Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια ἀλφαβητικά (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Κεφάλαια Α΄–Δ΄: Η πτώση του ανθρώπου, τα μυστήρια και η αναγκαιότητα του πνευματικού αγώνα

Ανάλυση της παραβάσεως του πρωτοπλάστου, της λυτρωτικής θυσίας του Χριστού και της αναγεννήσεως διά των μυστηρίων. Εξετάζεται ο φόβος του Θεού, η ασθένεια της φύσεως και η χρήση των μελών του σώματος ως όπλων δικαιοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 2 από 7

ΕΚ ΤΗΣ ΣΥΓΓΡΑΦΗΣ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΚΑΙ ΘΕΟΛΟΓΟΥ, ΠΡΕΣΒΥΤΕΡΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΜΑΜΑΝΤΟΣ ΤΗΣ ΞΗΡΟΚΕΡΚΟΥ, ΕΝ ΚΕΦΑΛΑΙΟΙΣ ΚΔʹ. Τίς ἡ τοῦ Ἀδὰμ παράβασις, καὶ πῶς ἐκ τῆς αὐτοῦ παραβάσεως γέγονε πᾶς ἄνθρωπος φθαρτὸς καὶ θνητός· πῶς δὲ ὁ ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς διὰ τῆς αὐτοῦ ἐνανθρωπήσεως ἐκ τῆς φθορᾶς καὶ τοῦ θανάτου ἐρρύσατο τὸ ἀνθρώπινον γένος· τί δὲ τὸ μυστήριον τοῦ σταυροῦ καὶ τῆς τριημέρου ταφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Κεφάλαιον αʹ Ἄνθρωπος ὁ πρῶτος, ἔτι ὢν ἔσω τοῦ παραδείσου, περιέπεσεν εἰς οἴησιν τῇ συμβουλῇ τοῦ ὄφεως, εἰς ἣν πρῶτος ἐκεῖνος ὁ διάβολος περιέπεσεν οἴκοθεν καὶ παρ’ ἑαυτοῦ· ἠρέθισε γὰρ αὐτὸν ἡ οἴησις καὶ ἥψατο καὶ ἔφαγεν, ἐξ οὗ οὐκ ἔδει φαγεῖν, καὶ διατοῦτο παρεδόθη εἰς μεγάλας τιμωρίας, εἰς φθορὰν καὶ εἰς θάνατον, ὅπως ταπεινωθῇ αὐτοῦ ἡ οἴησις. Ὅταν γὰρ ὁ Θεὸς καταδικάσας δώσει καὶ ἀπόφασιν, τοῦ Θεοῦ ἡ ἀπόφασις ἔργον γίνεται καὶ τιμωρία αἰώνιος, καὶ οὐκ ἔνι δυνατὸν ὅλως ἀνατραπῆναι τὴν τιμωρίαν, κατὰ θείαν γεγενημένην ἀπόφασιν. Ὅρα τοίνυν· ἥμαρτεν ὁ πρωτόπλαστος ἁμαρτίαν μεγάλην, ἠπίστησε τῷ Θεῷ καὶ ἐπίστευσεν ὄφει· σὺ δὲ ποίησον σύγκρισιν τοῦ Θεοῦ καὶ τοῦ ὄφεως, καὶ ὄψει τὸ μέγεθος τῆς ἁμαρτίας τοῦ σοφοῦ, τοῦ πᾶσι τοῖς ζώοις τεθηκότος ἀπὸ πολλῆς συνέσεως ὀνόματα.

Ἐπεὶ δὲ τῷ ζωυφίῳ μᾶλλον ἐπίστευσεν ἐξ ὅλης τῆς διανοίας, αὐτίκα καὶ τοῦ Θεοῦ ἡ θεία χάρις ἡ ἐπ’ αὐτὸν ἀναπαυσαμένη, ὡς ἐχθρῷ διὰ τὴν ἀπιστίαν ἀναχωρεῖν ἤρξατο ἀπ’ αὐτοῦ. Καὶ ὅμως ἐνόμισεν ὅτι ἐφθόνησεν αὐτῷ ὁ Θεός, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, ὅπως μὴ ᾖ καὶ θεὸς ὅμοιος τοῦ ἐκ τοῦ μηδενὸς αὐτὸν ποιήσαντος· καὶ ἔφαγε καὶ ἔγνω τὴν γύμνωσιν, καὶ ἐγένετο ἀντὶ θεοῦ φθαρτός, καὶ ὡς φθαρτὸς καὶ θνητός. Καὶ ἰδοὺ μένει ἡ ἀπόφασις τοῦ Θεοῦ αἰώνιος τιμωρία, καὶ ἐσμὲν ἅπαντες ἄνθρωποι, καὶ φθαρτοὶ καὶ θνητοί, καὶ οὐκ ἔστι τί τὸ δυνηθὲν ἀνατρέψαι τὴν μεγάλην ταύτην καὶ φοβερὰν ἀπόφασιν τοῦ Θεοῦ· μὴ ἀνατρεπομένης δὲ τῆς τοιαύτης ἀποφάσεως, ποῖος ὄφελος ἢ σοφίας ἢ δυνάμεως ἢ πλούτου ἢ τοῦ κόσμου ὅλου;

Διατοῦτο ἦλθεν ὁ υἱὸς τοῦ Θεοῦ καὶ Κύριος Ἰησοῦς Χριστὸς ὁ ὕψιστος, τοῦ ταπεινωθῆναι ἀντ’ αὐτοῦ, καὶ ἐταπείνωσεν ἑαυτὸν μέχρι τοῦ διὰ σταυροῦ θανάτου. Τοιοῦτος δὲ ἐστὶν ὁ λόγος τοῦ σταυροῦ. Λέγει ἡ γραφὴ Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου· μηδεμίαν γὰρ ἔχων ἀνάγκην ὁ Ἀδάμ, ἔφαγεν ἀπὸ τοῦ καρποῦ τοῦ ξύλου, οὗπερ εἶπεν αὐτῷ ὁ Θεὸς ὅτι «Μὴ φάγῃς, ὅτι ἐὰν φάγῃς τηνικαῦτα ἀποθανῇ»· ἔφαγε καὶ ἀπέθανε. Δύο γὰρ θάνατοι εἰσίν, ὅτι καὶ ὁ ἄνθρωπος δύο ἐστί, ψυχὴ καὶ σῶμα· καὶ ὥσπερ ἡ ψυχὴ καὶ τὸ σῶμα εἰς τὸ ἓν εἰσίν, εἰς τὸ εἶναι ἄνθρωπον δηλονότι, οὕτω καὶ αἱ δύο ἀθανασίαι εἰς τὸ ἓν εἰσίν, εἰς τὸ εἶναι τὸν ἄνθρωπον ἀείζωον. Διατοῦτο ἀπέθανεν ὁ Ἀδάμ, ἡνίκα ἔφαγε, τὸν θάνατον τῆς ψυχῆς, καὶ μετὰ ἐννακόσια τριάκοντα ἔτη ἀπέθανε τὸν θάνατον τοῦ σώματος, <ὃς> ἡ ἀναχώρησίς ἐστι τῆς ψυχῆς. Οὕτως ὁ θάνατος τῆς ψυχῆς, ἡ ἀναχώρησις ἐγένετο τοῦ ἁγίου Πνεύματος, τοῦ πλάσαντος αὐτὸν Θεοῦ καὶ οὕτως εὐδοκήσαντος εἶναι καὶ ζῆν τὸν ἄνθρωπον καθ’ ὁμοιότητα τῶν ἀγγέλων· οἱ γὰρ ἅγιοι ἄγγελοι τοῦ Θεοῦ ὑπὸ τοῦ ἁγίου Πνεύματος ἁγιαζόμενοι, πρὸς τὸ κακὸν μένουσιν ἀκίνητοι.

Ἐγένετο οὖν ἐκ τῆς τοιαύτης αἰτίας ὅλον τὸ γένος τῶν ἀνθρώπων, οἷος ὁ πατὴρ αὐτῶν Ἀδάμ, θνητοὶ τὴν ψυχήν, θνητοὶ τὸ σῶμα· καὶ ἄνθρωπος κυρίως, οἷον ἔπλασεν ὁ Θεὸς οὐδὲ εἰσεγινώσκετο, ἀλλ’ οὐδὲ ἦν δυνατὸν γενέσθαι τοιοῦτον ἄνθρωπον ἕως τῆς συντελείας τοῦ αἰῶνος, οἷος ἦν ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως. Διὰ ταύτην τὴν μεγάλην αἰτίαν καὶ ἀνάγκην, ἔδει γενέσθαι κἂν ἕνα ἄνθρωπον οἷος ἦν ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως.

Καὶ ἐπειδὴ ἄγγελον γενέσθαι ἄνθρωπον οὐκ ἦν δυνατὸν —φύσιν γὰρ λογικὴν χωρῆσαι εἰς φύσιν λογικὴν ἀδύνατον καὶ ἀμήχανον, Θεῷ τοῦτο δυνατὸν μόνῳ—, ὅθεν καὶ θέλων ὁ Θεὸς κἂν ἕνα ἄνθρωπον ἔχειν οἷον ἔπλασε κατ’ ἀρχάς, ἀπέστειλεν ἐν ἐσχάτοις καιροῖς τὸν ἔμφυτον αὐτοῦ Λόγον, δι’ οὗ τὰ πάντα ἐποίησεν, ὡς ἐνυπόστατον ὄντα, καὶ εἰσῆλθεν εἰς τὴν πανάχραντον μήτραν τῆς ἀειπαρθένου Μαρίας, καὶ αὐτός, οἵα Θεὸς ὢν καὶ δημιουργὸς παντοδύναμος, ἐγένετο ἀντὶ σπόρου καὶ ἐσαρκώθη ἄνευ σπορᾶς, διὰ τῶν ἐννέα μηνῶν αὐξηνθείσης τῆς σαρκὸς κατὰ μικρόν, καὶ ἐγένετο καθὼς πᾶς ἄνθρωπος, τέλειον βρέφος, ἔμβρυον ἔμψυχον.

Διατί δὲ ἄνευ σπόρου; Διὰ δύο αἰτίας. Τὴν μέν, διότι ἐὰν ἐγένετο σπόρος ἀνθρώπινος, ἐκεῖνο ἂν ἦν ἄνθρωπος, τὸ ἐκ σπέρματος ἀνθρώπου, καὶ οὐχὶ Θεὸς ἄνθρωπος· τὴν δέ, ἵνα μὴ ἔχῃ ὅλως ἀρχὴν τινὰ ἀπὸ τῆς ἁμαρτίας τοῦ Ἀδάμ, ἀλλ’ ἵνα ὑπόκειται ἡ θεότης καὶ συνάγονται ἐπάνω τῆς θεότητος τοῦ Λόγου τὰ πανάχραντα αἵματα τῆς παρθένου, καὶ τὸ γεννηθὲν ὑπάρχει κυρίως Θεὸς ἄνθρωπος· καὶ τέως ἕξει ἡ θεότης ἕνα ἄνθρωπον ἄξιον αὐτῆς, καὶ τὸ θαυμαστότερον τῇ προφάσει τοῦ γενέσθαι ἄνθρωπον ἀξιοπρεπῆ, εὑρεθῇ ὁ ἄνθρωπος φύσει θεός.

Καὶ λέγει ὁ ἀπόστολος· Εἷς Θεός, εἷς ἄνθρωπος Ἰησοῦς Χριστός, καὶ ἰδοὺ ἄλλος ἄνθρωπος οὔτε ἐγένετο, οὔτε ἔστιν, οὔτε ἔσται. Καὶ τίνος χάριν; Ἵνα φυλάξῃ τὸν νόμον τοῦ Θεοῦ καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ ἀπαντήσῃ καὶ νικήσῃ καὶ αὐτὸν τὸν διάβολον. Εἰ γὰρ Θεός ἐστιν ὁ δοὺς τὸν νόμον καὶ τὰς ἐντολάς, πῶς ἦν δυνατὸν αὐτὸν μὴ φυλάξαι καὶ τὸν νόμον, ὃν ἔδωκε, καὶ τὰς ἐντολάς; Εἰ Θεός ἐστι, πῶς ἦν ὅλως δυνατὸν περιτραπῆναι καὶ δελεασθῆναι πρὸς μηχανήν τινα τοῦ διαβόλου, εἰ καὶ ὁ διάβολος ὡς τυφλὸς καὶ μωρὸς προσέβαλεν; Ἀλλ’ ἵνα τί γένηται φοβερὸν καὶ μέγα μυστήριον, ἵνα ἀντὶ τοῦ πταίσαντος Ἀδὰμ τιμωρηθῇ αὐτὸς ὁ μὴ πταίσας καὶ συμπαθηθῇ ὁ πταίσας, διατοῦτο ἀντὶ ξύλου, σταυρός, ἀντὶ τῆς βαδίσεως τῶν ποδῶν πρὸς τὸ ἀπηγορευμένον ἐκεῖνο ξύλον καὶ ἀντὶ τῆς ἁπλώσεως τῶν χειρῶν αἳ ἥπλωσαν καὶ ἐπῆραν τὸν κεκωλυμένον καρπόν, ἧλοι μεγάλοι σιδηροὶ πηχθέντες εἰς τὰς θείας αὐτοῦ χεῖρας καὶ τοὺς ἀχράντους πόδας, ἀντὶ τῆς γεύσεως τοῦ καρποῦ, γεῦσις χολῆς καὶ ὄξους, ἀντὶ τοῦ θανάτου, θάνατος. Εἶτα τί; Ἔκειτο εἰς τὸν τάφον τρεῖς ἡμέρας, διὰ τὸ μυστήριον τῆς Τριάδος, ἵνα δείξῃ ὅτι «εἰ τάχα καὶ ἐγὼ μόνος ἐσαρκώθην καὶ ἔπαθον, ἀλλ’ οὖν τῆς Τριάδος ἐστὶν ὅλη ἡ οἰκονομία αὕτη.» Τί δὲ λοιπὸν τὸ ἀποτελεσθέν;

Ἐδόθη θυσία τῇ θεότητι τοῦ Πατρὸς καὶ αὐτοῦ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ὁ εἶς ἐξ αὐτῶν σαρκωθεὶς Θεὸς Λόγος, ὅπως διὰ τὸ μέγα τοῦτο καὶ φρικτὸν ἔργον καὶ θῦμα, ὡς ἀπαραίτητον, συμπαθηθῇ ἡ πρώτη παράβασις, καὶ γένηται δι’ αὐτοῦ πάλιν ἑτέρα γέννησις καὶ ἀνάπλασις ἡ ἐκ τοῦ θείου βαπτίσματος, καὶ ἀποπλύνῃ πρῶτον ἡμᾶς δι’ ὕδατος, κεράσας τὸ ὕδωρ Πνεύματι ἁγίῳ, καὶ ἔκτοτε ἵνα βαπτίζωνται μὲν εἰς τὸ ὕδωρ οἱ ἄνθρωποι, καὶ καταδύωνται καὶ ἀναδύωνται τρίτον, εἰς τύπον τῆς τριημέρου ταφῆς αὐτοῦ, καὶ ἀποθανόντες παντὶ τῷ παρόντι αἰῶνι πονηρῷ, εἰς τὴν τρίτην ἀνάδυσιν εὑρίσκονται ὡς ἐκ νεκρῶν ζῶντες, τουτέστι ζωογονοῦνται, αἱ ψυχαὶ αὐτῶν πάλιν λαμβάνουσι τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, ὥσπερ εἶχε τοῦτο ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως· εἶτα χριόμενοι αὐτὸ μῦρον ἐκεῖνον τὸν Ἰησοῦν διὰ τοῦ μύρου τοῦ θείου, καὶ ἀποτελούμενοι ὑπερουσίως εὐώδεις, ὡς ἄξιοι ἤδη Θεοῦ κοινωνοί, τρώγουσι τὴν σάρκα αὐτοῦ καὶ πίνουσι τὸ αἷμα αὐτοῦ, καὶ διὰ τοῦ ἄρτου καὶ τοῦ οἴνου τῶν ἁγιασμάτων, γίνονται σύσσαρκοι καὶ σύναιμοι τῷ σαρκωθέντι καὶ τυθέντι Θεῷ, καὶ ὡς θεοὶ μηκέτι δύνωνται ὑπὸ ἁμαρτίας κυριευθῆναι.

Καὶ γὰρ κατηράθη ὁ Ἀδάμ, καὶ ἐβλάστησεν ἡ ἐξ αὐτοῦ ἀνθρωπότης πάσας τὰς ἁμαρτίας, καὶ διὰ τὸ ἰσχυρὸν τῆς ἀποφάσεως ἐγένετο ὁ Χριστός, διὰ τὸ κρεμασθῆναι εἰς τὸ ξύλον, κατάρα, ὅπως δώσῃ ἑαυτὸν ὡς Υἱὸς θυσίαν τῷ Πατρί, ὡς προείρηται, καὶ ἀνατραπῇ ἡ ἀπόφασις διὰ τὸ ὑπερέχον τῆς θυσίας ἀξίωμα. Τί γὰρ μεῖζον τοῦ Θεοῦ; Ὥσπερ γὰρ οὐδὲν μεῖζον ἐν ὅλῃ τῇ ὁρατῇ κτίσει ἀνθρώπου—ἐπειδὴ καὶ διὰ τὸν ἄνθρωπον ἡ ὁρατὴ κτίσις γέγονεν, οὐχὶ ὁ ἄνθρωπος διὰ τὴν κτίσιν—, οὕτως οὐδὲν μεῖζον, οὐδὲ αὐτὴ ὅλη ἡ σύμπασα ὁρατή τε καὶ ἀόρατος κτίσις, τοῦ ποιήσαντος αὐτὴν Θεοῦ.

Διατοῦτο ὁ μείζων πάντων Θεὸς ἀσυγκρίτως, τὴν μείζονα πάσης ὁρατῆς κτίσεως φύσιν ἀνθρώπου προσειληφώς, ἀνήνεγκε θυσίαν τῷ Θεῷ καὶ Πατρί, ἣν αἰδεσθεὶς οἷον εἰπεῖν καὶ τιμήσας ὁ Πατήρ, καὶ παραιτήσασθαι μὴ δυνάμενος, ἀνέτρεψε τὴν ἀπόφασιν καὶ ἀνέστησεν ἀπὸ νεκρῶν, πρῶτον μὲν τοῦτον τὸν δόντα ἑαυτὸν θυσίαν καὶ λύτρον καὶ ἀντάλλαγμα τῶν ὁμογενῶν αὐτῷ ἀνθρώπων, ἔπειτα δὲ ἀναστήσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρελεύσεως τοῦ παρόντος κόσμου καὶ πάντας ἀνθρώπους· πλὴν τὰς ψυχὰς τῶν νῦν πιστευόντων εἰς τοῦτον τὸν υἱὸν τοῦ Θεοῦ Ἰησοῦν Χριστόν, τὸ μέγα καὶ φρικτὸν θῦμα, ἐντεῦθεν πρότερον ἀνίστησιν ὁ Θεός· σημεῖον δὲ τῆς ἀναστάσεως, ὅτι ἐκ τοῦ ἁγίου Πνεύματος αὐτοῦ δίδωσιν ἑκάστῳ καθάπερ ἀντίψυχον ἑκάστῃ ψυχῇ· διὸ καὶ λέγεται πιστή, ὅτι ἐπιστεύθη τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, ὅπερ ἐστὶν ἡ ζωὴ ἡ αἰώνιος, ὡς ἐκ τοῦ αἰωνίου Θεοῦ, Θεὸς αἰώνιος ὂν τὸ Πνεῦμα τὸ ἅγιον.

Ἐπεὶ οὖν ὁ σταυρὸς ὥσπερ βωμὸς ἐχρημάτισε τῆς φρικτῆς ταύτης θυσίας—δι’ αὐτοῦ γὰρ ἀπέθανεν ὑπὲρ τῆς ἀνθρωπίνης ἐκπτώσεως ὁ Υἱὸς τοῦ Θεοῦ—, ὡς σύμβολον τῆς καθολικῆς σωτηρίας ὁ σταυρὸς καὶ τιμᾶται καὶ προσκυνεῖται καὶ τυποῦται, ἵνα ὅσοι προσκυνοῦσι τὸ ξύλον τοῦ σταυροῦ, ἐλευθερωθῶσιν ἀπὸ τῆς τοῦ Ἀδὰμ κατάρας καὶ εὐλογῶνται εἰς τὸ βλαστάνειν πᾶσαν δικαιοσύνην. Διατοῦτο ἔχουσι καύχημα καὶ δόξαν καὶ δύναμιν τὸν σταυρὸν οἱ χριστιανοί, ὅτι ἐν τῇ δυνάμει τοῦ σταυρωθέντος Χριστοῦ πᾶσα ἡμῶν ἡ ἰσχύς, καὶ ἐν τῇ νεκρώσει τοῦ ἀποθανόντος ἐν τῷ σταυρῷ Χριστοῦ πᾶσα ἡμῖν ἁμαρτία νεκροῦται, καὶ ἐν τῇ ταπεινώσει τοῦ ταπεινωθέντος Θεοῦ, μέχρι τοῦ καὶ μετὰ κακούργων ἀποθανεῖν, πᾶσα ἡ ὕψωσις καὶ δόξα. Τί γὰρ ὑψηλότερον τοῦ γενέσθαι τῶν χριστιανῶν ἕκαστον εἰς ἰσοτιμίαν Θεοῦ; Τούτου χάριν οἱ χριστιανοί, οὐχ’ ἁπλῶς καὶ ὡς ἔτυχε καὶ καταπεφρονημένως, ἀλλὰ μετὰ προσοχῆς, μετὰ συνέσεως, ἐν φόβῳ καὶ τρόμῳ καὶ εὐλαβείᾳ πάσῃ σημειοῦσιν ἑαυτοὺς τῷ τύπῳ τοῦ σταυροῦ τοῦ Χριστοῦ οἱ πιστεύοντες εἰς αὐτόν· ὁ γὰρ τύπος τοῦ σταυροῦ τὴν ἑκάστου ἀνθρώπου δηλοῖ καταλλαγὴν πρὸς τὴν θεότητα.

Φεύγουσι δὲ οἱ δαίμονες τὸν τύπον τοῦ σταυροῦ καὶ οὐ φέρουσιν οὐδὲ ἐν ἀέρι τὸ σημεῖον τοῦ σταυροῦ νοερῶς, καὶ ὁρῶντες καὶ εἰδότες ὅτι τὸ σημεῖον τῆς πρὸς Θεὸν τῶν ἀνθρώπων καταλλαγῆς ἐστί, καὶ οὐκέτι χώραν ἔχουσι προσιέναι τοῖς καταλλαγεῖσι Θεῷ καὶ προσβάλλειν αὐτοῖς, οἱ ἔτι ἀποστάται τοῦ Θεοῦ καὶ ἐχθροὶ αὐτοῦ καὶ οἱ ἀπ’ ὄψεως ὄντες τοῦ Θεοῦ, τοῖς ἀποσυνοψισθεῖσι τῷ Θεῷ. Εἰ δὲ φαίνονται προσβάλλοντες οἱ δαίμονες τισὶ τῶν χριστιανῶν, ἐκείνοις προσβάλλουσιν, οἵτινες οὐ τελείαν ἐσχήκασι γνῶσιν τοῦ κατὰ τὸν σταυρὸν ὑψηλοῦ μυστηρίου.

Ὅσοι δὲ κατέλαβον τὸ μυστήριον καὶ ἐν γνώσει καὶ πείρᾳ τοῦ κατὰ τῶν δαιμόνων κράτους ἐγένοντο τοῦ σταυροῦ, καὶ ὅτι <εἰς> πᾶσαν ἀσθένειαν ψυχῆς δύναμιν καὶ πᾶσαν ἰσχὺν καὶ σύνεσιν χορηγεῖ καὶ σοφίαν ἔνθεον ὁ σταυρός, βοῶσιν ἐν χαρᾷ μεγάλῃ ἕκαστος· «Ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.» Ὡς οὖν μέγα καὶ φοβερὸν τὸ τοῦ σταυροῦ σημεῖον, χρεὼν ἐν φόβῳ καὶ τρόμῳ καὶ πάσῃ εὐλαβείᾳ καὶ γνώσει τοῦτο παρὰ χριστιανῶν τυποῦσθαι, καὶ μὴ ἁπλῶς οὕτω καὶ κατὰ συνήθειαν ἐν καταφρονήσει· κατὰ γὰρ τὸ μέτρον τῆς εὐλαβείας καὶ τὸ μέτρον τῆς δυνάμεως τοῦ Θεοῦ χορηγεῖται τοῖς χρωμένοις τῷ σταυρῷ.

Ὅτι διὰ τῆς ἀναγεννήσεως τοῦ θείου καὶ ἱεροῦ βαπτίσματος, ζωογονοῦνται πάλιν αἱ τῶν πιστῶν ἀνθρώπων ψυχαί, λαμβάνουσαι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ ὡς ψυχήν, ὥσπερ εἶχε τοῦτο ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως, καὶ οὕτως καρποφοροῦσι τὸν καρπὸν τοῦ Πνεύματος τῆς ζωῆς· οἱ δὲ φθορὰν καὶ κακίαν καρποφοροῦντες, μετὰ τῶν ἀβαπτίστων καὶ ἀπίστων καὶ ἀσεβῶν κατακρίνονται.

Κεφάλαιον Βʹ Βάπτισμα τὸ θεῖον ὁ βαπτισθεὶς μεμυημένος λέγεται· οἱ γὰρ τοῦ εὐαγγελίου τοῦ Χριστοῦ μύσται καὶ μυσταγωγοὶ ἐκεῖνον λέγουσιν ἀμύητον, ἤτοι ἀφώτιστον, τὸν πιστεύσαντα εἰς Χριστὸν καὶ τὸ τῆς οἰκονομίας αὐτοῦ μυστήριον ἔτι κατηχούμενον, ὑπὲρ οὗ καὶ κοινὰς ποιοῦνται τὰς δεήσεις, ὅπως ὁ Θεὸς ἄνωθεν αὐτὸν κατηχήσῃ τὸν λόγον τῆς μόνης καὶ ὄντως ἀληθείας τῆς εἰς Χριστὸν πίστεως, καὶ ἀποκαλύψῃ αὐτῷ τὸ εὐαγγέλιον τῆς δικαιοσύνης, ὃν καὶ νηστεύειν ἐπιτρέπουσι καὶ ἐλεημοσύνας ποιεῖν, οὐ μὴν προσεύχεσθαι—οὐδὲ γὰρ ἔχει νοῦν οὗτος δυνάμενον ὁρᾶν Θεόν, ᾧ προσεύξεται—, καὶ διατοῦτο βοᾷ ἐν ἐκκλησίᾳ πρὸς τοὺς πιστοὺς ὁ διάκονος· «Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν». Ὁ γὰρ κατηχούμενος ἐπίστευσε μὲν εἰς Χριστόν, πιστὸς δὲ οὔπω γέγονε—πιστὸς γὰρ κυρίως ἐκεῖνος λέγεται, ὁ πιστευόμενος—, ἐπὰν δὲ γένηται μεμυημένος, γίνεται καὶ πιστός· μεμυημένος δὲ τότε γίνεται, ὅταν τὸ θεῖον δέξηται βάπτισμα· ὅσα γὰρ ἤκουσε κατηχηθείς, τῇ τρισσῇ καταδύσει καὶ ἀναδύσει τῆς ἀπορρήτου θεογενεσίας τοῦ ἱεροῦ βαπτίσματος ὑπὲρ λόγον μυεῖται, Πνεύματος ἁγίου πληρούμενος, καὶ φωτὸς θείου γενόμενος ἔμπλεος.

Οἱ γὰρ σύμφυτοι γενόμενοι τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Χριστοῦ, γίνονται καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ καθ’ ὁμοίωσιν· ἐκεῖνος ἀναστάς, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει, καὶ ὁ ἐκ τῆς θεογενεσίας, ἤτοι τῆς ζωοποιοῦ —μᾶλλον δὲ θεοποιοῦ—κολυμβήθρας ἀνιμηθείς, οὐκέτι ἀποθνήσκει, ἁμαρτία αὐτοῦ οὐκέτι κυριεύει. Ὁ γὰρ πλησθεὶς Πνεύματος ἁγίου ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, τῆς ἱερᾶς δηλαδὴ κολυμβήθρας, ἀθάνατος μέν ἐστιν ὡς τῆς ἀληθινῆς ζωῆς, τοῦ Πνεύματος τοῦ Θεοῦ, τῆς ψυχῆς αὐτοῦ μεταλαβούσης, ἁμαρτάνειν δὲ οὐ δύναται ὡς ἐκ τοῦ Θεοῦ γεγενημένος. Φησὶ γὰρ ὁ ἀπόστολος· Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι· τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος, τουτέστιν ἡ κακία, συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· καὶ γὰρ ὁ Χριστὸς ὃ ἀπέθανε τῇ ἁμαρτίᾳ ἐφάπαξ ἀπέθανεν, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ· οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν.

Ὡς γοῦν ὁ σταυρὸς καὶ ὁ τάφος τῷ Χριστῷ, οὕτως καὶ ἡμῖν τὸ βάπτισμα· ὥσπερ δὲ αὐτὸς σαρκὶ ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ἡμεῖς τῇ ἁμαρτίᾳ ἀποθνήσκοντες, ἀνιστάμεθα τῇ ἀρετῇ διὰ τῆς δυνάμεως τοῦ Θεοῦ, ἵνα ὥσπερ φησὶν ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ οὖν δυνατὸν Θεὸν ἁμαρτῆσαι, δύναται καὶ πιστὸς ἁμαρτῆσαι· εἰ δὲ ἀδύνατον Θεὸν ψεύσασθαι, ἀδύνατον καὶ αὐτὸν ψεῦδος ἐνεργῆσαι· ἐμπαιγμὸς γὰρ καὶ ψεῦδος, ἡ ἁμαρτία. Εἰ δὲ ἁμάρτῃ ποτέ, ἐκβάλλεται καὶ τῆς κοινωνίας καὶ τῆς συνάξεως καὶ παραδίδοται κολάσεσιν, ἤγουν ἐξαγορεύσει, αἰσχύνῃ, ἀτιμίᾳ, δάκρυσι, στεναγμοῖς, οὐχ’ ὅτι ἥμαρτεν, ἀλλ’ ὅτι ἁμαρτήσαντος ἡ θεία φύσις, ἡ ἑνωθεῖσα αὐτῷ, διέστη ἀπ’ αὐτοῦ, καὶ οὐκέτι πρὸς αὐτὸν εὐκόλως ἀνακάμπτει, καθάπερ ἐπὶ τοῦ βαπτίσματος· ἐκεῖ γὰρ χάρις ἦν Θεοῦ καὶ εὐεργεσία δωρεὰν καὶ ἀμισθί· οὐ γὰρ ἔχει τίμημα οὐδὲ αὐτὸν ὅλον τὸν κόσμον· Θεὸς γάρ ἐστιν ὁ τὸν κόσμον ποιήσας.

Εἰ δὲ ἀληθὴς ὁ λόγος ὁ δοὺς λέγων σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται, κρινεῖς αὐτὸς παρ’ ἑαυτῷ, εἰ μὴ ὀργίζεται Θεὸς ἕνεκεν ἐμπαθῶν ἱερέων καὶ λοιπῶν τοῦ κλήρου τῶν ἐκκλησιῶν, ἐκβεβλημένων ἀπὸ τῶν κανόνων τοῦ Θεοῦ, καὶ τολμηρῶς τοὺς νόμους καταπατούντων τοῦ Θεοῦ, καὶ αὐτὸν τὸν Θεὸν παραλογιζομένων, ἴσως ἐξ ἀγνοίας, διὰ τὸ ἀμύητον καὶ ἀδίδακτον· λέγει γὰρ ὁ χρυσοῦς Ἰωάννης·

Οὐδὲν οὕτω παροργίζει Θεόν, ὡς τὸ παρ’ ἀξίαν ἱερᾶσθαι, τοῦ δὲ παρ’ ἀξίαν περισσότερον πάντως τὸ ἀμύητον· καὶ διὰ ταῦτα, παγκόσμιος ἡ ὀργή, κατακλυσμῷ ἐοικότα ὡς ὁρᾷς· καὶ ὁ μεμυημένος πεφωτισμένος λέγεται.

Δύο δέ εἰσι φῶτα. Ὁ αἰσθητὸς οὗτος καὶ ὁρώμενος ἥλιος, χαριζόμενος τοῖς αἰσθητοῖς ὄμμασι τοῦ βλέπειν τὴν ὁρατὴν κτίσιν, καὶ ὁ λεγόμενος νοητὸς ἥλιος, Θεός, χαριζόμενος ταῖς νοηταῖς ὁράσεσι τὸ νοητῶς ὁρᾶν τὴν ἀόρατον κτίσιν. Ἐὰν μὴ ἀνατείλῃ ὁ αἰσθητὸς ἥλιος, οὐδεὶς ὁρᾷ τοὺς ὁμαλοὺς καὶ εὐθεῖς τόπους, καὶ τὰς καθαρὰς καὶ ἀρρυπώτους ὁδούς· ἐὰν μὴ ἀνατείλῃ ὁ νοητὸς ἥλιος, οὐδεὶς ὁρᾷ τοὺς κρημνοὺς τῆς κακίας καὶ τὴν εὐθεῖαν ὁδὸν τῆς δικαιοσύνης.

Ὅταν οὖν εὑρίσκηται χριστιανὸς τὴν ὁδὸν τῆς κακίας πορευόμενος, ἢ πᾶσαν ἢ μερικήν, οὐκ ἔστι χριστιανός· ὁ γὰρ χριστιανὸς πεφωτισμένος ἔστι τε καὶ λέγεται· πᾶς δὲ ὁ ἐν φωτὶ περιπατῶν, ὁρᾷ τοὺς βόθρους καὶ τὰ προσκόμματα· εἰ δὲ οὐχ’ ὁρᾷ ταῦτα, οὐδὲ φῶς ἔχει, καὶ πῶς χριστιανός; Εἰ δὲ λέγει μὲν ὁρᾶν, δελεάζεται δέ, ψεύδεται· ὁρᾷ γὰρ ὡς ὁρῶσιν οἱ ἀφώτιστοι, ἤγουν οἱ ἄπιστοι, ἐπεὶ κἀκεῖνοι κακοῦ καὶ καλοῦ διάκρισιν ἔχουσι μέν, οὐκ ἐκκλίνουσι δὲ ἀπὸ τοῦ κακοῦ, παρὰ τὸ μὴ καθαρῶς ὁρᾶν, τί μὲν κυρίως καλόν, τί δὲ κυρίως κακόν. Ὁ δὲ χριστιανὸς ἕως ἂν οὐ τρανῶς ὁρᾷ τὸ κακὸν καὶ ἀνεπιθολώτως, χριστιανὸς εἶναι οὐκ ἔφθασεν· ἀγῶνα δὲ ἀγωνιεῖται ἐν στεναγμοῖς καὶ δάκρυσι καὶ νηστείαις, ὅπως ἔλθῃ ἐπ’ αὐτὸν τὸ ἀληθινὸν καὶ τέλειον φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.

Ἦλθε γὰρ ὁ Χριστός, ἁμαρτιῶν ἀπαλλαγὴν καὶ ἀναίρεσιν τοῖς εἰς αὐτὸν πιστεύουσι χαριζόμενος· τὴν μὲν ἀπαλλαγὴν διὰ τοῦ βαπτίσματος, τὴν δὲ ἀναίρεσιν διὰ τῆς τροφῆς αὐτοῦ καὶ πόσεως· Ὁ τρώγων μου γάρ φησι, τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ, ὁ δὲ μένων ἐν αὐτῷ, καρπὸν φέρει, οὐ φθοράν. Ὁ οὖν μετὰ τὸ βάπτισμα καὶ τὴν κοινωνίαν Χριστοῦ, μὴ καρποφορῶν, ἐκκόπτεται καὶ εἰς τὸ πῦρ βάλλεται, ὡς ξύλον ἄκαρπον· οὐ γὰρ ὁ ἐν μολυσμῷ σαρκὸς καὶ πνεύματος μόνον ἀναξίως τοῖς ἁγίοις προσερχόμενος ἔχει κρῖμα φοβερὸν —προσερχόμενος γάρ, ἔνοχος γίνεται τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου—, ἀλλὰ καὶ ὁ ἀργῶς καὶ ἀνωφελῶς ἐσθίων καὶ πίνων, ἐν τῷ μὴ τὴν μνήμην φυλάττειν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος Χριστοῦ, ὡς ἀσυνειδήτως καὶ ἀνωφελῶς τοσοῦτον καὶ τοιοῦτον ἀγαθὸν καταργῶν· καὶ ὥσπερ ἀχαρίστως προσερχόμενος τῷ τοιούτῳ μυστηρίῳ, τὸ κρῖμα ἔχει τῆς ἀργίας, τοῦ Κυρίου καὶ τοὺς ῥῆμα ἀργὸν προϊεμένους, ἀκρίτους εἶναι μὴ συγχωρήσαντος.

Τὸν γὰρ προσιόντα τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ εἰς ἀνάμνησιν αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, δεῖ μὴ μόνον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα μὴ εἰς κρῖμα φάγῃ καὶ πίῃ, ἀλλὰ καὶ ἐνεργῶς δεικνύειν τὴν μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, ἐν τῷ νεκροῦσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ καὶ ἑαυτῷ, ζῆν δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὁ δὲ μὴ καρποφορῶν, φθορὰν δὲ καὶ κακίαν ἐργαζόμενος ἔτι, εἰς τὸν τόπον κατείλεκται τῶν ἀβαπτίστων καὶ ἀπίστων καὶ ἀσεβῶν, περὶ οὗ λέγει ὁ μακάριος ἀπόστολος ὅτι Πόσῳ χείρονος ἀξιωθήσεται τιμωρίας ὅ γε τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη.

Βλέπεις τί ἐστὶν ἁγιασμός; Ὁ ἁγιασθεὶς καρποφορεῖ τὸν καρπὸν τοῦ ἁγίου Πνεύματος, ὁ δὲ πιστεύων εἰς Χριστὸν καὶ τοῖς φθαρτικοῖς ἔτι θλιβόμενος πάθεσιν, ὀρθῶς λογιζέσθω πότε ἐλευθερωθήσεται ἐξ αὐτῶν τυραννούμενος ὑπ’ αὐτῶν, καὶ τότε καρποφορεῖν ἄρξεται. Πρότερον γὰρ δεῖ πάσης ἀκάνθης ἐκκαθαρθῆναι τὸν ἀγρόν, καὶ τότε βληθῆναι τὸν σπόρον, ἵνα δέξηται τοῦτον ἡ καθαρὰ γῆ καὶ ἀγαθή· εἰ δ’ οὖν, ἀλλὰ φυεῖσαι αἱ ἄκανθαι τὸν καρπὸν ἀποπνίξωσιν. Εἰς ποῖον οὖν καιρὸν δεῖ ἀναμένειν;

Καθαρθῆναι πρότερον τὸν ἀγρὸν ἐκ τῶν ῥυπασμάτων, καὶ τότε βαλεῖν σπόρον καὶ καρποφορῆσαι. Νῦν γὰρ ἀναβαίνουσιν αἱ ἄκανθαι, αἱ ἁμαρτίαι δηλονότι, καὶ συμπνίγουσι τὸν σπόρον, τὴν χάριν δηλαδὴ τοῦ ἁγίου Πνεύματος, καὶ κοπιᾷ μάτην ὁ τοιοῦτος γεωργὸς ἀσκητής, εἰ ἄρα καὶ ὑπεδέξατο σπόρον.

Πῶς τό, Ἀρχὴ σοφίας φόβος Κυρίου· ὁποῖα δὲ τὰ σημεῖα καὶ αἱ πράξεις τῶν πιστῶν ἀνθρώπων καὶ φοβουμένων τὸν Θεόν, ὁποῖα δὲ τῶν ἀπίστων καὶ μὴ φοβουμένων αὐτόν. Πῶς δὲ ὁ μὴ κατὰ Θεὸν πολιτευόμενος, μετὰ τῶν ὄντων οὐκ ἔστιν· καὶ ὅτι ὥσπερ τὸ εἶναι ἐκ Θεοῦ ἔχομεν κατὰ τὸν τῆς δημιουργίας λόγον, οὕτως καὶ τὸ εὗ εἶναι λαμβάνωμεν παρ’ αὐτοῦ.

Κεφάλαιον Γʹ Γέγραπται· Ἀρχὴ σοφίας, φόβος Κυρίου· σοφὸς δέ, μόνος ἐστὶν ὁ Θεός. Διατοῦτο καὶ ὁ μέλλων εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ καὶ βασιλευθῆναι ὑπὸ Θεοῦ, τοῦ διεξάγεσθαι καὶ διακυβερνᾶσθαι τὸν νοῦν καὶ τὰς φρένας καὶ τὴν διάνοιαν ὑπ’ αὐτοῦ μόνου τοῦ μόνου βασιλέως καὶ κυρίως βασιλέως, πρὸ παντὸς ἄλλου χρείαν ἔχει φόβου. Πῶς δὲ φοβηθήσεταί τις ὃν οὐχ’ ὁρᾷ; Διὸ πρότερον ἰδεῖν τὸν Θεὸν ἐπάναγκες. Πῶς δὲ θεάσεταί τις τὸν Θεόν, ὃν οὐδεὶς ἑώρακε πώποτε; Δεῖ οὖν τὸ φῶς ζητεῖν τοῦ Θεοῦ τὸ νοητόν, δι’ οὗ φωτισθεῖσα ἡ διάνοια, δυνήσεται ἰδεῖν τὸν Θεόν. Ὁ γὰρ τὸν Θεὸν ἰδών, οὗτος δύναται φοβηθῆναι αὐτόν· ὁ δὲ τὸν Θεὸν φοβηθείς, δύναται καὶ ἑαυτὸν ἰδεῖν καὶ τὸν παρερχόμενον τοῦτον κόσμον καὶ τὰ τοῦ κόσμου πράγματα· καὶ ὁ ὁρῶν οὕτως ἐν φόβῳ Θεοῦ οὔτε ἀδικῆσαι δύναται, οὔτε ἀδικούμενος ἀμυνεῖται, ἀλλὰ τὴν ἐκ τοῦ ἀδικεῖσθαι αὐτὸν θεόθεν ἀντίληψιν ἐρχομένην ἐπ’ αὐτὸν νοῶν καὶ θαυμάζων, δοξάζει τὸν βλέποντα τὰς ἀδικίας Θεὸν καὶ ἀνεχόμενον, καὶ διατοῦτο ἐν ὑπομονῇ πολλῇ καρποφορεῖ τοὺς καρποὺς τοῦ Πνεύματος.

Χρεία τοίνυν θείου φωτὸς νοητοῦ καὶ τοιούτου, τοῦ φύσιν ἔχοντος χαρίζεσθαι τὸ ἰδεῖν τὸν Θεόν. Ποῖον δὲ ἄρα τὸ τοιοῦτον φῶς; Λέγει ὁ Χριστός· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου», λέγει ὁ εὐαγγελιστὴς Ἰωάννης· «Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων», λέγει ὁ βαπτιστὴς Ἰωάννης· «Ὁ πιστεύων εἰς αὐτὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν αὐτῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν»· ἀπειθεῖ δὲ αὐτῷ, ὁ καὶ μόνην μίαν τῶν ἐντολῶν αὐτοῦ παραβαίνων, καθὼς αὐτὸς φησίν· Ὁ λύσας μίαν τῶν ἐντολῶν μου τούτων τῶν ἐλαχίστων, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὁ γὰρ ὁ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστος ἐστί. Ποία δὲ ὀργὴ μένει ἐπ’ αὐτόν; ἡ τῆς κατάρας τοῦ Ἀδὰμ ἡ ἐκ τῆς παραβάσεως, τῆς φθορᾶς καὶ τοῦ θανάτου· ὅσοι δὲ ἐν φθορᾷ καὶ θανάτῳ, οἱ αὐτοὶ καὶ ἐν γεέννῃ. Ἡ γὰρ ἐντολὴ ἡ ἐμὴ φησὶν ὁ Κύριος, ζωὴ αἰώνιος ἐστίν, καὶ Εἲ τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα· ὁ δὲ τὴν ἐντολὴν μὴ τηρῶν, ἑαυτὸν ὑστέρησε τῆς ζωῆς.

Προάγει γοῦν παντὸς ἄλλου, τὸ πιστεῦσαι εἰς Χριστόν, τὸ φῶς τῶν ἀνθρώπων· ἵνα ἴδῃ πᾶς ὁ πιστεύων εἰς αὐτόν, τὸν Θεόν. Θεάσεται δὲ Θεὸν πῶς; ἐκ τῶν ποιημάτων αὐτοῦ, ἐκ τοῦ οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης καὶ τῶν λοιπῶν, καὶ ἐξ ἑαυτοῦ, τοῦ λογικοῦ μάλιστα ζώου τοῦ ἀνθρώπου· πῶς ὡς σίελος σπαρεὶς τοιοῦτον γίνεται ζῶον, ὡς νομίζεσθαι τοῦτον κατὰ τὴν λογικὴν δύναμιν θεὸν εἶναι τῶν ὁρωμένων; Καὶ ὁ οὕτως ἀξιωθεὶς ἰδεῖν τὸν Θεόν, πῶς οὐ φοβηθήσεται τοῦτον; καὶ ὁ φοβηθείς, πῶς οὐκ εὐλαβηθήσεται καὶ πολιτεύσεται κατὰ τὸν ὑπ’ αὐτοῦ τεθέντα νόμον;

Κατασκευάζεται τοιγαροῦν ἐντεῦθεν, ὅτι ὁ παρὰ τὸν νόμον τοῦ Θεοῦ βιοτεύων, οὐ φοβεῖται τὸν Θεόν· ὁ μὴ φοβούμενος τὸν Θεόν, οὐκ εἶδεν αὐτόν· ὁ μὴ ἰδὼν αὐτόν, οὐκ ἔχει φῶς· ὁ μὴ ἔχων φῶς, οὐκ ἐπίστευσεν εἰς Χριστόν· ὁ μὴ πιστεύσας εἰς Χριστόν, οὐκ ἔχει ζωήν· καὶ διὰ ταῦτα ὡς οὐδὲ τῆς ἀρχῆς τῆς σοφίας ἁψάμενος, ἔστι μωρός, τυφλός, ἄπιστος καὶ νεκρός· καὶ καλῶς φησὶν ὁ εὐαγγελιστὴς Ἰωάννης, ὅτι Πᾶς ὁ ἁμαρτάνων οὐχ’ ἑώρακε τὸν Θεὸν οὐδὲ ἔγνωκεν αὐτόν· λέγει δὲ καὶ ὁ προφήτης Ἱερεμίας· «Τίς ἐστιν ὁ ὁμολογῶν τὸν Θεόν, καὶ ἀγνοῶν τὸν Θεόν; ὃς μοιχᾶται, ὃς ἀθετεῖ, ὃς τὴν γλῶσσαν ἐκτείνει ὡς τόξον, ὃς ἐφ’ ᾧ ψεῦδος καὶ οὐ πίστις ἐνισχύει, ὃς ἐκ κακῶν εἰς κακὰ ἐξέρχεται, ὃς κατὰ τοῦ φίλου αὐτοῦ καταπαίζει, ὃς ἀλήθειαν οὐ λαλεῖ, οὗ ἔμαθεν ἡ γλῶσσα αὐτοῦ λαλεῖν ψεῦδος, ὃς ἠδίκησε καὶ οὐκ ἐνέλιπε τοῦ ἐπιστρέψαι· τόκος ἐπὶ τόκῳ, δόλος ἐπὶ δόλῳ· βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτοῦ, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτοῦ· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν· καὶ ἐμὲ οὐκ ἔγνω φησὶν ὁ Κύριος, καὶ ἐμὲ οὐκ ἠθέλησεν εἰδέναι φησὶν ὁ Κύριος.» Ἐὰν οὖν οὗτος ἐστὶν ὁ ἀγνοῶν τὸν Θεὸν μὴ δὲ θέλων ἰδεῖν αὐτόν, τί διαφέρει τῶν μήτε ὁμολογούντων τὸν Χριστὸν ὁ τοιοῦτος μήτε πιστευόντων εἰς αὐτόν;

Πᾶς γὰρ χριστιανὸς διατοῦτο χριστιανὸς λέγεται, διότι πείθεται τῷ Χριστῷ· ὥστε χριστιανὸς μὴ πειθόμενος τῷ Χριστῷ, πῶς χριστιανός;

Ὁ γὰρ Χριστῷ πειθόμενος, τοῖς αὐτοῦ προστάγμασιν ἕπεται· μὴ ἑπόμενος δέ, οὐ πείθεται· ὁ δὲ Χριστῷ μὴ πειθόμενος ἀλλ’ ἀπειθῶν, πῶς οὐκ ἄπιστος; Λοιπὸν ἀκουσάτωσαν πάντες οἱ ὀνομαζόμενοι χριστιανοὶ παρανόμως δὲ πολιτευόμενοι, ὅτι οὐκ ἐπίστευσαν εἰς τὸν Χριστόν, κἂν ὁμολογῶσι τοῦτον Θεόν. Ἀδύνατον γὰρ τὸν πιστεύοντα εἰς Χριστὸν παρανόμως βιοῦν, ὥσπερ ἀδύνατον τὸν ὁρῶντα βαθὺν κρημνὸν ῥίψαι ἑαυτόν, εἰ μὴ ἴσως ὑπάρχει ἐκφρενής.

Ζητησάτωσαν δὴ τὸ πιστεῦσαι εἰς Χριστόν, ἵνα πιστεύσαντες ζήσωσι καὶ λάβωσι φῶς, καὶ ἴδωσι τὸν Θεὸν καὶ φοβηθῶσιν αὐτὸν καὶ ἅψωνται τῆς σοφίας, ὅτι Ἀρχὴ σοφίας, φόβος Κυρίου. Διατοῦτο χωρὶς τῶν ἔργων ἡ πίστις νεκρά, ὥσπερ σῶμα δίχα ψυχῆς, ὅτι τὸν ζωογονοῦντα Θεὸν οὐκ ἔχει ἐν ἑαυτῇ, ὅτι τὸν εἰπόντα· «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ καὶ ὁ πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησώμεθα», οὐκ ἐκτήσατο ἐν ἑαυτῇ, ἵνα τῇ παρουσίᾳ αὐτοῦ ἀναστήσῃ τὸν κεκτημένον αὐτὴν ἐκ νεκρῶν καὶ ζωοποιήσῃ αὐτόν. Τούτου γε ἕνεκα νεκρά ἐστιν ἡ τοιαύτη πίστις, μᾶλλον δὲ νεκροὶ εἰσὶν οἱ ταύτην χωρὶς τῶν ἔργων κεκτημένοι. Ὁ γὰρ ζῶν ἐν Χριστῷ, καὶ τὰς γνώμας ἔχει Χριστοῦ· ὁ δὲ μὴ ἔχων τὰς γνώμας Χριστοῦ, νεκρὸς ἐστί, μὴ ἀπατάσθω· καθὼς αὐτὸς φησί· «Τί με καλεῖτε Κύριε Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;» Σημεῖον γὰρ νεκρώσεως ἡ ἀνενεργησία· πᾶς νεκρός, ἀνενέργητος. Τὸ γὰρ ὄν, ἔστι· τὸ δὲ μὴ ὄν, οὐκ ἔστι· τὸ ἔχον τὸ εἶναι, ἔχει καὶ τὸ ζῆν· τὸ ἔχον τὸ ζῆν, ἔχει καὶ τὸ κατὰ Θεὸν πολιτεύεσθαι· ὥστε τὸ ὄν, ζῇ καὶ πολιτεύεται.

Εἰ οὖν καλῶς τίς πολιτεύεται καθ’ ὃ πέφυκε, καλὸν αὐτῷ καὶ τὸ εἶναι· εἰ δὲ κακῶς πολιτεύεται, κάλλιον αὐτῷ εἰ μήτε ἔζη, μήτε ἦν. Ἡ γὰρ παροῦσα τῶν ἀνθρώπων ζωή, ἁπλῶς ἐστι ζωὴ ὡς πάντων τῶν κτηνῶν καὶ ἑρπετῶν· τὴν δὲ λογικὴν ψυχὴν δεῖ ζωὴν ἔχειν τὴν θεοπάροχον, ἥτις ἐστὶν ἄνωθεν φῶς τῶν ἀνθρώπων.

Ὁ γὰρ ταύτης ὑστερῶν ἄνθρωπος, ὡς τὰ λοιπὰ ζήσεται ζῶα· κατακριθήσεται δὲ ὡς λογικὸς μετὰ τῶν ἐστερημένων τῆς ζωῆς ταύτης λογικῶν, ἤτοι δαιμόνων, τῷ αἰωνίῳ θανάτῳ, ἥτις ἐστὶν ἡ αἰώνιος καὶ ἀπέραντος κόλασις.

Δείκνυται τοίνυν τὸ πᾶν περὶ τὴν πολιτείαν ὑπάρχειν. Ὅσοι τοιγαροῦν χριστιανοὶ μὴ τὴν προσήκουσαν χριστιανοῖς πολιτείαν μετέρχονται, ἢ περὶ τὸ εἶναι τουτέστι τὴν οὐσίαν ἀσθενοῦσιν, ἢ περὶ τὴν δύναμιν τουτέστι τὴν ζωήν, ἢ περὶ τὴν ἐνέργειαν τουτέστι τὸ πολιτεύεσθαι. Ἐπεὶ οὖν τοῦτό ἐστι χριστιανὸς καὶ οὐδὲν ἕτερον ἀλλ’ ἢ τὸ παρὰ τοῦ δεδωκότος τὸ εἶναι Θεοῦ, λαβεῖν καὶ τὸ εὖ εἶναι διὰ Ἰησοῦ Χριστοῦ, δικαίως ἀποτυγχάνουσι τοῦ καλῶς καὶ ἀνθρωποπρεπῶς ὁμοῦ καὶ θεοπρεπῶς πολιτεύεσθαι οἱ μὴ αἰτήσαντες καὶ διατοῦτο μὴ δὲ λαβόντες παρὰ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τὸ εὖ εἶναι· διόπερ καὶ μόνον, ἄνθρωπος ἐγένετο ὁ Θεός. Οὐ γὰρ δι’ ἄλλο τι κατῆλθεν ἐξ ὕψους ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ γέγονεν ἄνθρωπος ὁ Χριστός, ἀλλ’ ἢ μόνον διὰ τὸ χαρίσασθαι τοῖς εἰς αὐτὸν πιστεύουσι τὸ εὖ εἶναι, πάλαι τοῦτο ἀπολελωκόσιν ἀπ’ αὐτοῦ τοῦ πρώτου καὶ ἑνὸς ἀνθρώπου, τοῦ προπάτορος Ἀδάμ.

Εἴ τις οὖν χριστιανὸς μὴ κατὰ χριστιανὸν πολιτεύηται, μάτην ἐστὶ χριστιανός· ἢ γὰρ εἰς Χριστὸν οὐκ ἐπίστευσεν, ἢ τὴν εὐεργεσίαν τοῦ εὖ εἶναι δηλονότι οὐκ εἴληφεν· εἴτε καταπεφρονηκὼς αὐτῆς, εἴτε μὴ κατηχηθεὶς τὸ μέγα τοῦτο καὶ μυστικὸν χάρισμα. Ὡς γὰρ τὸ εἶναι ἅπαντες ἴσμεν ὅτι ἐκ Θεοῦ ἡμῖν κατὰ τὸν τῆς δημιουργίας λόγον, πλὴν οὐ παραγίνεται ἡμῖν τὸ εἶναι ἑκοντί, ἀλλ’ ἀνδρὸς καὶ γυναικὸς συνελεύσει καθὼς ἡ δημιουργικὴ προσέταξεν ἐξουσία, γίνεται ἄνθρωπος—Ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν, ἥτις ἐστὶ τοῦ γινομένου παιδός—, εὔδηλον ὅτι καὶ τὸ εὖ εἶναι, καὶ Θεοῦ καὶ ἡμῶν· εἰ γὰρ ἦν μόνου Θεοῦ, πάντες ἂν εὖ ἦσαν ἄνθρωποι. Ἡμέτερον μὲν οὖν ἐστι τὸ γνῶναι ὅτι οὐκ ἐσμὲν εὖ, καὶ ὅτι οὐ δυνάμεθα εὖ εἶναι, καὶ ὅτι δεῖ ἡμᾶς ζητεῖν παρὰ Θεοῦ τὸ εὖ εἶναι. Οὐχ’ εὑρίσκεται γὰρ οὐδὲ εἷς ἄνθρωπος ἀπ’ αὐτοῦ τοῦ πρωτοπλάστου, εὖ γενόμενος ὑφ’ ἑαυτοῦ· οὐ σοφός, οὐ συνετός, καθὼς καὶ Ἡσαΐας λέγει· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Νῦν δὲ εὑρίσκεται ὥσπερ τὸ εἶναι, οὕτως καὶ τὸ εὖ εἶναι παρὰ Θεοῦ δημιουργικῇ δυνάμει, μᾶλλον δὲ ἔχει τί καὶ πλέον ἡμῖν τὸ εὖ εἶναι παρὰ Θεοῦ, τὸ ἁπλῶς εἶναι· ἀπόλλυται γὰρ καὶ αὐτὸ τὸ εἶναι, μὴ εὖ εἶναι γενόμενον.

Ὥσπερ οὖν δίχα ἀνδρὸς καὶ γυναικός, οὐ δύναται πάντα δυνάμενος ὁ Θεὸς ὁ ποιήσας καθάπαξ τὸν ἄνθρωπον, ποιῆσαι ἄνθρωπον—ὡς οὐκ εὔλογον—, οὕτως οὐδὲ τὸ εὖ εἶναι ἄνθρωπον δύναται ποιῆσαι δίχα τοῦ θέλειν τὸν ἄνθρωπον ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης προθέσεως, ἵνα μὴ λυμήνηται τὸ λογικὸν ἀξίωμα τῆς ἀνθρωπίνης φύσεως. Ὁ γὰρ θέλων, αἰτεῖται μετὰ δακρύων καὶ κραυγῆς ἰσχυρᾶς, καθάπερ αὐτὸς ὁ Χριστός, Θεὸς ὢν καὶ ἄνθρωπος, ἵνα ῥυσθῇ ἐκ θανάτου ὡς ἄνθρωπος, δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν Θεὸν ἀνήνεγκεν ὡς ἄνθρωπος μετὰ δακρύων καὶ κραυγῆς ἰσχυρᾶς, καὶ ἀνενέγκας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, εἰσηκούσθη ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, καὶ εἰσακουσθείς, ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ, σωτηρίας πρόξενος αἰωνίου. Τίς δὲ ἡ σωτηρία; χαρίζεται τοῖς ὑπηκόοις μόνοις τὸ εὖ εἶναι. Καὶ τί τοῦτο ὃ χαρίζεται εὖ εἶναι; Ὁ καρπός φησι τοῦ Πνεύματος ἔστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων, οὐκ ἔστι νόμος· δικαίῳ γὰρ νόμος οὐ κεῖται.

Ὁ γὰρ ποιῶν τὰς φύσεις Θεὸς Λόγος, φύσει γενόμενος ἄνθρωπος, φύσει χαρίζεται τὸ εὖ εἶναι τοῦτο τῇ φύσει τῶν ἀνθρώπων· διὰ γὰρ τὸ εὖ εἶναι τοὺς ἀνθρώπους ἦλθε καὶ ἀπέθανεν, ἵνα ἔχωσι καθάπερ ἐκ φύσεως οἱ πιστεύσαντες εἰς αὐτόν, τὸ εἶναι ἀγαπητικοί, χαίροντες, εἰρηνικοί, μακρόθυμοι, χρηστοί, ἀγαθοί, πιστοί, πρᾶοι, ἐγκρατεῖς· ταῦτα γάρ ἐστι τὸ εὖ εἶναι. Λοιπόν, οὐαὶ τῷ ὑστεροῦντι τοῦ παρὰ τοῦ Χριστοῦ εὖ εἶναι χαριζομένου· ὑστερεῖ γὰρ ἀπ’ αὐτοῦ τοῦ μεγάλου ἔργου—διὸ μόνον ὁ Θεὸς ἐγένετο ἄνθρωπος καὶ ἀπέθανε καὶ ἀνέστη—, ὃν τρόπον ὑστεροῦσιν οἱ μὴ πιστεύσαντες εἰς Χριστόν, εἰ μὴ καὶ χεῖρον εἴποι τίς.

Ὅτι τοὺς μὴ αἰτησαμένους λαβεῖν τὴν χάριν τοῦ Θεοῦ, ὡς ἁμαρτωλοὺς καταδικάσει ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· δίχα γὰρ τῆς πανοπλίας τοῦ ἁγίου Πνεύματος αὐτοῦ οὐδεὶς δύναται ἀντιστῆναι τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· πῶς δὲ λανθάνει τοὺς ἀνθρώπους ἡ δύναμις τῆς ἁμαρτίας, καὶ πῶς τοῖς μέλεσι τῶν χριστιανῶν ὡς ὅπλοις κέχρηται ὁ Χριστός.

Κεφάλαιον Δʹ Δύο εἰσί, τὸ ἁμαρτάνειν καὶ τὸ μὴ ἁμαρτάνειν. Τὸ μὲν ἁμαρτάνειν, τῆς ἀσθενοῦς τῶν ἀνθρώπων φύσεως· ἀσθενὴς δὲ διὰ τὸ μὴ ἐνδεδύσθαι τὴν ἐξ ὕψους νοερὰν δύναμιν, ἥτις ἐστὶ Πνεύματος ἁγίου μετουσία, καὶ λέγεται χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐπειδὴ γὰρ διὰ πίστεως μόνης δίδοται καὶ οὐκ ἐξ ἔργων, λέγεται χάρις. Τὸ δὲ μὴ ἁμαρτάνειν, ἀγγέλων ὡς δυνατῶν ἰσχύϊ καὶ τὴν θείαν ἠμφιεσμένων καταστολήν, ἧς ἄνευ, μὴ ἁμαρτάνειν ἀδύνατον. Ὁ Θεὸς τοίνυν ὅταν καθίσῃ εἰς κρίσιν, οὐ κατακρινεῖ τοὺς ἁμαρτήσαντας διότι ἡμαρτήκασιν, ἀλλὰ καταδικάσει καὶ παραπέμψει τῇ γεέννῃ τοῦ πυρός, διότι ἀσθενεῖς ὄντες καὶ ἐξ ἀσθενείας ἁμαρτάνοντες, οὐκ ἔθεντο καταφυγὴν ἑαυτῶν τὸν Ὕψιστον, ὅπως καταπέμψῃ αὐτοῖς τὴν χάριν τοῦ παναγίου Πνεύματος, δι’ ἧς ἂν ἐλυτρώθησαν ἀπὸ τοῦ ἁμαρτάνειν.

Τίς γὰρ ἀγνοεῖ ὅτι οἱ ἄγγελοι δυνατώτεροί εἰσι τῶν ἀνθρώπων, εἴτε τὴν πανοπλίαν αὐτῶν εἰσὶν ἐνδεδυμένοι, εἴτε καὶ μή; Πανοπλία δὲ αὐτῶν ἐστὶν ἡ παντοκρατορικὴ δύναμις τοῦ ἁγίου Πνεύματος, ἣν φοροῦσιν ἐξ αὐτῆς τῆς πρώτης τῆς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τούτων παραγωγῆς· δοχεῖα γὰρ ἐκτίσθησαν λογικὰ καὶ νοερά, δεκτικὰ αὐτίκα ὡς καθαρώτατα τῆς ἀκτίστου καὶ θείας ἐλλάμψεως. Ἀλλ’ οὗτοι μὲν ὡς ἁπλῆ φύσις, οἱ ἄνθρωποι δὲ ὡς σύνθετοι ἐκ ψυχῆς νοερᾶς καὶ λογικῆς, καὶ ἐκ σώματος αἰσθητοῦ καὶ ὁρατοῦ, τὴν αὐτὴν ἐνδεδυμένοι καὶ οὗτοι πανοπλίαν ὡς οἱ ἄγγελοι· δι’ ἥν τινα πανοπλίαν, ἅγιοι οὗτοι καὶ δυνατοί, εἰ καὶ μόνος ὁ πρωτόπλαστος ἔτυχεν αὐτὴν φορέσας.

Ἐπεὶ δὲ διὰ τὴν ὑπερηφανίαν ἐξέδυσεν ὁ Θεὸς τὸν διάβολον καὶ τὸ ὑπ’ αὐτὸν στράτευμα τὴν ὑπερούσιον πανοπλίαν ταύτην, ἠγωνίσατο διὰ φθόνον ὁ διάβολος, ὅπως καὶ ὁ ἄνθρωπος ἐκδυθῇ τὴν ἑαυτοῦ καὶ οὗτος πανοπλίαν· καὶ ἐγένετο ὥσπερ οἱ ἐκδυθέντες ἁπλοῖ ἄγγελοι οὗτοι, οἱ δαίμονες δηλαδή, γυμνοί, οὕτω δὴ καὶ αὐτὸς ὁ ἄνθρωπος γυμνός. Λοιπὸν ὁ γυμνὸς διάβολος καὶ οἱ γυμνοὶ δαίμονες, τὸν γυμνὸν ἄνθρωπον, ὡς δυνατώτεροι περιτρέπουσι· καὶ οὐδεὶς ἢ δύναται ἢ ἠδυνήθη ἀντιστρατεύσασθαι τῷ διαβόλῳ καὶ τοῖς ὑπ’ αὐτὸν ἀγγέλοις καὶ δαίμοσιν ἀπὸ τῶν ἀνθρώπων ἁπάντων, ἤγουν ἀπὸ τοῦ πρωτοπλάστου καὶ ἕως τῆς σήμερον, ἢ δυνήσεταί τις· διότι εἰ καὶ γυμνοὶ εἰσὶν οἱ δαίμονες, ἀλλὰ δυνατώτεροί εἰσιν ἀσυγκρίτως τῶν γυμνῶν ἀνθρώπων.

Διατοῦτο λέγει ὁ ἀπόστολος· «Ἐνδύσασθε ἀδελφοὶ τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας», καὶ οὐδὲν θαυμαστόν· γυμνωθέντος γὰρ τοῦ ἀνθρώπου, συναπεξεδύθη καὶ ἡ δι’ αὐτὸν παραχθεῖσα κτίσις ὁρατὴ τοῦ περιλάμποντος αὐτῇ θείου φωτός, καὶ ἐφθάρη καὶ αὐτὸς ὁ ἀήρ, καθώς φησιν ὁ ἀπόστολος· ὅτι Πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν· ἡ γὰρ ἀποκαραδοκία αὐτῆς τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται· τῇ γὰρ ματαιότητι τουτέστι τῇ φθορᾷ ἡ κτίσις ὑπετάγη, οὐχ’ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ’ ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῶν τέκνων τοῦ Θεοῦ.

Τῆς γὰρ θείας φωτοχυσίας ταύτης ἐστερημένης, χορεύει ὁ διάβολος ὡς θέλει καὶ ὅπου θέλει μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ γίνεται ἄρχων τοῦ κόσμου τούτου τοῦ παρελθεῖν μέλλοντος. Ἄρχων δὲ τοῦ αἰῶνος τούτου καὶ δεσπότης τῶν ὁρωμένων, ὁ ἄνθρωπος ἦν· ἀπατήσας δὲ αὐτὸν ὁ διάβολος, ἔλαβε τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν ἀπ’ αὐτοῦ κατὰ συγχώρησιν Θεοῦ, καὶ οὕτως ἄρχων τοῦ αἰῶνος τούτου προσηγορεύθη· ἄρχει δὲ ὡς οἱ λησταὶ ἄρχουσι τῶν λῃστευθέντων, μὴ ὄντος τοῦ λυτρουμένου καὶ σώζοντος· εἰ δὲ ὁ λυτρούμενός ἐστιν ὁ Θεός, ἀλλ’ ὁ ληστὴς οὗτος πείθει τοὺς ἀρχομένους ἀναπαύεσθαι μᾶλλον ἐπὶ τῇ συμφορᾷ αὐτῶν· καὶ χαίρουσιν ἡδυνόμενοι τῇ δουλείᾳ τοῦ ληστεύοντος καὶ ἀγαπῶσι τὴν ἀκαθαρσίαν καὶ τὴν ἀδικίαν καὶ οὐ θέλουσιν ἐλευθερωθῆναι, καὶ ἔστιν ἡ ληστεία αὕτη παράδοξος.

Ἴδε γὰρ τῆς ἁμαρτίας τὸ κρύφιον, ὅπως ἀδήλως κατέχει τὴν τῶν ἀνθρώπων φύσιν καὶ λανθάνει τὴν λογικὴν καὶ σύνεσιν καὶ νόησιν ὡς τὰ πολλά, ὅτι παιδιαῖς καὶ ὀρχήσεσι καὶ γέλωτι καὶ φλυαρίαις καὶ παλαίστραις καὶ δρόμοις καὶ μάχαις παιδικαῖς καὶ ἔρισι καὶ φιλονεικίαις καὶ τοῖς ἄλλοις χαίρει τοῖς τοιούτοις, καὶ μηδὲν μηδαμόθεν ἀνήκουσιν αὐτῇ, περιττοῖς καὶ ἀχρείοις καὶ κενὸν κόπον καὶ μόχθον ἐν ἱδρῶτι ποιοῦσιν· ἐν δὲ τοῖς ἄλλοις ἀγαθοῖς καὶ Θεῷ ἀρέσουσιν, ἴσως οὐδὲ τοσοῦτον ἔχουσι πόνον, ἄχθεται καὶ βαρύνεται καὶ ἀνιᾶται καὶ κατηφιᾷ καὶ σκυθρωπάζει καὶ φεύγει ἀπὸ τούτων μηδὲν κακὸν πάσχουσα.

Τίς ἐστὶν ἐκείνη ἡ μυστικὴ καὶ πονηρὰ δύναμις, οὕτω διατιθεῖσα τὴν λογικὴν φύσιν, ὡς τὰ ἀνήκοντα αὐτῇ μισεῖν ὡς οὐκ ἀνήκοντα, τὰ δὲ μὴ ἀνήκοντα αὐτῇ φιλεῖν ὡς ἀνήκοντα καὶ γνησίως; καὶ τὸ δεινόν, ὅτι θέλουσα. Ἔστιν ὅτε, μετὰ τὸ συνιέναι μισῆσαι ταῦτα, πολὺν ὑπομένει τὸν κάματον. Ὁρᾷς τὴν συμφοράν; ὁρᾷς τὴν ἀνάγκην; ὁρᾷς τὸν κίνδυνον; Παιδία καὶ νέοι καὶ γέροντες εἰς ναὸν Κυρίου καλούμενοι καὶ συνάξεις βαρύνονται, εἰς δὲ θεωρεῖα καὶ ὀρχήστρας καὶ παίγνια χαίρουσι, τρέχοντες προθύμως. Ἄρα ποίας καὶ πόσης δεῖται δυνάμεως ἡ ἀνθρωπίνη φύσις, ὥστε ταύτην ἀλλάξασθαι καὶ τὸ παρὰ φύσιν αὐτῇ τοῦτο καὶ δοκοῦν κατὰ φύσιν ἀποκτήσασθαι, καὶ τὸ κατὰ φύσιν αὐτῇ καὶ δοκοῦν παρὰ φύσιν ἦθος κτήσασθαι; Διατοῦτο ἐὰν μὴ ἀναστοιχειωθῇ τῇ χάριτι τοῦ Ἰησοῦ, εἰς τὸ κατὰ φύσιν μετατεθεῖναι οὐ δύναται. Μηδεὶς οὖν προσδοκάτω σωτηρίαν, ἐὰν μὴ ἀλλαγείη πρὸς τὸ λογικὸν ἦθος καὶ ἀνθρωποπρεπὲς καὶ θεάρεστον, ὥστε χαίρειν μὲν ἐπὶ τοῖς θείοις, ἄχθεσθαι δὲ ἐπὶ τοῖς παιζομένοις· κατὰ γὰρ τὸ μέτρον τῆς ἀλλοιώσεως, καὶ ἡ ἐλπὶς τῆς σωτηρίας. Τοιγαροῦν ἕκαστος τῶν χριστιανῶν ὡς ἐν ἐσόπτρῳ κατανοείτω ἑαυτὸν ἐν τοῖς τοιούτοις· σαφὴς γὰρ ὁ χαρακτὴρ τῶν εἰσιόντων εἰς σωτηρίαν.

Ταύτην τὴν παράδοξον δυναστείαν τοῦ διαβόλου γνόντες οἱ παλαιοὶ ἅγιοι, ἐκέκραξαν πρὸς Κύριον, καὶ ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν, ἐπισκιάσαντα ἐπ’ αὐτούς· οἱ δὲ νέοι ἔχουσιν αὐτὸν τὸν Λόγον καὶ Θεὸν μεθ’ ἑαυτῶν, τὴν αὐτῶν φορέσαντα σάρκα, καὶ φοροῦσιν αὐτὸν τοῦτον, τὴν ἐνυπόστατον δύναμιν καὶ σοφίαν τοῦ Θεοῦ. Καὶ τίς ἀντιστήσεται ἢ ἀντιπολεμῆσαι τολμήσει τοῖς ἐνδεδυμένοις Χριστόν, τὴν πανοπλίαν τοῦ Θεοῦ; Τοῖς τοιούτοις ἐξ ἀριστερῶν οὐ τολμᾷ προσβάλλειν, ἀλλ’ ἐκ δεξιῶν, ὅπερ ἐστὶν ἡ ἐξ ἀρετῆς καὶ ἁγιωσύνης ἔπαρσις· ἀλλὰ μωρὸς ἄρα ὁ ἐπὶ τῇ θείᾳ πανοπλίᾳ, τῇ παντοκρατορικῇ δυνάμει, ἐπαρθείς.

Εἰπὼν γὰρ ὁ ἀπόστολος· «Παραστήσατε τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ· καὶ ἁμαρτία ὑμῶν οὐκέτι κυριεύσει, διότι ὑπὸ χάριν ἐστέ», δηλοῖ πάντως, ὅτι ὁ μεταχειριζόμενος τὰ ὅπλα αὐτός ἐστιν ὁ Θεός. Καὶ καθάπερ τὰ ἄψυχα ὅπλα, οὐκ ἔχουσι θέλημα ἴδιον οὔτε λογισμὸν ἀντιπίπτοντα τῷ μεταχειριζομένῳ ταῦτα πολεμιστῇ, ἀλλ’ ἕπεται αὐτῷ ταῦτα πρὸς ἣν ἂν οὗτος βούλοιτο χρῆσιν, καὶ ὡς ἂν ἐθέλῃ καὶ ὅτε θέλῃ, οὕτω δὴ καὶ χριστιανὸς τὰ ἑαυτοῦ μέλη τῷ Θεῷ ὑπήκοα παριστᾶν ὀφείλει, ἀκούειν, ὁρᾶν, λαλεῖν, ἅπτεσθαι, ὀσφραίνεσθαι, περιπατεῖν, ἵστασθαι, κεῖσθαι, καθεῖσθαι, κινεῖσθαι, ἀργεῖν, σιωπᾶν, ἡσυχάζειν, ἐνεργεῖν, βάλλεσθαι, δέχεσθαι, ἀκονᾶσθαι, καθαίρεσθαι, τέμνειν, βάλλειν, θωρακίζειν αὑτόν, φυλάττειν ἄτρωτον, ὡς αὐτὸς βούλεται καὶ θέλει. Ὁ γὰρ νικῶν, πᾶς πολεμιστὴς καθωπλισμένος καὶ πλήττων τὸν ἐχθρόν, διὰ τῶν ὅπλων τὴν οἰκείαν δύναμιν καὶ ἐμπειρίαν πολεμικὴν ὡς ἄριστος μαχητὴς ἐπιδεικνύμενος, αὐτός ἐστιν, οὐχὶ τὰ ὅπλα· ὅτι δὲ δίχα τῶν ὅπλων οὐκ εἶχεν ὁ τοιοῦτος πολεμεῖν, ἀληθές· ὅτι δὲ ἡ νίκη οὐ τῶν ὅπλων, ἀλλὰ τοῦ πολεμιστοῦ γέγονεν, οὐ ψευδές.

Ἀλλ’ ὥσπερ τὰ ὅπλα μὴ ὄντος τοῦ ἐπιχειριζομένου στρατιώτου μένει ἀργά, οὕτω καὶ τοῦ χριστιανοῦ τὰ μέλη, ἐὰν μὴ μεταχειρίζηται ταῦτα φορῶν ὁ Χριστός, οὐ μόνον ἀργὰ μένει, ἀλλ’ εὑρίσκων αὐτὰ κείμενα μόνα, μὴ φορούμενα τῷ Χριστῷ, δράσσεται τούτων ὁ διάβολος, καὶ φορεῖ ἐκεῖνος αὐτὰ καὶ μάχεται δι’ αὐτῶν κατὰ τῶν ἄλλων χριστιανῶν, καὶ μιαίνει πολλὰς ψυχὰς διὰ τῶν ὀφθαλμῶν νεύων, διὰ τῶν ἀκοῶν ἕλκων, διὰ τῆς γεύσεως ἡδύνων τὴν πικρὰν ἁμαρτίαν, διὰ τῆς ὀσφρήσεως ἐκθηλύνων, διὰ τῆς ἁφῆς καταγαργαλίζων καὶ μαλακίζων· καὶ ἀγνοοῦσιν, ὧν τὰ μέλη, μὴ εἰδότες τί πάσχουσι καὶ πόθεν τὸ πάσχειν τοῦτο, καὶ πῶς· ἀλλ’ ὅλοι κατὰ μικρὸν γινόμενοι κτῆμα καὶ καθοπλισμὸς τοῦ διαβόλου, ἐπὶ τὴν ἡτοιμασμένην αὐτῷ φλόγα τὴν ἄσβεστον, παραπεμφθῆναι σὺν τούτῳ καὶ αὐτοὶ κατάκεινται. Εἰ οὖν ὁ Χριστός ἐστιν ὁ πολεμιστής, ὅπλα δὲ αὐτοῦ τὰ μέλη τῶν πιστευόντων εἰς αὐτόν, καὶ αὐτός ἐστιν ὁ νικῶν διὰ τῶν ὅπλων, ὥσπερ δὴ καὶ μαχόμενος ὁ αὐτός, γενέσθαι δεῖ τούτῳ πάντα χριστιανὸν ὥσπερ τὰ ἄψυχα ὅπλα, ὑπήκοον, ἵνα νικήσῃ Χριστὸς καὶ συνδοξασθῶσι τῷ νικητῇ τὰ ὅπλα, εἰς μηδὲν ἕτερον ὅλως ποτὲ κινούμενα λογικὰ ὄντα, εἰ μὴ εἰς αὐτὸ τοῦτο μόνον, τὸ ἐκείνου θελητόν, τοῦ πολεμιστοῦ καὶ νικητοῦ· εἰ δὲ μή, μάτην χριστιανός.