Ὄντως κρεῖττον οὐδὲν ἀδελφοὶ ἐν τῷ κόσμῳ, ὡς τὸ μηδὲν ἔχειν τοῦ κόσμου, μὴ δὲ θέλειν τί πλέον τῆς ἀναγκαίας χρείας τοῦ σώματος καταχρᾶσθαι ἢ θεραπείαν ἢ ἀπόλαυσιν τούτου ἐπιτηδεύειν, ἀλλὰ καθὼς γέγραπται, Πνεύματι περιπατεῖν καὶ ἐπιθυμίαν σαρκὸς μὴ ἐπιτελεῖν. Χρείαν δὲ ἀναγκαίαν ταύτην οἶδεν ὁ λόγος, ἄρτον καὶ ὕδωρ, ἱμάτιον καὶ σκέπην, κατὰ τὸν θεῖον ἀπόστολον· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Εἰ δὲ καὶ πλέον τί τούτων χρήζομεν, πάντως ἐκεῖνος παρέξει ἡμῖν, ἐλπίζουσιν εἰς αὐτὸν καὶ πιστεύουσιν, ὁ τὰ μείζω χαρίσας καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας. Μόνον καταλείψωμεν τὰ ἄλλα πάντα τῆς προσκαίρου ζωῆς, δόξαν φημὶ τὴν κενήν, τὸν φθόνον, τὴν εἰς ἀλλήλους ἔριν, τὸν δόλον, τὸν γογγυσμόν, τὴν ἐρίθειαν καὶ πάντα ὅσα τῷ Θεῷ ἀποτρόπαια καὶ εἰς κίνδυνον φέρει ψυχῆς. Ποθήσωμεν δὲ ἐκ ψυχῆς, ἃ κελεύει Θεὸς ἡμῖν κατασπάζεσθαι, πτωχείαν πνευματικήν, ἣν καλεῖ ὁ λόγος ταπείνωσιν, πένθος ἀένναον ἐν νυκτὶ καὶ ἡμέρᾳ, ἐξ οὗ πηγάζεται ἡ χαρὰ τῆς ψυχῆς καὶ ἡ παράκλησις καθ’ ὥραν τοῖς ἀγαπῶσι τὸν Θεόν. Ἐκ τούτου γὰρ πᾶσι τοῖς ἀγωνιζομένοις ἐν ἀληθείᾳ, καὶ ἡ πραότης κατορθοῦται· πεινῶσι καὶ διψῶσι τὴν δικαιοσύνην, καὶ ζητοῦσιν ἀεὶ τὴν τοῦ Θεοῦ βασιλείαν, τὴν ὑπερέχουσαν πάντα νοῦν ἀνθρώπινον.