Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Εικοσιπέντε κεφάλαια γνωστικά και θεολογικά: Περί θεωρίας και ακτίστου φωτός

Θεολογική ανάλυση της υπερφυούς γνώσεως, της μεθέξεως στο θείο φως και της διπλής φύσεως του ανθρώπου. Η υπέρβαση της νοήσεως και η ανάπαυση στον θείο γνόφο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 5 από 11

Τοῦ αὐτοῦ ἕτερα κεφάλαια γνωστικά τε καὶ θεολογικὰ κεʹ. αʹ Οὔτε τῷ θεολογοῦντι ἁρμόζει μετάνοια οὔτε τῷ μετανοοῦντι θεολογία· καθόσον γὰρ ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, κατὰ τοσοῦτον ὑψηλοτέρα ἡ θεολογία τῆς μετανοίας ἐστίν. Ὥσπερ γὰρ ἄνθρωπος ὁ ἐν νόσοις καὶ ἀσθενείαις διάγων ἢ ὡς ῥακοδυτῶν πένης καὶ κράζων ἐλεημοσύνην, οὕτως ὁ ἐν μετανοίᾳ ὢν καὶ τὰ τῆς μετανοίας ἔργα ἐν ἀληθείᾳ ποιῶν χρηματίζει· ὁ δέ γε θεολογῶν ὅμοιός ἐστι τῷ ἐν ταῖς βασιλείοις αὐλαῖς ἀναστρεφομένῳ ἐν λαμπρότητι βασιλικωτάτης στολῆς καὶ οἰκείῳ ὄντι τῷ βασιλεῖ λαλοῦντί τε αὐτῷ ἀεὶ καὶ ἐξ αὐτοῦ καθ’ ὥραν ἐνηχουμένῳ τρανῶς τὰ ἐκείνου προστάγματα καὶ θελήματα.

βʹ Ἡ προσθήκη τῆς γνώσεως τοῦ Θεοῦ ἀγνωσίας τῶν ἄλλων ἁπάντων αἰτία καὶ πρόξενος γίνεται, οὐ μὴν ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεοῦ, καὶ τὸ πολὺ τῆς ἐλλάμψεως αὐτοῦ παντελὴς ἀβλεψία, καὶ ἡ ὑπὲρ αἴσθησιν ὑπερτελὴς αἴσθησις πάντων τῶν ἔξω ταύτης ὄντων ἀναισθησία. Ἡ γὰρ ὁποῖα καὶ ποταπὰ καὶ ποῦ καὶ τίνα καὶ πῶς τὰ ἐν οἷς ἐστιν ἀγνοοῦσα καὶ καταμαθεῖν ἢ κατανοῆσαι ὅλως ταῦτα μὴ ἐξισχύουσα πῶς αἴσθησις ἔσται; Καὶ οὐχὶ μᾶλλον ὑπὲρ αἴσθησιν μὲν ἐκεῖνα, ὁ δὲ νοῦς ἐν αἰσθήσει τῆς ἑαυτοῦ ἀσθενείας ἀναίσθητος πρὸς τὰ ὑπὲρ αἴσθησιν εὑρεθῇ; «Ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», πῶς αἰσθήσει ὑποβληθήσονται;

γʹ Ὁ τὰ ὑπὲρ αἴσθησιν ἡμῖν χαριζόμενος Κύριος δίδωσιν ἡμῖν καὶ ὑπὲρ αἴσθησιν αἴσθησιν ἄλλην διὰ τοῦ Πνεύματος αὐτοῦ, ὅπως τῶν ὑπὲρ αἴσθησιν αὐτοῦ δωρεῶν καὶ χαρισμάτων ὑπερφυῶς διὰ πασῶν τῶν αἰσθήσεων τρανῶς καὶ καθαρῶς αἰσθανώμεθα.

δʹ Πᾶς ὁ ἀναίσθητος πρὸς τὸ ἓν πρὸς πάντα ἀναίσθητός ἐστιν, ὡς καὶ ὁ αἴσθησιν ἔχων πρὸς τὸ ἓν ἐν αἰσθήσει πάντων ἐστὶ καὶ τῆς αἰσθήσεως πάντων ἐκτός ἐστιν. Ἐν τῇ αἰσθήσει πάντων ἐστὶ καὶ ὑπὸ τῆς αἰσθήσεως αὐτῶν οὐ καταλαμβάνεται.

εʹ Ὁ κωφὸς πρὸς τὸν λόγον κωφὸς πρὸς πᾶσαν φωνήν ἐστιν, ὡς καὶ ὁ ἀκούων τοῦ λόγου πάντων ἀκούει· οὗτος κωφεύων ἐστὶ πρὸς πᾶσαν φωνήν, πάντων ἀκούει καὶ οὐδενός, εἰ μὴ τῶν ἐν λόγῳ μόνων τοὺς λόγους ποιουμένων, καὶ οὐδὲ αὐτῶν, ἀλλὰ τοῦ λόγου μόνου τοῦ ἐν τῇ φωνῇ ἀφώνως φθεγγομένου.

ϛʹ Ὁ ἀκούων οὕτως καὶ βλέπων καὶ αἰσθανόμενος οἶδε τῶν λεγομένων τὴν δύναμιν. Ὁ δὲ μὴ εἰδὼς πρόδηλός ἐστιν ὅτι οὐδὲ τὰ αἰσθητήρια τῆς ψυχῆς τετρανωμένα καὶ ὑγιῆ ἐπιφέρεται· οὕτως δὲ ἔχων οὔπω ἔγνω ὅτι «ἐπόπτης ἐκτίσθη τῆς ὁρωμένης κτίσεως καὶ μύστης τῆς νοουμένης», ἀλλ’ ἐν τιμῇ ὤν, παρεσυνεβλήθη καὶ ὡμοιώθη τοῖς ἀνοήτοις καὶ ἀχθοφόροις κτήνεσι καὶ ὁμοιωθεὶς μένει τοιοῦτος ἔτι μὴ ἐπαναστραφείς, μὴ ἐπανακληθείς, ἢ ἐπὶ τὸ πρῶτον ἀξίωμα ἀναχθεὶς κατὰ τὴν δωρεὰν τῆς οἰκονομίας τοῦ δεσπότου καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ.

ζʹ Κάτω ὢν μὴ ἐρεύνα τὰ ἄνω· πρὸ δὲ τοῦ γενέσθαι σε ἄνω, μὴ πολυπραγμονήσῃς τὰ κάτω, ἵνα μὴ ὀλισθήσας ἀμφοτέρων ἐκπέσῃς, μᾶλλον δὲ συναπολειφθῇς τοῖς κάτω. ηʹ Καθάπερ ὁ ἀπὸ πτωχείας ἐσχάτης ὑπὸ τοῦ βασιλέως εἰς πλοῦτον ἀνενεχθείς, καὶ περιφανὲς ἀξίωμα στολήν τε παρ’ αὐτοῦ λαμπρὰν ἐνδυθεὶς καὶ πρὸ προσώπου αὐτοῦ ἵστασθαι κελευσθείς, αὐτόν τε τὸν βασιλέα μετὰ πόθου ὁρᾷ καὶ ὡς εὐεργέτην ὑπεραγαπᾷ, τὴν στολήν τε ἣν ἐνεδύσατο τρανῶς κατανοεῖ καὶ τὸ ἀξίωμα ἐπιγινώσκει καὶ τὸν δοθέντα αὐτῷ πλοῦτον ἐπίσταται· οὕτω καὶ μοναχὸς ὁ ἀληθῶς ἀπὸ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἀναχωρήσας καὶ προσελθὼν τῷ Χριστῷ, ἀνακληθείς τε εὐαισθήτως καὶ πρὸς ὕψος πνευματικῆς θεωρίας διὰ τῆς τῶν ἐντολῶν ἐργασίας ἀνενεχθείς, αὐτόν τε τὸν Θεὸν ἀπλανῶς ὁρᾷ καὶ τὴν γενομένην εἰς αὐτὸν ἀλλοίωσιν τρανῶς κατανοεῖ· βλέπει γὰρ ἀεὶ τὴν χάριν τοῦ Πνεύματος τὴν περιλάμπουσαν αὐτόν, ἥτις ἔνδυμα καλεῖται καὶ βασίλειος ἁλουργίς, μᾶλλον δ’ ὅπερ αὐτός ἐστιν ὁ Χριστός, εἴπερ αὐτὸν οἱ εἰς αὐτὸν πιστεύοντες ἐπενδύονται.

θʹ Ὁ τὸν οὐράνιον πλοῦτον πεπλουτηκώς, τὴν παρουσίαν λέγω καὶ κατασκήνωσιν τοῦ εἰπόντος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν», ἐν γνώσει ψυχῆς ἐπίσταται ὅσης ἀπέλαυσε χάριτος καὶ ὅσον καὶ οἷον ἐπιφέρεται ὄλβον κατὰ τὰ ἀνάκτορα τῆς καρδίας αὐτοῦ· ὡς γὰρ φίλος φίλῳ διαλεγόμενος τῷ Θεῷ, πεπαρρησιασμένος παρίσταται πρὸ προσώπου τοῦ ἐν ἀπροσίτῳ κατοικοῦντος φωτί.

ιʹ Μακάριος ὁ πιστεύων τούτοις, τρισμακάριος ὁ σπεύδων διὰ πράξεως καὶ ἀγώνων ἱερῶν καταλαβεῖν τὴν γνῶσιν τῶν εἰρημένων· ἄγγελος, ἵνα μή τι πλέον εἴπω, ὁ πεφθακὼς διὰ θεωρίας καὶ γνώσεως ἐν τῷ ὕψει ταύτης τῆς στάσεως καὶ πλησίον Θεοῦ ὡς υἱὸς Θεοῦ γεγονώς.

ιαʹ Ὃν τρόπον ὁ παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης ἱστάμενος βλέπει μὲν τῶν ὑδάτων τὸ ἄπειρον πέλαγος, οὐ μέντοι τὸ πέρας τούτων καταλαβεῖν δύναται, ἀλλὰ μέρος τι καθορᾷ· οὕτω καὶ ὁ εἰς τὸ ἄπειρον πέλαγος τῆς τοῦ Θεοῦ δόξης διὰ θεωρίας ἐνατενίσαι ἀξιωθεὶς καὶ κατιδεῖν αὐτὸ νοερῶς, οὐχ ὅσον ἐστίν, ἀλλ’ ὅσον ἐφικτὸν τοῖς νοεροῖς ὄμμασιν αὐτοῦ τῆς ψυχῆς καθορᾷ.

ιβʹ Ὥσπερ ὁ παρὰ τὴν θάλασσαν ἑστηκὼς οὐ μόνον αὐτὴν ὁρᾷ, ἀλλὰ καὶ εἰς τὰ ὕδατα αὐτῆς εἰσέρχεται ὅσον βούλεται, οὕτω καὶ ἐν τῷ φωτὶ τοῦ Θεοῦ οἱ βουλόμενοι τῶν πνευματικῶν ἐν μεθέξει ἅμα καὶ θεωρίᾳ, καθόσον δι’ ἐφέσεως ἐπειχθῶσι, μετὰ γνώσεως γίνονται.

ιγʹ Καθάπερ ὁ παρὰ τὰς θαλαττίας ὄχθας ἱστάμενος, ἕως μὲν ἔξω τῶν ὑδάτων ἐστίν, ἅπαντα καθορᾷ καὶ τὸ πέλαγος τῶν ὑδάτων κατανοεῖ, ἐπὰν δὲ ἄρξηται εἰσέρχεσθαι ἐν τοῖς ὕδασι καὶ ἐν ἐκείνοις βαπτίζεσθαι, καθόσον κατέρχεται κατὰ τοσοῦτον καὶ τῆς θεωρίας τῶν ἔξω ἀπολιμπάνεται· οὕτω καὶ οἱ τοῦ θείου φωτὸς ἐν μεθέξει γενόμενοι, καθόσον εἰς γνῶσιν προκόπτουσι θείαν εἰς ἀγνωσίαν μᾶλλον κατὰ ἀναλογίαν ἐμπίπτουσιν.

ιδʹ Ὥσπερ ὁ εἰς τὰ ὕδατα τῆς θαλάσσης μέχρι γονάτων ἢ τῆς ὀσφύος γενόμενος ἅπαντα τρανῶς τὰ ἔξωθεν ὄντα τῶν ὑδάτων ὁρᾷ, ἐπὰν δὲ εἰς τὴν ἄβυσσον κατέλθῃ καὶ ὅλος αὐτὸς ὑπὸ τὰ ὕδατα γένηται, οὐκέτι τῶν ἔξωθεν ὁρᾶν τι δύναται, εἰ μὴ τοῦτο μόνον οἶδεν ὅτι ὅλος ἐν τῷ βυθῷ τῆς θαλάσσης ἐστίν· οὕτω συμβαίνει γίνεσθαι καὶ εἰς τοὺς κατὰ προκοπὴν πνευματικὴν αὐξάνοντας καὶ εἰς τελειότητα γνώσεως καὶ θεωρίας ἀνερχομένους.

ιεʹ Ὅταν οἱ πρὸς τὴν πνευματικὴν προκόπτοντες τελειότητα μερικῶς φωτίζωνται, ἤτοι μόνον ἐλλάμπωνται τὸν νοῦν, τότε τὴν δόξαν Κυρίου νοερῶς ἐνοπτρίζονται καὶ ἐπιγνώσεως γνῶσιν καὶ ἀποκαλύψεις μυστηρίων ὑπὸ τῆς ἄνωθεν χάριτος μυστικῶς ἐκδιδάσκονται ἀπὸ τῆς τῶν ὄντων θεωρίας ἐπὶ τὴν τοῦ ὑπὲρ τὰ ὄντα ὄντος ἀναγόμενοι γνῶσιν.

ιϛʹ Οἱ τῇ τελειότητι προσεγγίζοντες καὶ ἔτι βλέποντες ὡς ἐκ μέρους τὴν ἀπειρίαν καὶ ἀκαταληψίαν ὧνπερ ὁρῶσι κατανοοῦντες ἐκπλήττονται· καθόσον γὰρ τῷ φωτὶ τῆς γνώσεως ὑπεισέρχονται, ἐπίγνωσιν τῆς ἑαυτῶν ἀγνωσίας λαμβάνουσιν· ὁπηνίκα δὲ τὸ ἀμυδρῶς πως φαινόμενον αὐτοῖς καὶ ὡς ἐν ἐσόπτρῳ δεικνύμενον καὶ μερικῶς ἐλλάμπον αὐτῶν τὸ νοούμενον, ὀφθῆναι πλέον εὐδοκήσει καὶ ἑνωθῆναι κατὰ μέθεξιν τῷ ἐλλαμπομένῳ, ὅλον αὐτὸν περιλαμβάνον ἐν ἑαυτῷ, καὶ ὅλος ἐκεῖνος ἐν τῷ βάθει τοῦ Πνεύματος ὡς ἐν μέσῳ ἀβύσσου φωτοειδῶν ὑδάτων ἀπείρων ἐναπολειφθῇ, τηνικαῦτα εἰς παντελῆ ἀγνωσίαν, ὡς ὑπὲρ ἅπασαν γνῶσιν γενόμενος, ἀπορρήτως ἀνέρχεται.

ιζʹ Ἁπλοῦς ὢν ὁ νοῦς, μᾶλλον δὲ πάσης ἐννοίας γυμνὸς καὶ ἐν ἁπλῷ εἰσδὺς ὅλος θείῳ φωτί, ὑπ’ αὐτοῦ καλυπτόμενος, οὐκ ἔχει ἄλλο τι τοῦ ἐν ᾧ ὑπάρχει εὑρεῖν ἵνα καὶ πρὸς τὴν ἐκείνου κατανόησιν κινηθῇ, ἀλλὰ μένει ἐν τῷ βυθῷ τοῦ θείου φωτός, ἔξω ὅλως ἀποβλέψαι μὴ συγχωρούμενος.

Καὶ τοῦτό ἐστιν· «Ὁ Θεὸς φῶς ἐστι» καὶ «φῶς τὸ ἀκρότατον» «καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις». ιηʹ Ἀκίνητος τηνικαῦτα ὁ ἀεικίνητος νοῦς καὶ πάντῃ ἀνέννοιος γίνεται ὁπηνίκα ὅλος ὑπὸ τοῦ θείου γνόφου καὶ φωτὸς καλυφθῇ· πλὴν ἐν θεωρίᾳ ὑπάρχει καὶ αἰσθήσει καὶ ἀπολαύσει τῶν ἐν οἷς ἐστιν ἀγαθῶν. Οὐ γὰρ ὥσπερ ὁ βυθὸς τῶν τῆς θαλάσσης ὑδάτων, οὕτω καὶ ὁ βυθός ἐστι τοῦ ἁγίου Πνεύματος, ἀλλ’ ὕδωρ ὑπάρχει ζῶν αἰωνίου ζωῆς.

Πάντα δὲ τὰ ἐκεῖσε ἀκατανόητα, ἀνερμήνευτα καὶ ἀκατάληπτά εἰσιν, ἐν οἷς ὁ νοῦς πάντα τὰ ὁρώμενα καὶ νοούμενα διαβὰς γίνεται καὶ ἐν μόνοις ἐκείνοις ἀκινήτως κινεῖται καὶ στρέφεται, ζῶν ὑπὲρ ζωὴν ἐν ζωῇ, φῶς ὢν ἐν φωτὶ καὶ οὐ φῶς τὸ καθ’ ἑαυτόν· οὐ γὰρ ἑαυτὸν τότε ἀλλὰ τὸν ὑπὲρ αὐτὸν καθορᾷ καὶ ἐκ τῆς ἐκεῖθεν δόξης τὴν ἔννοιαν ἀλλοιούμενος ὅλον ἑαυτὸν ἀγνοεῖ.

ιθʹ Νεκρὸς καὶ οὐ νεκρὸς ὢν ὁ εἰς μέτρα πεφθακὼς τελειότητός ἐστι ζῶν ἐν ᾧ ὑπάρχει Θεῷ, ὡς μὴ ζῶν ἑαυτῷ· τυφλός, ὡς οὐ φύσει ὁρῶν· πάσης φυσικῆς ὁράσεως ὑπέρτερος γεγονώς, ὡς καινοὺς ὀφθαλμοὺς καὶ κρείττονας ὑπὲρ τοὺς τῆς φύσεως ἀσυγκρίτως λαβὼν καὶ ὑπὲρ φύσιν ὁρῶν· ἀνενέργητος καὶ ἀκίνητος, ὡς πᾶσαν ἑαυτοῦ πληρώσας ἐνέργειαν· ἀνέννοιος, ὡς ἐν τῇ τοῦ ὑπὲρ ἔννοιαν ἑνώσει γενόμενος καὶ καταπαύσας ἔνθα οὐκ ἔστι νοὸς ἐνέργεια, ἤτοι πρὸς ἐνθύμησιν ἢ λογισμὸν ἢ ἔννοιαν ὅλως κίνησις· τὰ γὰρ ἀκατανόητα καὶ ἀμήχανα κατανοεῖν ἢ καταμανθάνειν ἀδυνατεῖ καὶ οἱονεὶ ἐν τούτοις ἐπαναπαύεται, ἀνάπαυσιν ἐκείνην τὴν ἀκινησίαν τῆς μακαρίας ἀναισθησίας, ἐν αἰσθήσει βεβαίᾳ τῶν ἀνεκφράστων δηλονότι ἀπεριέργως ἐντρυφῶν ἀγαθῶν.

κʹ Ὁ μὴ πρὸς τὸ τοιοῦτον μέτρον τῆς τελειότητος φθάσαι καταξιωθεὶς καὶ τῶν τοιούτων ἐν κατασχέσει γενέσθαι καλῶν ἑαυτοῦ μόνου καταγινωσκέτω καὶ μὴ λεγέτω προφασιζόμενος, ὅτι ἀδύνατόν ἐστι τὸ πρᾶγμα ἢ ὅτι γίνεται μὲν ἡ τελειότης, ἀγνώστως δέ, ἀλλὰ γινωσκέτω, πληροφορούμενος ὑπὸ τῶν θείων γραφῶν, ὅτι τὸ μὲν πρᾶγμα δυνατὸν καὶ ἀληθές ἐστιν, ἔργῳ γινόμενον καὶ γνωστῶς ἐνεργούμενον, τῇ δὲ ἐλλείψει καὶ ἀργίᾳ τῶν ἐντολῶν αὐτὸς ἑαυτὸν ἕκαστος τῶν τοιούτων κατὰ ἀναλογίαν ἀποστερεῖ ἀγαθῶν.

καʹ Πολλοὶ μὲν ἀναγινώσκουσι τὰς θείας γραφάς, οἱ δὲ καὶ ἀναγινωσκομένας ἀκούουσιν, ὀλίγοι δὲ οἱ καὶ τῶν ἀναγινωσκομένων τὴν δύναμιν καὶ τὴν ἔννοιαν ὀρθῶς εἰδέναι δυνάμενοι· οἳ ποτὲ μὲν ἀδύνατα εἶναι τὰ ὑπὸ τῶν θείων γραφῶν λεγόμενα ἀποφαίνονται, ποτὲ δὲ καὶ ἄπιστα παντελῶς ἡγοῦνται, ἢ καὶ ἀλληγοροῦσι ταῦτα κακῶς καὶ τὰ μὲν κατὰ τὸν ἐνεστῶτα χρόνον λεγόμενα ὡς πρὸς τὸ μέλλον ἐκβῆναι κρίνουσι, τὰ δὲ περὶ τῶν μελλόντων εἰρημένα, ὡς ἤδη γεγονότα καὶ καθεκάστην γινόμενα ἐκλαμβάνονται· καὶ οὕτως οὐκ ἔστι κρίσις ὀρθὴ ἐν αὐτοῖς οὐδὲ διάγνωσις ἀληθὴς ἐν θείοις καὶ ἀνθρωπίνοις πράγμασιν.

κβʹ Ὁ Θεὸς ἐξ ἀρχῆς δύο κόσμους πεποίηκεν, ὁρατὸν καὶ ἀόρατον, ἕνα δὲ βασιλέα τῶν ὁρωμένων τῶν δύο κόσμων ἐν ἑαυτῷ τοὺς χαρακτῆρας ἐπιφερόμενον κατά γε τὸ ὁρώμενον καὶ αὐτὸ τὸ νοούμενον. Τούτοις καταλλήλως καὶ δύο ἐπιλάμπουσιν ἥλιοι, αἰσθητὸς οὗτος καὶ νοητὸς ἄλλος· καὶ ὅπερ ἐστὶν ἐν τοῖς ὁρωμένοις καὶ αἰσθητοῖς ἥλιος, τοῦτο ἐν τοῖς ἀοράτοις καὶ νοητοῖς Θεός, ἥλιος γὰρ τῆς δικαιοσύνης καὶ ἔστι καὶ λέγεται. Ἰδοὺ γοῦν δύο κατὰ ταῦτα ἥλιοι, εἷς αἰσθητὸς καὶ εἷς νοητός, ὥσπερ καὶ δύο κόσμοι, καθὼς εἴρηται· καὶ ὁ μὲν εἷς τῶν δύο, ἤγουν ὁ αἰσθητὸς κόσμος καὶ τὰ ἐν αὐτῷ πάντα, ὑπὸ τοῦ αἰσθητοῦ τούτου καὶ ὁρωμένου ἡλίου φωτίζονται· ὁ δὲ ἕτερος, ἤτοι ὁ νοητὸς καὶ οἱ ἐν αὐτῷ, ὑπὸ τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης καταλάμπονται καὶ φαιδρύνονται. Τά τε οὖν αἰσθητὰ ὑπὸ τοῦ αἰσθητοῦ, τά τε νοητὰ ὑπὸ τοῦ νοητοῦ ἡλίου διῃρημένως ἀλλήλων καταφωτίζονται, μηδεμίαν ἐχόντων πρὸς ἄλληλα ἕνωσιν ἢ γνῶσιν ἢ κοινωνίαν τὸ σύνολον, μήτε τῶν νοητῶν πρὸς τὰ αἰσθητά, μήτε τῶν αἰσθητῶν πρὸς τὰ νοητά.

κγʹ Μόνος ἐκ τῶν ὁρωμένων καὶ νοουμένων ἁπάντων ὁ ἄνθρωπος διπλοῦς ἐκτίσθη παρὰ Θεοῦ, σῶμα μὲν ἔχων ἐκ τεσσάρων συνεστηκὸς στοιχείων, αἴσθησίν τε καὶ πνοὴν δι’ ὧν τούτων τῶν στοιχείων μετέχει καὶ ζῇ ἐν αὐτοῖς, ψυχὴν δὲ νοερὰν καὶ ἄϋλον καὶ ἀσώματον ἀρρήτως ἐν τούτοις καὶ ἀνεξιχνιάστως συνηνωμένην καὶ συγκεκραμένην ἀμίκτως καὶ ἀσυγχύτως. Ταῦτα δέ ἐστιν ἄνθρωπος εἷς, ζῷον θνητὸν καὶ ἀθάνατον, ὁρατὸν καὶ ἀόρατον, αἰσθητὸν καὶ νοούμενον, ἐποπτικὸν τῆς ὁρωμένης κτίσεως, γνωστικὸν τῆς νοουμένης. Ὥσπερ γοῦν ἐν τοῖς δυσὶ κόσμοις οἱ δύο ταῖς ἐνεργείαις διαμερίζονται ἥλιοι, οὕτω καὶ ἐν τῷ ἑνὶ ἀνθρώπῳ· ὁ μὲν γὰρ τὸ σῶμα, ὁ δὲ τὴν ψυχὴν αὐτοῦ περιλάμπει, καὶ τοῦ οἰκείου φωτὸς τῆς μεθέξεως ἕκαστος τὸ ὑπ’ αὐτοῦ ἐλλαμπόμενον κατὰ τὴν δεκτικὴν δύναμιν αὐτοῦ ἢ πλουσίως ἢ ἐνδεῶς μεταδίδωσιν.

κδʹ Ὁ αἰσθητὸς ἥλιος θεωρεῖται, οὐ θεωρεῖ· ὁ νοητὸς καὶ θεωρεῖται παρὰ τῶν ἀξίων καὶ πάντας ὁρᾷ καὶ μᾶλλον τοὺς ὁρῶντας αὐτόν. Ὁ αἰσθητὸς οὐ λαλεῖ οὐδὲ λαλεῖν τινι δίδωσιν· ὁ νοητὸς καὶ λαλεῖ τοῖς ἑαυτοῦ φίλοις καὶ λαλεῖν τοῖς πᾶσι χαρίζεται. Ὁ αἰσθητὸς ἐν τῷ αἰσθητῷ κήπῳ λάμψας, τῇ θερμότητι τῶν ἀκτίνων τὸ ὑγρὸν μόνον ἀποξηραίνει τῆς γῆς, οὐ μέντοι γε καὶ πιαίνει τὰ φυτὰ καὶ τὰ σπέρματα· ὁ νοητὸς δὲ τὰ ἀμφότερα ἐν τῇ ψυχῇ ἐπιφανεὶς κατεργάζεται, τὴν ὑγρότητα ξηραίνει τὴν τῶν παθῶν καὶ τὴν βδελυγμίαν τὴν ἐξ αὐτῶν ἀποκαθαίρει καὶ πιότητα τῇ νοερᾷ ἐμπαρέχει γῇ τῆς ψυχῆς, ἐξ ἧς ἀρδευόμενα τρέφονται κατ’ ὀλίγον τῶν ἀρετῶν τὰ φυτά.

κεʹ Ὁ αἰσθητὸς ἥλιος ἀνατέλλει καὶ φωτίζει τὸν κόσμον τὸν αἰσθητὸν καὶ πάντα τὰ ἐν αὐτῷ, ἀνθρώπους, θηρία, κτήνη καὶ εἴ τι ἕτερον, ἐφ’ οἷς ἐπίσης καὶ τὸ φῶς ὑφαπλοῖ, δύνει δὲ πάλιν καὶ σκοτεινὸν καταλιμπάνει τὸν τόπον ὅνπερ κατέλαμπεν. Ὁ νοητὸς λάμπει ἀεὶ καὶ ἔλαμπεν, ὅλος ἐν ὅλῳ τῷ παντὶ ἀχωρήτως χωρούμενος, ἐκ δὲ τῶν ὑπ’ αὐτοῦ κτισθέντων ἀποκεχώρισται καὶ ὅλος τούτων ἀδιαστάτως διΐσταται, ἐν ὅλῳ ὅλος ὢν τῷ παντὶ καὶ οὐδαμοῦ, ἐν ὅλοις ὅλος τοῖς ὁρωμένοις κτίσμασι καὶ ὅλος τούτων ἐκτός, ὅλος ἐν τοῖς ὁρωμένοις καὶ ὅλος ἐν τοῖς ἀοράτοις, καὶ πανταχοῦ ὅλος πάρεστι καὶ ὅλος οὐδαμῶς οὐδαμοῦ.