Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Υπομονή των θλίψεων, άρνηση της κοσμικής σοφίας και μέριμνα για τον πλησίον

Η σημασία της ευγνωμοσύνης, της υπομονής στις δοκιμασίες και της αποστροφής από τη μάταιη σοφία. Η ποιμαντική μέριμνα των πνευματικών ανθρώπων για τον κόσμο και η βεβαίωση περί της υπάρξεως αγίων στη σύγχρονη εποχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 10 από 11

οθʹ Εἰ πάντων σου τῶν ἁμαρτημάτων τὴν ἄφεσιν ἔλαβες, εἴτε δι’ ἐξαγορεύσεως, εἴτε διὰ τῆς ἀμφιάσεως τοῦ ἁγίου καὶ ἀγγελικοῦ σχήματος, πόσης σοι τοῦτο ἔσται ἀγάπης καὶ εὐχαριστίας καὶ ταπεινώσεως αἴτιον, ὅτι μυρίων ὑπάρχων τιμωριῶν ἄξιος, οὐ μόνον τούτων ἀπηλλάγης ἀλλὰ καὶ υἱοθεσίας καὶ δόξης καὶ οὐρανῶν ἠξίωσαι βασιλείας.

Ταῦτα στρέφων ἐν διανοίᾳ καὶ διὰ παντὸς ἐνθυμούμενος, ἕτοιμος ἔσο καὶ προπαρασκευάζου μὴ ἀτιμάσαι τόν σε τιμήσαντα καὶ τὰ μυρία συγχωρήσαντα πταίσματα, ἀλλ’ ἐν πᾶσιν ἔργοις σου δοξάσαι καὶ τιμῆσαι αὐτόν, ἵνα καὶ αὐτός σε μειζόνως ἀντιδοξάσῃ ὃν τετίμηκεν ὑπὲρ ἅπασαν τὴν ὁρωμένην κτίσιν καὶ φίλον αὐτοῦ γνήσιον ὀνομάσει σε.

πʹ Ὅσῳ ψυχὴ τιμιωτέρα τυγχάνει τοῦ σώματος, τοσοῦτον ὁ λογικὸς ἄνθρωπος κρείσσων τοῦ παντὸς κόσμου ἐστί. Μὴ γάρ, τὰ μεγέθη τῶν ἐν αὐτῷ κτισμάτων κατανοῶν, διὰ τοῦτο τιμιώτερά σου ταῦτα εἶναι νόμιζε, ἄνθρωπε, ἀλλὰ πρὸς τὴν δοθεῖσάν σοι χάριν ἀποβλέψας καὶ τῆς νοερᾶς καὶ λογικῆς σου ψυχῆς τὴν ἀξίαν καταμαθών, ἀνύμνει τὸν ὑπὲρ τὰ ὁρώμενα ἅπαντα τιμήσαντά σε Θεόν.

παʹ Σκοπήσωμεν πῶς δοξάσομεν τὸν Θεόν· δοξάζεται δὲ παρ’ ἡμῶν οὐκ ἄλλως ἢ ὡς παρὰ τοῦ Υἱοῦ ἐδοξάσθη. Δι’ ὧν γὰρ ἐκεῖνος τὸν ἑαυτοῦ Πατέρα ἐδόξασεν, ἐδοξάσθη δὲ καὶ ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς δι’ αὐτῶν, κἀκεῖνα καὶ ἡμεῖς σπουδῇ πράξωμεν, ἵνα διὰ τούτων δοξάσωμεν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς κληθῆναι καταδεξάμενον καὶ δοξασθῶμεν παρ’ αὐτοῦ τῇ δόξῃ τοῦ Ἰησοῦ, ᾗ εἶχε πρὸ τοῦ τὸν κόσμον γενέσθαι παρ’ αὐτοῦ· τάδε εἰσὶν ὁ σταυρός, ἤγουν ἡ νέκρωσις τοῦ κόσμου παντός, αἱ θλίψεις, οἱ πειρασμοὶ καὶ εἴ τι ἕτερον τῶν παθημάτων Χριστοῦ· ἃ ὑποφέροντες ἐν ὑπομονῇ πολλῇ, μιμούμεθα τοῦ Χριστοῦ τὰ παθήματα καὶ δοξάζομεν δι’ αὐτῶν τὸν Πατέρα ἡμῶν καὶ Θεόν, ὡς υἱοὶ αὐτοῦ χάριτι καὶ συγκληρονόμοι Χριστοῦ.

πβʹ Ψυχὴ ἡ μὴ τελείως τῆς σχέσεως καὶ προσπαθείας τῶν ὁρωμένων εὐαισθήτως ἀπαλλαγεῖσα, τὰ ἐπισυμβαίνοντα αὐτῇ λυπηρὰ καὶ τὰς ἐπερχομένας αὐτῇ ἐπηρείας παρά τε δαιμόνων καὶ ἀνθρώπων ἀλύπως φέρειν οὐ δύναται, ἀλλ’ οἷον συνδεδεμένη τῇ προσπαθείᾳ τῶν ἀνθρωπίνων πραγμάτων, ζημίαις δάκνεται χρημάτων καὶ ἀποστερήσεσιν ἄχθεται πραγμάτων καὶ πληγαῖς ἐπιφερομέναις αὐτῆς τῷ σώματι σφοδρῶς ὀδυνᾶται.

πγʹ Εἴ τις σχέσεως καὶ ἐπιθυμίας τῶν αἰσθητῶν ἀπέρρηξε τὴν ψυχὴν αὐτοῦ καὶ Θεῷ ταύτην συνέδησεν, οὐ μόνον τῶν περὶ αὐτὸν χρημάτων καὶ κτημάτων καταφρονήσει καὶ ὡς ἐπὶ ἀλλοτρίοις καὶ ξένοις στερούμενος αὐτῶν ἀλύπως διατεθῇ, ἀλλὰ καὶ τὰ ἐπιφερόμενα τῷ σώματι αὐτοῦ ἀνιαρὰ μετὰ χαρᾶς καὶ τῆς προσηκούσης εὐχαριστίας ὑπομενεῖ, βλέπων ἀεί, κατὰ τὸν θεῖον ἀπόστολον, τὸν μὲν ἔξω φθειρόμενον ἄνθρωπον, τὸν δὲ ἐντὸς ἡμέρᾳ καὶ ἡμέρᾳ ἀνακαινούμενον. Ἄλλως δὲ οὐκ ἔνι τὰς κατὰ Θεὸν θλίψεις μετὰ χαρᾶς ὑπενεγκεῖν, γνώσεως γὰρ τελείας ἐν τούτοις χρεία καὶ σοφίας πνευματικῆς· ὁ δὲ τούτων ἐστερημένος ἐν σκότει ἀγνωσίας καὶ ἀνελπιστίας ἀεὶ πορεύεται, μὴ δυνάμενος τὸ φῶς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως ὅλως θεάσασθαι.

πδʹ Πᾶς δοκησίφρων ἐκ μαθηματικῆς ὢν ἐπιστήμης μυστήρια Θεοῦ παρακύψαι καὶ ἰδεῖν οὐκ ἀξιωθήσεταί ποτε, ἕως ἂν ταπεινωθῆναι πρῶτον θελήσῃ καὶ μωρὸς γένηται, σὺν τῇ οἰήσει καὶ ἣν κέκτηται γνῶσιν ἀποβαλών.

Ὁ γὰρ τοῦτο ποιῶν καὶ σοφοῖς τὰ θεῖα ἐν ἀδιστάκτῳ πίστει ἀκολουθῶν, ὑπὸ τούτων χειραγωγούμενος, συνεισέρχεται μετ’ αὐτῶν ἐν πόλει ζῶντος Θεοῦ καὶ ὑπὸ τοῦ θείου Πνεύματος ὁδηγούμενος καὶ φωτιζόμενος, ὁρᾷ καὶ διδάσκεται ἅπερ οὐδεὶς τῶν ἄλλων ἀνθρώπων εἶδεν ἢ ἰδεῖν ἢ μαθεῖν ποτε δύναται, καὶ τηνικαῦτα γίνεται Θεοῦ διδακτός.

πεʹ Τοὺς διδακτοὺς Θεοῦ οἱ μαθηταὶ τῶν σοφῶν τοῦ αἰῶνος τούτου ἀνθρώπων ἡγοῦνται μωρούς, αὐτοὶ ὄντες ἐν ἀληθείᾳ μωροί, ἐκ μεμωραμένης σοφίας στομωθέντες τῆς θύραθεν, ἣν ἐμώρανεν ὁ Θεός, κατὰ τὸν θεῖον ἀπόστολον, καὶ ἣν ἡ θεολόγος φωνὴ ἐπίγειον οἶδε, ψυχικήν, δαιμονιώδη, μεστὴν ἐριθείας καὶ φθόνου. Ἔξω γὰρ ὄντες οἱ τοιοῦτοι τοῦ θείου φωτός, τὰ ἐν αὐτῷ ἰδεῖν μὴ δυνάμενοι θαύματα, τοὺς αὐλιζομένους ἐν τῷ φωτὶ καὶ τὰ ἐν αὐτῷ βλέποντας καὶ διδάσκοντας ὡς πεπλανημένους λογίζονται, πεπλανημένοι ὄντες αὐτοὶ καὶ ἄγευστοι τῶν ἀπορρήτων ἀγαθῶν τοῦ Θεοῦ.

πϛʹ Διὰ τοῦτο μόνον παραβάλλειν καὶ βλέπειν τοῖς ἐν τῷ κόσμῳ θέλουσιν οἱ χάριτος πεπληρωμένοι καὶ τετελειωμένοι τῇ γνώσει καὶ σοφίᾳ τῇ ἄνωθεν, ἵνα μισθόν τινα προξενήσωσιν αὐτοῖς δι’ ὑπομνήσεως τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ δι’ ἀγαθοεργίας, εἰ ἄρα γε ἀκούσωσιν, εἰ ἄρα γε συνήσουσιν καὶ πεισθήσονται, ἐπειδὴ οἱ μὴ τῷ τοῦ Θεοῦ ἀγόμενοι Πνεύματι ἐν τῇ σκοτίᾳ περιπατοῦσι καὶ οὐκ οἴδασιν οὔτε ποῦ ὑπάγουσιν, οὔτε ἐν τίσι προσκόπτουσι. Τάχα γάρ ποτε ἀνασφήλαντες ἐκ τῆς περιεχούσης αὐτοὺς οἰήσεως, δέξονται τὴν τοῦ ἁγίου Πνεύματος ἀληθῆ διδασκαλίαν καὶ τὸ τοῦ Θεοῦ θέλημα ἀνοθεύτως καὶ ἀκαπηλεύτως ἀκούσαντες μετανοήσουσι καὶ ποιήσαντες αὐτὸ μεταλάβωσί τινος χαρίσματος πνευματικοῦ.

Εἰ δὲ μὴ τοιαύτης ὠφελείας γενέσθαι δυνηθῶσιν αὐτοῖς πρόξενοι, θρηνοῦντες τὴν πώρωσιν τῆς καρδίας αὐτῶν ὑποστρέφουσιν εἰς τὰς καλιὰς αὐτῶν, νυκτὸς καὶ ἡμέρας εὐχόμενοι ὑπὲρ τῆς σωτηρίας αὐτῶν· ὑπὲρ γὰρ ἄλλου τινὸς οὐδέποτε λυπηθήσονται οἱ τῷ Θεῷ ἀδιαλείπτως συνόντες καὶ ὑπερεμπιμπλάμενοι παντὸς ἀγαθοῦ.

πζʹ Ὅτι καὶ νῦν εἰσιν ἀπαθεῖς καὶ ἅγιοι καὶ πεπληρωμένοι τοῦ θείου φωτός, ἀναστρεφόμενοι ἐν μέσῳ ἡμῶν, τοσοῦτον τὰ μέλη νεκρώσαντες ἑαυτῶν τὰ ἐπὶ τῆς γῆς ἐκ πάσης ἀκαθαρσίας καὶ ἐμπαθεστάτης ἐπιθυμίας, ὡς μὴ μόνον ἀφ’ ἑαυτῶν ποτε μὴ λογίζεσθαι ἢ ποιῆσαι ὁρμᾶν τὸ κακόν, ἀλλὰ μηδὲ ὑφ’ ἑτέρου πρὸς τοῦτο ἑλκόμενοι ἀλλοίωσίν τινα τῆς προσούσης αὐτοῖς ἀπαθείας ὑφίστασθαι, ᾔδεσαν ἄν, εἴπερ εἰδότες ἦσαν τὰ καθ’ ἑκάστην ἀναγινωσκόμενα θεῖα λόγια καὶ ψαλλόμενα παρ’ αὐτῶν οἱ τοῖς τοιούτοις τὴν μωρίαν ἐπιφημίζοντες καὶ διαπιστοῦντες περὶ θείων πραγμάτων διδάσκουσιν ἐν σοφίᾳ τοῦ Πνεύματος.

Εἰ γὰρ ἐν γνώσει τελείᾳ ἐγένοντο τῆς θείας γραφῆς ἐπίστευον ἂν τοῖς ὑπὸ Θεοῦ λαληθεῖσι καὶ δωρηθεῖσιν ἡμῖν ἀγαθοῖς· ἐπεὶ δὲ ἀμέτοχοι τῶν τοιούτων ἐξ οἰήσεως καὶ ἀμελείας εἰσὶ καλῶν, καὶ τοὺς μετεσχηκότας καὶ περὶ τοιούτων διδάσκοντας ἀπιστοῦντες ἐνδιαβάλλουσιν.