Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια ἀλφαβητικά (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Κεφάλαια Θ΄–ΙΒ΄: Η κάθαρση της διανοίας, η πνευματική ελεημοσύνη και η προσευχή

Η προαπαιτούμενη εσωτερική κάθαρση για την ορθόδοξη θεολογία. Αντιπαραβάλλεται η αισθητή με τη νοητή τροφή και αναλύονται η πνευματική ελεημοσύνη, η εκκοπή του ιδίου θελήματος, η εγκράτεια και η ορθή νοερά προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 4 από 7

Ὅτι οὐκ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον ἀσθενῆ ὥστε ἁμαρτάνειν ἐξ ἀσθενείας ὡς νῦν· καὶ ὅτι ἄλλη ἡ τοῦ Ἀδὰμ ἁμαρτία καὶ ἄλλαι αἱ ἁμαρτίαι ἃς ἡμεῖς ἁμαρτάνομεν. Τί δέ ἐστιν ἁμαρτία καὶ τίνα τὰ κομισθέντα ἡμῖν παρὰ Χριστοῦ· καὶ ὅτι διατοῦτο ἐγένετο ὁ Θεὸς ἄνθρωπος, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.

Κεφάλαιον Θʹ Ἰδὲ τὴν ἁμαρτίαν ἣν ἥμαρτεν ὁ Ἀδὰμ καθήμενος ἐν δόξῃ καὶ τρυφῇ τοῦ παραδείσου, καὶ οὐδὲ μίαν εὑρήσεις ἢ ἀνάγκην ἢ ἀσθένειαν ἢ πρόφασιν εὔλογον ὅλως, ἀλλ’ ἢ μόνην καταφρόνησιν αὐτοῦ τῆς ἐντολῆς καὶ πρὸς αὐτὸν ἐκεῖνον τὸν ποιήσαντα τοῦτον ἀπὸ χοός, ἀγνωμοσύνην καὶ ἀχαριστίαν καὶ ἀποστασίαν.

Μεγάλης δὲ συγγνώμης ὑπῆρξεν αὐτῷ ἀφορμή, τὸ μὴ παρ’ ἑαυτοῦ καὶ οἴκοθεν ἀλλὰ παρὰ τοῦ ἀπατήσαντος τοῦτον, τὴν συμβουλὴν αὐτῷ γενέσθαι καὶ τὸ σαρκικόν. Τὸ μὲν ὅτι ἠπατήθη, τὸ δὲ ὅτι ἠσθένησε. Γενόμενος γὰρ φύσει ἀσθενὴς καὶ εὐρίπιστος ἐκ τῆς ταλαιπωρίας, οὐκ ἴσχυσε τραχηλιάσαι καὶ ἀποστατῆσαι καθάπερ ὁ ἄσωτος διάβολος καὶ οἱ ἄγγελοι αὐτοῦ. Νῦν δὲ τὴν ἀσθένειαν φυσικὴν ὁ ἄνθρωπος περικείμενος καὶ διὰ ταύτην ἁμαρτάνων, εὐγνώμων ἐστὶ καὶ ἄκων· καὶ πρὸς τὸν Θεὸν ἀτενίζων αἰτεῖται δύο ταῦτα, συγγνώμην καὶ δύναμιν. Τὴν μὲν ὑπὲρ ὧν ἥμαρτεν—εἰ γὰρ καὶ ἐξ ἀσθενείας τὰ παραπτώματα, ἀλλὰ πρὸς τὴν ἁμαρτίαν ἔδει μέχρις αἵματος ἀντικαταστῆναι—, τὴν δὲ δύναμιν, ὡς ἂν δυναμωθεὶς θεόθεν, χάριτι Χριστοῦ καὶ δωρεάν, μήτε ἁμαρτάνειν ἢ ἐθέλοι ἢ δύναται καὶ πρὸς τὸ εὐαρεστεῖν Θεῷ ἐνισχυθείη.

Οὐδεὶς ἡμῶν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ ἥμαρτεν, ἀλλ’ οὐδ’ ἁμαρτῆσαι τοιαύτην ἁμαρτίαν δύναται, ἐπειδὴ μὴ δὲ ἄνθρωπος ἄλλος ἐγένετο τοιοῦτος οἷος ἐκεῖνος ἦν, ἀνενδεής, ἄλυπος, πάσης φυσικῆς ἀνάγκης ἀπηλλαγμένος. Τίς οὖν ἡ τιμωρία τῆς ἐκείνου ἁμαρτίας; πᾶσα ἔνδεια καὶ τῆς φύσεως ὁλικὴ ἀνάγκη φυσική, πεῖνα, δίψα, τροφῆς καὶ πόσεως ἔνδεια, ψυχρότης ἐν ψύχει καὶ θερμότης ἐν καύσωνι, ἐνδυμάτων καὶ ἐπιβλημάτων χρεία, κόπος καὶ πόνος καὶ ἱδρὼς διὰ τὴν χρείαν. Εἶτα τί; διὰ τὴν χρείαν τούτων ἁπάντων, οὐχ’ ὑπομονὴ καὶ εὐγνωμοσύνη.

Ἕκαστος γὰρ τῶν εἰς τὸν βίον ἐρχομένων ἀνθρώπων, ἄγνοιαν ἔχων τῆς τοῦ προπάτορος ἁμαρτίας, ἧς ἕνεκεν αὗται αἱ πρόσκαιροι κολάσεις πάσῃ τῇ ἀνθρωπίνῃ φύσει, θρασύνεται καὶ βούλεται διὰ πλεονεξίας καὶ ἁρπαγῆς τῶν ἀλλοτρίων καὶ ἀδικίας, ἄνεσιν εὑρίσκειν.

Αὗται οὖν εἰσὶν αἱ ἡμέτεραι ἁμαρτίαι· οὐ φέρομεν τὰς τιμωρίας, οὐκ εὐγνωμονοῦμεν, οὐ καρτεροῦμεν, ἀλλὰ τῇ ἀποφάσει τῇ δεσποτικῇ τῇ παγείσῃ ἡμῖν εἰς φύσιν καὶ λεγούσῃ τό, Ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἐσθίειν, ἀνθίστασθαί πως ὡς ὑπεναντίοι Θεῷ. Ἀγωνιζόμεθα μέν, οὐ δυνάμεθα δέ· οὐδὲ γὰρ οὐδ’ ἐν τούτοις τοὺς ἱδρώτας ἐκκλίνειν δυνάμεθα. Διὸ μακάριος ὃς ὑπομένει τὰς προσκαίρους ταύτας κολάσεις, ἐν αἷς ζῆν κατεκρίθη ὑπὲρ τῆς ἁμαρτίας τοῦ προπάτορος. Διὰ γὰρ ταύτας τὰς κολάσεις, καὶ ὁ θάνατος παρὰ τοῦ ἀγαθοῦ Θεοῦ ἐχαρίσθη τοῖς πάσχουσιν, ἵνα οἱ τὰς προσκαίρους ταύτας τιμωρίας ἀκουσίους εὐχαρίστως ὑπομένοντες, ἀναπαύσωνται· καὶ ἀναστήσονται καὶ δοξασθήσονται διὰ τὸν δεύτερον Ἀδάμ, τὸν ἀναμάρτητον Ἰησοῦν Χριστὸν ὡς Θεόν, ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. Δύο γὰρ μεγάλα ταῦτα φέρων ἦλθεν ὁ Θεὸς τοῖς ἀνθρώποις γενόμενος ἄνθρωπος· τὸ ἑνῶσαι τὴν φύσιν τῆς θεότητος τῇ φύσει τῆς ἀνθρωπότητος ὥστε τὸν ἄνθρωπον γενέσθαι θεόν· καὶ τό, γενόμενον θεὸν τὸν ἄνθρωπον, πιστευθῆναι αὐτῷ τὸ τῆς Τριάδος μυστήριον. Ὁ δὲ τοιούτων μεγάλων ἠξιωμένος, πῶς δύναται ἁμαρτάνειν; καθώς φησι καὶ ὁ ἐπιστήθιος Χριστοῦ Ἰωάννης, ὅτι Οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ Θεοῦ γεγένηται.

Ἁμαρτία δέ ἐστι, νοὸς κινήματα καὶ διανοήματα πονηρὰ καὶ ἔργα ὅσα ἢ διὰ χειλέων ἢ διὰ πράξεων ἐκφέρεται. Ὁ τοίνυν διανοούμενος ποτὲ μὲν πονηρά, ποτὲ δὲ ἀγαθά, καὶ ὁ λαλῶν ποτὲ μὲν πονηρά, ποτὲ δὲ ἀγαθά, καὶ ὁ ἐργαζόμενος ποτὲ μὲν πονηρά, ποτὲ δὲ ἀγαθά, ὅμοιός ἐστι τῷ νῦν μὲν εἰς ναὸν Θεοῦ εἰσιόντι, νῦν δὲ εἰς ναὸν εἰδώλων. Δεῖ γὰρ ἀεὶ ἀγαθὰ καὶ ἐνθυμεῖσθαι καὶ λαλεῖν καὶ διαπράττεσθαι· οἰκία γὰρ μερισθεῖσα καθ’ ἑαυτὴν οὐ σταθήσεται. Ἀμήχανον δὲ διανοήματα γίνεσθαι ἀεὶ ἀγαθά, ἐξ ὧν τὰ λεγόμενα καὶ πραττόμενα, μὴ πρότερον ἐνοίκησιν ἐν τῷ νῷ τοῦ Χριστοῦ ποιήσαντος· ἀδύνατον. Πρὸς ὃ σπουδαστέον τὴν διόρθωσιν. Φησὶ γὰρ ὁ αὐτὸς Ἰωάννης ὁ θεολόγος·

Εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ἔργα οὖν τοῦ διαβόλου, πᾶσα ἐστὶν ἁμαρτία, φθόνος, ψεῦδος, δόλος, μῖσος, ἔχθρα, μάχη, μῆνις, συκοφαντία, θυμός, ὀργή, ἀλαζονεία, κενοδοξία, ἀσπλαγχνία, πλεονεξία, ἁρπαγή, ἀδικία, ἐπιθυμία ἀνόητος, θυμὸς ἄλογος, ψιθυρισμός, καταλαλιά, ζῆλος, ἔρις, λοιδορίαι, σκώμματα, δοξομανίαι, ἐπιορκίαι, Θεοῦ καταφρόνησις, ἀναίδεια, καὶ πᾶν εἴ τι κακόν.

Ὅσοι οὖν χριστιανοὶ ὀνομαζόμενοι τὰ ἔργα ποιοῦσι τοῦ διαβόλου, ἐπεὶ οὐκ ἔλυσεν αὐτοῖς τὰ τοιαῦτα ἔργα ἡ φανέρωσις τοῦ Υἱοῦ τοῦ Θεοῦ, τί τὸ ὄφελος αὐτοῖς ὅτι ὀνομάζονται χριστιανοί; Εἰ δὲ λέγει τίς ὅτι τὰς θείας γραφὰς ἑρμηνεύουσί τινες τοιοῦτοι καὶ θεολογοῦσι καὶ τὰ ὀρθόδοξα δόγματα διηγοῦνται, τοῦτο μᾶλλον εἶδος ἐστὶν ἀσεβείας· οὐ γὰρ εἴρηται ὅτι εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ ἵνα θεολογῶσι καὶ ὀρθοδοξῶσιν, ἀλλ’ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Πρότερον γὰρ δεῖ καθαρθῆναι τὸν ῥῦπον καὶ τότε ἐπιχεθῆναι τὸ μῦρον, ἵνα μὴ ἀντὶ ὀσμῆς ἡδείας μιαίνηται τὰ ἅγια μύρα καὶ διαπνέῃ δυσωδία. Οὐ γὰρ ἵνα πιστευθῇ ἢ δοξασθῇ ἢ θεολογηθῇ ἡ ἁγία Τριὰς καὶ θεότης, ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ’ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου· καὶ τούτων λυθέντων ἑκάστῳ τῶν πιστευόντων εἰς αὐτόν, πιστευθῇ ὁ πιστεύσας τὰ μυστήρια τῆς θεολογίας καὶ τῶν ὀρθοδόξων δογμάτων.

Ὅσοι γὰρ οὐκ ἐλύθησαν ἀπὸ τῶν ἔργων τοῦ διαβόλου διὰ τῆς φανερώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀλλ’ ἔτι πρὸς ἀτιμίαν καὶ βλασφημίαν εἰσὶ τοῦ Θεοῦ, κεκώλυνται καὶ εἰς ναὸν Κυρίου εἰσιέναι καὶ ἄδειν Θεῷ, μήτι γε καὶ θείας ἑρμηνεύειν, ἀλλὰ καὶ ἀναγινώσκειν γραφάς, ὡς γέγραπται· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός, ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνῃς τὴν διαθήκην μου διὰ στόματός σου; σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.

Ὁ γὰρ μὴ πειθόμενος τοῖς τοῦ Θεοῦ νόμοις, μισεῖ τὴν ἐκ τῶν λόγων τοῦ Κυρίου παιδείαν καὶ βύει τὰ ὦτα αὐτοῦ, τοῦ μὴ ἀκοῦσαι λόγον τῆς ἐσχάτης ἀνταποδώσεως τῶν ἁμαρτωλῶν ἢ τοῦ πυρὸς ἐκείνου τοῦ αἰωνίου ἢ τῶν κολάσεων τοῦ ἅδου καὶ τῆς κατακρίσεως τῆς αἰωνίου ἐκείνης, ἀφ’ ἧς οὐκ ἔνι διαδρᾶσαι τὸν ἅπαξ ἐμπεσόντα εἰς τὰς τιμωρίας αὐτῆς. Ὁ δὲ μὴ πάσῃ ἰσχύϊ καὶ δυνάμει ψυχῆς τὰς ἐντολὰς τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν αὐτοῦ ἀεὶ ἔχων καὶ φυλάττων αὐτάς, ἀλλὰ καταφρονῶν μὲν αὐτῶν, προτιμῶν δὲ τὰ ἐναντία τούτων καὶ ποιῶν αὐτά, ἔστιν ὁ ἐκβάλλων τοὺς λόγους αὐτοῦ εἰς τὰ ὀπίσω. Καὶ ἕνα ἐξ ἑνὸς σαφὲς ποιήσω τὸ τοῦ λόγου προκείμενον.

Ὅταν ὁ μὲν Θεὸς προστάσσῃ καὶ διαρρήδην βοᾷ· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν,» καὶ πάλιν «Σπουδάζετε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης»· ὁ δὲ ταῦτα ἀκούων, οὐ μόνον οὐ προαιρεῖται μετανοεῖν καὶ βιάσασθαι ἑαυτὸν εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ἀλλὰ καὶ διερχόμενος πάσας τὰς ἡμέρας αὐτοῦ ἐν μετεωρισμῷ καὶ ἐν διαχύσει ψυχῆς, ἢ καὶ προστίθων τοῖς ἑαυτοῦ κακοῖς καθ’ ὥραν κακὰ καὶ ἄνεσιν σώματος καὶ θεραπείαν ὑπὲρ τὴν δέουσαν χρείαν ἐπιζητῶν—ὅπερ τῆς πλατείας μᾶλλον καὶ εὐρυχώρου ὁδοῦ σημεῖον ἐστί, καὶ οὐχὶ τῆς στενῆς καὶ τεθλιμμένης τῆς φερούσης εἰς τὴν ζωὴν τὴν αἰώνιον—, οὗτος τοίνυν καὶ ὁ τοιοῦτος, ἐκβάλλει τοῦ Θεοῦ τοὺς λόγους εἰς τὰ ὀπίσω καὶ τὰ ἑαυτοῦ θελήματα μᾶλλον δὲ τὰ τοῦ διαβόλου ποιεῖ. Εἰ γὰρ ἐθεώρεις κλέπτην φησί, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις· καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον· ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου· σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ.

Ὁρᾷς ὅτι ὁ τοιοῦτος ἐπελάθετο τοῦ Θεοῦ; Ἐκεῖνος γὰρ ὁ μεμνημένος τοῦ Θεοῦ, ὅστις ἐλύθη ἀπὸ τῶν ἔργων τοῦ διαβόλου, οὐχ’ ὅστις δέσμιος ὢν ἔτι ἐν τοῖς ἔργοις τοῦ διαβόλου, διηγεῖται τὰ θεῖα. Ὁ τοιοῦτος γὰρ κολάσεώς ἐστιν ἄξιος καὶ τῶν ἀθέων βαρυτέρας, ὅτι γνοὺς τὸν Θεὸν ὡς διηγεῖται, οὐχ’ ὡς Θεὸν δοξάζει ἀλλὰ ὑβρίζει διὰ τῶν ἔργων τοῦ διαβόλου. Ἐχθρὸς γάρ ἐστιν ὁ τοιοῦτος τοῦ Θεοῦ, κἂν ἀκριβὴς δοκεῖ δογμάτων εἶναι καὶ θεολογίας διδάσκαλος ὀρθοδόξου, εἰ καὶ ἀδύνατον καὶ τοῦτο. Πῶς γὰρ ὀρθῶς ὁρᾶν δυνήσεται νοῦς τεθολωμένος ἀπὸ συνειδήσεως μεμολυσμένης;

Περὶ ἐλεημοσύνης. Καὶ τίς ἐστιν ὁ πεινῶντα τὸν Θεὸν τρέφων καὶ διψῶντα ποτίζων, καὶ πῶς τοῦτο τινὶ κατορθωθήσεται. Καὶ ὅτι εἰ μή τις ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καὶ θρέψει καὶ ποτίσει καὶ ἐνδύσει Χριστόν, οὐδὲν ὠφεληθήσεται ἐκ τοῦ ταῦτα μόνον ποιεῖν εἰς τοὺς πένητας, ἑαυτὸν δὲ ἄτροφον παρορᾶν καὶ γυμνὸν τῆς δικαιοσύνης τοῦ Θεοῦ. Καὶ ὅτι κυρίως λιμὸς ὁ ψυχικός.

Κεφάλαιον Ιʹ Καλὸν τὸ ἐλεεῖν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου—φησὶ γάρ, Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε—, καλὸν δὲ καὶ τὸ τὴν ψυχὴν τρέφειν, μὴ τὴν ἀπολυμένην τροφὴν ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Ὡς γὰρ τὸ σῶμα οὐ δύναται λιμὸν ὑπενεγκεῖν, ἀλλ’ ἄσιτον γινόμενον διαφθείρεται, κακόσιτον δὲ ὂν οὐδέποτε ἀπὸ νόσων καὶ ἀσθενειῶν ἐλευθεροῦται, οὕτως καὶ ἡ ψυχὴ λιμὸν ὑπενεγκεῖν νοητὸν οὐ δύναται, ἀλλ’ ἄτροφος μὲν ἐναπομένουσα διαφθείρεται, κακόσιτος δὲ γενομένη, οὐδέποτε ἀπὸ ἁμαρτιῶν καὶ παθῶν ἐλευθερωθήσεται· ὅπερ δὲ τῷ σώματι ἀρρωστία, τοῦτο τῇ ψυχῇ ἁμαρτία, καὶ ὅπερ ἐκείνῳ νόσος, τοῦτο τῇ ψυχῇ πάθος.

Ὁρῶσιν οἱ αἰσθητοὶ ὀφθαλμοὶ τὰ αἰσθητὰ βρώματα καὶ ἐπιθυμοῦσιν αὐτῶν, καὶ ἅπτονται οἱ ἐπιθυμοῦντες καὶ ὁρῶντες· οὐ νοοῦσιν οἱ νοητοὶ ὀφθαλμοὶ τὰ νοητὰ βρώματα, καὶ διατοῦτο οἱ μὴ νοητῶς ὁρῶντες αὐτά, οὔτε ἐπιθυμοῦσι τῶν μὴ βλεπομένων οὔτε τούτων ἡδέως ἅπτονται. Εἰ ἦν τοῖς ἀνθρώποις ἡ σπουδὴ ἡ περὶ τὰ αἰσθητὰ βρώματα ὁμοία τῇ περὶ τὰ νοητὰ καὶ κυρίως βρώματα, οὐδεὶς ἂν ἦν ἐπὶ γῆς, ὃς οὐκ ἦν ἅγιος ἄγγελος τοῦ παντοκράτορος Θεοῦ· νῦν δὲ ἐλεεινὸν γίνεται μέγα, ὅτι σπουδάζομεν ἵνα ζῇ τὸ σῶμα καὶ ἵνα εὐπαθῇ καὶ ἵνα εὐτραφὲς ᾖ καὶ ὑγιεινόν, καὶ ἡ ψυχὴ ἡ ζωογονοῦσα τὸ σῶμα, λιμῷ καὶ δίψει διαφθείρεται.

Καὶ τὸ μέγα τοῦτο ἐλεεινὸν δεικνύων ὁ Θεὸς ἡλίκη τίς ἐστι συμφορὰ καὶ θάνατος πονηρός, ἀπειλεῖ διὰ τοῦ προφητικοῦ στόματος· Δώσω αὐτοῖς φησὶ λιμὸν καὶ δίψαν· οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.

Ὁρᾷς, ὅτι κυρίως λιμὸς ὁ ψυχικὸς ἐστί; Ζητῆσαι δεῖ οὖν δὴ πρό γε παντὸς ἑτέρου, τίς ἐστιν ἐκείνη ἡ ἀχλὺς ἡ μὴ συγχωροῦσα τοῖς νοητοῖς ὀφθαλμοῖς ὁρᾶν τὰ νοητὰ βρώματα καὶ πόματα, δι’ ὧν ἡ ψυχὴ τρέφεται καὶ ποτίζεται καὶ εὐτραφὴς γίνεται καὶ λιπαρὰ καὶ τῷ Θεῷ ἀξιέραστος, ὡς εὔμορφος καὶ ὡραία.

Καθάπερ ὁρῶσι τὰ αἰσθητὰ ὄμματα τὰ αἰσθητὰ βρώματα καὶ πόματα, καὶ διὰ τὸ ὁρᾶν αὐτὰ τρέχουσι καὶ σπουδάζουσιν οἱ ὁρῶντες πρὸς τὴν τούτων μετάληψιν, καὶ μάλιστα ὅταν αἴσθωνται τῆς ἑαυτῶν σωματικῆς ταλαιπωρίας ἐκ τῆς τῶν βρωμάτων ἐνδείας· καὶ πῶς οἱ λιμώττοντες νοητῶς, οὐδαμῶς αἰσθάνονται τοῦ λιμοῦ, ἀλλὰ κατὰ τὸ μέτρον τῆς ἐνδείας καὶ τοῦ λιμοῦ, καὶ ἀναισθητοῦσι μάλιστα; Εἰσὶ δὲ οἵ, μὴ δὲ τροφή ἐστι ψυχῆς τὸ παράπαν εἰδότες, ὥσπερ καὶ τὰ ἄλογα ζῶα· οἱ τοιοῦτοι καὶ ζῶντες νεκροὶ καὶ ἀποθανόντες πάντων ἀνθρώπων ἐλεεινότεροι.

Τοσοῦτον γὰρ ἡ πνευματικὴ τροφὴ τῆς σωματικῆς ἀναγκαιοτέρα καθέστηκεν, ὅσον ἡ ψυχὴ τιμιωτέρα ὑπάρχει τοῦ σώματος. Ὅταν οὖν ἀκούῃς τοῦ Κυρίου λέγοντος, Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ ἑκάστῳ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε, μὴ περὶ τῶν πενομένων μόνον, ὡς ἄν τινες οἴονται, καὶ τῶν τῆς σωματικῆς τροφῆς ἀπορούντων τοῦτο ὑπολάβῃς εἰρηκέναι τὸν Κύριον, ἀλλὰ καὶ περὶ πάντων τῶν ἄλλων ἡμῶν ἀδελφῶν τῶν οὐ λιμῷ τηκομένων ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμῷ ἀργίας καὶ ὑπακοῆς τῶν ἐντολῶν τοῦ Κυρίου. Ἡ γὰρ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιος ἐστίν· οἶμαι δὲ ὅτι καὶ περὶ ταύτης τῆς τροφῆς μᾶλλον λέγειν τὸν Κύριον, Ἐπείνασα καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἢ περὶ τῆς σωματικῆς καὶ φθειρομένης. Ἐμὸν γάρ φησι βρῶμα ἐστίν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· θέλημα δὲ τοῦ Πατρός, ἡ τῶν ἀνθρώπων ἐστὶ σωτηρία. Διψᾷ γὰρ ἀληθῶς ὁ Κύριος καὶ πεινᾷ τὴν σωτηρίαν ἑνὸς ἑκάστου ἡμῶν· ἡ δὲ σωτηρία ἡμῶν, ἡ ἀποχὴ πάσης ἁμαρτίας ἐστίν· ἀποχὴν δὲ πάσης ἁμαρτίας, δίχα τῆς τῶν ἀρετῶν ἐργασίας καὶ τῆς ἐκπληρώσεως πασῶν τῶν ἐντολῶν κατορθωθῆναι ἀμήχανον. Διὰ γὰρ τῆς τῶν ἐντολῶν ἐκπληρώσεως τρέφεσθαι εἴωθε παρ’ ἡμῶν ὁ δεσπότης Θεὸς καὶ Κύριος τοῦ παντός.

Λέγουσι γὰρ οἱ πατέρες ἡμῶν οἱ ἅγιοι ὅτι καθάπερ ἐκ τῶν πονηρῶν ἡμῶν πράξεων οἱ δαίμονες τρέφονται καὶ ἰσχύουσι καθ’ ἡμῶν, ἐπὰν δὲ ἡμεῖς τῶν κακῶν ἀφιστάμεθα, λιμοκτονοῦνται ἐκεῖνοι καὶ ἐκνευρίζονται, οὕτω λογίζομαι καὶ τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν πτωχεύσαντα τρέφεσθαι παρ’ ἡμῶν καὶ παρορᾶσθαι πάλιν λιμώττοντα. Καὶ τοῦτο ἐξ αὐτοῦ τοῦ βίου τῶν ἁγίων ἔνεστι γνῶναι καὶ πληροφορηθῆναι ἡμᾶς, καὶ ἵνα τοὺς ἄλλους παρήσω πολλοὺς ὄντας καὶ ὑπὲρ ἀριθμὸν ψάμμου πέλοντας, ἐξ ἑνὸς ἢ μιᾶς ἁγίας πληροφορήσω τὴν ὑμετέραν ἀγάπην.

Οἶδα ὅτι Μαρίας τῆς Αἰγυπτίας τὸν βίον ἀκούετε, οὐκ ἄλλου τινὸς διηγουμένου αὐτὸν ἀλλ’ αὐτῆς ἐκείνης τῆς ἰσαγγέλου ὡς ἐν τάξει ἐξαγορεύσεως τὴν πτωχείαν αὐτῆς δηλούσης ἐν τῷ εἰπεῖν ὅτι· Οὐδὲ διδόντων μοι πολλάκις τινῶν τῆς ἁμαρτίας μισθόν, ἐλάμβανον. Τοῦτο δὲ φησιν, ἐποίουν οὐχ’ ὡς εὐποροῦσα τῶν ἀναγκαίων—στυπεῖον γὰρ νήθουσα, ἐτρεφόμην—, ἀλλ’ ὅπως πολλοὺς ἐραστὰς σχῶ ἐν ἑτοίμῳ τοῦ πάθους μου. Καὶ ὅτε ἐν τῷ πλοίῳ εἰσελθεῖν ἔμελλεν, καὶ εἰς Ἱεροσόλυμα ἀπελθεῖν, ἐπὶ τοσοῦτον ὑπῆρχε πτωχή, ὡς μὴ δὲ ναῦλον, μὴ δὲ δαπάνην κεκτῆσθαι αὐτήν. Ὅτε δὲ τῇ παναμώμῳ Θεοτόκῳ συνταξαμένη ἐπὶ τὴν ἔρημον ὥρμησεν, δύο παρά τινος φόλλεις λαβοῦσα ἄρτους ὠνήσατο, καὶ οὕτω τὸν Ἰορδάνην διαπεράσασα, μέχρι τέλους αὐτῆς ἐν τῇ ἐρήμῳ ἐνεκαρτέρησε, μὴ δὲ ἀνθρώπου πρόσωπον ἰδοῦσα, εἰ μὴ μόνου τοῦ Ζωσιμᾶ, μήτι γε πεινῶντα πτωχὸν θρέψασα ἢ διψῶντα ποτίσασα ἢ γυμνὸν ἐπενδύσασα ἢ τοὺς ἐν φυλακῇ ἐπισκεψαμένη ἢ ξένους συναγαγοῦσα· τοὐναντίον μᾶλλον μὲν οὖν καὶ πρὸς ἀπωλείας βάραθρον πολλοὺς συνελάσασα ἦν, ὅτε ἐν τῷ καταγωγίῳ τῆς ἁμαρτίας αὐτοὺς ὑπεδέχετο. Πῶς οὖν εἰπέ μοι σωθήσεται αὕτη, καὶ μετὰ τῶν ἐλεημόνων εἰς οὐρανῶν βασιλείαν εἰσελεύσεται; ἡ μήτε πλοῦτον καταλιποῦσα, μήτε τὰ ὑπάρχοντα δοῦσα πένησι, μήτε ἐλεημοσύνην ποτὲ ὅλως ποιήσασα, χρηματίσασα δὲ μᾶλλον ἄλλοις μυρίοις, πρόξενος ἀπωλείας;

Ὁρᾷς πῶς ἐὰν διὰ χρημάτων καὶ σωματικῆς τροφῆς μόνης τὴν ἐλεημοσύνην εἴπωμεν γίνεσθαι καὶ διὰ ταύτης παρ’ ἡμῶν τὸν Κύριον τρέφεσθαι καὶ μόνους τοὺς οὕτω τρέφοντας αὐτὸν καὶ ποτίζοντας καὶ ἁπλῶς θεραπεύοντας σώζεσθαι, τοὺς δὲ μὴ τοῦτο ποιοῦντας ἀπόλλυσθαι, ἄτοπον δόξει τοῦτο, ὡς καὶ πολλοὺς τῶν ἁγίων τῆς βασιλείας ἐκβάλλεσθαι; Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι.

Τὰ γὰρ ἐν τῷ κόσμῳ πράγματά τε καὶ χρήματα, κοινὰ τῶν πάντων καὶ οὐδ’ ἑνὸς τῶν πάντων εἰσίν, ὥσπερ τὸ φῶς καὶ ὁ ἀὴρ οὗτος ὃν ἀναπνέομεν καὶ αὐτὴ ἡ βοσκὴ τοῖς ἀλόγοις ζώοις ἔν τε τοῖς πεδίοις καὶ ἐν τοῖς ὄρεσι. Πᾶσι μὲν οὖν τὰ πάντα κοινὰ τῇ χρήσει μόνῃ τῆς ἀπολαύσεως καθεστήκασι, κατὰ δεσποτείαν δὲ οὐδενός· ἡ δὲ πλεονεξία ὥσπερ τύραννος εἰσελθοῦσα τῷ βίῳ, τὰ κοινῶς τοῖς πᾶσιν ὑπὸ τοῦ Δεσπότου δοθέντα, ἄλλοθεν ἄλλως ὑπὸ τῶν ἑαυτῆς δούλων καὶ ὑπηρετῶν κατεμερίσατο, φραγμοῖς περικλείσασα, καὶ πύργοις καὶ μοχλοῖς καὶ θύραις κατασφαλισαμένη, πάντας ἄλλους ἀνθρώπους τῆς ἀπολαύσεως τῶν τοῦ Δεσπότου ἀγαθῶν ἀπεστέρησεν, δεσπότης εἶναι τούτων ἡ ἀναιδὴς λέγουσα καὶ μηδένα ἀδικεῖν τῶν πάντων φιλονεικοῦσα. Οἱ δὲ ὑπηρέται καὶ δοῦλοι τῆς τυράννου ταύτης κατὰ διαδοχὴν ἕκαστος αὐτῶν, οὐ δεσπότης τῶν ἀποκειμένων πραγμάτων καὶ χρημάτων, ἀλλὰ πονηρὸς τίς δοῦλος καὶ φύλαξ γίνεται. Πῶς οὖν οἱ ἐκ τῶν τοιούτων χρημάτων, ἢ φόβῳ τῶν ἀπειλουμένων τιμωριῶν ἢ ἐλπίδι τοῦ ἑκατονταπλασίονα λήψεσθαι ἢ συμφοραῖς ἀνθρώπων ἐπικαμφθέντες, ὀλίγα τινὰ ἢ καὶ πάντα ἐξενεγκόντες, τοῖς ἐν στενοχωρίᾳ καὶ ὑστερήσει μέχρι τότε παρεωραμένοις δώσουσιν, ἐλεήμονες λογισθήσονται, ἢ ὡς Χριστὸν θρέψαντες ἢ ὡς ποιήσαντες ἔργον μισθοῦ ἄξιον;

Οὐδαμῶς· ἀλλ’ ὡς ἐγώ φημι καὶ μετάνοιαν χρεωστοῦσι μέχρι θανάτου, ὑπὲρ ὧν ἐπὶ χρόνοις ταῦτα κατέσχον καὶ τοῖς ἀδελφοῖς τὴν χρῆσιν αὐτῶν ἀπεστέρησαν.

Πῶς δὲ καὶ οἱ κατὰ τὸ δοκεῖν πτωχοὶ γεγονότες—ὥσπερ Χριστὸς ὁ Θεὸς πλούσιος ὢν ἐπτώχευσε δι’ἡμᾶς—αὐτοὺς ἡμᾶς ἐλεοῦντες, τὸν δι’ ἡμᾶς γενόμενον ὡς ἡμεῖς, ἐλεεῖν λογιζόμεθα; Νόει μοι καλῶς τὸ λεγόμενον. Ἐγένετο ὁ Θεὸς διὰ σὲ πτωχὸς ἄνθρωπος· γενέσθαι χρεωστεῖς καὶ σὺ ὁ πιστεύων εἰς αὐτόν, ὅμοιος ἐκείνου πτωχός. Πτωχὸς ἐκεῖνος κατὰ τὴν ἀνθρωπότητα, πτωχὸς καὶ σὺ κατὰ τὴν θεότητα. Σκόπησον τοίνυν πῶς θρέψεις αὐτόν· πρόσεχε ἀκριβῶς. Ἐπτώχευσεν, ἵνα σὺ πλουτήσῃς, ἵνα σοὶ μεταδῷ τοῦ πλούτου τῆς χάριτος αὐτοῦ· διατοῦτο σάρκα ἀνέλαβεν ἐκεῖνος, ἵνα μεταλάβῃς σὺ τῆς ἐκείνου θεότητος.

Ὅταν οὖν σεαυτὸν πρὸς ὑποδοχὴν αὐτοῦ εὐτρεπίσῃς, τότε ὑποδεχθήσεσθαι αὐτὸν ὑπὸ σοῦ λέγεται. Ὅταν δὲ δι’ ἐκεῖνον πεινᾷς σὺ καὶ διψᾷς, τροφὴ ἐκείνῳ καὶ πόσις ταῦτα λογίζονται. Πῶς; Ὅτι διὰ τούτων καὶ τῶν τοιούτων ἔργων καὶ πράξεων καθαίρεις σου τὴν ψυχὴν καὶ τοῦ λιμοῦ καὶ τοῦ ῥύπου τῶν παθῶν ἀπαλλάττεις σαυτόν· καὶ ὁ ἀναδεξάμενός σε οὗτος καὶ ἰδιοποιησάμενος τὰ κατὰ σὲ πάντα Θεὸς καὶ θεόν σε ποιῆσαι ἐπιποθῶν ὡς ἐκεῖνος ἐγένετο ἄνθρωπος, ἅπερ ποιεῖς σεαυτῷ, ἐκεῖνος ταῦτα πανθάνειν λογίζεται, καὶ λέγει Ἐφ’ὅσον ἐποίησας τῇ ἐλαχίστῃ ψυχῇ σου, ἐμοὶ ἐποίησας.

Διὰ ποίων γὰρ ἄλλων ἔργων οἱ ἐν σπηλαίοις καὶ ὄρεσι τῷ Θεῷ εὐηρέστησαν, εἰ μὴ δι’ ἀγάπης πάντως καὶ μετανοίας καὶ πίστεως; —πάντα γὰρ τὸν κόσμον ἀφέντες καὶ αὐτῷ μόνῳ ἀκολουθήσαντες, διὰ μετανοίας καὶ δακρύων ἐδέξαντό τε αὐτὸν καὶ ἐξένισαν, ἔθρεψάν τε καὶ διψῶντα ἐπότισαν—, ἄλλως δὲ πάντες πάντως οἱ ἐκ τοῦ ἁγίου βαπτίσματος, υἱοὶ Θεοῦ χρηματίζουσιν, ἐλάχιστοι δὲ κατὰ κόσμον εἰσὶ καὶ πτωχοί. Οἱ οὖν γνόντες ἐν αἰσθήσει ψυχῆς ὅτι υἱοὶ γεγόνασι τοῦ Θεοῦ, οὐκέτι ἀνέχονται κόσμῳ καλλωπισθῆναι φθαρτῷ, ἐνδεδυμένοι γὰρ εἰσὶ τὸν Χριστόν.

Τίς δὲ ἀνθρώπων καταδέξοιτο ποτὲ πορφύρα βασιλικὴ ἐστολισμένος, ῥυπῶντα καὶ διερρωγότα χιτῶνα ἐπάνω ταύτης ἐνδύσασθαι; Οἱ δὲ μὴ τοῦτο εἰδότες καὶ γυμνοὶ τοῦ βασιλικοῦ ὄντες ἐνδύματος, σπουδάσαντες δὲ διὰ μετανοίας καὶ τῶν ἄλλων ὡς εἴπομεν ἀγαθοεργιῶν, καὶ ἐνδυσάμενοι οὕτως τὸν Χριστόν, αὐτὸν ἐκεῖνον ἐνδύουσι τὸν Χριστόν· χριστοὶ γὰρ καὶ αὐτοὶ ὡς υἱοὶ Θεοῦ, ἀπὸ τοῦ θείου βαπτίσματος πέλουσιν. Εἰ δὲ μὴ τοῦτο ποιήσουσιν, ἀλλὰ τοὺς γυμνοὺς μὲν ἅπαντας τοὺς ἐν τῷ κόσμῳ ἐνδύουσιν, ἑαυτοὺς δὲ γυμνοὺς καταλείψουσι, τί ὠφέλησαν; Εἶτα πάλιν, ἀδελφοὶ Χριστοῦ οἱ βαπτισθέντες εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος λεγόμεθα, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μέλη ἐσμὲν αὐτοῦ. Ἀδελφὸς οὖν ὑπάρχων Χριστοῦ καὶ μέλος αὐτοῦ, ἐὰν πάντας μὲν ἄλλους τιμήσῃς, ξενίσῃς, θεραπεύσῃς, σεαυτὸν δὲ παρίδῃς καὶ διὰ πάντων οὐκ ἀγωνίσῃ εἰς τὸ ἀκρότατον τῆς κατὰ Θεὸν πολιτείας καὶ τιμῆς ἀνελθεῖν, ἀλλὰ λιμῷ ὀκνηρίας ἢ δίψει ῥαθυμίας ἢ φυλακῇ στενωτάτῃ τοῦδε τοῦ ῥυπαροῦ σώματος διὰ γαστριμαργίας ἢ φιληδονίας τὴν σεαυτοῦ ψυχὴν καταλείψεις ῥυπῶσαν, αὐχμῶσαν, ἐν βαθυτάτῳ σκότει κειμένην ὡσεὶ νεκράν, οὐχὶ τὸν τοῦ Χριστοῦ ἐνύβρισας ἀδελφόν; Οὐχὶ πεινῶντα αὐτὸν καὶ διψῶντα κατέλιπες; Οὐχὶ ἐν φυλακῇ ὄντα οὐκ ἐπεσκέψω αὐτόν; Τοιγαροῦν καὶ διατοῦτο ἀκούσεις· «Σεαυτὸν οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ.»

Εἰ δὲ λέγει τίς· «Καὶ ἐπεὶ φησὶ τοιοῦτον ἐστίν, καὶ μισθὸν τῶν παρ’ ἡμῖν διδομένων χρημάτων ἢ πραγμάτων οὐκ ἔχομεν, τίς καὶ διδόναι τοῖς πένησιν ὅλως χρεία ἐστίν;» ἀκουσάτω τοῦ μέλλοντος αὐτὸν κρῖναι καὶ οἱονεὶ λέγοντος πρὸς αὐτόν· «Ἄφρων τί εἰσήνεγκες εἰς τὸν κόσμον; ἢ τί τῶν ὁρωμένων αὐτὸς ἐποίησας;

Οὐχὶ γυμνὸς ἐκ κοιλίας μητρός σου προῆλθες, γυμνὸς δὲ ἐξελεύσῃ τοῦ βίου καὶ τετραχηλισμένος τῷ ἐμῷ βήματι παραστήσῃ; Καὶ ὑπὲρ ποίων σου χρημάτων, μισθούς μοι προσαπαιτεῖς; Διὰ ποίων δὲ σῶν πραγμάτων ἐλεεῖν λέγεις τοὺς ἀδελφούς σου, καὶ διὰ τούτων ἐμὲ τὸν πάντα ταῦτα οὐχὶ σοὶ μόνῳ, ἀλλὰ κοινὰ τοῖς πᾶσι προθέμενον; Ἢ ἐπιθυμεῖν με ὑπολαμβάνεις τινὸς καὶ δωροδοκεῖσθαι ὁμοίως τοῖς φιλαργύροις τῶν κρινόντων ἀνθρώπων οἴει κἀμέ; ἔστι γὰρ καὶ τοῦτο ἴσως ἐξ ἀνοίας λογίσασθαί σε. Οὐχὶ χρημάτων ὅλως ἐπιθυμῶν, ἀλλὰ ὑμᾶς ἐλεῶν· οὐχὶ τὰ ἡμέτερα θέλω λαβεῖν, ἀλλὰ τοῦ ἐπ’ αὐτοῖς κρίματος ἐλευθερῶσαι ὑμᾶς βουλόμενος ταῦτα νομοθετῶ, καὶ δι’ ἕτερόν τι οὐδέν.» Ἀλλὰ γὰρ μὴ δοκῇς ἀδελφέ, ὅτι ἀπορεῖ ὁ Θεὸς καὶ οὐ δύναται θρέψαι τοὺς πένητας καὶ διατοῦτο προστάσσει ἡμῖν ἐλεεῖν αὐτοὺς καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν ἐντολὴν ταύτην. Μὴ γένοιτο. Ἀλλ’ ὅπερ διὰ πλεονεξίας καθ’ ἡμῶν καὶ εἰς ἀπώλειαν ἡμῶν ἐποίησεν ὁ διάβολος, τοῦτο διὰ τῆς ἐλεημοσύνης ὑπὲρ ἡμῶν κατεσκεύασε καὶ εἰς σωτηρίαν ἡμῶν ἐποίησε γίνεσθαι ὁ Χριστός.

Οἷόν τι λέγω· ὑπέθετο ἡμῖν ὁ διάβολος τὰ εἰς κοινὴν προτιθέντα χρείαν ἰδιοποιήσασθαι καὶ ἀποθησαυρίσαι αὐτά, ὅπως διὰ τῆς πλεονεξίας ταύτης, δύο ἡμῖν ἐγκλήματα περιάψῃ καὶ τῆς αἰωνίου τιμωρίας καὶ κατακρίσεως ὑπαιτίους ποιήσῃ, ἓν μὲν τὸ τῆς ἀνελεημοσύνης, ἕτερον δὲ τῆς ἐπὶ τὰ ἀποκείμενα χρήματα καὶ οὐκ ἐπὶ τὸν Θεὸν ἐλπίδος. Ὁ γὰρ ἀποκείμενα χρήματα ἔχων, ἐπὶ τὸν Θεὸν ἐλπίζειν οὐ δύναται· καὶ τοῦτο δῆλον, ἐξ ὧν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν εἶπεν· Ὅπου φησὶν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Ὁ οὖν μεταδιδοὺς τοῖς πᾶσιν ἐκ τῶν ἀποκειμένων αὐτῷ χρημάτων, μισθὸν ὑπὲρ αὐτῶν οὐ χρεωστεῖται λαβεῖν ἀλλὰ καὶ ὑπόδικος μᾶλλον ἐστί, τῆς ἕως τότε ἀδίκου ἀποστερήσεως· οὐ μὴν ἀλλὰ καὶ ὑπεύθυνος τῶν κατὰ καιροὺς λιμῷ καὶ δίψει τὸν βίον ἀπολειπόντων οὓς αὐτὸς τότε δυνάμενος θρέψαι, οὐκ ἔθρεψε, κατορύξας τὰ τῶν πενήτων καὶ ἐάσας αὐτοὺς τῷ κρύει καὶ τῷ λιμῷ βιαίως ἀποθανεῖν, ὡς φονεὺς τοσούτων ἀποδειχθείς, ὅσους θρέψαι ἠδύνατο.

Τούτων τοίνυν ἁπάντων τῶν ἐγκλημάτων τὸ κρῖμα ἡμῖν ἀφεὶς ὁ ἀγαθὸς Δεσπότης καὶ εὔσπλαγχνος, οὐχ’ ὡς ἀλλότρια κατέχοντας ἡμᾶς, ἀλλ’ ὡς οἰκεῖα ἡμῶν λογίζεται ταῦτα καὶ οὐ δεκαπλασίονα μόνον ἀλλὰ ἑκατονταπλασίονα δοῦναι ἡμῖν ἐπαγγέλλεται, τοῖς ἐν ἱλαρότητι ταῦτα τοῖς ἀδελφοῖς διανέμουσιν.

Ἱλαρότης δέ ἐστιν, τὸ μὴ ὡς οἰκεῖα λογίζεσθαι ταῦτα, ἀλλ’ ὡς ὑπὸ Θεοῦ ἐγχειρισθέντα ἡμῖν εἰς οἰκονομίαν τῶν συνδούλων ἡμῶν, καὶ ἀφθόνως ταῦτα μετὰ χαρᾶς καὶ μεγαλοψύχως διασκορπίζειν, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἄλλως τε δέ, καὶ ἵνα μετὰ χαρᾶς τὰ ἀποθησαυρισθέντα κενώσωμεν ἐπ’ ἐλπίδι τῆς ἀληθινῆς ἐπαγγελίας, ἧς ἡμῖν ὁ Θεὸς ἐπηγγείλατο ἑκατονταπλασίονα δοῦναι τὸν μισθὸν ὑπὲρ τούτου. Εἰδὼς γὰρ ὁ Θεὸς ὅτι ὅλως ὅλοι τῇ τῶν χρημάτων ἐπιθυμίᾳ καὶ τῇ τοῦ πλούτου μανίᾳ κρατούμεθα καὶ δυσαποσπάστως ἔχομεν πρὸς αὐτά, καὶ οἱ τούτων πολυτρόπως ἀποστερούμενοι αὐτὴν τὴν ἑαυτῶν ζωὴν ἀπολέγονται, τῷ καταλλήλῳ φαρμάκῳ ἐχρήσατο, ἐπαγγειλάμενος δοῦναι ἡμῖν ὥσπερ εἴρηται, ὑπὲρ ὧν κατακενοῦμεν εἰς τοὺς πένητας ἑκατονταπλασίονα τὸν μισθόν, ἵνα καὶ τοῦ ἐπ’ αὐτοῖς κρίματος τῆς πλεονεξίας ἐν πρώτοις ἀπαλλαγῶμεν, ἔπειτα καὶ τοῦ ἐπ’ αὐτὰ ἔχειν τὴν πεποίθησιν καὶ ἐλπίδα παυσώμεθα καὶ τὰς καρδίας ἡμῶν ἐλευθέρας κτησώμεθα ἀπὸ τῶν τοιούτων δεσμῶν· ἵνα ἐλεύθεροι γεγονότες πρότερον, τότε ἐπὶ τὰς πράξεις τῶν ἐντολῶν αὐτοῦ ἀκωλύτως βαδίσωμεν καὶ δουλεύσωμεν αὐτῷ ἐν φόβῳ καὶ τρόμῳ, οὐχ’ ὡς ἐκείνῳ τί χαριζόμενοι, ἀλλ’ ὡς ἡμεῖς διὰ τῆς δουλείας εὐεργετούμενοι.

Ἄλλως δέ, οὐκ ἔνι σωθῆναι ἡμᾶς. Οἱ γὰρ πλούσιοι τὴν τῶν χρημάτων ἀπόθεσιν, ὡς φορτίον καὶ ἐμπόδιον τοῦ κατὰ Θεὸν βίου οὖσαν, πρότερον ἐνεργεῖν ἐκελεύσθησαν, καὶ οὕτω τὸν σταυρὸν ἐπ’ ὤμων αἴρειν καὶ τῷ Δεσπότῃ κατ’ ἴχνος ἀκολουθεῖν· τὰ γὰρ ἀμφότερα ἐπιφέρεσθαι ἡμᾶς, πάντῃ ἀδύνατον. Οἱ δέ γε τούτων ὄντες ἐκτὸς καὶ ἐν αὐταρκείᾳ ζῶντες ἢ καὶ ὑστερήσει τῶν ἀναγκαίων διάγοντες, οὐδὲν τὸ ἐμποδίζον αὐτοὺς ἔχουσιν, ἐὰν τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ βαδίζειν ἐθέλωσιν· ἀλλ’ οἱ μὲν πρόθεσιν χρήζουσι μόνην πρὸς τοῦτο, οἱ δὲ ἐν αὐτῇ τῇ ὁδῷ περιπατοῦντες εἰσί· διὸ ἐν ὑπομονῇ καὶ εὐχαριστίᾳ διάγειν ὀφείλουσι. Καὶ Θεὸς δίκαιος ὤν, οὕτω πορευομένους αὐτούς, εἰς αἰώνιον ζωὴν καὶ ἀπόλαυσιν ποιήσει αὐτῶν τὸ κατάλυμα.

Τὸ δὲ πάντα μὲν δοῦναι τὰ χρήματα καὶ κτήματα, πρὸς δὲ τὰς ἐπιφορὰς τῶν πειρασμῶν καὶ τῶν λοιπῶν θλιβερῶν μὴ γενναίως ἀνταγωνίζεσθαι, ὀλιγώρου ψυχῆς ἐστὶ καὶ ἀγνοούσης τὸν σκοπὸν τῆς ὠφελείας αὐτῆς. Ἀκούομεν γὰρ τῆς ἁγίας φωνῆς τοῦ Κυρίου λεγούσης πρὸς ἅπαντας κοινῶς· Ὅστις οὐ καταλείψει πατέρα, μητέρα, ἀδελφοὺς καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Δι’ οὐδὲν οὖν ἕτερον τὸν σταυρὸν ἐσχάτως τεθεῖναι παρὰ τῆς γραφῆς ἐδιδάχθημεν καὶ δι’ αὐτῆς τῆς πείρας μεμαθήκαμεν, εἰ μὴ διὰ τὴν τῶν θλίψεων καὶ πειρασμῶν ὑπομονήν· καὶ τελευταῖον, διὰ τὸν θάνατον αὐτὸν τὸν ἑκούσιον, ὅνπερ καὶ τοῖς τότε καιροῖς ἐπικρατουσῶν τῶν αἱρέσεων πολλοὶ διὰ τοῦ μαρτυρίου καὶ τῶν ποικίλων βασάνων προείλοντο, νυνὶ δὲ Χριστοῦ χάριτι ἐν καιρῷ βαθείας καὶ τελείας εἰρήνης, οὐδὲν ἕτερον ἐπληροφορήθημεν εἶναι σταυρὸν καὶ θάνατον, εἰ μὴ τὴν παντελῆ τοῦ ἰδίου φρονήματος καὶ θελήματος ἐκκοπὴν καὶ ἀπάρνησιν. Ὁ γὰρ τὸ ἴδιον κἂν ὁπωσοῦν ἐκπληρῶν θέλημα, τὸ τοῦ σωτῆρος Χριστοῦ πρόσταγμα φυλάξαι οὐ δυνήσεται πώποτε.

Ὅτι ἡ ἐγκράτεια εἷς ἐστι καρπός, τῶν καρπῶν τοῦ ἁγίου Πνεύματος· καὶ δεῖ τοὺς πιστεύοντας εἰς Χριστόν, ἐπιγνῶναι ὅτι χαρίσματα Πνεύματος ἁγίου παρ’ αὐτοῦ λαμβάνουσιν· οἱ γὰρ μὴ ἐπιγινώσκοντες ὅτι δηνάρια παρὰ Χριστοῦ λαμβάνουσιν, εἰκῇ ἐπίστευσαν.

Κεφάλαιον ΙΑʹ Λέγουσιν οἱ θεόσοφοι πατέρες καὶ ἀληθῶς λέγουσιν, ὅτι ὁ Χριστὸς ἦλθε κομίζων ἀνθρώποις ἀπαλλαγὴν ἁμαρτιῶν καὶ ἀναίρεσιν. Εἰ οὖν ὁ Χριστός ἐστιν ὁ ἀπαλλάττων ἀνθρώπους ἁμαρτιῶν, καὶ ἀναιρῶν ἀνθρώποις τὰς ἁμαρτίας, πῶς δι’ ἐγκρατείας λέγουσι πάλιν, ὅτι ἀπονεκροῦνται τοῖς πιστοῖς αἱ ὁρμαὶ καὶ αἱ κινήσεις τῶν παθῶν; Λέγομεν οὖν ὅτι ἀληθεύουσι καὶ τὰ ἀμφότερα. Ὅσοι μὲν γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο· ἐνδύονται δὲ Χριστὸν διὰ τοῦ ἐκ Πατρὸς ἐκπορευομένου Πνεύματος ἁγίου τοῦ Χριστοῦ· τῶν δὲ διαφόρων τοῦ ἁγίου Πνεύματος καρπῶν εἷς ἐστι καρπὸς καὶ ἡ ἐγκράτεια. Ὁ δὲ καρπός φησιν τοῦ Πνεύματος, ἐστὶν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· καὶ πᾶς ἐγκρατευόμενος ἀπὸ πάσης ἁμαρτίας οὐκ αὐτὸς ἐστὶν ὁ ἐγκρατευόμενος ἀλλ’ ὁ καρπὸς τοῦ Πνεύματος ὅς ἐστιν ἐγκράτεια. Μηδεὶς οὖν ἐγκρατὴς νομιζέτω τῆς ἑαυτοῦ δυνάμεως εἶναι τὴν ἐγκράτειαν, ἀλλὰ τῆς χάριτος τοῦ Χριστοῦ.

Ὁ γὰρ Χριστὸς πρότερον τοῖς ἀγαπήσασι τὴν ἐλευθερίαν τῆς ἁμαρτίας καὶ τὴν ἀπολύτρωσιν—καὶ διατοῦτο τῇ ἁμαρτίᾳ ἀνθισταμένοις μέν, περιτρεπομένοις δὲ καὶ καταπονουμένοις ὑπ’ αὐτῆς—, δωρεῖται ἐν Πνεύματι ἁγίῳ τὴν ἐγκράτειαν ἐπ’ ἐλπίδι τῆς ἀπαλλαγῆς, ὡς ἂν ἐπιγνῶσι διὰ τῆς ἐγκρατείας, οἵου κακοῦ καὶ ὅσου ἀπηλλάγησαν· καὶ ἐπειδ’ ἂν ἀναιρεθῇ τούτοις καὶ αὐτὴ ἡ κίνησις τοῦ κακοῦ, δοξάσωσιν ἐν ταπεινῷ καὶ καταβεβλημένῳ φρονήματι τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν ἀποστείλαντα λύτρωσιν τῷ λαῷ αὐτοῦ τὸν Κύριον· καὶ γὰρ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν.

Ὃς οὖν Χριστὸν ἐνδύεται, πῶς ἁμαρτήσει; ὁ δὲ ἁμαρτάνων ἔτι, οὔπω Χριστὸν ἐνεδύσατο. Ἐπ’ ἐλπίδι οὖν τοῦ Χριστοῦ ἐνδύσασθαι πᾶς ἀγωνιζέσθω χριστιανός, ἀνακαλούμενος αὐτὸν νυκτὸς καὶ ἡμέρας, ἐν νηστείᾳ καὶ κλαυθμῷ, ἵνα μὴ ἀπαξιώσῃ γενέσθαι τῷ δεομένῳ μετὰ πίστεως ἔνδυμα· ὃν φορέσας ἐκ τοῦ θείου βαπτίσματος, ἢ ἠγνόησεν ἢ περιεφρόνησε, καὶ ἐγένετο γυμνὸς μέν, διὰ τὴν γύμνωσιν ἁμαρτάνων, οὐκ ἐγκαταλειφθεὶς δὲ πάντῃ· καὶ διατοῦτο καὶ τὴν γύμνωσιν γινώσκων καὶ τὸ ἔνδυμα ἀνακαλούμενος καὶ αἰτῶν ἐν συντριβῇ τοῦ πνεύματος. Ὁ γὰρ μὴ Χριστὸν ἐνδεδυμένος τὸν ἁμαρτίαν μὴ ποιήσαντα καὶ οὗ τῷ στόματι οὐχ’ εὑρέθη δόλος, πῶς δυνήσεται ποιῆσαι τὰς ἐντολὰς αὐτοῦ λέγοντος, Ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν, ὥσπερ οὐδὲ τὸ κλῆμα δίχα τῆς ἀμπέλου καρποφορῆσαι; Οὐχ’ ἁπλῶς οὖν πιστεύειν εἰς αὐτὸν ὁ Χριστὸς κελεύει, καὶ τοῦτό ἐστι μόνον σωτηρία, ἀλλὰ τοῖς πιστεύουσιν εἰς αὐτὸν δίδωσι καὶ δηνάρια.

Οἱ δὲ μὴ λαβόντες δηνάρια, οὐκ ἐπίστευσαν εἰς Χριστόν· ἑκάστῳ γὰρ πιστεύοντι, καὶ δηνάριον ὁ Χριστὸς παρέχει· διὰ γοῦν τὸ δηνάριον λέγεται πιστός, πᾶς χριστιανός. Πιστοὶ γάρ, οὐ διὰ τὸ πιστεῦσαι καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστεύεσθαι παρὰ τοῦ Θεοῦ μυστήρια, ἅπερ οὐδὲ ἄγγελοι πρὸ ἡμῶν ἤδεσαν· εἶπε γὰρ ὁ Κύριος· Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι.

Βλέπεις πῶς ἐστι πιστός; ὅτι πιστευόμενος. Ὁ δὲ μὴ ἐπιγινώσκων ὃ πεπίστευται, ἢ ἀναίσθητός ἐστιν, ἢ οὐκ ἔλαβεν, ἢ διὰ τὴν ἀναισθησίαν αὐτοῦ ἀπέπτη ἀπ’ αὐτοῦ· οὐδὲ γὰρ ἐθέλει παραμένειν ἀναισθήτοις, τὸ σοφίας καὶ γνώσεως καὶ συνέσεως καὶ φόβου Θεοῦ καὶ πίστεως παρεκτικόν. Ἐπειδὴ γὰρ οὐδεὶς δίχα κεφαλαίου δύναται πραγματεύσασθαι, διατοῦτο καὶ ὁ Κύριος ἡμῶν παρέχει τοῖς πιστοῖς αὐτοῦ κατὰ τὴν ἑκάστου καὶ δύναμιν καὶ ἐπιτηδειότητα, δηνάριον· χάρισμα δηλαδὴ Πνεύματος ἁγίου νοερόν, ἐν παντοίοις καιροῖς τε καὶ πράγμασι συνυπάρχον τε καὶ συναναστρεφόμενον τῷ λαβόντι· ὃ δὴ καὶ φυλάττει ἀσφαλῶς ὁ πιστευθείς, καὶ σπεύδει ἐν ὑπομονῇ πολλῇ, πολυπλασιάσαι.

Τίς δὲ ὁ τρόπος τοῦ πολυπλασιασμοῦ; Λαμβάνει τίς χάρισμα πίστεως καὶ χάρισμα μακροθυμίας· διὰ μὲν τῆς πίστεως πιστεύει τοῖς ἐπηγγελμένοις παρὰ Θεοῦ, διὰ δὲ τῆς μακροθυμίας, θλίψεις ἐπερχομένας καὶ κακώσεις πολλὰς καὶ τἀναντία τῶν ἐπηγγελμένων ὑπομένων καὶ βλέπων, μακροθυμεῖ ἕως ἂν πληρωθῶσιν εἰς τὸν καιρὸν αὐτῶν. Ἐνταῦθα δοκεῖ μὲν αὐτὸς καρτερεῖν, ἡ δύναμις δέ ἐστιν ἡ ἐνεργοῦσα ἐν αὐτῷ τὴν μακροθυμίαν τοῦ ἐν ἐπιγνώσει μυστικῶς πιστευθέντος δηναρίου, ἤτοι χαρίσματος.

Ἐὰν οὖν μὴ ἐπιλάθηται τῆς ἐν ἑαυτῷ δυνάμεως ταύτης, αὐξάνεται μὲν παρ’ αὐτῷ καὶ τὸ χάρισμα καὶ ἀξιοῦται τῆς ἐπιτυχίας τῶν ἐπηγγελμένων· διὰ πίστεως γὰρ καὶ μακροθυμίας κληρονομοῦνται αἱ τοῦ Θεοῦ ἐπαγγελίαι. Εἰ δὲ ἐπιλαθόμενος οἰήσεται αὐτὸς ἰδίᾳ δυνάμει καὶ οὐ τῇ τῆς χάριτος ἀνύσας τὸν χρόνον τῆς μακροθυμίας, ἐκπίπτει μὲν τῆς χάριτος καὶ γυμνοῦται ἀπ’ αὐτῆς, γυμνὸν δὲ τοῦτον εὑρὼν ὁ διάβολος, ὅποι βούλεται περιάγει, ὥστε γενέσθαι τὰ ἔσχατα τοῦ τοιούτου χείρονα τῶν πρώτων.

Χρὴ οὖν καὶ χάριτος ἀξιοῦσθαι τοὺς πιστοὺς δι’ αὐτὴν ὀνομαζομένους, καὶ ἐπιγινώσκειν τὴν τοιαύτην χάριν καὶ πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν αὐτῇ ἐπιγράφειν ἣν διέρχονται, καὶ εὐχαριστεῖν τῷ οὕτως εὐδοκήσαντι καὶ οὕτως ἐνεργοῦντι ἐν τοῖς πιστοῖς, τῷ λέγοντι ὅτι Ἡ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.

Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἀγώνων ὁ δράσας ἐστὶν ὁ νικῶν, ἐπὶ δὲ τῶν ἀγώνων τῆς εὐσεβείας, ὁ πάσχων καὶ ὑπομένων μέχρι θανάτου· ὁ γὰρ ὑπομείνας εἰς τέλος σώζεται, οὐχ’ ὁ ἐν μέσοις τοῖς ἀγῶσιν, οὐδὲ ὁ ἐπὶ τέλει τῶν ἀγώνων ὀκλάσας, ἀλλ’ ὁ εἰς τέλος ὑπομείνας. Ὁ δὲ Θεὸς ἡμῶν, οὐ λέγεται Θεὸς ἀνέσεως καὶ Θεὸς σπατάλης, ἀλλὰ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς μακροθυμίας· ἐνεργεῖ γὰρ ἀμφοτέρας τοῖς αὐτῷ πιστεύσασιν ἑαυτούς, ἵνα νικήσωσι νίκην παράδοξον καὶ καινοπρεπῆ, ὃν τρόπον ἐκεῖνος νενίκηκε. Σταυρωθεὶς γὰρ καὶ ἀποθανών, ἐνίκησε τοὺς φονεῖς αὐτοῦ καὶ τὸν κόσμον, καὶ μεταδιδοὺς ἐκ τῆς οἰκείας αὐτοῦ δυνάμεως τοῖς αὐτοῦ καὶ δι’ αὐτὸν πάσχουσι, νικᾷ καὶ δι’ αὐτῶν ὁ αὐτὸς τοὺς φονεῖς αὐτῶν καὶ τὸν κόσμον· καὶ τὸ μυστήριον τοῦτο πάντα χριστιανὸν εἰδέναι ἐπάναγκες, ἵνα μὴ εὑρεθῇ τίς διὰ τὴν τούτου ἄγνοιαν, εἰκῇ πιστεύσας εἰς Χριστόν· οὐ γὰρ ἕκαστος ἀλλὰ Χριστὸς ἐν ἑκάστῳ εἰσάγεται πάλιν εἰς τὸν παράδεισον, ἵν’ ὅπερ εἶχεν ἐξ ἀρχῆς ἄνθρωπος εἰς ἀνάπαυσιν καὶ ἀπώλεσεν ἐξ ἀπιστίας, κτήσηται πάλιν διὰ πίστεως· οἱ δὲ ἱδρῶτες καὶ οἱ πόνοι, κατ’ οἰκονομίαν Θεοῦ τοῦ φιλανθρώπου, ἵνα μὴ πάλιν ἀπολέσῃ ὃ διὰ πόνων ἀπέλαβε.

Τούτου τοῦ ἀγαθοῦ πᾶσα νοερὰ ψυχὴ νοερῶς μεταλαμβάνει ἀπ’ αὐτοῦ τοῦ θείου βαπτίσματος, μορφοῦται γὰρ ἐν αὐτῇ Χριστὸς αὐτίκα· διὰ δὲ τὴν ἄγνοιαν καὶ μάλιστα τῶν βαπτισμένων βρεφῶν, κατὰ μικρὸν προϊόντος τοῦ χρόνου, γίνεται καὶ ἀλλοίωσις· καὶ τοῖς μὲν σβέννυται πάντῃ, τοῖς δὲ ζώπυρόν τι μικρὸν ὑπολείπεται, καὶ πάλιν ἀνάπτεται τὸ μέγα ἔλεος τοῦτο διὰ πίστεως καὶ διδαχῆς καὶ ἐλπίδος· τοῖς γὰρ πιστεύσασι καὶ ἐλπίσασιν, ἐν ὀλίγῳ τὴν ἄναψιν καὶ ποιεῖται καὶ ἐμφανίζει νοητῶς· εἶτα μετὰ χαρᾶς ὑποβαλλομένων δαλῶν ταπεινοφροσύνης καὶ ἐλεημοσύνης—τοῖς μέν, ὅτι οὐκ ἐξ ἡμῶν ἀλλ’ ἐκ Θεοῦ τὸ ἔλεος, τοῖς δέ, ὅτι δεῖ πάντως τὸν ἐλέους τυχόντα, ἐλεήμονα εἶναι—, φλὸξ ἀνάπτεται καὶ φωτίζει τοὺς γείτονας.

Ὅτι μεῖζον τῶν ἁμαρτιῶν, τὸ προσιέναι τῷ Θεῷ δίχα φόβου καὶ εὐλαβείας· τὸ γὰρ ψάλλειν Θεῷ στόματι μόνον, ἄχρηστον· χρεία οὖν θείου φωτὸς εἰς τὸ ἐπιγνῶναι τὸν Θεόν· ἐὰν γὰρ μὴ ὁ νοῦς ἐκ Θεοῦ φωτισθῇ καὶ βεβαιωθῇ εἰς τὴν πίστιν καὶ γένηται ἑδραῖος, εἰκῇ ἐπίστευσεν ὁ πιστεύσας εἰς Χριστόν· καὶ ὅτι τρία εἰσὶ τὰ ἐν οἷς πᾶς ἄνθρωπος ἁμαρτάνει.

Κεφάλαιον ΙΒʹ Μείζων ἁμαρτία τοῦ προσιέναι τῷ Θεῷ δίχα φόβου τοῦ προσήκοντος καὶ αἰδοῦς καὶ εὐλαβείας, οὐκ ἔνι. Διατί; διότι παρὰ Θεοῦ εἴ τε συγχώρησις τῶν ἁμαρτιῶν, εἴ τε χορηγία τῶν ἀγαθῶν. Ὁ δὲ ἁπλῶς καὶ ὡς ἔτυχε καὶ καταπεφρονημένως τῷ φοβερῷ καὶ τοῖς Σεραφὶμ ἢ προσευχόμενος ἢ ψάλλων, εὔδηλον ὅτι ἀγνοεῖ τοῦτον. Διατοῦτο καὶ ὁ Θεὸς θέλων ἐλεῆσαι τὸν τοιοῦτον, οὐ δύναται ἀλλὰ μᾶλλον ὀργίζεται. Βέλτιον οὖν μηδαμῶς ψάλλειν Θεῷ, ἢ ψάλλειν στόματι καὶ μόνον· ψυχῆς γάρ ἐστι τὸ ψάλλειν Θεῷ διὰ στόματος· ὁ δὲ ψάλλων στόματι μόνῳ, Θεὸν ᾧ ψάλλει μᾶλλον παροργίζει. Ὥσπερ γὰρ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει, οὕτω δεῖ καὶ νοῦν ψάλλειν διὰ στόματος. Ὁ μὲν γὰρ μὴ ψάλλων, ὑστερεῖται τοῦ ὀφειλήματος καὶ μένει χρεώστης, καὶ αἰτήσει ποτὲ παρὰ τοῦ ἀγαθοῦ καὶ τοῦ ὀφειλήματος ἄφεσιν.

Ὁ δὲ στόματι μόνον ψάλλων, αὐτὸν παροργίζει τὸν χρεωλύτην Θεὸν ᾧ ψάλλει, καὶ παρὰ τίνος ἐλεηθήσεται; ψάλλει μὲν γὰρ οὗτος τῷ στόματι, διαλέγεται δὲ τῷ νοῒ τοῖς δαίμοσι. Χρὴ τοίνυν ψάλλειν τὸν νοῦν Θεῷ διὰ στόματος. Ἐπεὶ δὲ μὴ πρότερον ἁγίου Πνεύματος δεξάμενος φωτισμὸν καὶ ἐνέργειαν νοῦν ἀμήχανον ψάλλειν καὶ ἀδύνατον, ὑπὲρ τούτου πρὸ τῶν ἄλλων σπουδαστέον ἵνα μὴ ἀντὶ ἐλέους ἄπεισιν ὁ στόματι μόνον ψάλλων, τὴν τοῦ Θεοῦ κομισάμενος ὀργήν. Οὐδὲν γὰρ οὕτω παροργίζει Θεόν, ὡς τὸ ψάλλειν στόματι μόνῳ, τῷ δὲ νοῒ ἄτοπα διανοεῖσθαι. Ὁ τοιοῦτος νοῦς οὔπω βασιλευθεὶς ἔτυχεν ὑπὸ Χριστοῦ, οὐδὲ γὰρ ἠθέλησε· καὶ ὡς μὴ θελήσας τὴν βασιλείαν τοῦ Θεοῦ, ἐχθρός ἐστι τοῦ βασιλέως Χριστοῦ.

Οὐ χρὴ οὖν δίχα φόβου καὶ εὐλαβείας Θεῷ προσέρχεσθαι. Ὁ δὲ μὴ ἔχων φόβον καὶ εὐλάβειαν, αἰτείτω πρότερον φῶς θείου φόβου, ἵνα λαβὼν τοῦτο, γνώσεται τίνι πρόσεισιν ὅπως λάβῃ τὰ αἰτήματα αὐτοῦ. Αἰτήματα δὲ παντὸς πιστοῦ, καρδίας πραΰτης καὶ ψυχῆς ταπεινοφροσύνη. Ὁ γὰρ γνοὺς τὸν φοβερόν, φοβηθήσεται αὐτόν· ἐπιγνοὺς δὲ τὸν ἀγαθόν, ταπεινωθήσεται ὑπὸ τὴν ἀνοχὴν αὐτοῦ. Εἰ γὰρ ἔτι νύξ ἐστι καὶ ἥλιος οὔπω ἀνέτειλε, τίς ὄψεται; Τοὺς ὀφθαλμοὺς ἀνοίξας ὁ τῶν στοιχείων καὶ λέξεων παραγωγάς τε καὶ ῥητορείας καὶ φιλοσοφίας ἐπιστήμην ἀσκήσας καὶ γνῶσιν τῶν ὄντων, φωτὸς ἀπουσίᾳ, πῶς ποτὲ τὰς πολλὰς περὶ τούτων μεταχειρίσεται βίβλους; ὁ δὲ ἄρτι τούτοις εἰσαγόμενος οὐκ ὄντος φωτός, τί ὄψεται; τί διδαχθήσεται; Τὸν αὐτὸν τρόπον, φωτὸς μυστικοῦ θείας γνώσεως πᾶσα δεῖται ψυχή, τῶν θείων ῥημάτων ἰδεῖν καὶ γνῶναι τὴν δύναμιν. Τοῦτο γὰρ τὸ φῶς ἰσχύς ἐστι κραταιὰ νοητή, φεύγουσα τὴν κίνησιν τῆς διανοίας ἐν τῷ ἀκούειν ἢ ἀναγινώσκειν τὰ θεῖα, περικυκλοῦσα καὶ κατέχουσα προσέχειν τοῖς ἀναγινωσκομένοις ἢ ἀκουομένοις.

Εἰ δ’ οὖν, λαλήσει μὲν τὸ στόμα αὐτοῦ ψάλλοντος ἢ ἀναγινώσκοντος, ἀκούσουσι δὲ τὰ ὦτα, ὁ δὲ νοῦς οὐ μόνον ἄκαρπος ἀλλὰ καὶ ἄστατος, περιπορευόμενος καὶ διερχόμενος ἐφ’ ἃ μὴ δεῖ καὶ πλανώμενος, ἀναγκαῖα ταῦτα τῶν ἐν χερσὶ λεγομένων οἰόμενος, καὶ τῷ ἀναγκαίῳ τάχα τῆς μερίμνης κλεπτόμενος, λανθάνει ἑαυτόν, ὥς τις δορυάλωτος τῷ νοητῷ τυράννῳ καὶ Σατᾶν νοητῶς ἀγόμενος.

Τοῦτο τὸ πάθος, καὶ σφόδρα δεινόν. Ἐχθροῦ μου πρὸς ἃ βούλεται τὸν ἐμὸν περιάγοντος νοῦν, ἐγὼ νομίζω φροντίδας ἀναγκαίας ἐμοὶ καὶ μερίμνας, τὰς περιόδους εἶναι ταύτας καὶ οἰκείας· κἄν τίς μοι τῶν εἰδημόνων δαιμονικὰς εἴπει τὰς περιαγωγὰς ταύτας οὐ μόνον οὐ πείθομαι, ἀλλὰ καὶ καταγινώσκω τούτου τοῦ σοφοῦ ὡς μωροῦ. Τοῦτο, τὰ πρῶτα φέρει τῶν ἄλλων ψυχικῶν ἀρρωστιῶν· πρὸς τούτου τὴν θεραπείαν ὡς ἀρχικωτέρου πάσης ἄλλης νόσου ψυχικῆς καὶ δεινοτάτου καὶ κραταιοτέρου, αἵματος καὶ ζωῆς αὐτῆς οὐ φεισόμεθα. Τοῦτο τῶν αἱρέσεων εὑρετικόν, τοῦτο κωλύει πᾶσαν προσευχὴν μὴ κατευθύνεσθαι ἐνώπιον Θεοῦ, τοῦτο μέγα τεῖχος καὶ κραταιόν, πάντα νοῦν θεοσεβοῦς διατειχίζον καὶ κωλῦον ἐγγίζειν Θεῷ, τῷ πανταχοῦ παρόντι καὶ τὰ πάντα πληροῦντι. Τοῦτο σκότος, τοῦ ἐξωτέρου σκότους ἀρχή, ὅπερ Χριστοῦ μὴ καθελόντος ἑκάστῳ τῶν σπουδαζόντων, οὐδεὶς ὄψεται τὸν Κύριον· περὶ οὗ λέγει καὶ Δαυΐδ·

Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ἐν ταύτῃ φαίνει τῇ σκοτίᾳ ὁ λέγων Ἰησοῦς· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Τούτου τοῦ σκότους μὴ πρό γε παντὸς ἑτέρου λυομένου χριστιανῷ, ματαία πίστις ἡ εἰς Χριστόν, εἰκῇ πεπίστευκεν ὁ πιστεύσας, εἰκῇ νηστεύσει καὶ ἀγρυπνήσει καὶ κοπιάσει κράζων.

Στενόχωρον σωλῆνα, χάλικες ἔφραξαν· ὁ ἔσχατος, ὁ μέσος, οὔθ’ ὁ δεύτερος ἐξελεύσεται, μὴ διακυλισθέντος ἔξω τοῦ πρώτου πρότερον. Τρία γάρ εἰσι τὰ ἐν οἷς ἁμαρτάνουσιν ἄνθρωποι· ἡ διάνοια, ἡ λαλιά, καὶ ἡ πρᾶξις. Τούτων τὸ πρῶτον, αἴτιον μὲν τῶν ὑπὸ τῶν δύο ἁμαρτανομένων, οὐκ ἀποτελεστικὸν δέ· τὰ δύο δέ, τοῦ αἰτίου ἀποτελεστικά. Ποῖον οὖν τῶν τριῶν ἐπάναγκες ἰάσασθαι τὸν Χριστόν, τὸν ἰατρὸν τῶν ψυχῶν καὶ τῶν σωμάτων; εὔδηλον ἄρα τὸ πρῶτον. Ἁγιασθείσης τῆς διάνοιας καὶ καθεστηκυΐας καὶ μήτε εἰπεῖν μήτε πρᾶξαι παρὰ τὸ δοκοῦν τῷ Θεῷ ἀνεχομένης, τηρεῖται πάσῃ ψυχῇ τὸ ἀναμάρτητον. Βραδεῖα μὲν ἡ πρᾶξις τῆς ἁμαρτίας, ταχυτέρα δὲ πολλῷ ἡ τῆς λαλιᾶς ἁμαρτία· ὀξεῖα δὲ καὶ ἄχρονος ἡ τῆς διανοίας ἁμαρτία, ἀλλ’ ἄπρακτος δίχα ἢ λόγου ἢ ἔργου.

Σπουδαστέον τοίνυν ὅση δύναμις ἁγιασθῆναι τὴν διάνοιαν ὑπὸ Χριστοῦ· διατοῦτο γὰρ μόνον καὶ ἄνθρωπος ἐγένετο Θεὸς ὤν, καὶ ὑπὲρ τούτου ἐσταυρώθη καὶ ἀπέθανε καὶ αὖθις ἀνέστη· τοῦτο γάρ ἐστι καὶ ἀνάστασις ψυχῆς ἐν τῷ νῦν αἰῶνι, ἵνα καὶ ἐν τῷ μέλλοντι τύχωσι καὶ τὰ σώματα τῶν ψυχῶν τῶν ἀξιωθεισῶν ἀναστῆναι, τῆς θείας καὶ ὑπὲρ φύσιν ἀναστάσεως. Διορθωτέον τοίνυν τὸν νοῦν πρότερον στήκειν προσευχόμενον, στήκειν ἀναγινώσκοντα, στήκειν διδασκόμενον· εἰ δὲ μή, πάντα τἄλλα διακενῆς καὶ οὔποτε ἔσεται προκοπὴ ψυχῆς. Ἐξ ἀγνοίας τοῦ μεγάλου τούτου καὶ φοβεροῦ νοσήματος, παραφύεται χριστιανοῖς ὀνομαζομένοις, οἴησις, ἀλαζονεία, ὑπερηφανία, τύφος, κενοδοξία, καὶ τὸ κατεπαίρεσθαι τῶν ὁμογενῶν, καὶ κρείττους ἐθέλειν εἶναι τῶν ἀδελφῶν, ἀγνοοῦσιν ὅτι κοινὸν τὸ πάθος παντὶ τῷ γένει τῶν ἀνθρώπων, ὡς ἡ φθορὰ καὶ ὁ θάνατος· ὃ δὴ μάλιστα καὶ ὡς ἐπὶ πλεῖστον ἰάσιμον γίνεται τοῖς ἀφελεστέροις καὶ ἀγροικοτέροις, καὶ συντομωτέρᾳ θεραπείᾳ βελτίους εἰσὶ τῶν σοφῶν καὶ Θεῷ οἰκειότεροι, γινωσκόμενοι πρότερον αὐτῷ, καὶ γινώσκοντες αὐτόν· πλήν, ὅτι κατὰ τὸ μέτρον τῆς διορθώσεως τοῦ νοός, καὶ τὸ μέτρον τῆς γνώσεως καὶ ἐπιγνώσεως ἑκάστῳ ἑαυτοῦ καὶ Θεοῦ.