Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση Λ': Περί μετανοίας, εξομολογήσεως και έναρξης ασκητικού βίου

Οδηγίες προς τους εισερχομένους στη μοναχική πολιτεία, εξέταση συνειδήσεως, αποφυγή διψυχίας και ελπίδα στη θεία χάρη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 31 από 35

Περὶ μετανοίας καὶ ἀρχῆς ἐπαινετοῦ βίου, ὅπως δεῖ τὸν μετανοοῦντα καθ’ ἑκάστην ποιεῖν. Ἐν ᾧ καὶ περὶ δακρύων ἅμα καὶ κατανύξεως.

Λόγος Λʹ. Ἀδελφοί μου ἀγαπητοί, ἀκούσατέ μου τῶν λόγων τὴν δύναμιν καὶ ὡς εἰς ἀγαθὴν οὖσαν ὑμῖν συμβουλὴν προσδέξασθε ἀσμένως αὐτὴν καὶ ποιῆσαι προθυμήθητε εἰς κοινὴν ἐμοῦ τε καὶ ὑμῶν ὠφέλειαν. Οὕτω γὰρ κατὰ βραχὺ διὰ τῶν δοκούντων μικρῶν βαδίζοντες, ἐπὶ τὰ τελεώτερα προκόπτοντες ἀνερχόμεθα καὶ ἄνδρες γινόμεθα τέλειοι ἐν Χριστῷ.

Ὁ δὲ σκοπὸς τοῦ λόγου ἐστὶ τοιοῦτος· ἐξερχόμενοι τῆς ἐκκλησίας μὴ ἄρξησθε μετεωρίζεσθαι εἰς μάταια καὶ ἀνωφελῆ, ἵνα μὴ ἐλθὼν ὁ διάβολος καὶ ἐν τούτοις ἐνασχολουμένους εὑρίσκων ὑμᾶς, ὥσπερ τις εὐθὺς κορώνη τὸν κόκκον τοῦ σίτου ἐκ τοῦ πεδίου πρὶν ἢ ὑπὸ τὴν γῆν καλυφθῆναι αἴρουσα πέταται, οὕτω καὶ αὐτὸς ἄρῃ τὴν μνήμην τῶν λόγων τούτων τῆς κατηχήσεως ἐκ τῆς καρδίας ὑμῶν καὶ πάλιν διαμείνητε κοῦφοι καὶ κενοὶ τῆς σωτηρίου διδασκαλίας· ἀλλὰ εἰ μέν τις ἐξ ὑμῶν ἐργόχειρον ἢ διακονίαν ἐπετράπη ποιεῖν καὶ ἐργάζεσθαι, ἀπελθέτω κάτω νεύων καὶ προσέχων ἑαυτῷ, ἐργαζόμενος δὲ καὶ διακονῶν λεγέτω ἐν ἑαυτῷ· «Ὢ πόσας ἡμέρας παρῆλθον καὶ χρόνους τῆς Ζωῆς μου μετεωριζόμενος ὁ ἄθλιος καὶ γελῶν! Ὢ πῶς ἐματαιώθην ἀκούων μέχρι τοῦ νῦν τὰς θείας Γραφὰς καὶ μὴ καθόλου γνοὺς τὸ ἐκ τούτων ὠφέλιμον! Τί με ὠφέλησεν ἡ παροῦσα ζωή; Ἰδοὺ παρῆλθον ἔτη τῆς ζωῆς μου τόσα καὶ τόσα.

Τίς οὖν οἶδεν, εἰ ζήσομαι ἕως τῆς αὔριον; Ἔφαγον ἐπὶ ἔτη πολλά, ἐνέπλησά μου τὴν γαστέρα κρεῶν, οἴνου καὶ ἀδηφαγίας πολλῆς. Ἐκαλλωπίσθην ἱματίοις, ἔπαιξά τε ὁμοῦ καὶ ἐγέλασα κατ’ ἐμοῦ, ἐπερισσεύθην ἐν νομίσμασι τόσοις ἢ τόσοις καὶ ἐξοδιάσας αὐτὰ ἐπὶ ματαίοις ἀνάλωσα, μετὰ ταῦτα πάλιν ἐκτησάμην ἕτερα. Λοετροῖς ἐχρησάμην εἰς κόρον καὶ μύροις, ἵππους καὶ ἡμιόνους ἐπιβέβηκα, τραπεζῶν πολλῶν καὶ πολυτελῶν ἀπήλαυσα, τῷ πλησίον ἐφθόνησα, ἐλοιδόρησα, πεπόρνευκα, ἔκλεψα, ἐψευσάμην. Συνήθεσι καὶ φίλοις συνανεστράφην περιδόξοις καὶ πλουσίοις καὶ ἄρχουσι συνηυλίσθην. Ὄνομα ἐν τῷ βίῳ περιφανὲς ἐκτησάμην, ἐπὶ ἁπαλῶν στρωμνῶν ἀνεκλίθην, ἀνέπαυσα τὸ σῶμα τοῦτο τὸ γήϊνον, ὕπνον εἰς κόρον ὕπνωσα. «Τί οὖν με τούτων ἁπάντων ὠφέλησε μέχρι τοῦ νῦν ἢ ἐν τῇ ἐξόδῳ τῆς ταλαιπώρου ψυχῆς μου ὠφελήσει με, εἰ αὔριον ὁ ἔχων ἐξουσίαν πάσης πνοῆς ἀπὸ τοῦ κόσμου τούτου κελεύσει ἀρθῆναί με; Ὄντως οὐδέν! Λοιπὸν οὖν μὴ μάτην κἂν τὰς ὑπολοίπους διάξω ἡμέρας τῆς ἐνταῦθα ζωῆς μου, ἀλλὰ βάλλω ἀπὸ τοῦ παρόντος ἀρχὴν καὶ πάντα καταλιπὼν ἐκεῖνα, τὰ ἐναντία τούτοις ὡς οἱ ἅγιοι πατέρες κἀγὼ διαπράξομαι.

Καὶ νηστεύσω μὲν ἐπὶ τοσοῦτον ἀντὶ τῆς προλαβούσης ἀδηφαγίας μου, ἕως οὗ μηδὲ τὴν γλῶσσαν πρὸς συντυχίαν κινῆσαί με δύνασθαι, θλίψω δὲ τὴν γαστέρα ἐν πείνῃ καὶ δίψῃ, καὶ δαμασθήσεται πάντως ἡ ἀδάμαστος γλῶσσά μου, ἀλλὰ μὴν καὶ εἰς στυγνότητα καὶ ὠχρότητα καὶ λύπην ἅμα τούτοις ἐλεύσομαι καὶ τοῦ γαυριάματος τῶν λογισμῶν ἐλευθερωθήσομαι καὶ τοῦ μετεωρίζεσθαι καὶ παίζειν καὶ γελᾶν σὺν τούτοις εὐκόλως παύσομαι. Περιβαλοῦμαι εὐτελῆ καὶ τὰ πολύτιμα δώσω τοῖς πένησι, σκορπίσω σὺν αὐτοῖς καὶ ὅσον χρυσίον κέκτημαι εἰς χεῖρας τῶν δεομένων· τί γάρ μοι καὶ τὸ μεριμνᾶν περὶ τούτων ἀπὸ τοῦ νῦν, εἰ τῷ τὰ πάντα τρέφοντι ὅλον ἐμαυτὸν ἀναθήσομαι;

Ἵππους ἐπιβαίνειν καὶ ἡμιόνους ἀποτάξομαι, τοὺς συγγενεῖς καὶ φίλους καὶ συνήθεις ἅπαντας ἀρνήσομαι· ὁ γὰρ πλέον τοῦ Θεοῦ πάντως τινὰ ἀγαπῶν οὐκ ἔστιν αὐτοῦ ἐκείνου, ὡς αὐτὸς λέγει, ἄξιος. Λοετροῦ οὐχ ἅψομαι, ἐπὶ κλίνης στρωμνῆς μου οὐκ ἀναβήσομαι, ἀλλὰ χαμευνίᾳ καὶ ξηροκοιτίᾳ ἐμαυτὸν προθύμως ἐκδῶ, ἵνα ὀλίγον ὑπνώσω καὶ μὴ βουλόμενος, ὑπὸ τῆς ξηρασίας στενοχωρούμενος. Τί γάρ, ἐὰν καὶ ἀποθάνοιμι, ἆρα δὲ ζῆν εἰμι ἄξιος; «Οὕτω γὰρ ποιῶν, ἐγειρόμενος μεσονύκτιον, προσπέσω καὶ κλαύσω ἐν θλίψει τῆς ἁμαρτησάσης ψυχῆς μου καὶ πρὸς τὸν Θεὸν ἐν στεναγμοῖς καὶ δάκρυσιν εἴποιμι· Δέσποτα, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, οἶδα ὅτι ἥμαρτον ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπων καὶ αὐτῶν τῶν ἀλόγων ζῴων καὶ ἑρπετῶν ἐνώπιόν σου, τοῦ φοβεροῦ καὶ ἀπροσίτου Θεοῦ μου, καὶ οὐκ εἰμὶ ἄξιος ἐλέους τυχεῖν ὅλως ποτὲ παρὰ σοῦ.

Διὰ γὰρ τοῦτο οὐδὲ ἐτόλμων προσελθεῖν ἢ προσπεσεῖν σοι, φιλάνθρωπε βασιλεῦ, εἰ μὴ ἤκουσα τῆς ἁγίας φωνῆς σου λεγούσης· «Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν», καὶ πάλιν ὅτι «χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» Ἀλλὰ γὰρ μνησθεὶς καὶ τῆς περὶ τοῦ ἀσώτου υἱοῦ παραβολῆς ἥνπερ εἴρηκας, Δέσποτα, —ὅπως ἐρχομένου αὐτοῦ, πρὸ τοῦ πλησίον σου γενέσθαι αὐτόν, σὺ ὁ εὔσπλαγχνος προσελθὼν ἐπέπεσας τῷ τραχήλῳ αὐτοῦ καὶ κατεφίλησας αὐτόν—, θαρρήσας εἰς τὸ πέλαγος τῆς σῆς ἀγαθότητος προσῆλθόν σοι ἐν ὀδύνῃ καὶ λύπῃ καὶ στυγνότητι τῆς καρδίας μου, πεπωρωμένος ὢν καὶ τετραυματισμένος δεινῶς καὶ εἰς πέταυρον ᾅδου τῶν ἐμῶν ἀνομιῶν χαλεπῶς κείμενος. Πλὴν ἀπὸ τοῦ νῦν λόγον σοι δίδωμι, Κύριε, ὅτι ἕως κελεύσεις εἶναί με ἐν τῷ βίῳ καὶ τούτῳ τῷ σώματι, οὐκ ἐγκαταλείψω σε, οὐδὲ εἰς τὰ ὀπίσω στραφήσομαι, οὐκ ἔτι ἅψομαι τῶν ματαίων καὶ πονηρῶν. Σὺ δέ, ὁ Θεός μου, ἐπιγινώσκεις μου τὴν ἀσθένειαν, τὴν ταλαιπωρίαν, τὴν ὀλιγοψυχίαν μου καὶ τὰς μελλούσας με τυραννεῖν καὶ ἐκθλίβειν προλήψεις. Βοήθησόν μοι, προσπίπτω σοι, καὶ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἐπὶ πολὺ καταγελᾶσθαί με ἐάσῃς καὶ καταπαίζεσθαι ὑπὸ τοῦ ἐχθροῦ, τὸν ἀπὸ τοῦ παρόντος δοῦλον σόν, ἀγαθέ.»

Ταῦτα τοίνυν δι’ ὅλης τῆς ἡμέρας διαλογίζεσθαι καὶ βουλεύεσθαι ὀφείλει ἐν ἑαυτῷ ὁ ἄρτι τὸν κόσμον ἀποφυγὼν καὶ μετανοῆσαι προθυμηθείς, ἀδελφοί, ὁ μαθεῖν βουληθεὶς τὴν τέχνην ταύτην τῶν τεχνῶν τῆς ἐναγωνίου ζωῆς καὶ ἀσκήσεως, καὶ διὰ τοῦτο πρὸς τὸ στάδιον τῆς ἀθλήσεως αὐτῆς εἰσελθών. Διὸ καὶ πρὸς τὸν τοιοῦτον ποιήσομαι τὴν παραίνεσιν, εἴπου καὶ μέσον ἡμῶν ἕστηκε καὶ τὰ ἐπιπονώτερα παρ’ ἡμῶν ἀκοῦσαι διψᾷ καὶ τοῦ ἔργου ἐπείγεται τῆς ἀληθινῆς μετανοίας ἀπάρξασθαι.

Πρὸς γοῦν τοῖς εἰρημένοις, ἀγαπητέ, μηδὲ τροφῆς μεταλάβῃς ἕως ἑσπέρας. Ἑσπέρας δὲ εἰσελθὼν ἐν τῷ κελλίῳ, κάθισον ἐπὶ τῆς κλίνης σου καί, ἅπαντα τὰ εἰρημένα ἐν σεαυτῷ ἀναλογισάμενος, εὐχαρίστησον ἐν πρώτοις ὅτι φθάσαι κατηξιώθης τὸ τέλος τῆς ἡμέρας καὶ τὴν ἀρχὴν τῆς νυκτός. Εἶτα κατανόησον σεαυτὸν καὶ ἐνθυμήθητι ὅσα ἥμαρτες τῷ ποιήσαντί σε Θεῷ καὶ πόσα ἔτη ἐμακροθύμησεν ἐπὶ σοί, ἐάσας σε ζῆν καὶ χαρισάμενός σοι ἅπαντα τὰ πρὸς ἀπόλαυσιν τοῦ σώματος, τροφὴν λέγω καὶ πόσιν, ἐνδύματα καὶ σκεπάσματα καὶ αὐτὴν τὴν κέλλαν καθίσαι, καὶ οὐκ ὠργίσθη, οὐκ ἀπεστράφη σε διὰ τὰς ἁμαρτίας σου, οὐδὲ τῷ θανάτῳ ἢ τοῖς δαίμοσι παραδέδωκε τοῦ ὀλέσαι σε.

Τούτων οὖν ἁπάντων ἀναμνημονεύσας καλῶς, ἀνάστα καὶ τὸ ψιάθιον θεὶς ἐπὶ γῆς καὶ μικρόν τινα λίθον εἰς προσκεφάλαιον, προευτρέπισον τὴν κοίτην ἐν ᾗ μέλλεις ἀνακλιθῆναι. Καὶ ἄκουσον! Ὑποτίθημί σοι καὶ ἕτερον τρόπον θερμῆς ὡς ἀληθῶς μετανοίας, πρόξενόν σοι γενόμενον διὰ τάχους δακρύων καὶ κατανύξεως, καὶ μάλιστα εἰ λιθώδης τις εἶ τῇ καρδίᾳ καὶ πρὸς πένθος βραδὺς καὶ ἀκατάνυκτος. Ἀλλὰ μὴ παράδοξόν σοι καὶ ἀσύνηθες τοῖς πιστοῖς, ὃ μέλλω σοι συμβουλεύσασθαι, ἀβασανίστως καταφανῇ.

Ὁ μὲν γὰρ ἑαυτὸν φυλάξας μετὰ τὸ βάπτισμα ἄσπιλον τῷ Θεῷ καὶ τὸ κατ’ εἰκόνα διατηρήσας τῷ ποιήσαντι καὶ πλάσαντι ἄχραντον, οὐδενὸς ἑτέρου πρὸς ἀνάκλησιν ἐπιδεηθῇ τῶν ἱσταμένων, τυγχάνων ἐν τῷ Θεῷ. Ὁ δὲ μολύνας ἑαυτὸν μετὰ τοῦτο πράξεσιν ἀτόποις καὶ ἀνομίαις καὶ τὸν ναὸν τοῦ σώματος αὐτοῦ, τὸν οἶκόν φημι τοῦ Θεοῦ, οἶκον ἡδονῶν καὶ παθῶν καὶ δαιμόνων ἀσώτως ἀπεργασάμενος, οὐ μόνον οὗ μέλλω εἰπεῖν σοι καὶ συμβουλεύσασθαι τρόπου πρὸς μετάνοιαν χρῄζει, ἀλλὰ καὶ ἑτέρων μεθόδων πολλῶν καὶ ἐπινοιῶν μετανοίας εἰς τὸ ἐξιλεώσασθαι τὸν Θεὸν καὶ ἀνακαλέσασθαι πρὸς ἑαυτόν, ὅπερ διὰ τῆς ἐφαμάρτου ζωῆς ἀπώλεσε, θεῖον ἀξίωμα. Καὶ πειθέτω σε τοιαῦτα πολλὰ περιέχων ὁ «Περὶ μετανοίας» λόγος τῆς Κλίμακος Ἰωάννου, τοῦ θείου πατρός.

Τίς δέ ἐστιν ὁ τρόπος, ὅν σοι πατρικῶς συμβουλεύων ὑποτίθημι, τῆς μετανοίας, ἄκουσον ἀσκανδαλίστως καὶ συνετῶς, ἀδελφέ. Μετὰ γοῦν τὸ προευτρεπίσαι, ὥσπερ εἴρηται, τὸ τῆς κοίτης ψιάθιον ἐν ᾗ μέλλεις ἀνακλιθῆναι, στῆθι εἰς προσευχὴν ὡς κατάκριτος. Ποίησον ἐν πρώτοις Τρισάγιον, εἶτα εἶπον τὸ Πάτερ ἡμῶν· καὶ τοῦτο λέγων μνήσθητι τίς ὢν ὁποῖον καὶ τίνα πατέρα καλεῖς. Ὅτε δὲ εἰπεῖν ἔλθῃς τὸ Κύριε ἐλέησον καὶ ἐκτεῖναι θελήσῃς τὰς χεῖράς σου εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, πρὸς αὐτὸν ἐμβλέψας τοῖς αἰσθητοῖς ὀφθαλμοῖς καὶ προσχὼν αὐταῖς καὶ τῇ διανοίᾳ ἑαυτὸν ἐπισυνάξας, μνήσθητι τῶν φαύλων σου ἔργων, καὶ ὅσα ἥμαρτες δι’ αὐτῶν καὶ ὁποίων ποτὲ ἥψω ἔργων ἴσως αἰσχρῶν δι’ αὐτῶν, καὶ φοβήθητι λέγων ἐν σεαυτῷ· «Οὐαί μοι τῷ ἀκαθάρτῳ καὶ μιαρῷ! Μήποτε ἰδών με ὁ Θεὸς τὰς χεῖράς μου ἁπλοῦντα ἀναιδῶς ἔμπροσθεν αὐτοῦ μνησθῇ μου τῶν ἀνομιῶν, ὧν ἔπραξα δι’ αὐτῶν, καὶ πῦρ ἐκπέμψει κατ’ ἐμοῦ καὶ ἐκλείξει με.» Στρέψας οὖν αὐτὰς εἰς τὰ ὀπίσω καὶ συνδήσας, ὡς ἐπὶ θάνατον ἀγόμενος, ἐκ βάθους στενάξας ψυχῆς εἶπον ἐλεεινῇ τῇ φωνῇ· «Ἐλέησόν με τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον τοῦ ζῆν, ἄξιον δὲ πάσης ὄντως κολάσεως» καὶ ἄλλα ὅσα ἡ τοῦ Θεοῦ χάρις δῴη σοι τοῦ εἰπεῖν. Ἀναμνημονεύων δὲ τῶν ἐφαμάρτων σου πράξεων, τύπτε σφοδρῶς καὶ ἀφειδῶς σεαυτὸν λέγων· «Πῶς τὰ καὶ τά, πονηρὲ καὶ ἄθλιε, πέπραχας;»

καὶ πάλιν στρέψον τὰς χεῖρας καὶ ἵστασο δεόμενος τοῦ Θεοῦ. Εἶτα ῥάπιζε πάλιν τὸ πρόσωπόν σου, τίλλε τὰς τρίχας σου, σύρων αὐτάς, ὡς ξένου τινὸς καὶ ἐπιβούλου σοι γεγονότος ἐχθροῦ, καὶ εἰπέ· «Διατί τὰ καὶ τὰ πεποίηκας;» καὶ οὕτω μαστίξας σεαυτὸν ἱκανῶς, δῆσον τότε τὰς χεῖράς σου ἔμπροσθεν καὶ στῆθι ἐν ἱλαρᾷ τῇ ψυχῇ. Ποιήσας δὲ ψαλμοὺς δύο ἢ τρεῖς νουνεχῶς καὶ προσκυνήσεις, ὅσας νοήσεις σεαυτὸν δύνασθαι, στῆθι πάλιν σύννους καὶ τὰ προειρημένα ἀναλογίζου ἐν σεαυτῷ, εἴποτε καὶ δῴη ὁ Θεὸς ἐλθεῖν ἐπὶ σὲ δάκρυα καὶ κατάνυξιν.

Καὶ εἰ μὲν τοῦτο γένηται, μὴ ὑποχωρήσῃς ἕως ἂν παρέλθωσιν· εἰ δ’ οὖν, μὴ θλιβῇς, ἀλλ’ εἰπὲ ταῦτα πρὸς ἑαυτόν· «Ἡ κατάνυξις καὶ τὰ δάκρυα τῶν ἀξίων καὶ πρὸς ταῦτα ηὐτρεπισμένων εἰσί. Σὺ δὲ πόσα ἔτη παρεκάλεσας τὸν Θεὸν ἢ ἐδούλευσας αὐτῷ; Διὰ ποίων σου ἔργων ηὐτρέπισας πρὸς ὑποδοχὴν αὐτῶν σεαυτόν; Οὐκ ἀρκεῖ σοι ὅτι καὶ ζῇς;» Ταῦτα εἰπὼν καὶ εὐχαριστήσας κατασφραγισάμενος πρόσωπόν τε καὶ στῆθος καὶ ὅλον τὸ σῶμά σου τῷ σημείῳ τοῦ τιμίου σταυροῦ, ἐπὶ τοῦ ψιαθίου σου πεσὼν ἀνακλίθητι.

Ὅτε δὲ ἔξυπνος γένῃ, μὴ στραφῇς ἐπὶ τὸ ἕτερον μέρος, ἀλλ’ εὐθὺς ἀναστὰς πάλιν εὖξαι τῷ προειρημένῳ τρόπῳ καὶ μηκέτι ὑπνώσῃς, ἀλλὰ εὐχῇ καὶ ἀναγνώσει καρτέρησον, ἕως οὗ τὸ ξύλον κρούσει, καὶ τότε μετὰ πάντων εἰς τὴν σύναξιν ἄπελθε καὶ στῆθι ἐν τῷ ναῷ, ὡς μετὰ ἀγγέλων ἐν τῷ οὐρανῷ, σύντρομος, ἀνάξιον ἑαυτὸν ἡγούμενος καὶ τῆς ἐκεῖσε μετὰ τῶν ἀδελφῶν παραστάσεως. Ἱστάμενος δὲ πρόσεχε σεαυτῷ, τοῦ μὴ βλέπειν ὧδε κἀκεῖσε καὶ περιεργάζεσθαι τοὺς ἀδελφούς, πῶς ἕκαστος ἵσταται ἢ πῶς ψάλλει, ἀλλὰ σεαυτῷ μόνῳ καὶ τῇ ψαλμῳδίᾳ καὶ ταῖς ἁμαρτίαις σου πρόσεχε. Μιμνήσκου δὲ καὶ τῆς ἐν τῷ κελλίῳ εὐχῆς, μὴ συντύχῃς ὅλως ἐν τῇ συνάξει τινὶ λόγον ἀργόν, μὴ ἐξέλθῃς ἐκεῖθεν πρὸ τῆς ἐσχάτης εὐχῆς. Εἰ δυνατόν, μηδὲ εἰς ἀνάγνωσιν καθίσῃς, ἀλλ’ ἐν τόπῳ κρυπτῷ ὑποχώρει καὶ ἵστασο ἀκούων, ὡς ἐκείνου αὐτοῦ σοι λαλοῦντος διὰ τοῦ ἀναγνώστου, τοῦ ἐπὶ πάντων Θεοῦ.

Εἰ δὲ καὶ αὐτὸς προτραπῇς εἰς ἀνάγνωσιν, ὡς ἀνάξιος ὢν τοῦ ἐκδιηγεῖσθαι διὰ τοῦ στόματός σου τὰς θεοπνεύστους τοῖς ἀδελφοῖς σου Γραφάς, οὕτω διάκεισο, καὶ τελειώσας τὴν θείαν ἀνάγνωσιν καὶ τὴν συνήθη μέλλων εἰς ἀμφοτέρους τοὺς χοροὺς βαλεῖν μετάνοιαν, μὴ καταφρονητικῶς μηδὲ ῥαθύμως, ἀλλ’ ὡς υἱοὺς Θεοῦ καὶ ἁγίους ἅπαντας λογιζόμενος, προσπεσὼν καὶ τῷ ἐδάφει προσεγγίσας τὴν κεφαλήν σου, λέγε μυστικῶς ἐν τῇ καρδίᾳ σου πρὸς πάντας αὐτούς· «Εὔξασθε καὶ συγχωρήσατέ μοι, τῷ ἁμαρτωλῷ καὶ ἀναξίῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἅγιοι τοῦ Θεοῦ.» Ἐὰν δὲ καὶ κανοναρχῆσαι προσταχθῇς, μὴ ῥαθύμως μηδὲ ἐκλυομένως τοῦτο ποιῇς, ἀλλὰ νουνεχῶς καὶ νηφόντως ὡς ἐνώπιον τοῦ ἐπὶ πάντων βασιλέως Χριστοῦ τὰ θεῖα λόγια διὰ τῆς σῆς φωνῆς ὡς διὰ χειρὸς τοῖς ἀδελφοῖς διανέμων, καὶ φοβοῦ μή τινι καταφρονητικῶς παραλείψῃς δοῦναι τὸν ζωοοποιὸν ἄρτον ἤτοι τὸν λόγον, ὡς εἴρηται, τοῦ Θεοῦ καὶ ἐκβληθήσῃ ἔξω ὡς καταφρονητής, οὐ λέγω σοι ταύτης ἔξω τῆς ἐκκλησίας, ἀλλὰ τῆς βασιλείας τῶν οὐρανῶν. Ἐξελθὼν οὖν μετὰ τὴν ἀπόλυσιν, μνήσθητι ὅπως τὴν χθὲς ἡμέραν διήνυσας καί, εἰ ἐσφάλης ἔν τινι, διόρθωσαι σήμερον.

Ταῦτα τοιγαροῦν εἰ ἐμμείνῃς ποιῶν, οὐ βραδύνει Κύριος τοῦ ποιῆσαι τὸ ἔλεος αὐτοῦ μετὰ σοῦ, ἐγὼ τοῦ εὐσπλάγχνου ἐγγυητής, ἐγὼ τοῦ φιλανθρώπου, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἐμαυτὸν ὑποτίθημι ἀντιφωνητήν! Ἀποθανοῦμαι ἐγώ, ἐὰν ὑπερίδῃ σε. Ἀντὶ σοῦ τῷ πυρὶ τῷ αἰωνίῳ παραδοθήσομαι, ἐὰν ἐγκαταλείψῃ σε. Μόνον μὴ ἐν δισταγμῷ καρδίας, μηδὲ ἐν διψυχίᾳ ταῦτα ποιῇς!

Τί δέ ἐστι τὸ ἐν δισταγμῷ καὶ διψυχίᾳ; Πρόσεχε, ἀγαπητέ! Δισταγμὸς καρδίας ἐστὶ τὸ λογίζεσθαι ἢ ὅλως ἐνθυμεῖσθαι ἐν ἑαυτῷ ὅτι «Ἢ ἐλεήσει με ὁ Θεὸς ἢ οὔ;» Τὸ «οὔ» τοῦτο ἀπιστίας ἐστίν. Εἰ δὲ μὴ πιστεύεις ὅτι ἐλεῆσαί σε θέλει μᾶλλον ἐκεῖνος πλέον ἢ ὅσον προσδοκᾷς σύ, τί καὶ προσέρχῃ παρακαλῶν αὐτόν; Διψυχία δέ ἐστι τὸ μὴ εἰς θάνατον τελείως ἑαυτὸν ἐκδοῦναι ὑπὲρ τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ μεριμνᾶν ὅλως τι εἰς ζωὴν τῆς σαρκὸς αὐτοῦ.

Τοῦτο μόνον, εὖ ἴσθι, ὀφείλει φυλάξασθαι ὁ ἐμπόνως μετανοῶν, ἵνα μὴ ἑαυτὸν διά τινος μηχανῆς ἀποκτείνῃ καὶ αὐτοφονευτὴς γένηται, οἷον ἢ κρημνῷ ῥίψας ἑαυτὸν ἢ ἀγχόνῃ χρησάμενος ἢ ἕτερόν τι ἐναντίον διαπραξάμενος.

Τῶν δὲ λοιπῶν, δι’ ὧν οἶδε τρέφεσθαι τὸ σῶμα καὶ ζῆν, μηδεμίαν φροντίδα ποιείτω κατὰ τὸ λόγιον· «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα, τὰ εἰς χρείαν δηλονότι τοῦ σώματος ὑμῶν ἐπιτήδεια, προστεθήσεται ὑμῖν.» Δύναται γὰρ ὁ ἐναγώνιον ἔχων τὸν βίον καὶ ζῶν κατὰ τὸ Εὐαγγέλιον, μετὰ μόνου ἄρτου καὶ ὕδατος ἀποτρέφεσθαι καθ’ ἑκάστην καὶ ζῆν, καὶ μᾶλλον ἐκεῖνος εὐεκτεῖ ἢ οἱ τῶν ἁβροτέρων τραπεζῶν ἀπολαύοντες. Διὸ τοῦτο καὶ ὁ Παῦλος εἰδὼς ἔλεγε καὶ ἀεὶ λέγει· «Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα», καὶ πάλιν· «Ἵνα ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἔχοντες, μὴ ὦμεν πεποιθότες ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς.» Ἰδοὺ τοιγαροῦν εἴπομέν σοι, ἀγαπητὲ ἀδελφέ, ὅπως προσελθεῖν σε δεῖ τῷ Θεῷ καὶ ὁποίαν αὐτῷ ἐπιδείξασθαι τὴν μετάνοιαν. Μὴ οὖν ἀποστῇς ἕως τῆς ἐσχάτης σου ἀναπνοῆς, μηδὲ ἐπιλάθῃ τῆς καλῆς συμβουλῆς ἐμοῦ τοῦ ἁμαρτωλοῦ· οὐ γὰρ ἔπραξα ταῦτα καὶ ἀπὸ πράξεως ἐμῆς εἶπόν σοι, ἀλλὰ ἡ χάρις τοῦ Θεοῦ διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν δέδωκέ μοι ταῦτα εἰπεῖν.

Εἰ οὖν ταῦτα Θεοῦ συνεργοῦντός σοι ποιήσειας, ἐγχρονίζοντός σου εἰς τὸ ἔργον τοῦτο τῆς μετανοίας, κατ’ ὀλίγον αὐτὸς σὺ νοήσειας ἔτι μείζονα ἄλλα μυστήρια, ὑπὸ τῆς ἄνωθεν χάριτος αὐτὰ διδασκόμενος, καὶ χαρισθήσεταί σοι οὐ μόνον δακρύων πηγή, ἀλλὰ καὶ πάντων παθῶν διὰ τῶν τοιούτων πράξεων ἀλλοτρίωσις. Τὸ γὰρ ζητεῖν ἀεὶ μετάνοιαν καὶ κατάνυξιν, ἐρευνᾶν τε τίνα τὰ βοηθοῦντα καὶ συνεργοῦντα εἰς τὸ πενθεῖν καὶ κλαίειν καὶ κατανύσσεσθαι καὶ μετὰ σπουδῆς αὐτὰ διαπράττεσθαι, ἀλλὰ μηδὲ προτιμᾶν ἐν μηδενὶ ἑαυτὸν ἢ τὸ τῆς σαρκὸς ὅλως ποιεῖν θέλημα, συντόμως εἰς προκοπὴν φέρει τὸν ἄνθρωπον καὶ εἰς κάθαρσιν καὶ ἀπάθειαν, καὶ Πνεύματος Ἁγίου κοινωνὸν αὐτὸν ἀπεργάζεται, οὐ μόνον δὲ ἀλλὰ καὶ Ἀντωνίου, Σάβα καὶ Εὐθυμίου, τῶν μεγάλων πατέρων, ἴσον ἀποκαθίστησι.

Καὶ ταῦτα μὲν ἐὰν ἀκούσῃς μου καὶ ἀγαπήσῃς τὴν μετάνοιαν καὶ κατάνυξιν· εἰ δὲ μὴ θελήσῃς ἀκοῦσαί μου καὶ τὰ εἰρημένα ἔργον ἀδιάλειπτον κτήσασθαι, μήτε σὺ μήτε ἕτερος βλασφημείτω καὶ λεγέτω τοῦτο ἀδύνατον, μηδὲ ὅτι· «Ἐξηγόρευσα, ἔχω τόσους χρόνους ἢ τόσους», μηδὲ ἀπαριθμείτω μοι διάδοσιν καὶ διασκόρπισιν πλούτου καὶ χρυσίου, μηδὲ λεγέτω· «Τόσους ἢ τόσους ἀπὸ τῶν ἐμοὶ ὑπαρχόντων χρυσίων ἐνέδυσα γυμνούς, πεινῶντας ἔθρεψα, διψῶντας ἐπότισα, πάντα μου διεσκόρπισα, ἀφικόμην εἰς τόδε τὸ ὄρος, εἰσῆλθον εἰς τόδε τὸ σπήλαιον, τὸν τοῦ Κυρίου τάφον κατέλαβον, εἰς τὸ ὄρος ἀνῆλθον τῶν Ἐλαιῶν, καὶ νῦν εἰσῆλθον εἰς τόδε τὸ μοναστήριον καὶ ἀπεκάρην ἢ καὶ προαποκαρθεὶς κάθημαι ἐν ἑνὶ κελλίῳ, ποιῶν τόσας ἢ τόσας εὐχάς· καὶ μετὰ τούτων σωθήσομαι καὶ ἀρκετόν μοί ἐστι!» Μὴ τοίνυν ἀπάτα σεαυτόν, ἀδελφέ, ὅστις εἶ, μηδὲ παραμυθοῦ σεαυτὸν διακένοις ἐννοίαις, ἀφρόνως τοῦτο ποιῶν. Ταῦτα γὰρ πάντα καλὰ καὶ λίαν καλά, ἀλλὰ σπόρος εἰσίν, εὖ ἴσθι, ἀγαπητέ. Ἴδε οὖν, ὡς ἐν ὑποδείγματι λέγω, τὴν χώραν ἐνέωσας καὶ ἐδιβόλησας, ἐτριβόλησας, ἔσπειρας. Ἔγνως ἆρα τὸν σπόρον προκύψαντα ἐκ τῶν λαγόνων τῆς γῆς;

Ἔγνως αὐξήσαντα; Ἔγνως στάχυας φθάσαντας; Ἔγνως λευκά σου τῆς ψυχικῆς γῆς τὰ λήϊα καὶ πρὸς θερισμὸν ἕτοιμα; Ἔτιλλας στάχυας ἐξ αὐτῶν, ἔψωχες ταῖς χερσίν, ἵνα γυμνὸν ἴδῃς τὸν καρπὸν τῶν πόνων σου; Ἰδὼν δὲ τοῦτον, ἐτράφης ἆρα εἰς κόρον καὶ δύναμιν ἔλαβες;

Εἰ οὖν ταῦτα οἶδας, προσκυνῶ σου τοὺς πόδας καὶ κατασπάζομαι καὶ τὰ ἴχνη τούτων καταφιλῶ· οὐ γάρ εἰμι ἄξιος τὸ πρόσωπόν σου ἀσπάσασθαι. Καὶ χαῖρε καὶ ἀγαλλία, μετὰ χαρᾶς συλλέγων ἃ κόπῳ καὶ πόνῳ πολλῷ ἔσπειρας.

Εἰ δὲ ἀγνοεῖς καὶ αὐτὰ τὰ παρ’ ἐμοῦ σοι λεγόμενα καὶ οὐδὲ εἰ ἐσπάρη ἐν τῇ γῇ σού τι τῶν κρειττόνων καρπῶν —λέγω δὴ ἐν τῷ χωρίῳ τῆς καρδίας σου—ἔγνωκας, τί ὠφέλησας, εἰπέ μοι, περικυκλεύσας τὰ πέρατα καὶ εἰς τὰ ἔσχατα τῆς θαλάσσης γενόμενος; Πάντως οὐδέν! Ἂν γὰρ ἐλεήσω τὸν κόσμον ἅπαντα ἐκ τῶν οὐκ ἐμῶν—ὅμως ἔστω ἐμῶν—, ἐμαυτὸν δὲ περιΐδω γυμνὸν καὶ πένητα καὶ εἰς τὰ ἔσχατα τῆς πενίας γενόμενον καὶ οὕτω μέλλοντα ἐν πενίᾳ τῶν ἀγαθῶν ἀποθανεῖν καὶ τῷ βήματι τοῦ Χριστοῦ παραστῆναι τῷ φοβερῷ, τί μοι τὸ ὄφελος; Ἐνδεδυμένους ἡμᾶς δεῖ καὶ ἐστολισμένους τοῦ βίου τούτου καὶ τοῦ σώματος ἐξελθεῖν, εἴ γε καὶ βουλοίμεθα ἐν τῷ γάμῳ τῷ βασιλικῷ συνανακλιθῆναι τοῖς φίλοις τοῦ βασιλέως. Τί δέ ἐστιν ὃ ἐγὼ καὶ πάντες ὀφείλομεν ἐπενδύσασθαι, ἵνα μὴ γυμνοὶ τότε εὑρεθῶμεν; Ὁ Χριστός, ἀδελφοί, καὶ Θεός! Ἐὰν δὲ πᾶσαν αὖθις τὴν ὑπὸ τὸν οὐρανὸν γῆν περιέλθω ὡς μίαν οἰκίαν καὶ οὐδεμίαν καταλίπω χώραν ἢ πόλιν ἢ ἐκκλησίαν, ἐν ᾗ οὐκ εἰσέλθω καὶ προσκυνήσω καὶ εὔξομαι καὶ τὰ ἐν αὐτοῖς καλῶς ἱστορήσω καὶ ἀκριβῶς, τῆς δὲ βασιλείας ἀποπέσω τῶν οὐρανῶν, οὐκ ἦν μοι κρεῖσσον μὴ γεννηθῆναι μηδὲ πεσεῖν ἐπὶ γῆς, ἢ ἀναπνεῦσαι τοῦτον δὴ τὸν ἀέρα καὶ τὸν ἥλιον ὀφθαλμοῖς κατιδεῖν; Ναὶ ὄντως, κρεῖσσόν μοι κατὰ πολὺ ἦν!

Τί οὖν ποιήσω, ἵνα μὴ ταύτης ἐκπέσω; Ἂν τὰ προειρημένα ἅπαντα διαπραξάμενος, Πνεῦμα Ἅγιον λήψωμαι· τοῦτο γάρ ἐστιν ὁ σπόρος Χριστοῦ, δι’ οὗ συγγενεῖς αὐτοῦ γινόμεθα οἱ πένητες ἡμεῖς καὶ βροτοί, ὃς ἐὰν πέσῃ εἰς τὴν γῆν τὴν καλὴν καρποφορεῖ ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν, καὶ τοῦτο αὐτό ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, τὰ δ’ ἄλλα ἅπαντα τούτου χωρὶς οὐδὲν ὠφελοῦσιν. Ἐὰν γὰρ μὴ ἑαυτοὺς ἡμᾶς, ὦ ἀδελφοί, ἐλεήσωμεν καὶ διὰ μετανοίας εὑρήσωμεν τὰς ψυχὰς ἡμῶν κεκαθαρμένας καὶ πλήρεις φωτός, οὐδὲν ἡμᾶς ὠφελήσει τῶν ἄλλων ἁπάντων ἡ ἐργασία, καθώς φησιν ὁ Κύριος ἡμῶν καὶ Θεός· «Τί ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» καὶ πάλιν· «Ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν, ὁ δὲ εὑρὼν αὐτὴν ἀπολέσει αὐτήν.» Εἰ οὖν ἐγὼ μὴ ἀπολέσω τὴν ψυχήν μου τῷ προτέρῳ τρόπῳ, ὡς εἴρηκα, εἰς θάνατον ἐμαυτὸν ἐκδεδωκὼς διὰ τὸν Χριστόν, καὶ πάλιν εὕρω αὐτὴν ζήσασαν τὴν ζωὴν τὴν αἰώνιον, τί μοι τὸ ὄφελος τῶν λοιπῶν ἁπάντων, ὦ φίλοι καὶ ἀδελφοί; Οὐδὲν ὄντως, οὐδὲν ἡμᾶς οὐ μὴ ὠφελήσει, ἠγαπημένοι δοῦλοι Χριστοῦ, οὐδὲ τοῦ αἰωνίου πυρὸς ἐξελεῖται, ἐὰν μὴ πάντα καὶ πάντας ἀφέντες ἑαυτοὺς ἡμᾶς μόνους ἐπισκεψώμεθα.

Τί δέ ἐστι τὸ ἑαυτοὺς ἐπισκέψασθαι; Ἐν ἑτέρᾳ τοῦτο, ὦ ἀδελφοί, κατηχήσει ταμιευσόμεθα, τὴν συμμετρίαν τοῦ λόγου πραγματευόμενοι. Αὐτὸς δὲ ὁ Θεός, ἡ ἀληθινὴ Σοφία, ὁ καταξιώσας γενέσθαι διδάσκαλος ἡμῶν τῶν ἁμαρτωλῶν, αὐτὸς δίδαξόν με εἰπεῖν ἐμαυτῷ τε καὶ τοῖς συνδούλοις καὶ ἀδελφοῖς μου τὰ πρὸς σωτηρίαν ψυχῆς. Σὺ γὰρ εἶ ὁ ὁδηγὸς καὶ φωτισμὸς τῶν ψυχῶν ἡμῶν, ὁ διδοὺς λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος καὶ ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.