Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια ἀλφαβητικά (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Κεφάλαια ΙΓ΄–ΙΣΤ΄: Η αδιάκριτη τήρηση των εντολών, η νοερά θεωρία και η ορθόδοξη πίστη

Έλεγχος της παραμελήσεως των ελαφρών πταισμάτων και η ισοτιμία των ψυχικών παθών. Εξετάζεται η θεωρία του θείου φωτός, η ομοίωση με τον Χριστό και η οργανική σύνδεση μεταξύ ορθής πίστεως, θείας χάριτος και έργων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 5 από 7

Περὶ τοῦ μὴ ἀμελῶς ἔχειν περὶ τὴν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν μὴ δὲ καταφρονεῖν μιᾶς καὶ μόνης αὐτῶν, ἀλλὰ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μὴ ὡς καταφρονηταὶ ἔξω τοῦ νυμφῶνος κατακλεισθῶμεν.

Κεφάλαιον ΙΓʹ Νόμον ἅπαντα ὁ φυλάξας φησὶν ὁ ἀπόστολος, ἐν ἑνὶ δὲ μόνον πταίσας, γέγονε πάντων ἔνοχος, καὶ πάλιν· Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Καὶ ἵνα σαφέστερον ὃ λέγει ποιήσῃ, ἐπάγει λέγων· Ὧι γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.

Ὥστε ἀδελφοί, ὁ ἐν ἑνὶ καὶ τῷ τυχόντι πάθει δουλούμενος, ὑπ’ αὐτοῦ καὶ δεσπόζεται καὶ ταῖς ἐντολαῖς τοῦ Κυρίου ὑπακούειν οὐ δύναται· πῶς γὰρ ὑπὸ ἀλλοτρίου δεσπότου κυριευόμενος; Διὰ τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ συνορῶμεν ἡμεῖς τῶν δεσποτικῶν καὶ ἀποστολικῶν ῥημάτων τὴν ἀληθῆ δύναμιν, ἐκ τῶν ὁρωμένων ταύτην καλῶς στοχαζόμενοι;

Βλέπομεν γὰρ ὅτι οἱ ἐν πελάγει πλέοντες, οὐχὶ ἐὰν τόσα ἢ τόσα διαπλεύσωσιν, εἶτα ποῦ ἐγγὺς πρὸς τὸν λιμένα γενόμενοι κινδύνῳ περιπέσωσιν, ἀλλ’ οἱ τὸν λιμένα φθάσαντες καὶ τῇ χέρσῳ ἀποδοθέντες, σωθῆναι λέγονται· οὕτω καὶ οἱ ἐν ὁδῷ περιπατοῦντες καὶ πρὸς πόλιν τινὰ καταλαβεῖν σπεύδοντες, οὐχὶ ἐὰν τόνδε τὸν ποταμὸν διαπεράσωσι καὶ τόδε τὸ ὄρος διέλθωσι κἀκείνους τοὺς ληστὰς διαβάντες ἐκφύγωσι, μετὰ δὲ ταῦτα ἑτέρῳ τινὶ ἀνδροφόνῳ ἢ θηρίῳ ἐντυχόντες παρ’ ἐκείνου ἀναλωθῶσιν ἢ καὶ βοθύνῳ τινὶ περιπεπτωκότες ἀποπνιγῶσι, διασωθήσεσθαι καὶ τὴν πόλιν ἐκείνην καταλαβεῖν ἐν ᾗ ἐπορεύοντο λέγονται, ἀλλ’ οἱ πάντα πειρασμὸν καὶ πᾶσαν θανατηφόρον ἐπιβουλήν, Θεοῦ βοηθείᾳ διαφυγόντες. Καὶ οὐδὲ οὗτοι. Εἰ γὰρ μετὰ τὸ ἐκφυγεῖν πάντα τὰ ἐναντία ἀμελήσουσιν ἢ ῥαθυμήσουσιν, καὶ νὺξ αὐτοὺς καταλάβῃ καὶ αἱ πύλαι κλεισθῶσι τῆς πόλεως καὶ ἔξωθεν αὐτῆς εὑρεθῶσιν, οὐκ οἴδασι τί τέξεται ἡ ἐπιοῦσα ἡμέρα.

Νόει οὖν μοι πόλιν, τὴν βασιλείαν τῶν οὐρανῶν· νύκτα, τὸν ἑκάστου ἡμῶν θάνατον· ἐπιοῦσαν δὲ ἡμέραν, τὴν τοῦ Κυρίου καὶ Θεοῦ παρουσίαν, ἥτις ἐστὶν ἡ ἡμέρα τῆς κρίσεως. Ὁ τοίνυν μὴ φθάσαι σπουδάσας τοῦ ἐν αὐτῇ γενέσθαι τῇ βασιλείᾳ τῶν οὐρανῶν ἕως ἐν τῇ ἡμέρᾳ τοῦ τῇδε βίου ἐστίν, ἀλλ’ ἔξω ταύτης ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς αὐτοῦ εὑρεθῇ, νὺξ ἐπ’ αὐτῷ τοῦ θανάτου γίνεται, καὶ οὐκ οἶδεν ἐν τῇ ἐπιούσῃ ἡμέρᾳ τῆς κρίσεως τί ἄρα αὐτῷ συμβήσεται, κἄν τε εἰσελθεῖν ἐν ταύτῃ συγχωρηθῇ, κἄν τε μή. Ἀλλὰ καὶ ἡ δορκὰς ἢ ὁ ἔλαφος ἢ ἕτερόν τι τούτων τῶν ζώων, οὐχ’ ὅταν μὲν τούτου ἢ ἐκείνου τοῦ θηρευτοῦ καὶ τοῦ κυνὸς διαφύγῃ ἢ τῆς παγίδος ταύτης ἢ τῆσδε ἀνώτερον γένηται, ὑπὸ δὲ ἑτέρου τινὸς κατασχεθὲν εἰς τὰς χεῖρας αὐτῶν ἐμπέσῃ, διαδρᾶναι καὶ σωθῆναι λέγεται, ἀλλὰ τὸ μήθ’ ὅλως ἀγρευθὲν ἢ ὑπό τινος μηχανῆς κρατηθέν.

Νόει οὖν μοι πάλιν θηρευτάς, τοὺς πονηροὺς δαίμονας· κύνας δὲ τοὺς πλάνους καὶ ψευδοδιδασκάλους ἀνθρώπους, οἳ διεστραμμένοι ὄντες καὶ πονηροί, οὐχ’ ἑαυτοὺς διορθώσασθαι ἀλλ’ ἑτέρους διδάσκειν ἐπιχειροῦσιν, οὓς ὡς ὑλακτοῦντας κύνας λογίζεσθαι χρὴ καὶ φεύγειν τοὺς τοιούτους, ὡς διὰ τῶν λόγων δάκνοντας καὶ σπαράσσοντας τὰ πρόβατα τοῦ Χριστοῦ καὶ ταῖς τῶν θηρευτῶν χερσὶ προδιδοῦντας αὐτά· ληστὰς δὲ τοὺς πονηροὺς λογίζου καὶ αἰσχροὺς λογισμούς, οἵτινες αἰφνιδίως ἐμπίπτοντες τῷ ἀγωνιζομένῳ, ἢ φυγεῖν καὶ ἀπορραγῆναι τῆς συνοδίας αὐτὸν παρασκευάζουσιν, ἑαυτὸν οἰόμενον διασώσασθαι, ἢ κρατήσαντες τῷ συνδυασμῷ καὶ συγκαταθέσεσι τοῦ λογισμοῦ, συνδήσαντες ἀσφαλῶς καὶ περισφίξαντες, τύπτουσιν αὐτὸν οἱονεὶ τοῖς γαργαλισμοῖς καὶ ταῖς κινήσεσι τῆς σαρκός, καὶ διὰ τῆς ἀτόπου ἐπιθυμίας τοῦτον ἕλκοντες τῇ δυνάμει, τῷ βόθρῳ τῆς ἁμαρτίας καὶ τῷ κρημνῷ τῆς πράξεως ἀπορρίπτουσι.

Χρὴ οὖν πάσῃ δυνάμει τῶν μὲν κακῶν ἀπέχεσθαι πράξεων, τῶν δὲ ἀγαθῶν ἔργων ἅμα πάντων ἀντέχεσθαι, καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ ζέοντι πόθῳ καὶ προθυμίᾳ πάσῃ ποιεῖν καὶ μηδὲ μιᾶς καὶ τῆς τυχούσης ὡς ἐλαχίστης καταφρονεῖν. Ὁ γὰρ λέγων «Εἴθε μοι τόδε μὴ γέγονε τὸ κακόν, τόδε μὴ πέπραχα τὸ ἁμάρτημα, ἐπεὶ τόδε ἢ τόδε οὐδέν ἐστι», φανερῶς ἅμα ὁμοῦ ἀνατρέπει τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ταύταις ἀνθίσταται. Ὑπονόει μοι ἄνθρωπε σκεῦος τίμιον ἐκ πασῶν σε γενόμενον τῶν ἐντολῶν τοῦ Θεοῦ, οἷον ἐκ πίστεως, ἐκ φόβου Θεοῦ, ἐκ ταπεινώσεως, ἐκ σιωπῆς τῆς ἀπὸ ἀργοῦ λόγου, ἐξ ὑπακοῆς μέχρι θανάτου, ἐκ τῆς ἐκκοπῆς τοῦ ἔνδοθεν τῆς καρδίας θελήματος καὶ κινήματος, ἐκ τῆς ἀδιαλείπτου μετανοίας καὶ κατανύξεως, ἐκ τῆς ἀεννάου εὐχῆς, ἐκ τῆς τῶν ὀφθαλμῶν ἀκριβείας, ἐκ τῆς πρὸς τὸν πλησίον ἀπροσπαθείας καὶ τῆς πρὸς πάντας ἐξ ἴσου ἀγάπης, ἐκ πάντων ἄλλων τῶν ταύταις συνεπομένων ταῖς ἀρεταῖς. Μία γὰρ ἑκάστη τούτων οἱονεὶ πέταλον οὖσα καθ’ ἑαυτὴν ἕν, ἡ μὲν χρυσοῦν, ἡ δὲ ἀργυροῦν, ἄλλη χαλκοῦν, ἑτέρα ἐκ λίθου τιμίου, καὶ καθεξῆς αἱ λοιπαὶ ἐξ ἑτέρων ἄλλων ὑλῶν, ἑνούμεναι διὰ τοῦ Πνεύματος καὶ ἀλλήλαις εἰς ἓν ἅπασαι συγκολλώμεναί τε καὶ συναρμολογούμεναι, εὔχρηστόν τι ὡς εἴρηται τὸν ἄνθρωπον κατασκευάζουσι σκεῦος, ἐν ᾧ ἡ τοῦ Χριστοῦ χάρις ὡς οἶνος νέος ἐμβάλλεται.

Εἰπὲ οὖν μοι, ἐὰν μία ἐκ πασῶν τῶν εἰρημένων ἀρετῶν ἐπιλείψῃ, ἐξ ὧν καὶ δι’ ὧν συνετέθη καὶ συνηρμόσθη τὸ σκεῦος, ἆρα ἀνέξεται ὁ Θεὸς ἐμβαλεῖν ἐν αὐτῷ ὅλως τί τῶν χαρισμάτων τοῦ Πνεύματος αὐτοῦ, εἰ καὶ δοκεῖ πάνυ μικρὰ ἡ τρυμαλιὰ εἶναι τοῦ ἐπιλείποντος δῆθεν πετάλου, ἤτοι τοῦ τόπου τῆς ἀρετῆς;

Οὐδαμῶς. Πάντως γὰρ ἐκ τοῦ κατ’ ὀλίγον διὰ τῆς μικρᾶς ἐκείνης ὀπῆς, τὸ ἐμβληθὲν ἀγνώστως ῥεῦσαν χυθήσεται. Πῶς οὖν ἡμεῖς καὶ δίχα πολλῶν ἀρετῶν, ὧν τὸν ἄφθαρτον καὶ ἀκένωτον οὐ κεκτήμεθα πλοῦτον ἐκ τῆς τῶν ἐντολῶν ἐργασίας, διὰ τῶν ὀλίγων κατορθωμάτων καὶ τούτων διεσπασμένων ἀπ’ ἀλλήλων ταῖς ἁμαρτίαις, ὡς σκεύη ἑαυτοὺς εἶναι νομίζομεν τέλεια καὶ ὁλόκληρα, καὶ τὸ ἅγιον Πνεῦμα ὡς θησαυρὸν ἔνδον ἐν ἡμῖν φέρειν οἰόμεθα; Ἀλλ’ ὄντως κατὰ τὸν εἰρηκότα, ἐματαιώθημεν ἐν τοῖς διαλογισμοῖς ἡμῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος ἡμῶν καρδία, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθημεν. Εἰ γὰρ καὶ Παῦλος ὁ θεῖος βοᾷ· Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, καὶ Ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἀλλὰ «σκεύη» μὲν τὰ ἡμέτερα σώματα ἔφη, καθὰ καὶ ἀλλαχοῦ φησίν· Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς εἰσὶ τοῦ ἐνοικοῦντος ἐν ὑμῖν ἁγίου Πνεύματος καὶ οὐκ ἐστὲ ἑαυτῶν; «ὀστράκινα» δὲ εἰπών, τὸ τῆς φύσεως ἡμῶν ᾐνίξατο ἀσθενές. Ἄθραυστα τοίνυν καὶ ἀδιάρρηκτα εἰσὶ τὰ τοιαῦτα σώματα, διὰ τὴν τοῦ ἐν αὐτοῖς θησαυροῦ ἀκαταμάχητον δύναμιν. Διὸ καὶ ἐπιφέρων φησίν· Ἵνα τὸ πλεῖστον τῆς δυνάμεως μὴ ᾖ ἐξ ἡμῶν ἀλλ’ ἐκ τοῦ Θεοῦ.

Καὶ ἵνα ὑμῖν αὐτὸ ἐκδηλότερον ἀπεργάσωμαι, τοιοῦτόν ἐστιν ὅ φησι· «Μὴ νομίσῃς ὅτι ὑπὸ σοῦ φησὶ συνέχεται καὶ τηρεῖται ὁ ἐν σοὶ θησαυρός, ἀλλὰ ὑπὸ τοῦ ἐν σοὶ θησαυροῦ αὐτὸς σὺ μᾶλλον τετήρησαι, ὑπὸ τῆς ἐν σοὶ χάριτος κατεσκευάσθης εἰς τὸ εἶναι σκεῦος εὔχρηστον τῷ Θεῷ. Καὶ τὸ δὴ θαυμαστόν, ὅτι καὶ ἐὰν μὴ ὑφ’ ἡμῶν ἀλλ’ ὑφ’ ἑτέρων τινῶν ἐχθρῶν συντριβῇ τὸ σκεῦος, ὁ θησαυρὸς μένει ἀκένωτος, τὸ δὲ σκεῦος ἰσχυρότερόν τε καὶ ἀσφαλέστερον ὑπὸ τῆς τοῦ θησαυροῦ ἐνεργείας κατασκευάζεται· Θεὸς γάρ ἐστιν.» Ὅθεν περὶ τούτου πάλιν ὁ αὐτὸς ἀπόστολος λέγει· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.

Ἀλλ’ ὅρα μοι πῶς διὰ τῶν τοιούτων λόγων, πανταχοῦ τὴν Τριάδα ἀχώριστον εἶναι φησὶ καὶ ἐν ἡμῖν μένουσαν· Ὁ Θεὸς γάρ φησιν ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψε—τὸ ἅγιον Πνεῦμα δηλονότι—ἐν ταῖς καρδίαις ἡμῶν—οὕτω γὰρ καὶ ὁ Κύριος ἔφη· Κἀγὼ παράκλητον ἄλλον πέμψω ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας—, καὶ πάλιν· Ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν σκεύεσιν ὀστρακίνοις εἴτουν καρδίαις σαρκίναις. Βουλόμενος δὲ δεῖξαί σοι τὸν θησαυρόν, ὅτι οὐκ ἄλλος τίς ἐστὶ παρὰ τὸν λάμψαντα ἀλλὰ ὁμότιμος καὶ ὁμοούσιος ὑπάρχει αὐτοῦ, προσέθηκε λέγων· Ἵνα τὸ πλεῖστον τῆς δυνάμεως μὴ ᾗ ἐξ ἡμῶν ἀλλ’ ἐκ τοῦ Θεοῦ, τοῦ ἐν ἡμῖν διὰ τῆς ἐλλάμψεως δηλονότι τοῦ Πνεύματος σκηνώσαντος. Τοῦτο γάρ ἐστιν ὁ θησαυρός, ἡ ἁγία Τριάς, συνεχόμενος μὲν ὑφ’ ἡμῶν διὰ τῆς τῶν ἐντολῶν ὡς εἴρηται πασῶν ἀκριβοῦς φυλακῆς, συνέχων δὲ ὅλους ἡμᾶς διὰ τῆς αὐτοῦ φιλανθρωπίας τε καὶ δυνάμεως καὶ χάριτος πάντοθεν ἀτρώτους καὶ ἀκλινεῖς καὶ ἀσαλεύτους συντηρῶν καὶ διαφυλάττων ἡμᾶς· οὕς, κἂν ὡς ἀσθενοῦντας καὶ εὐολίσθους, μικρόν τι ἐλλείψαντας ἢ σφαλέντας, αὐτὸς εὐθὺς ὁ θησαυρὸς συσφίγγει καὶ πρὸς ἑαυτὸν ἑνοῖ τε καὶ συγκολλᾷ ἑαυτῷ καὶ ἀναπληροῖ τὰ ἡμῶν ὑστερήματα καὶ στερεοῖ καὶ παγιωτέρους ἡμᾶς ἀπεργάζεται.

Διατοῦτο παρακαλῶ ὑμᾶς ἐν Χριστῷ ἀδελφοί, παραστῆσαι ἑαυτοὺς ἀμέμπτους τῷ Κυρίῳ ἐκ πάσης ἁμαρτίας, ἐπιφερομένους μεθ’ ἑαυτῶν τὴν φυλακὴν πασῶν τῶν σωτηρίων αὐτοῦ ἐντολῶν. Οὕτω γὰρ ταύτας ὁ τεχνίτης Θεὸς Λόγος λαβόμενος ὡς ὕλην τινὰ διὰ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων τιμίων συμπεφορημένην, αὐτὸς ὁμοῦ πάσας ἑνώσει καὶ εἰς εὔχρηστα διὰ τῶν τοιούτων σκεύη κατασκευάσει ἡμᾶς. Ἀλλὰ μὴ τὰς μὲν κομίσωμεν αὐτῷ, τὰς δὲ καταλείψωμεν, μὴ δὲ ὅταν πάσας αὐτῷ προσενέγκωμεν, περὶ μίαν καὶ μόνην ἀμεληταὶ καὶ καταφρονηταὶ φανῶμεν τῷ δεσπότῃ Χριστῷ τῷ Θεῷ, ἵνα μὴ ὀργισθεὶς προσρίψῃ κἀκείνας ἡμῖν, καὶ ἐκβληθῆναι ἔξω τοῦ νυμφῶνος κελεύσῃ.

Τοῦτο δὲ παθόντες, οὐδὲν ἡμᾶς ὕστερον εἰ καὶ πολλὰ κρούσαντες εἴπωμεν, «Κύριε κύριε, ἄνοιξον ἡμῖν», ὠφελήσει. Ἐρεῖ γάρ, «Ὑπάγετε ἀπ’ ἐμοῦ. Οὐδὲ γὰρ οἶδα ὑμᾶς ὡς πιστούς, οὐδὲ μέχρι θανάτου ὑπακούσαντας καὶ ἐκπληρώσαντάς μου τὸ πρόσταγμα.

Διὸ ἀπέλθετε ἀπ’ ἐμοῦ.» Ταῦτα μὲν οὖν οἶδα πρῶτος ὁ ταπεινὸς ἐγὼ καὶ πανάθλιος, ὡς μηδὲ μίαν πεπληρωκὼς ἐντολὴν τοῦ Θεοῦ μου, ἀκούσομαι. Εἶτα καὶ ὅσοι κατ’ ἐμὲ ἀνυπότακτοι καὶ παρήκοοι τῶν ἐντολῶν τοῦ Θεοῦ, οἱ λέγοντες ἄφρονι λογισμῷ· «Εἴθε μὴ πεπόρνευκα· τὸ γὰρ ὀμόσαι οὐδέν ἐστιν. Εἴθε μὴ μεμοίχευκα· τὸ γὰρ ὀβολὸν ἢ κλάσμα κεκλοφέναι ἄρτου, ποία ἁμαρτία ἐστίν;» Εἶτα πάλιν· «Μακάριος ἂν ἤμην φησίν, ἐὰν μὴ αἰσχροῖς καὶ βεβήλοις τῆς ἀρρενοφθορίας περιεπάρην κακοῖς. Τὸ γὰρ λοιδορῆσαι ἢ φθονῆσαι, παῖξαί τε καὶ γελάσαι, ὁποία ἄρα ἐστὶν ἁμαρτία;» οἱ πάλιν ἑαυτοὺς ἡγούμενοι, διὰ τὸ ἐκ σαρκικῶν τῆς ἁμαρτίας πράξεων καθαρεύειν, ὡς ἀγγέλους Θεοῦ καὶ μεγάλα περὶ ἑαυτῶν ἀφρόνως οἰόμενοι, μὴ ποιούμενοι δὲ λόγον τῶν ψυχικῶν ἀρετῶν καὶ παθῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν ἐντολῶν τοῦ Κυρίου καταφρονοῦντες καὶ πρὸς τὴν ἐκπλήρωσιν αὐτῶν μὴ βιαζόμενοι ἑαυτούς, παραιτούμενοι δὲ καὶ ὑπὲρ ἐντολῆς Θεοῦ πᾶσαν ἐπίπονον πρᾶξιν καὶ κακοπάθειαν, καὶ ἀμερίμνως διάγοντες.

Τί γὰρ ὄφελος ἀδελφοί, τὸ πορνείας μὲν ἀπέχεσθαι καὶ ἄλλης ἀκαθαρσίας σωματικῆς, δόξης δὲ ἀντιποιεῖσθαι καὶ χρημάτων ἐφίεσθαι; Ἡ μὲν γὰρ τὸ σῶμα, ἡ δὲ τὴν ψυχὴν διαφθείρει. Οὐ μόνον δὲ ἀλλὰ καὶ ἀπίστους ἡμᾶς, κατὰ τὴν τοῦ Κυρίου φωνήν, ἡ δόξα τῶν ἀνθρώπων καὶ τὸ ταύτης ἐρᾶν ἀπεργάζεται·

Πῶς δύνασθε φησὶ πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Τί δὲ τὸ ἀρρενοφθορίας μὲν καθαρεύειν, φθόνῳ δὲ καὶ μίσει καὶ ζήλῳ κατὰ τοῦ πλησίον ἐκτήκεσθαι; Τὸ γὰρ πρὸς τὸν ἀδελφὸν μῖσος, φονέα κεκτημένον ἀποτελεῖ· Ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὐτοῦ φησὶν ὁ ἀπόστολος, ἀνθρωποκτόνος ἐστίν.

Ἀρρενοκοίτης δὲ καὶ φονεύς, ἑνὶ πάντως κατὰ τοὺς ἱεροὺς κανόνας καὶ τῷ ἐπιτιμίῳ καθυποβάλλονται καὶ ὑπόδικοι κρίσεως αἰωνίου ἀμετανόητοι διαμένοντες γίνονται. Τί δέ, ἐὰν μὴ μεθύσκεται μέν τις οἴνῳ, λοιδορεῖ δὲ τὸν ἀδελφὸν αὐτοῦ;

Ἀμφότεροι γὰρ κατὰ τὸν θεῖον ἀπόστολον τῆς βασιλείας ἐξωθοῦνται τῶν οὐρανῶν· Μὴ πλανᾶσθε γάρ φησιν, οὔτε πόρνοι οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται, καὶ ἐπιφέρει· οὐ μέθυσοι οὐ λοίδοροι οὐχ’ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι.

Τί τῆς νηστείας ὄφελος εἰπέ μοι, μὴ προσούσης πραότητος; Τί δὲ τῆς πραότητος ὄφελος ἐὰν ἐπὶ ὀλέθρῳ ψυχῆς ἐστι καὶ παραβάσει μιᾶς καὶ τῆς αὐτῆς ἐντολῆς τοῦ Θεοῦ; Ὥσπερ γὰρ ὁ τῷ τύπτοντι ἀντιπίπτων καὶ ἀντιτύπτων, αὐτὸν τὸν εἰπόντα Θεὸν ἀτιμάζει—Τῷ τύπτοντί σου τὴν σιαγόνα φησί, στρέψον αὐτῷ καὶ τὴν ἄλλην—, οὕτω καὶ ὁ τοῦ βλασφημοῦντος εἰς Θεὸν μακροθύμως ἀνεχόμενος, εἰς τὸν βλασφημούμενον ἁμαρτάνει ὡς συνηδόμενος τῷ βλασφημοῦντι καὶ συνευδοκῶν αὐτῷ διὰ τῆς νομιζομένης μακροθυμίας. Τί τῇ ὑπακοῇ θαρρεῖς ἀδελφέ, γαστριμαργίᾳ δουλούμενος; Οὐδεὶς γάρ φησι δυσὶ κυρίοις δουλεύειν δύναται· γαστρὸς δοῦλον, Θεοῦ δοῦλον γενέσθαι ἀμήχανον. Τί ἐγκαυχᾷ τῇ πολλῇ τῶν ψαλμῶν μελέτῃ, μετεωριζομένου μὲν τοῦ νοός σου, μὴ ἐπισταμένου δὲ τῶν λεγομένων τὴν δύναμιν; εἰ δὲ διατοῦτο τῶν ἐπιτασσομένων σοι διακονιῶν ἀμελεῖς καὶ τῶν παρὰ τοῦ προεστῶτος ἐπιταχθεισῶν σοι δουλειῶν τῆς μονῆς, ἐγὼ μὲν σιωπῶ, σὺ δ’ οἶδ’ ὅτι ἀκήκοας τῆς θείας λεγούσης γραφῆς· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Τί ἐπερείδῃ τῷ ἐν τοῖς σωματικοῖς κόπῳ, τῆς ἔνδοθεν ἀμελῶν ἐργασίας; οὐκ ἀκούεις Παύλου λέγοντος, Ἡ μὲν σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πανταχοῦ ὠφέλιμός ἐστι; Τί δὲ ἐὰν καὶ τὰ ἀμφότερα κατορθώσῃ τίς, τοὺς δὲ συνόντας αὐτῷ ἢ καὶ τοὺς ἐν τῷ κόσμῳ ἀδελφοὺς κατακρίνῃ;

Ὧι γάρ φησι κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.

Ὁ δὲ καὶ πάντα τὰ εἰρημένα κατορθωκὼς καὶ μὴ ποιῶν τι τῶν ἀπηγορευμένων, ἐν δὲ καιρῷ πειρασμοῦ, ἐπελθόντων αὐτῷ ἐμπτυσμάτων καὶ ῥαπισμάτων καὶ ὕβρεων, ἐὰν μὴ ὑπενέγκῃ ταῦτα ἀταράχως, ἢ ταραχθεὶς μὲν τὴν καρδίαν οὐ προφέρῃ δὲ ῥῆμα ἀπρεπές, ἀλλὰ ὅλως ἐνδείξεται διὰ τοῦ ἔξωθεν σχήματος πρὸς ὀργὴν κινηθεῖσαν αὐτοῦ τὴν ὁρμὴν τῆς ψυχῆς καὶ λόγον ὑβριστικὸν ἀντιφθέγξεται ἢ ἕτερόν τι πρὸς ἄμυναν διαπράξηται, πῶς δοῦλον ἑαυτὸν καὶ μιμητὴν τοῦ ἰδίου Δεσπότου ὅλως εἰπεῖν ὁ τοιοῦτος τολμήσει καὶ οὐχὶ μᾶλλον ἀπεναντίας ἐχθρόν;

Πῶς ψυχὴ διὰ πίστεως καὶ τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ ἐργασίας, καθαίρεται· καὶ τὴν ἐξ ὕψους τοῦ παναγίου Πνεύματος ἐνδύεται δύναμιν· καὶ Θεὸν καταξιοῦται ἰδεῖν. Καὶ ὅτι δεῖ τοὺς θέλοντας τῶν τοῦ Θεοῦ ἀγαθῶν ἐπιτυχεῖν, μετὰ χαρᾶς ὑπομένειν πᾶσαν θλίψιν καὶ κακοπάθειαν καὶ πειρασμὸν ἐπερχόμενον.

Πῶς δὲ δεῖ ἕκαστον ἑαυτὸν ἐπισκέπτεσθαι εἰ ἄξιος ἐστὶν εἰς βασιλείαν Θεοῦ εἰσελθεῖν.

Κεφάλαιον ΙΔʹ Ξένα θεάματα ὁρᾷ νοῦς ὁ Θεῷ συγκραθεὶς διὰ πίστεως, καὶ ἐπιγνοὺς αὐτὸν διὰ πράξεως, καὶ βλέπειν αὐτὸν διὰ θεωρίας ἀξιωθείς. Ὅλος γὰρ φωτίζεται καὶ φωτοειδὴς γίνεται, νοεῖν δὲ ἢ λαλεῖν ταῦτα οὐκ ἰσχύει. Αὐτὸς μὲν γὰρ ὁ νοῦς φῶς ἐστι καὶ βλέπει τὰ πάντα φῶς, καὶ τὸ φῶς ζῶν ἐστι καὶ ζωὴν τῷ ὁρῶντι παρέχει.

Βλέπει ἑαυτὸν καθόλου τῷ φωτὶ ἡνωμένον, καὶ ὁρῶν συστέλλεται καὶ ἔστιν ὡς ἦν. Κατανοεῖ τὸ φῶς ἐν τῇ ψυχῇ καὶ ἐξίσταται, καὶ ἐξιστάμενος βλέπει τοῦτο μακράν, στραφεὶς δέ, μέσον πάλιν εὑρίσκεται τοῦ φωτός. Καὶ οὕτως τί εἴπῃ καὶ τί ἐν τῷ ὁρωμένῳ κατανοήσει, ὅλως ἀπορεῖ καὶ λόγων καὶ νοημάτων. Τίς τὰ μυστήρια ταῦτα ἀκούων οὐ θαυμάσει καὶ θαυμάσας προσδράμῃ Χριστῷ; Τίς Θεοῦ τερατουργίας μὴ ποθήσῃ ἰδεῖν καὶ ἀγαπήσει τὸν δωρεὰν διδοῦντα τὰ δῶρα ταῦτα καὶ ξένα χαρίσματα;

Σπουδάσωμεν ἀγαπητοὶ ἀδελφοί, τὸν Χριστὸν εὑρεῖν καὶ ἰδεῖν αὐτόν, ὁποῖός ἐστι τὸ κάλλος καὶ τὴν τερπνότητα. Αὐτὸς γάρ φησιν· Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνος ἐστὶν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν, καὶ πάλιν· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν διὰ τοῦ Πνεύματος ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν· οὗτος ἐνδύεται τὴν τοῦ παναγίου Πνεύματος ἐξ ὕψους δύναμιν, οὐκ ἐν εἴδει πυρὸς αἰσθητῶς φαινομένην οὐδὲ μετὰ ἤχου πολλοῦ καὶ πνοῆς βιαίας—ταῦτα γάρ, διὰ τοὺς ἀποστόλους τότε γεγόνασιν—, ἀλλ’ ἐν εἴδει φωτὸς νοητοῦ μετὰ πάσης γαλήνης καὶ θυμηδίας νοερῶς ὁρωμένην, ὅπερ προοίμιόν ἐστι τοῦ αἰωνίου καὶ πρώτου φωτὸς ἀπαύγασμα, καὶ λαμπηδὼν ὑπάρχει τῆς ἀϊδίου μακαριότητος.

Τούτου τοίνυν φανέντος, πᾶς ἐμπαθὴς λογισμὸς ἀφανίζεται, πᾶν πάθος ψυχικὸν ἀπελαύνεται, πᾶσα νόσος σωματικὴ τὴν ἴασιν δέχεται. Τότε οἱ ὀφθαλμοὶ τῆς καρδίας καθαίρονται καὶ ὁρῶσιν ὅπερ ἐν τοῖς μακαρισμοῖς γέγραπται. Τότε ὡς ἐν ἐσόπτρῳ βλέπουσα ἡ ψυχὴ καὶ τὰ μικρὰ ἑαυτῆς σφάλματα, εἰς ἄβυσσον καταφέρεται ταπεινώσεως· καὶ τῆς δόξης κατανοοῦσα τὸ μέγεθος, πάσης χαρᾶς καὶ εὐφροσύνης ἐμπίπλαται· καὶ τὸ παρ’ ἐλπίδα τοῦ θαύματος ἐκπληττομένη, πηγὰς δακρύων ἀφίησι.

Καὶ οὕτως, ὅλος ἀλλοιοῦται ὁ ἄνθρωπος καὶ γινώσκει Θεὸν καὶ ὑπ’ αὐτοῦ γινώσκεται πρῶτον. Αὕτη γὰρ μόνη πάντων ἐπιγείων καὶ οὐρανίων, ἐνεστώτων τε ὁμοῦ καὶ μελλόντων, θλιβερῶν τε καὶ χαροποιῶν, ποιεῖ καταφρονεῖν τὸν ἄνθρωπον, ὃν καὶ φίλον ἅμα Θεοῦ καὶ υἱὸν Ὑψίστου καὶ θεόν, ὅσον ἐφικτὸν ἀνθρώποις αὐτὸν ἀπεργάζεται.

Ὢ τῆς μεγαλωσύνης τῶν τοῦ Θεοῦ δωρεῶν! Ἄνθρωποι μὲν γὰρ ἅπαντες σχεδόν, τοὺς ἀσθενεῖς καὶ πτωχοὺς ὥσπερ ἀποβδελύσσονται καὶ βασιλεὺς ἐπίγειος τούτους ὁρᾶν οὐκ ἀνέχεται, οἱ ἄρχοντες ἀποστρέφονται, ὑπερορῶσιν οἱ πλούσιοι καὶ ὡς οὐδὲν ὄντας αὐτοὺς καθυπαντῶντες παρέρχονται, καὶ τὸ συναναστρέφεσθαι τούτοις οὐδεὶς ἡγεῖται μακάριον· ὁ δὲ Θεός, τὰ ἰσχυρὰ τοῦ κόσμου καὶ τὰ σοφὰ καὶ τὰ πλούσια λιπών, τὰ ἀσθενῆ τούτου καὶ μωρὰ καὶ πτωχὰ ἐξελέξατο διὰ πολλὴν καὶ ἄφατον ἀγαθότητα.

Καὶ τίς ἱκανὸς ὑπὲρ μόνου τούτου ἀξίως εὐχαριστῆσαι δυνάμενος; Ὁ ὑπὸ μυρίων καὶ ἀναριθμήτων δυνάμεων λειτουργούμενος, ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ἔχων ἄστεκτον τοῖς πᾶσι τὴν μεγαλοπρέπειαν τῆς δόξης αὐτοῦ, οὐ παρῃτήσατο γενέσθαι καὶ πατὴρ καὶ ἀδελφὸς καὶ φίλος τῶν ἀπερριμμένων τούτων, ἀλλὰ καὶ σαρκωθῆναι ἠθέλησεν, ἵνα ὅμοιος ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας χρηματίσῃ καὶ κοινωνοὺς ἡμᾶς τῆς δόξης αὐτοῦ καὶ τῆς βασιλείας ποιήσηται. Βαβαὶ τοῦ πλούτου τῆς πολλῆς αὐτοῦ ἀγαθότητος! Βαβαὶ τῆς ἀφάτου συγκαταβάσεως τοῦ δεσπότου ἡμῶν καὶ Θεοῦ!

Τί οὐ προστρέχομεν ἀδελφοὶ τῷ οὕτως ἡμᾶς ἀγαπήσαντι εὐσπλάγχνῳ Θεῷ; Τί τὰς ψυχὰς ἡμῶν εἰς θάνατον οὐ προδίδομεν ὑπὲρ τοῦ δι’ ἡμᾶς ἀποθανόντος Χριστοῦ καὶ Θεοῦ; Ἢ οὐχ’ ὁρῶμεν πολλοὺς τῶν ἀνθρώπων δι’ ἐπιθυμίαν προσκαίρων τινῶν κόπους καὶ πόνους πολλοὺς ὑπομένοντας καὶ μακρὰς ἀποδημίας ποιουμένους, οὐ μόνον δέ, ἀλλὰ καὶ γυναικὸς καὶ τέκνων καὶ πάσης ἄλλης δόξης καὶ τρυφῆς καταφρονοῦντας καὶ μηδὲν ἕτερον τοῦ ἰδίου προτιμωμένους θελήματος, ὥστε μὴ ἀποτυχεῖν τοῦ ἰδίου σκοποῦ; Εἰ οὖν διὰ πρόσκαιρα καὶ φθαρτὰ τὸν ὅλον ἀγῶνα καὶ αὐτὴν τίθενται τὴν ψυχὴν τῶν ἀνθρώπων τινές, ἡμεῖς ὑπὲρ τοῦ βασιλέως τῶν βασιλευόντων καὶ κυρίου τῶν κυριευόντων καὶ κτίστου καὶ ἐξουσιαστοῦ τῶν ἁπάντων τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα εἰς θάνατον οὐ προδώσωμεν; αὐτὸς γάρ φησιν· Ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἤτοι τῷ κόσμῳ νεκρώσας καὶ ἐν οὐδενὶ σαρκὸς θελήματι εὑρηκὼς αὐτὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν, ὁ δὲ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἔν τινι ἁμαρτίᾳ, ἀπολέσει αὐτήν. Ποῦ οὖν φύγωμεν ἀδελφοί, ἀπὸ προσώπου αὐτοῦ ἢ ποῦ ἀπελευσόμεθα; Ἐὰν γὰρ εἰς τὸν οὐρανὸν ἀναβῶμεν, ἐκεῖ αὐτὸν ὄντα εὑρήσομεν· ἐὰν εἰς τὸν ἅδην κατέλθωμεν, κἀκεῖ πάρεστιν· ἐὰν εἰς τὰ ἔσχατα τῆς θαλάσσης, οὐ φευξόμεθα τὴν χεῖρα αὐτοῦ, ἀλλ’ ἡ δεξιὰ αὐτοῦ κατάσχῃ τὰς ἡμετέρας ψυχὰς καὶ τὰ σώματα.

Μὴ δυνάμενοι οὖν ἀνθίστασθαι ἀδελφοὶ ἢ φυγεῖν ἀπὸ προσώπου Κυρίου, δεῦτε καὶ δῶμεν ἑαυτοὺς δούλους τῷ δι’ ἡμᾶς δούλου μορφὴν ἐνδυσαμένῳ Θεῷ καὶ ἀποθανόντι ὑπὲρ ἡμῶν, δεῦτε καὶ ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν χεῖρα αὐτοῦ, τὴν βλύζουσαν πᾶσι ζωὴν τὴν αἰώνιον καὶ τοῖς ζητοῦσι μεταδιδοῦσαν αὐτὴν πλουσίως διὰ τοῦ Πνεύματος.

Ζητήσωμεν τὸν Χριστόν, ὃν διὰ τοῦ βαπτίσματος ἐνδυθέντες, διὰ τῶν πονηρῶν ἐξεδύθημεν πράξεων, ἐπειδὴ ἀναισθήτως ἁγιασθέντες ἔτι νήπιοι ὄντες καὶ τῇ ἡλικίᾳ καὶ ταῖς φρεσίν, ἑαυτοὺς ἐμολύναμεν ἐν νεότητι, ἵνα μὴ λέγω καὶ καθεκάστην τῇ τῶν ἐντολῶν παραβάσει μολύνομεν τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα. Διατοῦτο οὖν πάλιν ἑαυτοὺς διὰ τῆς σωτηρίου μετανοίας ἀνακαλεσώμεθα, πάντα ποιοῦντες καὶ πράττοντες ὅσα Χριστῷ ὑπάρχει εὐάρεστα, ἵνα καὶ παρ’ αὐτοῦ σφραγισθέντες τοῦ λοιποῦ ἄφοβοι βιωσώμεθα· οὐ μόνον δέ, ἀλλὰ καὶ ἐκ χειρὸς αὐτοῦ λάβωμεν ἔλεος καὶ ἄξιοι γενέσθαι ἀξιωθῶμεν τῆς γνώσεως τῶν μυστηρίων Χριστοῦ.

Εἰ γὰρ θέλομεν ἐπιτυχεῖν ὧν ἐφιέμεθα καὶ ποθοῦμεν, λέγω δὴ τῶν ἀγαθῶν τοῦ Θεοῦ, καὶ ἐξ ἀνθρώπων γενέσθαι ἐπίγειοι ἄγγελοι, ἀγαπήσωμεν θλίψιν σώματος, ἀσπασώμεθα κακοπάθειαν, τοὺς δὲ πειρασμοὺς οὕτω φιλήσωμεν ὡς μέλλοντας ἡμῖν γενέσθαι προξένους παντὸς ἀγαθοῦ. Τί γὰρ ὡραιότερον θλιβομένης ψυχῆς μετὰ γνώσεως ὅτι ὑπομένουσα, τὴν πάντων μέλλει κληρονομῆσαι χαράν; Τί ἀνδρειότερον συντετριμμένης καὶ τεταπεινωμένης καρδίας, ἣ τὰς φάλαγγας τῶν δαιμόνων ἀπονητὶ τροποῦσα εἰς τέλος ἀποδιώκει; Τί ἐνδοξότερον πτωχείας πνευματικῆς τῆς προξενούσης τὴν βασιλείαν τῶν οὐρανῶν· ἧς, τί ἂν ἔσται ἀντάξιον ἢ νῦν ἢ ἐν τῷ αἰῶνι τῷ μέλλοντι; Τὸ δὲ καὶ ἑαυτοῦ μὴ μεριμνᾶν ἕνεκεν τινὸς τῶν γηΐνων, ἀλλ’ ὅλην ἔχειν τὴν διάνοιαν πρὸς Χριστόν, πόσων οἴει τοῦτο εἶναι πρόξενον ἀγαθῶν αἰωνίων, ὅσης τῆς ἀγγελικῆς καταστάσεως; Τὸ δὲ καὶ πάντων ὁμοῦ τῶν προσκαίρων καταφρονεῖν καὶ αὐτῶν εἰπεῖν τῶν τοῦ σώματος ἀναγκαίων χρειῶν, ὡς μὴ φιλονεικεῖν ὑπὲρ τούτων μετά τινος διὰ τὸ τὴν εἰρήνην καὶ τὴν ἀγάπην ἐν ἀταράχῳ ψυχῆς καταστήματι ἀμείωτον συντηρεῖν, ποίων τῶν ἀμοιβῶν, τίνων δὲ τῶν στεφάνων καὶ τῶν βραβείων οὐκ ἔστιν ἐπάξιον; Ὄντως, ὑπὲρ φύσιν ἡ ἐντολὴ καὶ ὑπὲρ λόγον αἱ ἀμοιβαί· Χριστὸς τὰ πάντα ἀντὶ πάντων τοῖς τοιούτοις γενήσεται.

Χριστὸν δὲ ἀκούων, μὴ τῇ τοῦ λόγου ἁπλότητι καὶ τῇ τῆς λέξεως βραχύτητι πρόσεχε, ἀλλὰ τὴν τῆς θεότητος ἐννόει μοι δόξαν, τὴν ὑπὲρ νοῦν καὶ διάνοιαν, τὸ ταύτης κράτος τὸ ἄφραστον, τὸ ἀμέτρητον ἔλεος, τὸν ἀκατάληπτον πλοῦτον, ἃ δαψιλῶς καὶ φιλοτίμως αὐτοῖς δίδωσι, καὶ ταῦτα τούτοις ἀντὶ πάντων ἀρκεῖ, ὡς δεξαμένοις αὐτὸν ἐκεῖνον ἐν ἑαυτοῖς, τὸν αἴτιον καὶ βραβευτὴν παντὸς ἀγαθοῦ· οὐδὲ γὰρ ἐπεθύμησέ τινος ἑτέρου ὁ αὐτὸν ἰδεῖν καὶ θεάσασθαι καταξιωθείς, οὐδὲ ὁ τῆς ἀγάπης ἔμπλεως γεγονὼς τοῦ Θεοῦ ἄλλον τινὰ ἐπὶ γῆς ἀγαπῆσαι πλέον ἠνέσχετο.

Ὄντως κρεῖττον οὐδὲν ἀδελφοὶ ἐν τῷ κόσμῳ, ὡς τὸ μηδὲν ἔχειν τοῦ κόσμου, μὴ δὲ θέλειν τί πλέον τῆς ἀναγκαίας χρείας τοῦ σώματος καταχρᾶσθαι ἢ θεραπείαν ἢ ἀπόλαυσιν τούτου ἐπιτηδεύειν, ἀλλὰ καθὼς γέγραπται, Πνεύματι περιπατεῖν καὶ ἐπιθυμίαν σαρκὸς μὴ ἐπιτελεῖν. Χρείαν δὲ ἀναγκαίαν ταύτην οἶδεν ὁ λόγος, ἄρτον καὶ ὕδωρ, ἱμάτιον καὶ σκέπην, κατὰ τὸν θεῖον ἀπόστολον· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Εἰ δὲ καὶ πλέον τί τούτων χρήζομεν, πάντως ἐκεῖνος παρέξει ἡμῖν, ἐλπίζουσιν εἰς αὐτὸν καὶ πιστεύουσιν, ὁ τὰ μείζω χαρίσας καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας. Μόνον καταλείψωμεν τὰ ἄλλα πάντα τῆς προσκαίρου ζωῆς, δόξαν φημὶ τὴν κενήν, τὸν φθόνον, τὴν εἰς ἀλλήλους ἔριν, τὸν δόλον, τὸν γογγυσμόν, τὴν ἐρίθειαν καὶ πάντα ὅσα τῷ Θεῷ ἀποτρόπαια καὶ εἰς κίνδυνον φέρει ψυχῆς. Ποθήσωμεν δὲ ἐκ ψυχῆς, ἃ κελεύει Θεὸς ἡμῖν κατασπάζεσθαι, πτωχείαν πνευματικήν, ἣν καλεῖ ὁ λόγος ταπείνωσιν, πένθος ἀένναον ἐν νυκτὶ καὶ ἡμέρᾳ, ἐξ οὗ πηγάζεται ἡ χαρὰ τῆς ψυχῆς καὶ ἡ παράκλησις καθ’ ὥραν τοῖς ἀγαπῶσι τὸν Θεόν. Ἐκ τούτου γὰρ πᾶσι τοῖς ἀγωνιζομένοις ἐν ἀληθείᾳ, καὶ ἡ πραότης κατορθοῦται· πεινῶσι καὶ διψῶσι τὴν δικαιοσύνην, καὶ ζητοῦσιν ἀεὶ τὴν τοῦ Θεοῦ βασιλείαν, τὴν ὑπερέχουσαν πάντα νοῦν ἀνθρώπινον.

Οὐ μόνον δέ, ἀλλὰ καὶ τὸ γενέσθαι τινὰ ἐλεήμονα, καθαρὸν τὴν καρδίαν, εἰρήνης μεστὸν καὶ εἰρηνοποιὸν καὶ ἀνδρεῖον εἰς τοὺς πειρασμούς, ἐντεῦθέν ἐστιν ἐκ τοῦ πενθεῖν καθεκάστην. Ἐντεῦθεν καὶ τὸ μισεῖν ἡμῖν ἐπιγίνεται τὰ κακά, ἐντεῦθεν ὁ θεῖος ζῆλος ἀνάπτεται εἰς ψυχήν, ὃς οὐκ ἐᾷ ἠρεμῆσαι αὐτὴν ὅλως ἢ συνεκκλῖναι πρὸς τὰ κακὰ τοῖς κακοῖς, ἀλλὰ πληροῖ ταύτην ἀνδρείας καὶ δυνάμεως, εἰς τὸ μέχρι τέλους καρτερεῖν τοῖς δεινοῖς.

Φύγωμεν οὖν τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ, ἀγαπητοὶ ἀδελφοί. Τί γὰρ ἡμῖν καὶ τῷ κόσμῳ καὶ τοῖς ἐν τῷ κόσμῳ ἀνθρώποις; Δράμωμεν, διώξωμεν, ἕως οὗ δραξώμεθά τινος τῶν ἑστώτων καὶ μὴ ῥεόντων. Τὰ γὰρ παρόντα πάντα φθείρεται καὶ ὡς ὄναρ παρέρχεται καὶ οὐδὲν μόνιμον ἢ βέβαιον ἐν τοῖς ὁρωμένοις. Ὁ ἥλιος, τὰ ἄστρα, ὁ οὐρανὸς καὶ ἡ γῆ πάντα παρέρχονται, μόνος δὲ πάντων μένει ὁ ἄνθρωπος. Τί τοίνυν ἐκ τῶν ὁρωμένων δύναται ἡμᾶς ὠφελῆσαι ἐν καιρῷ ἀνάγκης θανάτου, ἡμῶν ἀπερχομένων ἐντεῦθεν πρὸς τὴν ἐκεῖθεν κατάπαυσιν τοῦ αἰῶνος ἐκείνου, αὐτῶν δὲ ὄπισθεν καταλιμπανομένων καὶ ὅσον οὔπω παρερχομένων;

Εἰ δὲ καὶ οὔπω τὰ ὁρώμενα παρελεύσεται, τί τὸ κέρδος ἡμῶν ἀπιόντων, καὶ τὸ σῶμα ὧδε καταλιμπανόντων νεκρόν; <ἡ ψυχὴ> οὔτε βλέπειν πάλιν δύναται δι’ αὐτοῦ οὔτε βλέπεσθαι παρ’ ἑτέρου, ἀλλ’ ἔκτοτε πρὸς μόνα τὰ ἀόρατα ἔχει καὶ φροντὶς οὐδὲ μία ἔστιν αὐτῇ περὶ τῶν ὧδε, διπλοῦν ἐκεῖθεν σχοῦσα τὸν βίον καὶ τὸν ἀγῶνα, ἢ βασιλείας οὐρανῶν καὶ αἰωνίου δόξης, ἢ γεέννης πάλιν καὶ τιμωρίας πυρός· ἓν γὰρ ἐκ τούτων εἰς κληρονομίαν αἰώνιον, κατ’ ἀξίαν ὧν ἔπραξεν ἐνταῦθα, ἀπολαμβάνει παρὰ Θεοῦ.

Τοιγαροῦν, φύγωμεν ἀξιῶ διὰ ταῦτα τὸν κόσμον. Φύγωμεν τὴν ἀπάτην τοῦ βίου καὶ τὴν νομιζομένην εὐφροσύνην αὐτοῦ, καὶ μόνῳ προσδράμωμεν τῷ ψυχοσώστῃ Χριστῷ. Τοῦτον σπουδάσωμεν εὑρεῖν τὸν πανταχοῦ παρόντα· καὶ εὑρόντες, κρατήσωμεν προσπεσόντες εἰς τοὺς πόδας αὐτοῦ, καὶ αὐτοὺς ἐν θέρμῃ ψυχῆς ἀσπασώμεθα. Ναὶ παρακαλῶ, σπουδάσωμεν ἔτι περιόντες, ἰδεῖν αὐτὸν καὶ θεάσασθαι. Ἐὰν γὰρ αὐτὸν ἀξιωθῶμεν ἐνταῦθα εὐαισθήτως ἰδεῖν, οὐκ ἀποθανούμεθα, θάνατος οὐ κυριεύσει ἡμῶν. Μὴ γὰρ εἰς τὸ μέλλον ἐκδεξώμεθα τοῦτον ἰδεῖν, ἀλλὰ νῦν ἀγωνισώμεθα θεάσασθαι αὐτόν, ἐπειδὴ καὶ Ἰωάννης ὁ θεολόγος οὕτω φησίν· Οἴδαμεν δὲ ὅτι ἔχομεν τὸν Θεὸν ἐν ταῖς καρδίαις ἡμῶν, ἐκ τοῦ Πνεύματος οὗ ἐλάβομεν ἐξ αὐτοῦ. Ὅσοι οὖν τὴν πίστιν εἰς αὐτὸν ἐκ τῶν ἔργων ἐδείξατε ἀρραγῆ καὶ βεβαίαν, τὰ παρ’ ἡμῶν ἄνωθεν ῥηθέντα ἀκριβῶς καὶ καλῶς διακρίνοντες, ὁρᾶτε μὴ λάθητε ἑαυτοὺς ἐν τῷ δοκεῖν Χριστὸν ἔχειν ἐν ἑαυτοῖς, μηδὲν ἔχοντας, καὶ κεναῖς ταῖς χερσὶν ὑπεξέλθητε τὸν βίον καὶ ἀκούσητε, ὅπερ ἀπεύχομαι, τῆς ἀπευκταίας ἐκείνης φωνῆς· «Ἄραντες ὃ δοκεῖ κατέχειν ὁ πονηρός, δότε τῷ πλεῖον ἔχοντι», καὶ τότε κλαύσετε καὶ πενθήσετε καὶ λύπην ἕξετε εἰς αἰῶνα ἀπέραντον.

Ἀλλὰ μὴ γένοιτο τοιαύτης φωνῆς ἀκοῦσαι καὶ τοιοῦτον παθεῖν, τοὺς ἀπαρνησαμένους ἡμᾶς κόσμον πάντα καὶ τὰ ἐν κόσμῳ προσδραμόντας Χριστῷ· γένοιτο δὲ τὰς ἐντολὰς τηρήσαντας τοῦ Θεοῦ, διὰ δακρύων καὶ μετανοίας καθαρθῆναι τὰς καρδίας ἡμῶν, ὡς ἂν καὶ τὸ θεῖον φῶς, αὐτὸν τὸν Χριστὸν ἐντεῦθεν ὀψώμεθα καὶ μένοντα ἐν ἡμῖν κτησώμεθα, καὶ διὰ τοῦ παναγίου αὐτοῦ Πνεύματος τρέφοντα καὶ ζωογονοῦντα ἡμῶν τὰς ψυχάς, καὶ ἀπογεύοντα τῆς ἐνηδόνου γλυκύτητος τῶν ἀγαθῶν ἐκείνων τῆς βασιλείας αὐτοῦ.

Ὅτι μετὰ τὴν παράβασιν τοῦ ἀνθρώπου, φύσει προφέρει τῶν ἀνθρώπων ἡ φύσις ἁμαρτίας· πῶς δὲ δυνατὸν ἀνθρώπῳ μὴ ἁμαρτάνειν· καὶ ὅτι οὐ προέθηκεν ὁ Θεὸς ἀνθρώποις ἐκλογὴν καλοῦ τε καὶ κακοῦ, ὥς τινες ᾠήθησαν.

Κεφάλαιον ΙΕʹ Ὁ ἄνθρωπος μετὰ τὴν παράβασιν, γῆ ἤκουσε καὶ εἰς γῆν ὡς γῆ ἀπελεύσεσθε, καὶ ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ. Μὴ οὖν τίς θαυμάσῃ ἐὰν ἡ φύσις τῶν ἀνθρώπων προφέρῃ τὰς ἁμαρτίας· ὡς γὰρ ἡ γῆ ἐξ ἧς ἐλήφθη φύσει προφέρει ἀκάνθας καὶ τριβόλους, οὕτως ἡ φύσις τῶν ἀνθρώπων φύσει προφέρει τὰς ἁμαρτίας. Καὶ ὥσπερ ἡ γῆ διὰ γεωργίας καὶ πολλῆς ἐπιμελείας καὶ ἐν ἱδρῶτι τοῦ προσώπου τοῦ γεωργοῦντος καὶ ἐπιμελουμένου, καρποφορεῖ σῖτον καὶ τἄλλα πρὸς τροφὴν ἐπιτήδεια, οὕτως δι’ ἱδρώτων καὶ πόνων καρποφορεῖ καὶ ἄνθρωπος λογικὰς ἀρετὰς καὶ πρὸς ἀρέσκειαν Θεοῦ ἐπιτηδείας. Ὥσπερ δὲ ὁ γεωργὸς χωρὶς ἐργαλείων καὶ τῶν ἐξ οὐρανοῦ ὑετῶν γεωργεῖν οὐ δύναται, οὕτως οὐδὲ θεοσεβὴς δίχα τῆς χάριτος τοῦ Θεοῦ.

Ὅτι δὲ πρὸ τῆς φθορᾶς καὶ τοῦ θανάτου ἁμαρτία ἐγένετο, ἀληθές· φθορὰ γὰρ καὶ θάνατος, ἁμαρτίας γεννήματα. Διότι καὶ κυρίως ἐστὶν ἐκείνη ἡ ἁμαρτία, ἁμαρτία· οὐκ ἦν γὰρ φθορὰ ὅτε ἐγένετο, καὶ ἠδύνατο ὁ πρωτόπλαστος μὴ ἁμαρτῆσαι.

Ὅτι δὲ φθορᾷ καὶ θανάτῳ ὑποκείμενος ὁ ἄνθρωπος, οὐ δύναται μὴ ἁμαρτάνειν καθάπερ ὁ τυφλὸς μὴ προσκρούειν ἢ ὁ χωλὸς μὴ προσκόπτειν, ἅπασι δῆλα. Ὁ γὰρ ἄνθρωπος διὰ τὸ γενέσθαι φθαρτός, περίκειται ἀσθένειαν, διὰ δὲ τὴν ἀσθένειαν, περίκειται ταλαιπωρίαν, ἡ ταλαιπωρία δὲ καταλήγει εἰς θάνατον. Ὁπηνίκα γὰρ εἰς γῆρας ἔλθοι βαθὺ τὸ ταλαίπωρον σῶμα, αἱ πρὸς τροφὴν αὐτῷ καὶ πόσιν ἐνυπάρχουσαι δυνάμεις, ἡ ὀρεκτική, ἡ ἑλκτική, ἡ καθεκτική, ἡ ἀποκριτική, ἐξατονοῦσι· σῶμα δὲ μὴ τρεφόμενον ἢ τὰ πρὸς τροφὴν ἀναπέμπον ἢ μὴ κατέχον ἢ κατέχον καὶ μὴ τὰ περιττὰ ἐκκενοῦν, ἀποθνήσκει. Ὅπου δὲ ἀσθένεια καὶ ταλαιπωρία, πῶς οὐχὶ καὶ ἁμαρτία;

Ἄνθρωπος τοίνυν φθαρτὸς καὶ θνητός, μὴ ἁμαρτάνειν οὐ δύναται. Ἀλλ’ ἐρωτήσει τίς· καὶ εἰ οὐ δύναται μὴ ἁμαρτάνειν ἄνθρωπος, τίνος ἕνεκεν ἁμαρτήσας κατακρίνεται; καὶ ἀκούσεται ὅτι ἔξεστιν αὐτῷ κτήσασθαι τὸ μὴ δύνασθαι ἁμαρτάνειν, ἐπίκτητον δὲ τοῦτο καὶ οὐχὶ τῆς φύσεως. Εἶχε γὰρ τὸ μὴ ἁμαρτάνειν ἐκ φύσεως ἀπ’ ἀρχῆς, καὶ ἐπειδὴ οὐκ ἔκ τινος βίας καὶ ἀνάγκης ἡμάρτηκεν, ἔσχε μὲν ἐπίκτητον τὸ ἁμαρτάνειν τῇ ἑαυτοῦ φύσει, τὸ δὲ μὴ ἁμαρτάνειν ὅπερ εἶχεν ἐκ φύσεως ἀπελύθη· κόπῳ καὶ σπουδῇ πολλῇ λαμβάνει ἐπίκτητον, ὅπως ἂν ἀσχολούμενος περὶ τὸ κτήσασθαι τὸ μὴ ἁμαρτάνειν, μὴ φαντάζηται καθὼς ποτὲ ἐκ τῆς ὑπερβαλούσης ἐκείνης ἀνέσεως ἧς εἶχε καὶ δόξης, τὰ ὑπὲρ ἑαυτόν, καὶ ἀντίθεος τοῦ ποιήσαντος αὐτὸν ἀναιδῶς ἐθέλει γενέσθαι.

Ἀλλὰ τοῖς μὲν πάλαι δικαίοις καὶ βαρὺ τοῦτο καὶ ἀδύνατον, τὸ μὴ ἁμαρτάνειν δηλονότι, ἀλλ’ οἱ στεναγμοὶ τούτων καὶ τὰ δάκρυα καὶ ὁ κόπος καὶ ἡ μετάνοια καὶ τὸ ἀνακαλεῖσθαι τὸ ἔλεος τοῦ Θεοῦ, ἤρκεσεν εἰς δικαίωσιν· τοῦ Θεοῦ κατελθόντος καὶ τὸ αἷμα αὐτοῦ δεδωκότος ὑπὲρ αὐτῶν. Τοῖς δὲ νέοις καὶ μετὰ Χριστόν, οὐκ ἀδύνατον κτήσασθαι ἐν Χριστῷ τὸ μὴ ἁμαρτάνειν·

Πνεύματι γὰρ ἁγίῳ περιπατοῦντες, ἐπιθυμίαν σαρκὸς τελέσαι οὐ δύνανται, ὅτι ἐκ τοῦ Θεοῦ ἐγεννήθησαν· καὶ κατακρίνονται ὅτι δυνάμενοι ἐν Πνεύματι ἁγίῳ τοῦ Χριστοῦ Θεοῦ εἶναι υἱοί, διατὶ ἁμαρτάνουσι· καὶ ἀφέντες τὴν ἀγάπην τοῦ Θεοῦ, ἀγαπῶσι τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ καὶ ἐχθραίνουσιν ἑαυτοὺς τῷ Θεῷ· τῷ δι’ αὐτὸ τοῦτο καταβεβηκότι εἰς τὰ κατώτερα μέρη τῆς γῆς ἵνα οὗτοι ἐν αὐτῷ μὴ δύνανται ἁμαρτάνειν. Φησὶ γὰρ ὁ μακάριος ἀπόστολος Παῦλος· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι.

Ἡ χάρις γὰρ τοῦ Θεοῦ ἡ ἐπιφανεῖσα, μόνη δύναται διδάξαι τοὺς αὐτὴν αἱρουμένους παιδευθῆναι, παιδεύουσα πρὸς τὸ καθεστάναι τῷ παιδευθέντι τὰ ἤθη ἀνθρωποπρεπῆ, τουτέστιν ἥμερα, χρηστά, εὔσπλαγχνα, συμπαθῆ, δίκαια, φίλια, μέτρια, διακριτικά, σώφρονα, ἁγνά, μακρόθυμα, ἀνεξίκακα, κοινωνικά, ἐλεήμονα, φιλάνθρωπα, οἰκτίρμονα, χαρίεντα, ἐπιεικῆ, εὐπρόσιτα· ὀργίλα καὶ θυμικὰ πρὸς πάντα τὰ ἐναντία τούτων, ἐπιθυμητικὰ καὶ ὀρεκτικὰ πρὸς πάντα τὰ ἀγαθὰ τῇ ψυχῇ, καὶ πρὸς τὰ φυσικὰ δὲ καὶ ἀναγκαῖα, ὁμαλῶς καὶ μετρίως καὶ νομίμως.

Ὡς γὰρ ἐδόθη τῷ σώματι ὄρεξις καὶ ὀφθαλμοὶ καὶ φῶς, ἵνα βλέπῃ καὶ τρέφηται ἐκ τῆς γῆς, οὕτως ἐδόθη καὶ τῇ πιστῇ ψυχῇ ὄρεξις καὶ νοῦς καὶ τὸ φῶς τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα βλέπῃ καὶ τρέφηται ἐκ τοῦ οὐρανοῦ τροφήν, γνῶσιν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, συμπάθειαν καὶ ἀγάπην καὶ τῆς αὐτοῦ καταβάσεως μέχρι σταυροῦ καὶ θανάτου, τὴν ἑκούσιον ταπείνωσιν. Ταῦτα γὰρ ἰδιώματα τοῦ λογικοῦ τούτου ζώου· ὡς ἀλόγου ζώου ἰδίωμα, τὸ ὀρέγεσθαι μόνων γηΐνων τροφῶν. Ὡς ὅ γε τῷ ὀρεκτικῷ τῆς ψυχῆς ἐπὶ τὰ σαρκικὰ κεχρημένος καὶ γήϊνα, ἢ παράφρων ἢ κτηνώδης· εἰ δὲ καὶ ἀναισθήτως ἔχει τοῦ κακοῦ τούτου, νεκρός ἐστι· Χριστοῦ δὲ μόνου ἐστὶ τοῦ ἐγεῖραι τοῦτον. Ὁ γὰρ φρονῶν τὴν ἡμέραν ἀνθέξεται τὴν τῆς χάριτος παιδείαν, ἧς δίχα, τοῦτον εἶναι ἄνθρωπον, καὶ ἀμήχανον καὶ ἀδύνατον· ὅπως ἂν γενόμενος ἄνθρωπος καὶ ὤν, μήτε ἀπογραφείη, μήτε καταχθείη μετὰ τῶν οὐ γενομένων οὐδὲ ὄντων, καὶ εὑρεθῇ θηρίον ἢ λύκος ἢ ἄρκτος ἢ ὄφις ἢ σὺς καὶ ὄνος· τῶν μὲν κατὰ τὸ ἐπιθυμητικὸν ὅμοιος, τῶν δὲ κατὰ τὸ θυμικὸν ἄγριος. Τοὺς τοιούτους γὰρ ἡ κρίσις καταλαμβάνει τῆς γεέννης. Ἦν δὲ ἄρα τίς αὐτοῖς ἀπολογία μικρά, ἐὰν ὡς ἄνθρωποι ψιλοὶ κατεκρίνοντο ἡμαρτηκότες· ἐπειδὴ δὲ ἄνθρωποί εἰσι καὶ θεοὶ ἐν Χριστῷ, τῇ τούτου κοινωνίᾳ καὶ μετοχῇ τὸ μὴ ἁμαρτάνειν κτώμενοι, αὐτοὶ δὲ οὐ θέλουσι τοῦτο, πῶς οὐκ ἄξιοι μεγάλης κατακρίσεως;

οὐκ ἀγαπῶσι γὰρ τοῦ Θεοῦ εἶναι, ἀλλ’ ἑαυτῶν. Διατοῦτο τοὺς μετὰ τὸ βάπτισμα Χριστοῦ τὸ ἄχραντον ἁμαρτίαις περιπεσόντας, ὅταν ἐπιλάμψῃ τούτοις φωτισμὸς μετανοίας, οὐ χρὴ τῶν ἐπταισμένων συγχώρησιν αἰτεῖν μόνον, ἀλλὰ καὶ ἐλευθερίαν Χριστοῦ παρ’ αὐτοῦ λαβεῖν, ἵνα μηκέτι δύνωνται ἁμαρτάνειν· ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, οὐκ ἔστι δοῦλος Χριστοῦ ἀλλὰ δοῦλος τῆς ἁμαρτίας· εἰς τὴν οἰκίαν τοῦ Θεοῦ καὶ Πατρός, οὐ δύναται μένειν εἰς τὸν αἰῶνα· ἐὰν δὲ ὁ Χριστὸς ὡς Υἱὸς τοῦ Θεοῦ ἐλευθερώσῃ ἡμᾶς, ὄντως ἐλεύθεροι ἐσόμεθα· περὶ ἧς καὶ ὁ ἀπόστολος λέγει Παῦλος· «Τῇ ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε.» Οἱ γὰρ ἁμαρτάνοντες, ὥσπερ οἱ αἰχμάλωτοι τοῖς ἔθνεσιν, οὕτως καὶ οὗτοι τοῖς δαίμοσιν· ἐλευθερωτὴς δὲ τῶν τοιούτων αἰχμαλώτων ὁ Χριστός, ὃν ἀπέστειλεν ὁ Θεὸς καὶ Πατήρ, λύτρωσιν τῷ λαῷ αὐτοῦ ὡς γέγραπται. Συνετὸς δὲ καὶ φρόνιμος ἐστίν, ὁ τὴν ἑαυτοῦ κεφαλικὴν σωτηρίαν πραγματευόμενος· ὁ γὰρ τὴν ἑαυτοῦ σωτηρίαν ἀγνοῶν ἢ παρορῶν ἢ οὐ συνιείς, σχολῇ γε ἂν οὗτος ἄλλο τι ἀγαθὸν φρονήσειε, κἂν τοῖς πολλοῖς δοκῇ φρόνιμος κατὰ πλάνην δοκοῦσιν· ὀλίγοις γὰρ ἐν τούτῳ ἡ διορατικὴ κατανόησις.

Μηδεὶς οὖν οἰέσθω τὸν εὐθὺν Θεὸν καὶ ἀγαθόν, ὅτι προέθηκε τοῖς ἀνθρώποις καλόν τε καὶ κακὸν καὶ ἡδονὴν καὶ ἐγκράτειαν καὶ δικαιοσύνην καὶ ἀδικίαν, ὥστε τούτους ὡς λογικοὺς ἐκλέγεσθαι τὸ καλόν—τοῦτο γάρ, οὐχ’ ὅπως περὶ Θεοῦ ἀλλ’ οὐδὲ περὶ ἀνθρώπου ἀληθοῦς καὶ εὐθέος λέγεσθαι δίκαιον—, καὶ πειρατήριον καὶ ἀγωνίσματα παρασχεῖν ἀνθρώποις πρὸς κίνδυνον καὶ πτῶσιν εἰ καὶ μὴ πάντων, ἀλλά γε τινῶν, μὴ δή τις τοῦτο οἰέσθω τῶν συνέσει τετιμημένων· ὅτι καὶ αὐτὴ ἡ τῷ πρωτογόνῳ δοθεῖσα ἐν τῷ παραδείσῳ πρωτόγονος ἐντολή, οὐ τοιοῦτον εἶχε τὸν τρόπον, ἀλλ’ ἐπλάσθη μὲν ὁ ἄνθρωπος ἅγιος, θεῖος, τέλειος κατὰ πάντα ψυχῇ νοερᾷ καὶ σώματι, λαβὼν εὐλογίαν διὰ στόματος Θεοῦ τὸ Αὐξάνεσθε, ἅμα δὲ καὶ Πληθύνεσθε. Αὔξησις δέ, οὐκ ἂν εἴη πάντως ἐπὶ τὸ χεῖρον ἀλλ’ ἐπὶ τὸ κρεῖττον, οὐδὲ πληθυσμὸς ἐπὶ κακῷ ἀλλ’ ἐπ’ ἀγαθῷ· ὁ γὰρ πλάσας καὶ εὐλογήσας ἀγαθός, καὶ τὰ παρὰ τοῦ ἀγαθοῦ πάντα ἀγαθά. Ἀκατάληπτος γὰρ ὁ Θεὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων· αἱ λογικαὶ δὲ φύσεις αἱ προκόπτουσαι καὶ αὐξανόμεναι τῇ γνώσει τοῦ Θεοῦ, μέτρον ἔχουσι καὶ αὗται καταλήψεως καὶ περαιτέρω προβῆναι αὐτὰς τοῦ ὡρισμένου, ἀμήχανον ὡς ἀδύνατον. Ὥσπερ δὴ καὶ τῷ καθ’ ἡμᾶς αἰσθητῷ ὀφθαλμῷ μέτρον ἐστὶν ὁράσεως γῆς, θαλάσσης καὶ κύτους οὐρανοῦ, καὶ οὐ δήπου φαμὲν κατὰ τοῦτο τὸν ὀφθαλμὸν ἀτελῆ.

Τέλειος μὲν οὖν ὁ Ἀδὰμ ὅπως ἂν κατανοῇ τὸν ἀόρατον καὶ ὑπερτελῆ μετ’ εὐλαβείας καὶ αἰδοῦς καὶ εὐχαριστίας, ὡς προσῆκον τῷ γενομένῳ πρὸς τὸν ποιήσαντα, χαρισάμενον αὐτῷ τὰ ὑπὲρ αὐτόν, ὁπηνίκα καὶ θελήσει. Ἀτελὴς δὲ ὁ Ἀδάμ, πρὸς ἀγγέλους οὐ πρὸς ἑαυτόν, ὥσπερ καὶ οἱ ἄγγελοι οὐ πρὸς ἑαυτούς, ἀλλὰ πρὸς Θεόν. Ἐπεὶ δὲ οὗτος προπετῶς, οὐκ εὐλαβῶς, τῆς ὑπὲρ ἑαυτὸν γνώσεως λαβέσθαι ἠναισχύντησεν, ἐστερήθη δικαίως τῆς δυνάμεως ἐκείνης δι’ ἧς, ἐπὶ τῷ τὰ θεῖα καλῶς ἐποπτεύειν ἀνθρωποπρεπῶς καὶ θεαρέστως, ἐκτίσθη. Πάσχει οὖν λοιπὸν νῦν ἀδύνατος γενόμενος, καὶ βίᾳ καὶ πόνῳ καὶ κόπῳ κατανοεῖ ἀμυδρῶς πῶς ἐκεῖνα ὧν ἄπονον ἔχειν τὴν γνῶσιν καὶ θεωρίαν οὐκ ἠγάπησεν. Πάσχουσι δὲ οὐ πάντες, ἀλλ’ ὀλίγοι λίαν· οἳ καὶ τοῦ Θεοῦ εἰσὶ καὶ τὴν ἑαυτῶν σωτηρίαν ζητοῦσιν. Οἱ δὲ πολλοὶ πάντῃ τῆς συμφορᾶς ταύτης ἀλογήσαντες, ὅλον ἑαυτῶν τὸ τῆς ψυχῆς διορατικὸν τοῖς γηΐνοις ὁλικῶς χαλάσαντες, τοῖς κακοῖς καὶ τῇ κακίᾳ καὶ τῇ ἡδονῇ συνεζεύχθησαν.

Οὔκουν ἀνθρώποις παρὰ Θεοῦ προετέθη τὸ καλόν τε καὶ κακὸν κατ’ ὀφθαλμούς, ἀλλὰ μετὰ τὴν παράβασιν πρόκειται· ἵνα εἰ μὲν αἱρήσονται τὸ καλόν, μετὰ τοῦ συνεζευγμένου κόπου ζήσωνται, εἰ δ’ ἀπαγορεύσουσι πρὸς τὸν κόπον, τεθνήξονται θάνατον αἰώνιον, ὅς ἐστιν ὁ χωρισμὸς τοῦ Θεοῦ. Οἱ γὰρ τὸν ζυγὸν αἴροντες καὶ τὸ φορτίον, οὕτως οὗτοι, ὥσπερ οἱ πατρὸς καὶ δεσπότου παιδευόμενοι καὶ τὴν παιδείαν εὐχαρίστως φέροντες, ἵλεων τὸν πατέρα καὶ τὸν δεσπότην ἑαυτοῖς τιθέμενοι, αὖθις εἰς τὰς οἰκίας τούτων ἀναλαμβάνονται. Οἰκία δὲ Θεοῦ, ἡ τὰ πάντα περιέχουσα τούτου θεότης, καὶ μόνοις ἁμαρτωλοῖς καὶ δαίμοσιν ἀνεπίβατος· ὡς ἀπρόσιτος μὲν ἅπασι, μόνοις δὲ προσιτὴ τοῖς εὐγνώμοσιν.

Ὅτι ἑπταχῶς ἡ πίστις· τί δὲ ζητεῖ παρὰ χριστιανοῦ Κύριος· καὶ πῶς ἀδύνατον χωρὶς πίστεως εὐαρεστῆσαι Θεῷ.

Κεφάλαιον ΙΣΤʹ Πίστις, τὸ πιστεύειν εἰς Θεὸν ἀκατάληπτον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πᾶσαν τὴν κτίσιν ὁρωμένην καὶ νοουμένην· ἣν εἶχον πάντες οἱ παλαιοὶ προφῆται καὶ δίκαιοι ἀπὸ Ἀδὰμ ἕως Χριστοῦ.

Πίστις, τὸ μετὰ τὴν Χριστοῦ παρουσίαν, πιστεύειν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, μίαν φύσιν καὶ τρεῖς ἐνυποστάτους ἰδιότητας, καὶ εἰς τὸ μέγα τῆς οἰκονομίας μυστήριον ὅτι ὁ Λόγος τοῦ Θεοῦ καὶ Υἱός, ὁ ἔμφυτος τῷ Πατρὶ καὶ ἐνυπόστατος, μὴ χωρισθεὶς ἐκ τοῦ Πατρὸς ἐχωρήθη ἐν τῇ γαστρὶ τῆς παρθένου—καὶ πρὸ τόκου καὶ μετὰ τόκον—Μαρίας καὶ ἐσαρκώθη, τὴν ἀνθρωπίνην φύσιν τελείαν ἑαυτῷ ὑποστήσας καὶ μείνας Θεὸς ὁ ἄτρεπτος καὶ γεννηθεὶς ἐξ αὐτῆς ὡς ἄνθρωπος σεσαρκωμένος—εἷς ἐν δυσὶ τελείαις ταῖς φύσεσι καὶ ταύταις κεκραμέναις ἀσυγχύτως καὶ ἡνωμέναις ἀδιαιρέτως—, καὶ ὅτι ἑκὼν ἔπαθε καὶ ἑκὼν ὑπὸ φονέων ἀπέθανε καὶ ἑκὼν ἐτάφη, τῆς θεότητος αὐτοῦ μηδαμῶς χωρισθείσης ἐν τῇ διαιρέσει τοῦ θανάτου μήτε τῆς οἰκείας ψυχῆς αὐτῆς μήτε τοῦ οἰκείου σώματος αὐτῆς· εἶτα καὶ ἀνέστη τριήμερος καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἀνελήφθη ὡς ἄνθρωπος εἰς οὐρανοὺς καὶ κάθηται ἐπὶ θρόνου τῆς θεότητος αὐτοῦ, ὑμνούμενος μετὰ τοῦ Πατρὸς αὐτοῦ καὶ τοῦ ἁγίου Πνεύματος ὑπὸ πάντων τῶν οὐρανίων ταγμάτων, σὺν τῇ σαρκὶ αὐτοῦ.

Καὶ ὅτι γέγονε ταῦτα, ἵνα τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ ἐξεδύθη ὁ πρωτόπλαστος Ἀδὰμ παραβάτης γενόμενος, ἐνδύσονται πάλιν δι’ αὐτὸν τὸν Χριστόν, οἱ πιστεύοντες εἰς αὐτὸν τοῦτον τὸν Χριστόν, καὶ κοινωνοὶ γενόμενοι τῷ ἁγίῳ Πνεύματι, μετὰ τοῦ Πνεύματος τούτου δύνωνται καὶ τὰς ἐντολὰς τὰς θείας ἐνεργεῖν—ὡς οἱ ἅγιοι πρότερον διὰ πίστεως—καὶ τὸν διάβολον καταγωνίζεσθαι καὶ τοὺς δαίμονας τοὺς ἀοράτους. Ἄνευ γὰρ τοῦ Πνεύματος τοῦ ἁγίου, οὔτε μὴ ἁμαρτάνειν δυνατόν, οὔτε τὰς ἱερὰς μεταχειρίζεσθαι ἐντολάς, οὔτε τὴν καθ’ ἡμῶν ἐξουσίαν τῶν δαιμόνων καὶ ἰσχὺν ἀποκρούεσθαι. Πίστις, τὸ πιστεύειν τῷ Θεῷ, ἐν οἷς ἐλάλησε διὰ πασῶν τῶν θεοπνεύστων γραφῶν, εἴτε εὐαγγελιζομένῳ εἴτε ἀπειλοῦντι. Πίστις, τὸ πιστευθῆναι τὰ τοῦ Θεοῦ εἴτε δόγματα εἴτε ἐντολάς, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον· διὸ καὶ πᾶς πιστός, καλεῖται πιστός. Πίστις, τὸ πιστεῦσαι ἑαυτὸν τῷ Θεῷ, καὶ πᾶσαν ἐπ’ αὐτῷ τὴν οἰκείαν ἀναρτῆσαι σωτηρίαν ὁλοψύχως. Πίστις, τὸ πιστεύειν ὅτι πάντα ποιεῖν ὁ Θεὸς δύναται, ὅσα προσῆκον ἐστὶ τὴν αὐτοῦ ποιῆσαι ἀγαθότητα καὶ εἰδέναι ὅτι πρὸς τὸ συμφέρον ποιεῖ. Πίστις, τὸ θαρρεῖν ἐπὶ τῇ ἀνυπερβλήτῳ δυνάμει τοῦ παντοκράτορος Θεοῦ, ὥστε καὶ ὄρεσιν ἐγκελεύεσθαι μετάστασιν, ὅπερ ὀλίγων ἐστὶ καὶ γίνεται, καὶ τούτων εὐαριθμήτων ὡς γέγραπται· Οὐ γὰρ πάντων ἡ πίστις.

Ἄνευ πίστεως πρὸς τὸν Χριστὸν ἀνεπαισχύντου καὶ ἄνευ πίστεως τῶν θείων λογίων ἀδιστάκτου καὶ ἄνευ ἀγάπης πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους ἐκ συνειδήσεως ἀγαθῆς, δι’ ἧς συνειδήσεως γεννᾶται ταπεινοφροσύνη καὶ ἐλεημοσύνη, σωθῆναι οὐκ ἔνι.

Πρὸ μὲν γὰρ πάσης ἀρετῆς, ἐκ πίστεως ἡ χάρις ὡς θεμέλιος πάσης ἀρετῆς· καὶ πᾶσα ἀρετή, ἐν χάριτι καὶ ἔρχεται καὶ παραμένει καὶ ἐνεργεῖται. Πᾶσα δὲ ἀρετὴ δίχα χάριτος, πάσης κακίας παρὰ Θεῷ ἥττων λογίζεται· διαβολικὴ γάρ ἐστιν ἐκείνη ἡ ἀρετή, ἐπειδὴ καὶ τοῦτο τεχνάζουσιν οἱ τὰς διανοίας τῶν ἀνθρώπων ὡς νοεροὶ τὰς νοερὰς πλανῶντες δαίμονες, ὅπως φανῶμεν τοῖς ἀνθρώποις σώφρονες, ἐλεήμονες καὶ πραότατοι. Ἔρχεται δὲ ἡ χάρις τοῦ Θεοῦ ἐπὶ πάντα μιαρὸν καὶ ἀκάθαρτον ἄνθρωπον διὰ τῆς ἀληθινῆς εὐχαριστίας· ἀληθὴς δὲ εὐχαριστία, ἡ ἐπίγνωσις τῆς χάριτος. Πῶς δ’ ἂν εὐχαριστήσῃ κατ’ ἀξίαν ὁ εὐεργετούμενος, εἰ μὴ πρότερον ἀναλογίσηται τὸ μέγεθος τῆς εἰς αὐτὸν εὐεργεσίας; οἱ γὰρ ἀγνοήσαντες, καταφρονήσουσι. Δεῖ οὖν εἰδέναι ὅτι πρὸς ἕκαστον τῶν πιστευόντων εἰς Χριστόν, ἡ τοῦ ἁγίου Πνεύματος δύναμις ἐπιφοιτᾷ οὐκ ἐκ προλαβόντων ἔργων—εἰ γὰρ ἐξ ἔργων, οὐκ ἔστι χάρις—, ἀλλ’ ἐκ πίστεως, ἵνα προλάβῃ ἡ χάρις τὰ ἔργα καὶ ἵνα τῷ θεμελίῳ τῆς χάριτος οἰκοδομηθῇ τὸ ἔργον, δι’ αὐτῆς τελούμενον. Ἔργα δὲ χωρὶς γενόμενα χάριτος, ὡς μὴ δὲ γεγονότα λογίζεται ὁ Θεός· ἐπειδὴ οὐ τῶν ὄντων, ἀλλὰ τῶν οὐκ ὄντων εἰσίν.

Οὐ γὰρ καλὸν τὸ καλόν, ὅταν μὴ καλῶς γένηται· καλῶς δὲ γενέσθαι καλόν, δίχα τῆς ἀπὸ Χριστοῦ χάριτος, καὶ ἀδύνατον καὶ ἀμήχανον—εἰ γὰρ ἦν δυνατὸν ἢ εὐμήχανον, οὐκ ἂν Θεὸς ἐγένετο σὰρξ τῇ γὰρ ἐξ αὐτοῦ χάριτι, πᾶν ἔργον καλὸν δύναται γενέσθαι καλῶς καὶ μόνῃ. Μακάριος ὁ τοῦτο εἰδώς, ἄθλιος δὲ πᾶς ὁ ἀγνοῶν· εἰκῇ γὰρ ἐπίστευσεν εἰς Χριστόν.

Διατοῦτο οἱ πολλοὶ ψάλλοντες καὶ προσευχόμενοι, χείλεσι μὲν λαλοῦσι, τῷ νῷ δὲ προσομιλοῦσι τοῖς δαίμοσιν, ὑπ’ αὐτῶν παρασυρόμενοι ἐπὶ ματαίας μερίμνας ἢ βιοτικὰς ἢ σαρκικὰς ἢ μανιώδεις καὶ μνησικάκους, ἵνα τὸ καλὸν οὐ καλῶς γένηται, ὡς δίχα χάριτος καλῶς γενέσθαι οὐ δυνάμενον.

Ποῦ οὖν ἡ καύχησις τοῦ ἀνθρώπου; Οὐδαμοῦ. Διατοῦτο συντετριμμένοι καὶ τεταπεινωμένοι οἱ ἀληθινοὶ χριστιανοί, εἰδότες ὅτι οὐδὲν ἴδιον ἔχουσιν, ἀλλὰ τῆς χάριτος. Ἰδοὺ τὸ σύσσημον τῶν <μὴ> ἀληθινῶν χριστιανῶν· τύφος καὶ ὄγκος, οἴησις, ὑπερηφανία, ἀλαζονεία, φιλοδοξία, καὶ ἕβδομον ἡ φαινομένη ταπείνωσις, τὴν παρὰ ἀνθρώπων ἕλκουσα τιμήν. Δύο γὰρ εἰσὶν ἀλληλουχούμενα· πίστις καὶ ἔργα. Ἡ πίστις διὰ τὰ ἔργα, τὰ ἔργα οὐ διὰ τὴν πίστιν ἀλλά, διὰ πίστεως. Χωρὶς γὰρ πίστεως, ἀδύνατον εὐαρεστῆσαι τινά· ἐκ μὲν γὰρ τῆς πίστεως ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπὶ τὸν πιστεύοντα· πλήν, ἐκ μέτρου. Κατὰ γὰρ τὴν πίστιν ἑκάστου, καὶ ἡ χάρις. Εἰ μὲν πολλὴ ἡ πίστις, πολλὴ καὶ ἡ χάρις· εἰ δὲ ὀλίγη, ὀλίγη.

Οὐδὲν τοίνυν ὄφελος, τῷ ἀληθινῶς καὶ ὀρθοδόξως πιστεύοντι χωρὶς ἔργων, ἡ πίστις. Τῆς γὰρ πίστεως ἀπόδειξις, ἡ ἐκ πίστεως δύναμις· τῆς δὲ δυνάμεως φανέρωσις, ἡ τῶν ἀγαθῶν ἐντολῶν τουτέστιν ἔργων θεαρέστων ἐνέργεια. Πᾶσα γὰρ ἐνέργεια, ἐκ δυνάμεώς ἐστιν, ἀφ’ ἧς δύναταί τις τί ποιεῖν· καὶ εἰ ἀδύνατον χωρὶς πίστεως εὐαρεστῆσαι τινά, εὔδηλον ὅτι ἡ ἐκ πίστεως ἰσχὺς τὴν δύναμιν χορηγεῖ, δι’ ἧς ἡ κατὰ τὸ θέλημα τοῦ Θεοῦ εὐαρέστησις ἐνεργεῖται. Πίστις δέ ἐστιν ἐνταῦθα, οὐ μόνον τὸ πιστεύειν εἰς Χριστὸν ἢ πιστεύειν τῷ Χριστῷ, ἀλλὰ τὸ πιστεῦσαι ὅτι ἐν αὐτῷ τῷ Χριστῷ δύναταί τις καὶ κακίας ἀπαλλαγῆναι, καὶ πάσης ἀρετῆς ἐργάτης ἀνεπαίσχυντος χρηματίσαι, καθὼς φησὶ καὶ ὁ μακάριος ἀπόστολος ἐν τῷ λέγειν, ὅτι Περισσότερον πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.

Ὅστις οὖν οὐκ ἐν γνώσει νοερᾷ τῆς χάριτός ἐστιν ἐν μετουσίᾳ, εἰκῇ γέγονε χριστιανός· μετὰ τῶν ἀπίστων τέτακται. Κἂν γὰρ πᾶσαν κακίαν ὑπολαμβάνῃ φυγών, καὶ πᾶσαν ἀρετὴν μετιών, εἰς κενὸν κεκοπίακε ψεύστης ὢν καὶ ὑποκριτής. Εἰ δὲ τὰ ὑπάρχοντα μὲν αὐτῷ πάντα πένησι διένειμε, νηστεύει δὲ καὶ ἀγρυπνεῖ καὶ χαμευνεῖ καὶ προσεύχεται καὶ ἱκετεύει ἐλεηθῆναι, οὐκ οἶδε δὲ ὅτι ἡ διὰ πίστεως χάρις ἐστὶ τὸ ἔλεος, καὶ τῶν ἄλλων ἀφέμενος αἰτήσεων οὐ πρὸ τῶν ἄλλων καὶ ἀντὶ πάντων ταύτην μόνην αἰτεῖται λαβεῖν πρότερον, καὶ ὑπὲρ αὐτῆς μόνης καὶ χρήματα ἐσκόρπισε καὶ κακοπάθειαν ἐξασκεῖ πᾶσαν καὶ σπεύδει, ἢ ἐπισπάσασθαι ταύτην νῦν πρῶτον ὡς χριστιανός, ἢ ἀποπτᾶσαν ἐξ αὐτοῦ ἀνακαλέσασθαι διὰ μετανοίας καὶ ἐξομολογήσεως καὶ ἀτιμοτέρας ἀγωγῆς, ἀλλ’ ὡς ἀγαθάς τινας ἐργασίας δοκοίη ποιῶν, τὰς ἐλεημοσύνας δηλαδὴ καὶ τὰς νηστείας καὶ ἀγρυπνίας καὶ προσευχάς, μάτην κολάζεται.

Τοῦτο γάρ ἐστι τὸ μυστήριον τοῦ χριστιανισμοῦ τὸ ἀποκεκρυμμένον ἀπὸ γενεῶν καὶ γενεῶν, ἐν τοῖς ἐσχάτοις δὲ καιροῖς φανερωμένον, περὶ οὗ λέγει καὶ Παῦλος περὶ Θεοῦ· Ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

Ἡ γὰρ τῆς ἀληθείας ἐπίγνωσις οὐκ ἄλλο τι, ἀλλ’ ἡ χάρις αὕτη, ἥτις ἐστὶ καὶ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ κατὰ τὸ εὐαγγέλιον γενομένη. Χωρὶς γὰρ τῆς ἐπιγνώσεως ταύτης, ἀδύνατον ἔλεον εὑρεῖν παρὰ Θεοῦ χριστιανόν. Ὥσπερ γὰρ οὐ δύναται Χριστὸς ποιῆσαι σημεῖα ἐν τοῖς ἀπίστοις οὐδὲ ψεύσασθαι οὐδὲ ἑαυτὸν ἀρνήσασθαι, οὕτως οὐδὲ ἐλεῆσαι τινὰ τῶν πιστευόντων εἰς αὐτόν, μὴ πρότερον ἐπεγνωκότα ὅτι ἡ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ παρ’ αὐτοῦ χάρις, τὸ ἔλεος ἐστὶ καὶ ἡ σωτηρία. Οὐκ ἄλλως γὰρ ἡ σωτηρία, μὴ θεουμένων τῶν σωζομένων.