Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Η έλλαμψη του Αγίου Πνεύματος, η μετάνοια και η αληθινή απάθεια

Η αναγκαιότητα των δακρύων για τον πνευματικό φωτισμό, ο κίνδυνος της απόγνωσης για τους αρχαρίους, η νέκρωση ως προς τα κοσμικά και η μυστική ανάσταση της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 7 από 11

καʹ Ὁ ἔνδον αὐτοῦ τὸ φῶς τοῦ παναγίου Πνεύματος ἔχων, μὴ φέρων τοῦτο ὁρᾶν, εἰς γῆν πρηνὴς πίπτει, κράζει τε καὶ βοᾷ ἐν ἐκπλήξει καὶ φόβῳ πολλῷ ὡς ὑπὲρ φύσιν, ὑπὲρ λόγον, ὑπὲρ ἔννοιαν πρᾶγμα ἰδὼν καὶ παθών· καὶ γίνεται ὅμοιος ἀνθρώπῳ ποθὲν ἀναφθέντι τὰ σπλάγχνα ὑπὸ πυρός, ὑφ’ οὗ φλεγόμενος καὶ τῆς φλογὸς τὸν ἐμπρησμὸν μὴ δυνάμενος φέρειν, ὑπάρχει ὥσπερ ἐξεστηκώς· καὶ μηδὲ ἑαυτοῦ γενέσθαι ὅλως ἰσχύων, τοῖς δάκρυσι δὲ καταντλούμενος ἀενάως καὶ ὑπὸ τούτων καταψυχόμενος, τὸ πῦρ ἐξάπτει τοῦ πόθου σφοδρότερον. Ἐντεῦθεν δὲ τὰ δάκρυα προχέει πλειόνως καὶ τῇ τούτων ἐκχύσει πλυνόμενος λαμπρότερον ἀπαστράπτει· ὅτε δὲ ὅλως ἐκπυρωθεὶς ὡς φῶς γένηται, τότε πληροῦται τὸ φάσκον· «Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος», καὶ τοσοῦτον ἴσως ὅσον ἤδη τοῖς συναφθεῖσιν ἡνώθη καὶ τοῖς ἐγνωκόσιν ἀπεκαλύφθη.

κβʹ Καθόσον γνωσθῆναι βουληθῇ παρ’ ἡμῶν ὁ Θεός, κατὰ τοσοῦτον καὶ ἀποκαλύπτεται· καθόσον δὲ ἀποκαλυφθῇ, ὁρᾶται παρὰ τῶν ἀξίων καὶ γινώσκεται. Οὐκ ἔστι δὲ τοιοῦτόν τι παθεῖν τινα ἢ ἰδεῖν εἰ μὴ πρότερον τῷ παναγίῳ Πνεύματι ἑνωθῇ τις, ταπεινήν, καθαράν, ἁπλῆν καὶ συντετριμμένην καρδίαν ἐκ πόνων καὶ ἱδρώτων κτησάμενος.

κγʹ Πρὸ τοῦ πένθους καὶ τῶν δακρύων, μηδεὶς ὑμᾶς κενοῖς ἀπατάτω λόγοις μηδὲ πλανῶμεν ἑαυτούς, οὐκ ἔστιν ἐν ἡμῖν μετάνοια οὐδὲ ἀληθὴς μεταμέλεια οὐδὲ φόβος Θεοῦ ἐν ταῖς καρδίαις ἡμῶν, οὐδὲ κατέγνωμεν ἑαυτῶν, οὐδὲ ἐν αἰσθήσει τῆς μελλούσης κρίσεως καὶ τῶν αἰωνίων βασάνων ἐγένετο ἡ ψυχὴ ἡμῶν. Εἰ γὰρ ταῦτα ἐκτήσατο καὶ ἐν τούτοις ἐγένετο, εὐθὺς καὶ δάκρυα κατήγαγεν ἄν· τούτων γὰρ χωρίς, οὔτε ἡ σκληρὰ καρδία ἡμῶν ἁπαλυνθῆναί ποτε δύναται, οὔτε ἡ ψυχὴ ἡμῶν πνευματικὴν ταπείνωσιν κτήσασθαι, οὔτε ταπεινοὶ γενέσθαι ἰσχύσομεν.

Ὁ δὲ μὴ τοιοῦτος γενόμενος ἑνωθῆναι τῷ Πνεύματι τῷ ἁγίῳ οὐ δύναται· ὁ δὲ μὴ τούτῳ ἐκ καθάρσεως ἑνωθείς, οὔτε ἐν θεωρίᾳ καὶ γνώσει Θεοῦ γενέσθαι δύναται, οὔτε ἄξιός ἐστι τὰς τῆς ταπεινώσεως μυστικὰς ἀρετὰς ἐκδιδάσκεσθαι.

κδʹ Ὥσπερ τῷ συλλαβίζειν ἄρτι παιδευομένῳ τὰ γράμματα ὁ τὰ τῆς ῥητορικῆς καὶ φιλοσοφίας ἐκδιηγούμενος οὐ μόνον οὐδὲν ὠφελήσει, ἀλλὰ καὶ τῶν ἐναρχθέντων μᾶλλον κατολιγωρῆσαι αὐτὸν καὶ ἀποστῆναι ποιήσει, διὰ τὸ μὴ χωρεῖν τὴν διάνοιαν αὐτοῦ τῶν λεγομένων ὅλως τὴν δύναμιν, οὕτω καὶ ὁ τοῖς εἰσαγωγικοῖς τὰ περὶ τελειότητος λέγων, καὶ μᾶλλον τοῖς χαυνοτέροις, οὐ μόνον οὐδὲν ὠφελήσει ἀλλὰ καὶ εἰς τὰ ὀπίσω ὑπάγειν ποιήσει. Πρὸς γὰρ τὸ ὕψος τῆς ἀρετῆς ἀποβλέψαντες καὶ ὅσον ἀπολείπονται τῆς κορυφῆς αὐτῆς ἐννοήσαντες καὶ ὡς ἀδύνατον αὐτοῖς ἔσται τὸ πρὸς τὸ ἄκρον αὐτῆς ἀνελθεῖν οἰηθέντες, καὶ τῶν μερικῶς ἐναρχθέντων ὡς ἀνωφελῶν καταφρονήσουσι καὶ πρὸς ἀπόγνωσιν καταδύσουσι.

κεʹ Ὅταν οἱ ἔτι κεκρατημένοι καὶ βασιλευόμενοι ὑπὸ τῶν παθῶν ἀκούσωσιν ὅτι ὁ κατὰ Θεὸν τέλειος παντὸς ἀνθρώπου καὶ παντὸς ζῴου καὶ θηρίου ἀκαθαρτότερον ἑαυτὸν ἡγεῖται, ὃς καὶ ἀτιμαζόμενος χαίρει, λοιδορούμενος εὐλογεῖ, ἀνέχεται διωκόμενος καὶ ὑπὲρ τῶν ἐχθρῶν αὐτοῦ εὔχεται μετὰ δακρύων καὶ πόνου καρδίας, παρακαλῶν τὸν Θεὸν καὶ ἱκετεύων ὑπὲρ αὐτῶν, ἐν πρώτοις μὲν ἀπιστοῦσιν, ἑαυτοὺς ἴσους ἐκείνων συστῆσαι πειρώμενοι· ἔπειτα ὑπὸ τῶν θείων γραφῶν ἐλεγχόμενοι καὶ ὑπὸ τῶν ταῦτα ἔργῳ ἐπιδειξαμένων ἁγίων ἀνατρεπόμενοι, μὴ ἰσχύειν ἐν τούτοις ἐφικέσθαι ὁμολογοῦσιν· ὅταν δὲ καὶ δίχα τῆς τούτων ἐκπληρώσεως ἀδύνατον ἀκούσωσι σωθῆναι αὐτούς, τότε τελείως μὴ θέλοντες ἐκκοπὴν ποιήσασθαι τοῦ κακοῦ καὶ μετανοῆσαι ἐφ’ οἷς ἥμαρτον, ἀπογινώσκουσιν ἑαυτῶν.

κϛʹ Τοὺς ὑποκρινομένους τὴν ἀρετὴν καὶ τῷ μὲν κῳδίῳ τοῦ σχήματος ἄλλο φαινομένους, ἄλλο δὲ ὄντας κατὰ τὸν ἐντὸς ἄνθρωπον, πάσης τάχα πεπληρωμένους ἀδικίας, μεστοὺς ζήλου καὶ ἐριθείας καὶ ἡδονῶν δυσωδίας, ὡς ἀπαθεῖς οἱ πλείους καὶ ἁγίους τιμῶσι, μὴ κεκαθαρμένον ἔχοντες τὸν τῆς ψυχῆς ὀφθαλμὸν μηδὲ ἐπιγνῶναι δυνάμενοι αὐτοὺς ἐκ τῶν καρπῶν αὐτῶν· τοὺς δὲ ἐν εὐλαβείᾳ καὶ ἀρετῇ καὶ ἀφελότητι καρδίας διάγοντας καὶ ἁγίους ὄντας τῷ ὄντι, ὡς τοὺς λοιποὺς τῶν ἄλλων ἀνθρώπων, παραλογίζονται καὶ καταφρονοῦντες αὐτῶν παρατρέχουσιν.

κζʹ Τὸν λάλον καὶ ἐπιδεικτικὸν διδακτικὸν μᾶλλον καὶ πνευματικὸν εἶναι οἱ τοιοῦτοι λογίζονται· τὸν δὲ σιωπηλὸν καὶ περὶ ἀργολογίαν ἀκριβαζόμενον ἀγροῖκον καὶ ἄφωνον ἀποφαίνονται. κηʹ Τὸν ἐν Πνεύματι ἁγίῳ φθεγγόμενον οἱ ὑψηλόφρονες καὶ τὴν ὑπερηφανίαν νοσοῦντες τοῦ διαβόλου ὡς ὑψηλόφρονα καὶ ὑπερήφανον ἀποστρέφονται, τοῖς λόγοις αὐτοῦ πληττόμενοι μᾶλλον ἢ κατανυσσόμενοι· τὸν δὲ ἀπὸ κοιλίας ἢ ἐκ μαθημάτων τορνολογοῦντα καὶ τῆς αὐτῶν σωτηρίας καταψευδόμενον ὑπερεπαινοῦσι καὶ ἀποδέχονται, καὶ οὕτως οὐδεὶς ἐν τοῖς τοιούτοις ἐστὶν ὁ καλῶς καὶ ὡς ἔχει τὸ πρᾶγμα ἰδεῖν καὶ διακρῖναι δυνάμενος. κθʹ «Μακάριοι, φησὶν ὁ Θεός, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Καθαρὰν οὖν καρδίαν οὐχὶ μία ἀρετὴ οὐδὲ δύο ἢ δέκα πεφύκασιν ἐκτελεῖν, ἀλλὰ πᾶσαι ὁμοῦ ὡς εἰπεῖν οἱονεὶ μία τις οὖσα καὶ εἰς ἄκρον κατορθωθεῖσα· καὶ οὐδὲ οὕτως καθαρὰν τὴν καρδίαν μόναι ποιῆσαι δύνανται, δίχα τῆς παρουσίας καὶ ἐνεργείας τοῦ Πνεύματος. Καθάπερ γὰρ ὁ χαλκεὺς τὴν μὲν τέχνην διὰ τῶν ἐργαλείων αὐτοῦ ἐπιδείκνυται, δίχα δὲ τῆς τοῦ πυρὸς ἐνεργείας οὐδὲν ὅλως εἰς ἔργον κατασκευάσαι δύναται, οὕτω δὴ καὶ ὁ ἄνθρωπος πάντα μὲν ποιεῖ καὶ ὡς ἐργαλείοις χρᾶται ταῖς ἀρεταῖς, ἄνευ δὲ τῆς τοῦ πνευματικοῦ πυρὸς παρουσίας ἀνενέργητα μένει καὶ ἀνωφελῆ, τὸν ῥύπον καὶ τὸν ἰχῶρα μὴ καθαίροντα τῆς ψυχῆς.

λʹ Ὅπου βαθεῖα ταπείνωσις, ἐκεῖ καὶ δάκρυον δαψιλές· ἔνθα δὲ ταῦτα, ἐκεῖ καὶ ἡ παρουσία τοῦ ἁγίου καὶ προσκυνητοῦ Πνεύματος. Ταύτης δὲ γενομένης, πᾶσα καθαρότης καὶ ἁγιωσύνη ἐν τῷ ὑπὸ τούτου ἐνεργουμένῳ γίνεται καὶ ὁρᾶται τούτῳ Θεὸς καὶ ὁ Θεὸς ὁρᾷ ἐπ’ αὐτόν· «Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;»

λαʹ Καταγωνίσασθαι μὲν ἄνθρωπος τὰ πάθη δύναται, ἐκριζῶσαι δὲ αὐτὰ οὐδαμῶς· καὶ μὴ ποιῆσαι μὲν τὸ πονηρὸν ἐξουσίαν ἔλαβε, μὴ ἐνθυμηθῆναι δὲ αὐτὸ οὐκέτι. Εὐσέβεια δέ ἐστιν οὐ τὸ ποιῆσαι μόνον τὸ ἀγαθόν, ἀλλὰ καὶ τὸ μὴ λογίζεσθαι πονηρά· ὁ οὖν πονηρὰ λογιζόμενος καρδίαν καθαρὰν κτήσασθαι οὐ δύναται· πῶς γάρ; μολυνομένης ἐκ τούτου ὡς ὑπὸ πηλοῦ κάτοπτρον.

λβʹ Καρδίαν καθαρὰν τοῦτο εἶναι ὑπείληφα, οὐ τὸ μὴ ὀχλεῖσθαι ὑπὸ πάθους μόνον τινός, ἀλλὰ καὶ τὸ μὴ ἐννοεῖν πονηρόν τι ἢ βιωτικὸν ὅτε ἂν βουληθῇ τις, ἔχειν δὲ μόνην ἐν ἑαυτῷ τὴν τοῦ Θεοῦ μνήμην ἐν ἀκατασχέτῳ τῷ ἔρωτι· ἐν γὰρ φωτὶ καθαρῷ καθαρῶς ὁρᾷ Θεὸν ὀφθαλμός, μηδενὸς ἑτέρου τῇ θεωρίᾳ μεσάζοντος.

λγʹ Τοῦτο λέγω εἶναι ἀπάθειαν οὐ τὸ ἔξω μόνον γενέσθαι τῆς πράξεως τῶν παθῶν, ἀλλὰ καὶ τὸ ἀλλοτριωθῆναι τῆς ἐπιθυμίας αὐτῶν, καὶ οὐδὲ τοῦτο ἀλλὰ καὶ τὸ γυμνωθῆναι ἡμῶν τὸν νοῦν ἐκ τῆς ἐννοίας αὐτῶν, ὡς ἂν ὅτε βουλόμεθα γινώμεθα ὑπεράνω τῶν οὐρανῶν, ἔξω πάντων γινόμενοι ὁρατῶν τε καὶ αἰσθητῶν, οἱονεὶ ἀποκλειομένων ἡμῶν τῶν αἰσθήσεων καὶ τοῦ νοὸς ἡμῶν εἰς τὰ ὑπὲρ αἴσθησιν ἐμβατεύοντος, συνεπιφερομένου δυνάμει τὰς αἰσθήσεις μεθ’ ἑαυτοῦ ὥσπερ τις ἀετὸς τὰς ἑαυτοῦ πτέρυγας.

λδʹ Νοῦς αἰσθήσεων δίχα τὰς ἰδίας ἐνεργείας οὐκ ἐπιδείκνυται καὶ ἄνευ νοὸς αἱ αἰσθήσεις τὰς ἑαυτῶν οὐδαμῶς. λεʹ Καρδία ἐκείνη λέγεται καὶ ἔστι καθαρά, ἡ μηδεμίαν ἔννοιαν ἢ βιωτικὸν λογισμὸν ἐν ἑαυτῇ εὑρίσκουσα, ἡ Θεῷ οὕτως ἀνακειμένη καὶ συνηνωμένη, ὡς μήτε τῶν ἀνιαρῶν μεμνῆσθαι τοῦ βίου μήτε τῶν τούτου χαροποιῶν, ἀλλὰ διάγειν ὡς εἰς τρίτον ἐν θεωρίᾳ τὸν οὐρανὸν καὶ εἰς παράδεισον ἁρπάζεσθαι καὶ βλέπειν τοὺς ἀρραβῶνας τῶν ἐπηγγελμένων τοῖς ἁγίοις καλῶν καὶ αὐτὰ τὰ αἰώνια ἀγαθὰ κατὰ τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει ἐκεῖθεν τεκμαίρεσθαι. Τοῦτο καρδίας καθαρᾶς ἐπ’ ἀληθῶς σημεῖον καὶ ἔνδειγμα βέβαιον, ἐν ᾧ τις καὶ τὰ μέτρα γινώσκει τῆς καθαρότητος καὶ ὡς ἐν κατόπτρῳ ἑαυτὸν καθορᾷ.

λϛʹ Ὥσπερ ὁ ἔξω τῆς οἰκίας ὢν τοὺς ἔνδοθεν ἐγκεκλεισμένους οὐχ ὁρᾷ, οὕτως οὐδὲ ὁ ἐσταυρωμένος τῷ κόσμῳ, ἤτοι νενεκρωμένος, αἴσθησίν τινα πρὸς τὰ ἐν τῷ κόσμῳ πράγματα κέκτηται. λζʹ Ὃν τρόπον τὸ νεκρὸν σῶμα οὔτε πρὸς τὰ ζῶντα οὔτε πρὸς τὰ σὺν αὐτῷ νεκρὰ κείμενα σώματα τὴν οἱανοῦν αἴσθησιν ἔχει, οὕτως οὐδὲ ὁ ἔξω τοῦ κόσμου ἐν Πνεύματι γεγονὼς καὶ σὺν Θεῷ ὢν δύναται πρὸς τὸν κόσμον αἴσθησιν ἔχειν ἢ προσπάσχειν τοῖς τούτου πράγμασιν, εἰ καὶ ὑπόκειται ταῖς ἀνάγκαις τοῦ σώματος.

ληʹ Πρὸ θανάτου θάνατος, καὶ πρὸ τῆς ἀναστάσεως τῶν σωμάτων ψυχῶν ἀνάστασις γίνεται, ἔργῳ, δυνάμει, πείρᾳ καὶ ἀληθείᾳ. Τοῦ γὰρ θνητοῦ φρονήματος ὑπὸ τοῦ ἀθανάτου νοὸς ἐξαφανιζομένου καὶ τῆς νεκρότητος ὑπὸ τῆς ζωῆς ἐκδιωκομένης, ἡ ψυχὴ ὡς ἐκ νεκρῶν ἀναστᾶσα ἑαυτὴν ὁμολογουμένως ὁρᾷ, καθάπερ οἱ ἐξ ὕπνου ἀναστάντες βλέπουσιν ἑαυτούς· καὶ τὸν αὐτὴν ἀναστήσαντα ἐπιγινώσκει Θεόν, ὃν κατανοοῦσα καὶ ᾧ εὐχαριστοῦσα, ἐξίσταται τῶν αἰσθήσεων καὶ τοῦ κόσμου παντός, ἀφράστου ἡδονῆς πληρουμένη, καὶ καταπαύει ἐν αὐτῷ πᾶσαν κίνησιν αὐτῆς νοεράν.

λθʹ Τὰ μὲν εἰσφέρεται παρ’ ἡμῶν, τὰ δὲ δίδονται ἡμῖν ἄνωθεν ἐκ Θεοῦ. Ὅσῳ γὰρ διὰ πόνων καὶ ἱδρώτων ἱερῶν καθαιρόμεθα, λαμπρυνόμεθα διὰ φωτὸς κατανύξεως· καὶ ὅσῳ τῷ φωτὶ λαμπρυνόμεθα, τοῖς δάκρυσιν καθαιρόμεθα, τὸ μὲν οἴκοθεν παρεισάγοντες, τὸ δὲ διδόμενον ἀντιλαμβάνοντες ἄνωθεν.

μʹ Πολλοὶ τὰ ἑαυτῶν εἰσενεγκόντες τὰ ἐκ Θεοῦ συνήθως οὐκ ἔλαβον· καὶ δῆλον ἐξ ὧν ὁ Κάϊν καὶ ὁ Ἡσαῦ πεποιήκασι καὶ πεπόνθασι. Εἰ γὰρ μὴ ὀρθῷ λογισμῷ καὶ εὐσεβεῖ διαθέσει καὶ πίστει θερμῇ καὶ πολλῇ ταπεινοφροσύνῃ τὰ παρ’ ἑαυτοῦ τις προσενέγκῃ, οὐκ ἂν ἐπιβλέψῃ Θεὸς ἐπ’ αὐτόν, οὐκ ἂν τὰ προσφερόμενα ἀποδέξηται· εἰ δὲ μὴ ταῦτα, οὐδὲ τὰ παρ’ ἑαυτοῦ ἀντιπαράσχοι τῷ οὕτω προσφέροντι.