Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση ΛΑ': Περί πνευματικής προσοχής και ερμηνείας των Μακαρισμών
Η διαρκής αυτοεξέταση και η ανάλυση των Μακαρισμών ως βαθμίδων για τη συμφιλίωση με τον Θεό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση ΛΑ': Περί πνευματικής προσοχής και ερμηνείας των Μακαρισμών
Η διαρκής αυτοεξέταση και η ανάλυση των Μακαρισμών ως βαθμίδων για τη συμφιλίωση με τον Θεό.
Περὶ τοῦ πῶς δεῖ ἕκαστον ἑαυτὸν ἐπισκέπτεσθαι καὶ τὰ καθ’ ἑαυτὸν ἐπιμελῶς ἐρευνᾶν. Καὶ πῶς τὰ ἑαυτοῦ ἀντιπαρατιθέναι χρὴ ταῖς ἐντολαῖς τοῦ Χριστοῦ.
Λόγος ΛΑʹ. Ἀδελφοὶ καὶ πατέρες, ἐν τῇ προλαβούσῃ κατηχήσει, διὰ τὸ μὴ τὸν λόγον μηκύνειν ἐπὶ πολύ, τὰ κατηχηθέντα τότε ἐλλιπῆ κατελίπομεν, εἰπεῖν ἐπειγόμενοι τί ἐστι τὸ ἑαυτὸν ἐπισκέψασθαι· νυνὶ δὲ διὰ τῆς παρούσης κατηχήσεως ἀποδοῦναι ἥκομεν τὸ χρέος ὑμῖν τοῦ λόγου, ὡς ἐπὶ τοῦτο τεθέντες καὶ ἀεὶ χρεωστοῦντες διδόναι τῇ ἀγάπῃ ὑμῶν τοῦ λόγου τὸ σιτομέτριον.
Τί οὖν ἐστιν, ὡς τηνικαῦτα προείπομεν, τὸ προσχεῖν καὶ ἑαυτὸν ἐπισκέψασθαι; Τὸ προσχεῖν ἕκαστον ἑαυτῷ τοῦτό ἐστι, τὸ καθ’ ἑαυτὸν εἰπεῖν· «Μή τί γε ἄρα τὸ οἱονοῦν πάθος κατέχῃ με; Καὶ γὰρ ὡς ἐν ταῖς θείαις ἀκούω Γραφαῖς, ὅτι ὁ ἔχων ἓν μόνον πάθος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὐκ εἰσέρχεται, γέγραπται γάρ· ‘Ἐάν τις τὸν νόμον ὅλον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος.’» Ὁμοίως δὲ καὶ τὸ ἑαυτὸν ἐπισκέπτεσθαι τοιοῦτόν ἐστιν, ἐν τῷ λέγειν καθ’ ἑαυτόν· «Μήποτε τήνδε ἢ τήνδε τὴν ἐντολὴν παρημέλησα, ἢ ἀμελῶ καὶ καταφρονῶ αὐτῆς καὶ ταύτην οὐ διαπράττομαι; λέγει γὰρ ὁ Χριστὸς καὶ Θεός· ‘Ἰῶτα ἓν ἢ μία κεραία ἀπὸ τοῦ νόμου τῶν ἐντολῶν μου οὐ μὴ παρέλθῃ, ἕως ἂν πάντα γένηται’, καὶ πάλιν· ‘Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξας οὕτω ποιεῖν τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν’.» Ἀλλὰ γὰρ προσέχειν δεῖ καὶ ταῖς θείαις Γραφαῖς, κἀκείνων ἀναγινωσκομένων βλέπειν ὀφείλει ὁ ἄνθρωπος ἑαυτόν, κατανοεῖν τε καὶ καταμανθάνειν ὡς ἐν ἐσόπτρῳ τὴν ἑαυτοῦ ψυχήν, ἐν ποίοις ἐστίν. Οἷόν τι λέγω; Ἀκούει λέγοντος τοῦ Κυρίου· «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Μνησθῆναι οὖν ὀφείλει ὅπως διέρχεται τὰς ἡμέρας αὐτοῦ. Καὶ ἐὰν καλῶς μετανοῇ, ἐπαυξήσῃ καὶ ἐπιτείνῃ τὴν ἐργασίαν αὐτοῦ· εἰ δὲ ἀμελῶς, διορθώσηται.
Πάλιν ἀκούει αὐτοῦ λέγοντος· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Ὀφείλει τοίνυν ἐξετάζειν καὶ δοκιμάζειν ἀεὶ ἑαυτὸν εἰς πᾶν συνάντημα εὐτελές, ὕβρεώς φημι, ἀτιμίας καὶ ἐξουδενώσεως, καὶ οὕτω βλέπειν εἰς ἑαυτόν, εἰ ἄρα καὶ ἔστιν ἡ ἀρετὴ αὕτη ἐν αὐτῷ τῆς ταπεινώσεως ἢ οὔ· ὁ γὰρ ταύτην κεκτημένος φέρει πάντα ἀλύπως καὶ ἀβαρῶς, μὴ κεντούμενος ἔν τινι τῶν γινομένων τὴν καρδίαν αὐτοῦ. Εἰ δὲ καὶ μικρὸν κεντηθῇ, ἀλλ’ οὐ τελείως ταράσσεται· ὑπὲρ δὲ τοῦ κεντήματος μᾶλλον ἐκείνου τῆς καρδίας αὐτοῦ, ὅτι ὅλως μικρὸν ἐλυπήθη καὶ οὐχὶ μετὰ χαρᾶς μᾶλλον τὰ συμβάντα ἐδέξατο, μαστίζει ἑαυτὸν καὶ εὐτελίζει, λυπεῖται καὶ κλαίει, εἰσερχόμενος ἐν τῷ ταμιείῳ τῆς ψυχῆς ἢ τῆς κέλλης αὐτοῦ, καὶ οὕτω προσπίπτων τῷ Θεῷ ἐξομολογεῖται αὐτῷ, ὡς πᾶσαν ἀπολέσας τὴν ἑαυτοῦ ζωήν.
Εἶτα πάλιν ἀκούει· «Μακάριοι οἱ πενθοῦντες». Καὶ σκόπει πῶς οὐ λέγει οἱ πενθήσαντες, ἀλλ’ οἱ ἀεὶ πενθοῦντες· σκοπεῖν οὖν καὶ ἐνταῦθα ὀφείλομεν, εἰ καθ’ ἡμέραν πενθοῦμεν. Ἐὰν γὰρ ταπεινοὶ ἀπὸ τῆς μετανοίας γενώμεθα, εὔδηλον ὅτι οὐ μὴ παρέλθῃ ἡμῖν ἡμέρα ἢ μία νὺξ ἄνευ δακρύων καὶ πένθους καὶ κατανύξεως.
Καὶ πάλιν· «Μακάριοι οἱ πραεῖς.» Τίς δὲ καθ’ ἑκάστην πενθῶν ὀργίλως ζῶν διαμείνῃ καὶ μὴ πραῢς γένηται; Ὥσπερ γὰρ φλὸξ πυρὸς ὑπὸ ὕδατος, οὕτως ὑπὸ τοῦ πένθους καὶ τῶν δακρύων ὁ θυμὸς τῆς ψυχῆς σβέννυται· καὶ τοσοῦτον ὡς χρονίσαντά τινα ἐν τούτῳ, εἰς ἀκινησίαν μετατεθῆναι καὶ ἐλθεῖν τὸ θυμικὸν τῆς ψυχῆς αὐτοῦ. Διὸ βλέπειν ὀφείλει τις καὶ ἐν τούτῳ ἑαυτόν, εἰ πρᾶος ὄντως ἐστίν—ὁ γὰρ τοιοῦτος ἐν οὐδενὶ ἀνέχεται παράβασιν ἰδεῖν τῆς ἐντολῆς τοῦ Θεοῦ, ἀλλ’ ὡς ἐκεῖνος ἁμαρτάνων ὑπὲρ τῶν ἁμαρτανόντων ἀδιαλείπτως θρηνεῖ—· εἶθ’ οὕτως, εἰ τὴν δικαιοσύνην πεινᾷ καὶ διψᾷ τοῦ Θεοῦ· ἔστι γὰρ καὶ δικαιοσύνην τινὰ μετιόντα εὑρεῖν, μὴ πεινῶντα μηδὲ διψῶντα αὐτήν· δικαιοσύνη γὰρ ὁ Θεός ἐστιν, ὥσπερ ἥλιον αὐτὸν δικαιοσύνης ἀκούεις καλούμενον. Ὁ γοῦν πεινῶν αὐτὸν καὶ διψῶν, τὸν κόσμον ὅλον καὶ τὰ ἐν κόσμῳ ἡγεῖται σκύβαλα, τιμὰς δὲ ἀρχόντων ὡς αἰσχύνην ταῦτα λογίζεται ἢ οὐδόλως τῶν ἀνθρωπίνων τιμῶν ἐπαισθάνεται.
Καὶ αὖθις· «Μακάριοι οἱ ἐλεήμονες.» Ἄρα τίνες εἰσὶν οἱ ἐλεήμονες; Οἱ χρήματα διδόντες καὶ διατρέφοντες πένητας; οὔ! Ἀλλὰ τίνες; Οἱ πτωχεύσαντες διὰ τὸν πτωχεύσαντα δι’ ἡμᾶς καὶ μηδὲν ἔχοντες δοῦναι, τῶν δὲ πτωχῶν καὶ χηρῶν καὶ ὀρφανῶν καὶ τῶν ἐν ἀσθενείᾳ νοερῶς ἀεὶ μεμνημένοι, πολλάκις δὲ καὶ ὁρῶντες καὶ συμπαθοῦντες τούτοις καὶ ὑπὲρ αὐτῶν θερμῶς κλαίοντες, οἷος ἦν ὁ Ἰὼβ λέγων· «Ἐγὼ δὲ ἔκλαυσα ἐπὶ παντὶ ἀδυνάτῳ», οἵτινες καὶ ὅταν ἔχωσιν ἐλεοῦσι τούτους ἐν ἱλαρότητι καὶ τὰ πρὸς σωτηρίαν ψυχῆς πάντας ἀφθόνως ὑπομιμνήσκοντες, τῷ εἰρηκότι πειθόμενοι· «Ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι.» Οὗτοί εἰσιν οἱ ὑπὸ Κυρίου μακαριζόμενοι, οἱ ἀληθεῖς ἐλεήμονες· διὸ καὶ ἐκ τῆς τοιαύτης ἐλεημοσύνης, ὡς διὰ βαθμίδος τινός, εἰς τὴν τῆς ψυχῆς τελείαν ἀνιόντες φθάνουσι καθαρότητα.
Ἔνθεν τοι καὶ ἀπὸ ταύτης ὁ Θεὸς τοὺς καθαροὺς ἐμακάρισε τὴν καρδίαν, οὕτως εἰπών· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται», εἰδὼς ὡς ἅτε Θεὸς καὶ νομοθέτης ἡμῶν, ὅτι εἰ μὴ εἰς τοιαύτην ἔλθῃ διάθεσιν ἡ ψυχὴ ἡμῶν, οὔτε ἀεννάως πενθεῖ, οὔτε πραεῖα τελείως γίνεται, οὔτε διψᾷ τὸν Θεόν, οὔτε τῶν παθῶν καθαίρεται, οὔτε ὡς ἔσοπτρον καθαρὸν γίνεται. Εἰ δὲ μὴ ταῦτα γένηται, οὐδὲ καθαρῶς τὸ πρόσωπον ἐν ἑαυτῇ ποτε τοῦ Δεσπότου θεάσεται· ἡ δὲ γενομένη τοιαύτη ὁρᾷ τὸν Θεὸν ἐκ παντὸς καὶ καταλλάσσεται αὐτῷ, καὶ γίνεται εἰρήνη ἀναμεταξὺ τοῦ Ποιητοῦ ἡμῶν καὶ Θεοῦ καὶ τῆς πρώην ἐχθρᾶς οὔσης αὐτῷ ψυχῆς, καὶ τηνικαῦτα ὡς εἰρηνοποιὸς παρὰ τοῦ Θεοῦ μακαρίζεται· «Μακάριοι γάρ, φησίν, οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται», οἱ τῷ ἐλθόντι δοῦναι εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἑαυτοὺς γνωστῶς καταλλάξαντες, τῷ καταλλάξαι ἡμᾶς ἐχθροὺς ὄντας τῷ ἰδίῳ Πατρὶ καὶ ἑνῶσαι ἐλθόντι τὰ διεστῶτα εἰς ἕν, τουτέστι μεταδοῦναι ἡμῖν Πνεύματος Ἁγίου καὶ λαβεῖν αὐτὸν σάρκα τὴν ἡμετέραν. Οἱ τοίνυν ἰδόντες αὐτόν, εὔδηλον ὅτι καὶ αὐτῷ ἀληθῶς κατηλλάγησαν, τὴν ζητουμένην εἰρήνην ἀποτελέσαντες καὶ υἱοὶ Θεοῦ γεγονότες. «Θεὸς δὲ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Εἰ δὲ τὸν ἀδελφόν σου σύ, ὃν ὁρᾷς, οὐκ ἀγαπᾷς, τὸν Θεόν, ὃν οὐχ ἑώρακας, πῶς δύνασαι ἀγαπᾶν;
Εἰ δὲ ἀγαπᾶν αὐτὸν οὐ δυνάμεθα ἢ μᾶλλον εἰπεῖν οὐ βουλόμεθα, δῆλον ὅτι οὐδὲ κατηλλάγημεν αὐτῷ. Ἀλλὰ σπουδάσωμεν ἰδεῖν καὶ καταλλαγῆναι καὶ ἀγαπῆσαι αὐτόν, ἀδελφοί, ὡς αὐτὸς ἐνετείλατο, ἐξ ὅλης ψυχῆς. Εἶτα πάλιν ἀκούει λέγοντος· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης», καὶ καταστοχάζεται ἐρευνῶν ἑαυτόν, εἰ ἕνεκεν ἐντολῆς ἐδιώχθη Θεοῦ, ἐπειδὴ «πάντες ὅσοι ἐν Χριστῷ θέλουσι ζῆν διωχθήσονται», καθώς φησιν ὁ ἀπόστολος.
Διὸ καὶ ἐπιφέρων φησί· «Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Τίνος οὖν ἕνεκεν ἔσχατον τέθηκε τοὺς δεδιωγμένους καὶ ὀνειδιζομένους, καὶ προστάσσει μετ’ ἐξουσίας ἐπιφωνῶν αὐτοῖς τὸ «Χαίρετε καὶ ἀγαλλιᾶσθε»; Ἐπειδὴ ὁ μετάνοιαν ἀξίαν τῶν ἑαυτοῦ πλημμελημάτων ἐπιδειξάμενος καὶ ταπεινὸς ἐντεῦθεν γενόμενος—ἵνα σοι πάλιν δευτερῶν τὰ αὐτὰ εἴποιμι—, καὶ πενθεῖν καθ’ ἑκάστην ἀξιοῦται καὶ πρᾶος γίνεται καὶ τὸν ἥλιον τῆς δικαιοσύνης ἀπὸ ψυχῆς πεινᾷ καὶ διψᾷ καὶ ἐλεήμων ἀποτελεῖται καὶ συμπαθής, ὡς τὰ πάθη πάντων καὶ τὰς θλίψεις καὶ τὰς ἀσθενείας ἑαυτῷ οἰκειούμενος, κλαίων τε καὶ καθαιρόμενος βλέπει τὸν Θεὸν καὶ αὐτῷ καταλλάσσεται καὶ γίνεται τῷ ὄντι εἰρηνοποιὸς καὶ υἱὸς αὐτοῦ τοῦ Θεοῦ κληθῆναι καταξιοῦται. Ὁ γοῦν τοιοῦτος δύναται καὶ διωκόμενος καὶ τυπτόμενος καὶ ὀνειδιζόμενος, λοιδορούμενός τε καὶ ὑβριζόμενος καὶ πᾶν πονηρὸν ῥῆμα κατ’ αὐτοῦ λεγόμενον ἀκούων, ὑπομένειν μετὰ χαρᾶς καὶ ἀφράστου ἀγαλλιάσεως, καὶ τοῦτο εἰδὼς ὁ Δεσπότης Θεὸς μετὰ ἀποφάσεως εἴρηκε· «Χαίρετε καὶ ἀγαλλιᾶσθε.» Ὁ δὲ μὴ τοιοῦτος γεγονὼς μηδὲ τὴν ἐνυπόστατον χαρὰν ἐντὸς αὐτοῦ πλουσίως κτησάμενος, πῶς ἀμνησικάκως ἄρα ταῦτα πάντα ὑπενεγκεῖν δυνήσεται; Οὐδαμῶς!
Διὸ οὖν, πατέρες καὶ ἀδελφοί μου, πάσῃ σπουδῇ ἑαυτοὺς ἡμᾶς καθ’ ἡμέραν καὶ καθ’ ὥραν, εἰ οἷόν τε, ἀνακρίνειν καὶ διερευνᾶσθαι μηδέποτε παυσώμεθα, ἀλλὰ πάσας, ὡς εἴπομεν, τὰς ἐντολὰς διερχόμενοι καὶ ἐν μιᾷ ἑκάστῃ αὐτῶν ἑαυτοὺς ἡμᾶς ἐξετάζοντες καὶ κατασκοποῦντες ὁρῶμεν. Καὶ εἰ μὲν εὑρεθῶμεν αὐτὴν ἐκπληρώσαντες, εὐχαριστήσωμεν τῷ Δεσπότῃ Θεῷ καὶ εἰς τὸ ἑξῆς ἀσφαλῶς ταύτην φυλάξωμεν· εἰ δὲ μήπω ταύτης ἐμνήσθημεν ἢ αὐτὴν πεποιήκαμεν, δράμωμεν, παρακαλῶ, ἕως ταύτης δραξώμεθα καὶ γενώμεθα αὐτῆς ἐγκρατεῖς, ἵνα μὴ καταφρονήσαντες αὐτῆς, ἐλάχιστοι κληθῶμεν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Οὕτω γὰρ μίαν μίαν κατὰ μικρὸν ὡς βαθμίδα κλίμακος ἀνερχόμενοι, εὖ οἶδα, φθάσομεν εἰς αὐτὴν τὴν πόλιν τοῦ οὐρανοῦ, ἐν ᾗ, ὡς προειρήκαμεν ἄνωθεν, ἵσταται διακύπτων ὁ Δεσπότης ἡμῶν λέγων πᾶσιν ἡμῖν· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», κἀκεῖσε γενόμενοι καὶ αὐτὸν ὡς δυνατὸν ἀνθρώπῳ ἰδόντες καὶ τὴν βασιλείαν παρ’ ἐκείνου λαβόντες τῶν οὐρανῶν, ἥτις ἐστὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἐντὸς ἡμῶν ταύτην ἀεὶ ἕξομεν, ὡς αὐτὸς ὁ Δεσπότης διαρρήδην βοᾷ, καὶ οὕτω διάξομεν ὡς ἄγγελοι ἐπὶ τῆς γῆς, μᾶλλον δὲ ὡς υἱοὶ Θεοῦ ἅγιοι καὶ ἐν πᾶσι μιμηταὶ τοῦ ἰδίου Πατρὸς καὶ Θεοῦ· οὗ γένοιτο πάντας ἡμᾶς τῆς γλυκυτάτης θέας ἐναπολαῦσαι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.