡμῶν τὸν δυνάμενον φυλάξαι τὰς εὐαγγελικὰς ἐντολὰς καὶ κατὰ τοὺς ἁγίους γενέσθαι πατέρας· πρῶτον μὲν πάντων πιστὸν καὶ πρακτικόν—διὰ γὰρ τῶν ἔργων ἡ πίστις δείκνυται, ὡς διὰ τοῦ ἐσόπτρου ἡ τοῦ προσώπου ἐμφέρεια—, ἔπειτα θεωρητικώτατόν τε ὁμοῦ καὶ θεόπτην, ἐν τῷ φωτισθῆναι δηλαδὴ καὶ λαβεῖν Πνεῦμα Ἅγιον καὶ δι’ αὐτοῦ τὸν Υἱὸν σὺν τῷ Πατρὶ κατιδεῖν. Οἱ τοίνυν τοῦτο ἀδύνατον εἶναι λέγοντες οὐ μερικήν τινα αἵρεσιν κέκτηνται, ἀλλὰ πάσας, εἰς οἷόν τε εἰπεῖν, ὡς ταύτης πάσας ἐκείνας τῇ ἀσεβείᾳ καὶ τῇ τῆς βλασφημίας ὑπερβολῇ ὑπεραιρούσης καὶ καλυπτούσης. Ὁ τοῦτο λέγων ἀνατρέπει πάσας τὰς θείας Γραφάς. Εἰς μάτην, οἶμαι, λέγει ὁ μάταιος τὸ ἅγιον ἄρτι λέγεσθαι Εὐαγγέλιον, εἰς μάτην τὰς τοῦ Μεγάλου Βασιλείου καὶ τῶν λοιπῶν ἱερέων καὶ ὁσίων πατέρων ἡμῶν γραφὰς ἀναγινώσκεσθαι ἢ καὶ γραφῆναι διαμαρτύρεται.
Εἰ οὖν ἃ ὁ Θεὸς λέγει καὶ πάντες οἱ ἅγιοι πρῶτον μὲν ἅπαντα ἔπραξαν, εἶτα καὶ γράψαντες εἰς νουθεσίαν ἡμῶν κατέλιπον, ἀδύνατον ἡμῖν ἔργῳ ταῦτα ποιῆσαι καὶ ἀπαραλείπτως φυλάξαι, τί ὅτι καὶ τότε ἐκεῖνοι κοπιάσαντες ἔγραψαν καὶ νῦν ἐπὶ ἐκκλησίας ἀναγινώσκονται; Οἱ ταῦτα λέγοντες τὸν οὐρανόν, ὃν ὁ Χριστὸς ἡμῖν ἤνοιξε, κλείουσι καὶ τὴν πρὸς ἐκεῖνον ἄνοδον, ἣν αὐτὸς ἐκεῖνος ἡμῖν ἐνεκαίνισε, διακόπτουσιν. Ἄνωθεν γὰρ ἐκείνου τοῦ ἐπὶ πάντων Θεοῦ πρὸς τῇ πύλῃ οἱονεὶ τοῦ οὐρανοῦ ἱσταμένου καὶ διακύπτοντος καὶ ὑπὸ τῶν πιστῶν ὁρωμένου καὶ διὰ τοῦ ἁγίου Εὐαγγελίου βοῶντος καὶ λέγοντος· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς», οἱ ἀντίθεοι οὗτοι ἤ, μᾶλλον εἰπεῖν, ἀντίχριστοι λέγουσιν· «Ἀδύνατον τοῦτο, ἀδύνατον!» Πρὸς οὓς εἰκότως ὁ Δεσπότης μεγαλοφώνως φησίν· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι! Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ τυφλῶν, ὅτι ὑμεῖς εἰς τὴν βασιλείαν οὐκ εἰσέρχεσθε καὶ τοὺς θέλοντας εἰσελθεῖν κωλύετε.» Ἐκείνου τοὺς νῦν πενθοῦντας ἀναφανδὸν μακαρίζοντος, οὗτοι ἀδύνατόν φασι καθ’ ἑκάστην πενθεῖν καὶ κλαίειν τινά.
Ὢ τῆς ἀναισθησίας καὶ τοῦ ἀπυλώτου στόματος, μιαρὰς ἐκπέμποντος κατὰ τοῦ Θεοῦ τοῦ Ὑψίστου φωνὰς καὶ τὰ τοῦ Χριστοῦ πρόβατα ποιοῦντος γίνεσθαι θηριάλωτα, ὑπὲρ ὧν αὐτὸς ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ τὸ αἷμα ἐκένωσεν.
Ὄντως καλῶς περὶ τῶν τοιούτων ὁ θεοπάτωρ προφητεύων λέγει Δαυίδ· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη· καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Διατί γάρ, εἰπέ μοι, ἀδύνατον; διὰ τίνος δὲ ἄλλου οἱ ἅγιοι ἐπὶ τῆς γῆς ἔλαμψαν καὶ φωστῆρες ἐν κόσμῳ γεγόνασιν;
Εἰ ἦν ἀδύνατον, οὐδ’ ἂν ἐκεῖνοι ταῦτα κατορθῶσαί ποτε ἠδυνήθησαν. Ἄνθρωποι γὰρ ὑπῆρχον κἀκεῖνοι, ὡς καὶ ἡμεῖς, καὶ οὐδὲν πλέον ἡμῶν ἐκέκτηντο, εἰ μὴ προαίρεσιν εἰς τὸ ἀγαθόν, σπουδήν τε καὶ ὑπομονὴν καὶ ταπείνωσιν καὶ ἀγάπην πρὸς τὸν Θεόν. Ταῦτα τοιγαροῦν κτῆσαι καὶ αὐτός, καὶ γενήσεταί σοι πηγὴ δακρύων ἡ νυνὶ πετρώδης ὑπάρχουσα ψυχή. Εἰ δὲ σὺ μὴ θέλεις θλιβῆναι καὶ στενοχωρηθῆναι, κἂν τὸ πρᾶγμα μὴ λέγε εἶναι ἀδύνατον. Ὁ γὰρ τοῦτο λέγων ἀπαρνεῖται τὴν κάθαρσιν· χωρὶς γὰρ δακρύων οὐκ ἠκούσθη ἀπὸ τοῦ αἰῶνος καθαρθῆναι ψυχὴν τοῦ ῥύπου τῆς ἁμαρτίας, τὴν μετὰ τὸ βάπτισμα ἁμαρτήσασαν. Διὰ γὰρ τοῦ βαπτίσματος ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου τῆς γῆς, ἐκχέας τὸ Πνεῦμα τὸ Ἅγιον αὐτοῦ πλουσίως. Ἀλλά, ὡς παρὰ τῆς θείας Γραφῆς ἀκήκοα, καὶ ἐν αὐτῷ τῷ βαπτίσματι ἡλικιῶταί τινες βαπτιζόμενοι, τῇ ἐπελεύσει κατανυγέντες τοῦ Πνεύματος, ἐδάκρυσαν· οὐχὶ ἐνώδυνα καὶ ἐπίπονα δάκρυα, ἀλλ’ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος καὶ δωρεᾷ τῇ ἐκείνου γλυκέα ὑπὲρ μέλι, ἀπονητί πως καὶ ἀψοφητὶ διὰ τῶν ὀφθαλμῶν ταῦτα κενώσαντες.
Οἱ οὖν καταξιωθέντες ποτὲ ἐν πείρᾳ τοιούτων δακρύων γενέσθαι τὰ εἰρημένα γνωρίσουσι καὶ ἀληθῆ ταῦτα εἶναι συμμαρτυρήσουσιν, ὥς μοι καὶ ἡ θεολόγος συμμαρτυρήσει φωνή. Φησὶ γάρ· «Προσφερέτω τις, ὁ μὲν τόδε, ὁ δὲ τόδε», καὶ πολλὰ ἐν μέσῳ ἀπαριθμησάμενος, ὕστερον πάντων ἐβόησε· «Πάντες δάκρυα, πάντες κάθαρσιν, πάντες ἀνάβασιν καὶ τὸ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι.» Μή τι οὖν διεστείλατο ἢ διεχώρισεν ἐν τούτῳ τῶν ἄλλων τινάς, καὶ τοῖς μὲν ὡς δυνατὸν εἶναι τοῦτο ἔφησε, τοῖς δὲ ὡς ἀδύνατον; Μή, ὡς ὑμεῖς φατε ἀσυνέτως—ἵνα καὶ ἀξίως καθάψωμαι ὑμῶν, ἀπερίτμητοι ταῖς καρδίαις καὶ τοῖς ὠσίν—, ὅτι τινὲς ἔλαχον φύσεως σκληρᾶς καὶ οὐκ ἄν ποτε δυνηθεῖεν κατανυγῆναι καὶ κλαῦσαι, τοῦτο καὶ ὁ μέγας Γρηγόριος εἴρηκε; Μὴ γένοιτο! Οὔτε φύσις ἀνθρώπου ἐστὶ μὴ φυσικῶς ἔχουσα μᾶλλον τὰ δάκρυα καὶ τὸ κλαίειν καὶ τὸ πενθεῖν, οὔτε ὁ ἅγιος οὗτος, οὔτε ἕτερός τις τῶν ἁγίων, τοῦτο εἶπεν ἢ ἔγραψεν. Ὅτι δὲ ἐκ φύσεως τὸ κλαίειν πᾶσιν ἡμῖν πρόσεστιν, αὐτὰ τὰ γεννώμενα βρέφη σε διδαξάτωσαν.
Ἅμα γὰρ τῷ προελθεῖν τῆς γαστρὸς καὶ πεσεῖν ἐπὶ τῆς γῆς κλαίουσι, καὶ τοῦτο σημεῖον ζωῆς ταῖς μαίαις καὶ ταῖς μητράσιν ἐνδείκνυται. Εἰ γὰρ μὴ κλαύσει τὸ βρέφος, οὐδὲ ζῆν λέγεται· κλαῦσαν δὲ δείκνυσιν αὐτόθι ὅτι συνεπόμενον ἡ φύσις ἔχει ἀπὸ γεννήσεως τὸ πένθος ὁμοῦ καὶ τὰ δάκρυα. Ὡς δὲ καὶ ὁ ἅγιος πατὴρ ἡμῶν ἔλεγε Συμεὼν ὁ Στουδιώτης, ὅτι μετὰ τοῦ τοιούτου κλαυθμοῦ ὀφείλει καὶ ζῆσαι τὸν παρόντα βίον ὁ ἄνθρωπος καὶ μετ’ αὐτοῦ συναποθανεῖν, εἰ ἄρα καὶ σωθῆναι βούλεται καὶ εἰς τὴν μακαρίαν ζωὴν εἰσελθεῖν, ἐπειδὴ τὸ τῆς γεννήσεως δάκρυον δηλωτικόν ἐστι τῶν δακρύων τῆς παρούσης ἡμῶν ἐνταῦθα ζωῆς. Ὡς γὰρ ἡ τροφὴ καὶ ἡ πόσις ἀναγκαία ἐστὶ τῷ σώματι, οὕτω καὶ τὰ δάκρυα τῇ ψυχῇ, ὥστε ὁ μὴ καθ’ ἑκάστην κλαίων —ὀκνῶ γὰρ εἰπεῖν καθ’ ὥραν, ἵνα μὴ δόξω βαρύς—, λιμῷ τὴν ψυχὴν διαφθείρεται καὶ ἀπόλλυται.
Εἰ τοίνυν συνεπόμενόν ἐστι τῇ φύσει τὸ κλαίειν ὁμοῦ καὶ τὰ δάκρυα, καθὼς ἀποδέδεικται, μηδεὶς τὸ τῆς φύσεως ἀγαθὸν ἀπαρνήσηται, μηδεὶς ὄκνῳ καὶ ῥαθυμίᾳ τοῦ τοιούτου καλοῦ στερήσειεν ἑαυτόν, μηδεὶς κακίᾳ καὶ πονηρίᾳ καὶ ὑπερηφανίᾳ ψυχῆς ἀλαζὼν γένηται καὶ εἰς ἀντιτυπίαν λίθου παρὰ φύσιν μετενεχθῇ, ἀλλὰ σπουδῇ τῇ καλλίστῃ πρὸς τὰς ἐντολὰς χρησάμενος τοῦ Θεοῦ, φυλαξάτω τὸ μέγα τοῦτο δῶρον, παρακαλῶ, ἄσυλον ἐν τῇ ἑαυτοῦ καρδίᾳ, διατηρῶν αὐτὸ ἐν εὐτελείᾳ καὶ ταπεινώσει, ἐν ἀκακίᾳ ψυχῆς καὶ ἁπλότητι, ἐν ὑπομονῇ τῶν πειρασμῶν καὶ διηνεκεῖ μελέτῃ τῶν θείων Γραφῶν, μετανοῶν ἀεὶ καὶ διαπαντὸς τῶν οἰκείων μνημονεύων σφαλμάτων, καὶ μηδεὶς τῆς τοιαύτης ἐργασίας ἀμελείτω. Εἰ δέ τις ἀπεγνωκὼς τῆς ἑαυτοῦ σωτηρίας ἐπὶ κλίνης ῥαθυμίας ἀνάκειται, κἂν μὴ λεγέτω καὶ τοῖς σπουδαίοις τοῦτο εἶναι ἀδύνατον. Ὁ γὰρ τοῦτο λέγων αὐτὴν ἡμῖν πᾶσιν ἀποκλείει τὴν πύλην τῆς βασιλείας τῶν οὐρανῶν.
Ἄνελε γὰρ τὰ δάκρυα καὶ συνανεῖλες τούτοις τὴν κάθαρσιν· καθάρσεως δὲ δίχα οὐδεὶς ὁ σῳζόμενος, οὐδεὶς ὁ ὑπὸ τοῦ Κυρίου μακαριζόμενος, οὐδεὶς ὄψεται τὸν Θεόν. Εἰ δὲ ταῦτα οὕτως ἐπακολουθεῖ τοῖς μὴ πενθοῦσι κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, πῶς οὐχ αἱρετικῶν πάντων, εἰπέ μοι, χείρων αὕτη ἡ αἵρεσις; Ἀλλὰ γὰρ διὰ κενῆς, τὸ καθ’ ὑμᾶς, λοιπὸν ἡ τοῦ Θεοῦ συγκατάβασις καὶ ἀνάβασις γέγονεν, ἤργησε τῶν ἀποστόλων τὸ κήρυγμα, ἤργησαν τῶν ἁγίων ἁπάντων αἱ κατηχήσεις, αἱ πρὸς τὸ πένθος ἡμᾶς ἀεὶ ἐκκαλούμεναι. Πᾶσα Γραφὴ θεόπνευστος ἀνωφελὴς εἰς ὑμᾶς τοὺς οὕτως ἔχοντας καὶ φρονοῦντας, ὡς ὁρῶ, γέγονεν.
Ὡς γὰρ ἀσπὶς κωφὴ καὶ τὰ ὦτα βύσαντες καὶ ὑμεῖς, τῷ τριβωνίῳ μόνῳ καὶ τῷ κουκουλίῳ καὶ ἀναλάβῳ—οἱ δὲ καὶ τῷ βαθυτάτῳ καὶ σεμνῷ πώγωνι—τὴν σωτηρίαν τῶν ψυχῶν ὑμῶν, ὡς οἴομαι, ἐπιγράφεσθε καὶ τούτοις θαρροῦντες ἐγκαλλωπίζεσθε. Ἀλλὰ θαρσεῖτε, γυμνοὶ καὶ τετραχηλισμένοι—εἰ καὶ μὴ ἀκούειν ἐθέλοιτε καθ’ ἑκάστην ἐκβοώσης ὑμῖν μεγάλα τῆς θείας Γραφῆς—παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα καὶ λήψηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε πονηρόν.
Εἰ δὲ ὅσον οὔπω εἰς πάντας τοῦτο γενήσεται, ποῦ ἔσται τότε ἡ τὰ σώματα ἡμῶν καλύπτουσα καὶ κοσμοῦσα στολή; Ποῦ οἱ ἀνάλαβοι οἱ περιφανεῖς; Ποῦ τὰ στίλβοντα παλλία καὶ διαφανῆ; Ποῦ τὰ εὐειδῆ σανδάλια καὶ στερρά; Ποῦ οἱ λῶροι, οἱ γυναικείαις ζώναις παρόμοιοι; Ποῦ τῶν ἀρχόντων ἡ ἀπαντή; Ποῦ τῶν ἀσπασμῶν ἡ προτίμησις; Ποῦ οἱ τῆς πρωτοκαθεδρίας ἀγῶνες; Ποῦ ἡ τῶν τραπεζῶν πολυτέλεια;
Ποῦ—ἵνα καὶ τοῦτο εἴπω—τὸ προλαβεῖν τὸν ἀδελφὸν καὶ τῶν προκειμένων λαβεῖν τὰ πλείω καὶ τιμιώτερα, ὅπερ ἐγὼ πρῶτος καὶ οἱ ὡς ἐγὼ πάσχομεν μάταιοι; Ποῦ τότε ὁ τύφος καὶ ἡ ἀλαζονεία ἡμῶν καὶ τὸ ἄρχειν καὶ ἄρχεσθαι;
Ποῦ αἱ εὐρύχωροι κέλλαι καὶ ὡς παστοὶ κεκαλλωπισμέναι λαμπρῶς; Ποῦ τῶν διακονιῶν καὶ διακονητῶν ἡ προτίμησις, ἐν αἷς τῶν ἄλλων προτερεύειν νομίζομεν; Ποῦ ὁ ἀκρατὴς καὶ ἄσεμνος γέλως; Ποῦ τὰ δεῖπνα τὰ πολυτελῆ καὶ βραδέα τὰ ἄριστα καὶ αἱ ἐν τούτοις ἄκαιροι ὁμιλίαι; Ποῦ τὰ μεγάλα τότε ὀνόματα; Ποῦ ἡ ἁγιωσύνη ἣν ἔχειν νῦν νομιζόμεθα ἢ νομίζομεν; Ποῦ οἱ νῦν κόλακες καὶ ἐμπαῖκται, οἱ ἁγίους ἡμᾶς ἀποκαλοῦντες καὶ τὴν τρίβον τῶν ποδῶν ἡμῶν ἐκταράσσοντες;
Ποῦ οἱ ἐπηρμένοι θρόνοι καὶ οἱ ἐκ τούτων δοκοῦντες εἶναι τῶν ἄλλων περιφανέστεροι; Ποῦ ἡ περιδρομὴ καὶ σπουδὴ τοῦ ἐν κατασχέσει γενέσθαι τινὸς ἢ τῆς μειζοτέρας ἀρχῆς; Ποῦ ἡ ἀντιλογία καὶ ἀνυποταξία καὶ τὸ μὴ θέλειν τινὰ τοῦ ἑτέρου φανῆναι δεύτερον; Ποῦ τῶν συγγενῶν ἡ προσπάθεια; Ποῦ τῶν πρὸς ἡμᾶς παραγενομένων κοσμικῶν καὶ ἀρχόντων ἡ περιφάνεια, δι’ ὧν οἴομαι καὶ δοκῶ πρῶτος ἐγὼ ὁ ταλαίπωρος τῶν ἄλλων περιφανέστερος γίνεσθαι;
Ποῦ ἡ δοκοῦσα φρόνησις τῶν περιφανῶν ἐν τῇ γνώσει καὶ τῇ σοφίᾳ τοῦ κόσμου; Ποῦ ἡ οἴησις καὶ τὸ δοκεῖν εἶναί τι, μηδὲν ὄντων ἡμῶν; Ποῦ ἡ εὔστροφος τότε γλῶσσα καὶ τὰ ὡς ἀπὸ πηγῆς ῥητορεύματα; Ποῦ τότε, μᾶλλον δὲ νῦν, σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου, ἵνα ἐπανιὼν ἔλθῃ καὶ καθεσθῶμεν ἅμα καὶ περὶ τῆς φοβερᾶς ἡμέρας καὶ ὥρας ἐκείνης συμβουλευσώμεθα καὶ πάντα κάλων —τὸ δὴ λεγόμενον—ἐν ἑαυτοῖς ἡμῖν καὶ ἐν ταῖς θείαις Γραφαῖς κινήσαντες καὶ ἀκριβῶς ἐρευνήσαντες, διδαχθῶμεν ἐκεῖθεν καὶ μάθωμεν τί ἐστιν, ὃ ἡμᾶς ὠφελῆσαι ἰσχύσει τότε, κἀκεῖνο πολλῇ τῇ σπουδῇ ἐκλεξώμεθα;
Ὄντως, ἀδελφοί μου ἀγαπητοί, ὡς πᾶσα Γραφὴ διαρρήδην βοᾷ, μεγάλη ἀνάγκη, μέγας φόβος καὶ τρόμος λήψεται ἐν τῇ ὥρᾳ ἐκείνῃ τοὺς κατ’ ἐμὲ ῥαθύμους καὶ χαύνους καὶ ὀκνηρούς. Μακάριος δέ ἐστιν, ἀδελφοί, ὁ ὑποκάτω πάσης κτίσεως κείμενος νῦν, πενθῶν τε καὶ κλαίων νύκτα καὶ ἡμέραν ἐνώπιον τοῦ Θεοῦ, ὅτι ἐκ δεξιῶν αὐτοῦ ἐστολισμένος τότε σταθήσεται. Μακάριος ὁ ταῦτα ἀκούων καὶ μὴ μόνον στενάζων μηδέ, ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος, παρατρέχει τὸν χρόνον αὐτοῦ τῆς ζωῆς ἀνωφελῶς, ἀλλ’ ὁ ἅμα τῷ ἀκοῦσαι τοῦ Κυρίου λέγοντος· «Μετανοεῖτε!», εὐθὺς τοῦ ἔργου ἀρχόμενος. Ὁ τοιοῦτος γὰρ ὡς ὑπήκοος καὶ εὐγνώμων δοῦλος ἐλεηθήσεται καὶ οὐχὶ μετὰ τῶν ἀνηκόων κατακριθήσεται, καὶ νῦν μὲν ἐκ πάντων ἀπαλλαγήσεται τῶν παθῶν, πασῶν δὲ τῶν ἀρετῶν ἐργάτης γενήσεται δόκιμος, ἐν δὲ τῷ αἰῶνι τῷ μέλλοντι κατατρυφήσει τῶν ἀπορρήτων ἀγαθῶν τοῦ Θεοῦ μετὰ πάντων τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων αὐτῷ, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.