Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Εκατό κεφάλαια θεολογικά και πρακτικά: Πνευματική ένωση και μνήμη θανάτου

Εισαγωγή στη νέα σειρά εκατό κεφαλαίων. Η αδιάσπαστη αλυσίδα των αγίων, η κατά Θεόν ταπείνωση, το πνευματικό πένθος και η σωτηριώδης μνήμη του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 6 από 11

Τοῦ αὐτοῦ ἕτερα κεφάλαια θεολογικὰ καὶ πρακτικὰ ρʹ. αʹ Ἀπαρχὴ Χριστός, μεσότης καὶ τελειότης· ἐν πᾶσι γὰρ ὁ ἐν τοῖς πρώτοις, ἔν τε τοῖς μέσοις καὶ τελευταίοις ὡς ἐν τοῖς πρώτοις ἐστίν· οὐδὲ γάρ ἐστιν ἐν αὐτῷ διαφορά τις ἐν τούτοις, ὥσπερ οὐδὲ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

βʹ Ἡ ἁγία Τριάς, διὰ πάντων διήκουσα ἀπὸ τῶν πρώτων καὶ μέχρι τῶν ἐσχάτων ὡς ἀπὸ κεφαλῆς τινος μέχρι ποδῶν, συγκροτεῖ πάντας συγκολλᾷ τε καὶ συνενοῖ καὶ συνδεσμεῖ ἑαυτῇ καὶ συγκροτοῦσα στερροὺς καὶ ἀρραγεῖς ἀπεργάζεται· ἐν ἑνί τε αὐτῶν ἑκάστῳ μία καὶ ἡ αὐτὴ δείκνυται γνωριζομένη, ἥτις ἐστὶν ὁ Θεός, ἐν ᾧ καὶ οἱ ἔσχατοι πρῶτοι γίνονται καὶ οἱ πρῶτοι ὥσπερ οἱ ἔσχατοι.

γʹ Πάντας τοὺς πιστοὺς ὡς ἕνα βλέπειν ὀφείλομεν οἱ πιστοὶ καὶ ἐφ’ ἑνὶ ἑκάστῳ αὐτῶν εἶναι λογίζεσθαι τὸν Χριστὸν καὶ οὕτως τῇ πρὸς αὐτὸν ἀγάπῃ διάκεισθαι, ὡς ἑτοίμους εἶναι ὑπὲρ αὐτοῦ τιθέναι τὰς ἰδίας ψυχάς. Οὐδὲ γὰρ τὸ καθόλου λέγειν ἢ νομίζειν ὀφείλομέν τινα πονηρόν, ἀλλὰ πάντας ὡς ἀγαθοὺς ὁρᾶν, ὥσπερ εἴπομεν· κἂν γὰρ ὑπὸ παθῶν ὀχλούμενον ἴδῃς τινά, μὴ τὸν ἀδελφὸν ἀλλὰ τὰ πάθη μίσησον τὰ πολεμοῦντα αὐτῷ, κἂν ὑπὸ ἐπιθυμιῶν καὶ προλήψεων τυραννούμενον, ἐπὶ πλεῖον σπλαγχνίσθητι, μήποτε καὶ αὐτὸς πειρασθῇς, ὡς ὑπὸ τροπὴν ὢν ὕλης εὐπεριστάτου.

δʹ Ὃν τρόπον αἱ νοεραὶ τάξεις τῶν ἄνω δυνάμεων ἀπὸ Θεοῦ κατὰ τάξιν ἐλλάμπονται ἀπὸ τῆς πρώτης ταξιαρχίας ἐπὶ τὴν δευτέραν καὶ ἀπὸ ταύτης ἐπὶ τὴν ἑτέραν καὶ καθεξῆς, τῆς θεϊκῆς ἐπὶ πάσας διερχομένης φωτοβολίας, οὕτω καὶ οἱ ἅγιοι, ἀπὸ τῶν θείων ἐλλαμπόμενοι ἀγγέλων, τῷ συνδέσμῳ τοῦ Πνεύματος συνδούμενοί τε καὶ συνενούμενοι, ἰσότιμοι αὐτοῖς καὶ ἐφάμιλλοι γίνονται. Ἀπὸ γὰρ τῶν προλαβόντων ἁγίων οἱ κατὰ γενεὰν καὶ γενεὰν διὰ τῆς τῶν ἐντολῶν τοῦ Θεοῦ ἐργασίας ἐρχόμενοι ἅγιοι, τούτοις κολλώμενοι, ὁμοίως ἐκείνοις ἐλλάμπονται, τὴν τοῦ Θεοῦ χάριν λαμβάνοντες κατὰ μέθεξιν, καὶ ὥσπερ τις γίνονται χρυσῆ ἅλυσις, καθεὶς τούτων ὄντες γονάτιον ἓν ἑκάτερος τῷ προλαβόντι τῇ πίστει καὶ τοῖς ἔργοις καὶ τῇ ἀγάπῃ συνδούμενος, ὡς εἶναι μίαν αὐτοὺς καὶ γίνεσθαι σειρὰν ἐν ἑνὶ τῷ Θεῷ μὴ δυναμένην ταχέως διαρραγῆναι.

εʹ Εἴ τις κίβδηλος ἐξ ὑποκρίσεως, ἢ ἐξ ἔργων ἐπίμωμος, ἢ πρὸς βραχὺ τεθραυσμένος ἐξ ἑνὸς πάθους, ἢ μικρὸν ἐλλιπὴς ἐξ ἀμελείας ἐν μέρει τυγχάνει, οὐ συγκαταριθμεῖται τοῖς ὁλοκλήροις, ἀλλ’ ὡς ἄχρηστος καὶ ἀδόκιμος ἀποβάλλεται, ἵνα μὴ ἐν καιρῷ τάσεως διαρραγῆναι ποιήσῃ τὸν σύνδεσμον τῆς ἁλύσεως καὶ διάστασιν ἐν ἀδιαστάτοις καὶ λύπην ἐν ἀμφοτέροις ἐργάσηται, τῶν μὲν ἔμπροσθεν ὑπὲρ τῶν ὑστέρων, τούτων δὲ ὑπὲρ τοῦ χωρισμοῦ τῶν προαγόντων ἀλγυνομένων.

ϛʹ Ὁ τῆς ἑνώσεως τῆς πρὸς τὸν ἔσχατον πάντων ἁγίων ἐν ἀγάπῃ καὶ ἐπιθυμίᾳ σφοδρᾷ διὰ ταπεινοφροσύνης μὴ ἐφιέμενος, ἀλλὰ μικράν τινα κεκτημένος πρὸς αὐτὸν ἀπιστίαν, οὐχ ἑνωθήσεται ὅλως ποτὲ οὐδὲ καταταγήσεται σὺν αὐτῷ τοῖς πρώτοις καὶ προλαβοῦσιν ἁγίοις, κἂν δοκῇ πᾶσαν ἔχειν τὴν πίστιν καὶ πᾶσαν τὴν ἀγάπην πρὸς Θεὸν καὶ πρὸς ἅπαντας τοὺς ἁγίους· ἔξω γὰρ βληθήσεται παρ’ αὐτῶν, ὡς μὴ ἐν τῷ τόπῳ ἐν ᾧ ἐτάγη καὶ ᾧ συναφθῆναι ὑπὸ Θεοῦ πρὸ αἰώνων ὡρίσθη διὰ ταπεινοφροσύνης καταδεξάμενος.

ζʹ Τοῦ κατὰ Θεὸν πένθους προηγεῖται ταπείνωσις, ἕπεται δὲ χαρὰ καὶ εὐφροσύνη ἀνέκφραστος· τῇ δὲ κατὰ Θεὸν ταπεινώσει περιφύεται ἡ τῆς σωτηρίας ἐλπίς. Καθόσον γὰρ ἀπὸ ψυχῆς ἔχει τις ἑαυτὸν πάντων ἀνθρώπων ἁμαρτωλότερον, κατὰ τοσοῦτον ἡ ἐλπὶς συναυξάνει τῇ ταπεινώσει καὶ θάλλει ἐν τῇ καρδίᾳ αὐτοῦ, βεβαιοῦσα ὅτι διὰ ταύτης μέλλει σωθήσεσθαι.

ηʹ Καθόσον εἰς βάθος τις κατέρχεται ταπεινώσεως καὶ ἑαυτὸν ἀπογινώσκει ὡς ἀνάξιον τοῦ σωθήσεσθαι, κατὰ τοσοῦτον πενθεῖ καὶ δακρύων ἀφίησι πηγάς· τούτων δὲ ἀναλόγως ἡ πνευματικὴ ἀναβλύζει ἐν τῇ καρδίᾳ χαρά, ταύτῃ δὲ ἡ ἐλπὶς συμπηγάζει καὶ συναυξάνει καὶ τὴν πληροφορίαν τῆς σωτηρίας βεβαιοτέραν παρέχεται.

θʹ Σκοπεῖν ἑαυτὸν ἕκαστον δεῖ καὶ κατανοεῖν τοῦ μήτε τῇ ἐλπίδι μόνῃ θαρρεῖν δίχα τοῦ κατὰ Θεὸν πένθους καὶ πνευματικῆς ταπεινώσεως, μήτε τῇ ταπεινοφροσύνῃ καὶ τοῖς δακρύοις ἄνευ τῆς συνεπομένης τούτοις πνευματικῆς ἐλπίδος τε καὶ χαρᾶς.

ιʹ Ἔστι νομιζομένη ταπείνωσις ἐξ ἀμελείας τε καὶ νωθρότητος καὶ τῆς τοῦ συνειδότος σφοδρᾶς καταγνώσεως, ἣν οἱ κεκτημένοι ὡς σωτηρίας λογίζονται πρόξενον· οὐκ ἔστι δέ, τὸ γὰρ χαροποιὸν πένθος ταύτῃ συνεζευγμένον οὐ κέκτηται.

ιαʹ Ἔστι πένθος πνευματικῆς ἐκτὸς ταπεινώσεως καὶ τοῦτο ὡς ἁμαρτημάτων καθαρτήριον οἱ οὕτως πενθοῦντες λογίζονται. Καὶ πλανῶνται ματαίως τοῦτο οἰόμενοι· τῆς γὰρ τοῦ Πνεύματος γλυκύτητος ἀπεστέρηνται, τῆς μυστικῶς ἐν τῷ νοερῷ τῆς ψυχῆς ταμιείῳ ἐγγινομένης, καὶ τῆς χρηστότητος τοῦ Κυρίου οὐ γεύονται· διὸ καὶ πρὸς ὀργὴν ταχέως οἱ τοιοῦτοι ἐξάπτονται καὶ τοῦ κόσμου καὶ τῶν ἐν τῷ κόσμῳ τέλεον καταφρονῆσαι οὐ δύνανται. Ὁ δὲ μὴ τούτων τελείως καταφρονήσας καὶ μῖσος ἀπὸ ψυχῆς πρὸς ταῦτα κτησάμενος, οὐδὲ τὴν ἐλπίδα τῆς σωτηρίας αὐτοῦ βεβαίαν ποτὲ καὶ ἀδίστακτον δύναται κτήσασθαι· ἀεὶ δὲ ὧδέ τε κἀκεῖσε ἐν δισταγμῷ περιφέρεται, ἐπὶ τὴν πέτραν μὴ καταβαλὼν τὸ θεμέλιον.

ιβʹ Τὸ πένθος διπλοῦν ταῖς ἐνεργείαις ἐστὶ καὶ ὡς μὲν ὕδωρ, διὰ τῶν δακρύων πᾶσαν σβεννύει τὴν φλόγα τῶν παθῶν καὶ τὴν ψυχὴν ἐκκαθαίρει τοῦ ἐξ αὐτῶν μολυσμοῦ· ὡς δὲ πῦρ, διὰ τῆς παρουσίας τοῦ ἁγίου Πνεύματος ζωοποιεῖ καὶ ἀναφλέγει καὶ ἐκπυροῖ καὶ θερμαίνει τὴν καρδίαν καὶ πρὸς ἔρωτα καὶ πόθον Θεοῦ ἐξάπτει αὐτήν.

ιγʹ Βλέπε καὶ καταμάνθανε τὰς ἐν σοὶ ἐγγινομένας ἐνεργείας ὑπό τε τῆς ταπεινώσεως καὶ τοῦ πένθους καὶ τὴν ἐξ αὐτῶν ἐρεύνα προστιθεμένην σοι καθ’ ὥραν ὠφέλειαν. Ἔστι δὲ αὕτη τοῖς εἰσαγωγικοῖς πάσης γηΐνης φροντίδος ἀπόθεσις, πάντων γονέων ἰδίων καὶ φίλων ἀπροσπάθεια καὶ ἀπάρνησις, πάντων πραγμάτων καὶ χρημάτων ἀμεριμνία καὶ καταφρόνησις, οὐ μέχρι ῥαφίδος μόνον, ἀλλὰ καὶ μέχρις αὐτοῦ τοῦ σώματος.

ιδʹ Ὃν τρόπον ἐν φλογὶ καιομένης καμίνου χοῦν ἐπιβαλών τις ταύτην σβεννύει, τὸν αὐτὸν τρόπον καὶ αἱ βιωτικαὶ μέριμναι καὶ πᾶσα προσπάθεια εὐτελοῦς καὶ σμικροτάτου πράγματος τὴν ἀναφθεῖσαν ἐν ἀρχαῖς θέρμην τῆς καρδίας ἐξαφανίζει.

ιεʹ Ὁ τὴν τῶν ἔξωθεν πραγμάτων τε καὶ ἀνθρώπων καὶ πάντων τῶν ἐν τῷ βίῳ ποιησάμενος ἐν παντελεῖ καρδίας αἰσθήσει μετὰ χαρᾶς ἄρνησιν καὶ λήθην λαβὼν τῶν τοιούτων, ὡς τεῖχος ὑπερβὰς τὴν προσπάθειαν, ὡς ξένος τοῦ κόσμου καὶ τῶν ἐν τῷ κόσμῳ πάντων ὑπάρχει, συνάγων τὸν νοῦν ἑαυτοῦ καὶ μόνην μελέτην ποιούμενος τὴν μνήμην τοῦ θανάτου καὶ ἔννοιαν· διὸ καὶ ἀεὶ τὰ περὶ κρίσεως καὶ ἀνταποδόσεως μεριμνᾷ καὶ ὅλως ἐν τούτοις αἰχμαλωτίζεται φόβῳ ἀρρήτῳ ἐκ τῶν τοιούτων ἐννοιῶν καὶ τῆς ἐν αὐτοῖς ἀδολεσχίας βαλλόμενος.

ιϛʹ Ὥσπερ τις κατάδικος δεσμὰ περικείμενος ἐν τῷ θεάτρῳ τοῦ τῇδε βίου γίνεται ὁ τὸν φόβον τῆς κρίσεως εἰς βάθος ἐγκυμονήσας. Ἔνθεν τοι καὶ ὡς ὑπὸ δημίου τινὸς τοῦ φόβου συρόμενος καὶ τὴν ἐπὶ θάνατον ἄγουσαν πορευόμενος φαίνεται, μηδὲν λογιζόμενος ἕτερον εἰ μὴ τὸν πόνον μόνον καὶ τὴν ὀδύνην ἣν ὑποστῆναι μέλλει ἐκ τῆς τιμωρίας τῆς αἰωνίου· τοῦτον δὲ ἀνεξάλειπτον φέρων ἐν τῇ καρδίᾳ, ὁ ἐξ αὐτοῦ ἐγγινόμενος φόβος οὐδὲν ὅλως τῶν ἀνθρωπίνων ἐᾷ μεριμνᾶν αὐτόν· ὡς γὰρ ἤδη τῷ ξύλῳ προσηλωθεὶς καὶ ταῖς ὀδύναις σφοδρῶς πρὸς θάνατον συνεχόμενος οὕτως ἀεὶ διατελεῖ, μηδὲ ἀτενίσαι τοὺς ὀφθαλμοὺς εἰς πρόσωπόν τινος συγχωρούμενος, μηδὲ τιμῆς ἢ ἀτιμίας ἀνθρώπων λόγον ποιούμενος· πάσης γὰρ ἀτιμίας καὶ ἐξουδενώσεως ἄξιον ἑαυτὸν ἀπὸ καρδίας ἔχων, τῶν ἐπιφερομένων ὕβρεων αὐτῷ οὐ φροντίζει.

ιζʹ Πᾶσαν βρῶσιν καὶ πόσιν καὶ καλλωπισμὸν ἐνδυμάτων ὁ τὸν φόβον ἐγκυμονῶν τοῦ θανάτου βδελύξεται καὶ ἐνηδόνως οὐ φάγεται ἄρτον, οὐ πίεται ὕδωρ· παρέξει δὲ μόνην τὴν χρείαν τῷ σώματι ὅσον μόνον αὔταρκες πρὸς τὸ ζῆν, πᾶν θέλημα ἑαυτοῦ ἀπαρνήσεται καὶ δοῦλος πάντων ἐν διακρίσει τῶν ἐπιταττομένων γενήσεται.

ιηʹ Ὁ δοῦλον ἑαυτὸν δοὺς τοῖς κατὰ Θεὸν πατράσιν αὐτοῦ διὰ τὸν φόβον τῆς κολάσεως, οὐ τὰ κουφίζοντα τὸν τῆς καρδίας αὐτοῦ πόνον ἐπιτασσόμενος ἕλοιτο, οὐ τὰ λύοντα τὸν τοῦ φόβου δεσμόν, οὐδὲ τοῖς ἐπὶ τὰ τοιαῦτα φιλικῶς ἢ κολακευτικῶς ἢ προστακτικῶς ἐνάγουσιν ὑπακούσεται, ἀλλὰ μᾶλλον τὰ αὐξάνοντα αὐτὸν προτιμήσει καὶ τὰ τὸν δεσμὸν ἐπισφίγγοντα θελήσει καὶ τὰ τὸν δήμιον ἐνισχύοντα ἀγαπήσει καὶ ἐν τούτοις ἐμμενεῖ, ὡς μὴ προσδοκῶν ὅλως ἐλευθερίαν λήψεσθαί ποτε ἐξ αὐτῶν. Ἡ γὰρ ἐλπὶς τῆς ἀπαλλαγῆς κουφότερον τὸν πόνον ἐργάζεται, ὅπερ ἐστὶν ἀλυσιτελὲς τῷ μετανοοῦντι θερμῶς.

ιθʹ Παντὶ τῷ κατὰ Θεὸν βιοῦν ἀρχομένῳ ἐπωφελὴς ὁ τῆς κολάσεως φόβος καὶ ὁ πόνος ὁ τικτόμενος ἐξ αὐτοῦ. Ὁ δὲ τοῦ τοιούτου πόνου καὶ δεσμοῦ καὶ δημίου χωρὶς ἀρχὴν βαλεῖν φανταζόμενος, οὐκ ἐπὶ ψάμμου μόνον τῶν ἑαυτοῦ πράξεων τὸν θεμέλιον κατεβάλετο, ἀλλὰ καὶ εἰς ἀέρα οἴεται δίχα θεμελίων συνιστάνειν οἰκίαν, ὅπερ πάντῃ ἀδύνατον.

Ὁ γὰρ πόνος οὗτος ὅσον οὔπω πᾶσαν χαρὰν ἀποτίκτει καὶ ὁ δεσμὸς οὗτος πάντων ἁμαρτημάτων καὶ παθῶν τὰ δεσμὰ διαρρήσσει καὶ ὁ δήμιος οὗτος οὐχὶ θάνατον ἀλλὰ ζωὴν αἰώνιον προξενεῖ. κʹ Ὃς ἂν μὴ θελήσῃ ἀποσκιρτῆσαι καὶ διεκφυγεῖν τὸν τικτόμενον πόνον ἀπὸ τοῦ φόβου τῆς αἰωνίου κολάσεως, ἀλλὰ προθέσει καρδίας ἀκολουθήσῃ αὐτῷ καὶ ἐπισφίγξῃ πλέον τὰ τούτου δεσμὰ ἑαυτῷ, ἀναλόγως συντομώτερον ὁδεύσει καὶ πρὸ προσώπου τοῦ βασιλέως τῶν βασιλευόντων παραστήσει αὐτόν. Τούτου δὲ γεγονότος, ἅμα τῷ θεάσασθαι αὐτὸν ἀμυδρῶς πως τὴν δόξαν αὐτοῦ, εὐθέως λυθήσονται μὲν τὰ δεσμά, ὁ δὲ δήμιος φόβος φεύξεται μακρὰν ἀπ’ αὐτοῦ καὶ ὁ ἐν τῇ καρδίᾳ αὐτοῦ πόνος τραπήσεται εἰς χαρὰν καὶ πηγὴ γενήσεται βρύουσα αἰσθητῶς μὲν δάκρυα ποταμηδὸν ἀενάως, νοητῶς δὲ γαλήνην, πραότητα καὶ ἄφραστον γλυκασμόν, ἔτι δὲ ἀνδρείαν καὶ τὸ πρὸς πᾶσαν ὑπακοὴν ἐλευθερίως καὶ ἀνεμποδίστως τρέχειν τῶν ἐντολῶν τοῦ Θεοῦ· ὃ τέως τοῖς εἰσαγωγικοῖς ἀδύνατον, τῶν δὲ πρὸς τὸ μέσον κατὰ προκοπὴν ἀνελθόντων καὶ ἴδιον, τοῖς δέ γε τελειουμένοις φῶς ἡ πηγὴ αὕτη, τῆς καρδίας αἴφνης ἀλλοιουμένης καὶ μεταβαλλομένης, γίνεται.