Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κεφάλαια θεολογικά

Συμεὼν ὁ Νέος Θεολόγος

Αμεριμνησία, πνευματικά χαρίσματα και η κατάσταση της απαθείας

Η αναγκαιότητα της απαλλαγής από τις βιωτικές μέριμνες, η διάκριση μεταξύ φυσικών αρετών και δωρεών του Αγίου Πνεύματος, και η εμπειρική βίωση της απαθείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 4 από 11

πʹ Οὐχ ὁ ἡσυχάζων μόνος ἢ ὁ ὑποτασσόμενος, ἀλλὰ καὶ ὁ ἡγουμενεύων καὶ ὁ πολλῶν προϊστάμενος καὶ αὐτὸς ὁ διακονῶν, ἀμέριμνος ὀφείλει εἶναι, ἤγουν ἐλεύθερος ἀπὸ πάντων τῶν βιωτικῶν πραγμάτων ἀναμφιβόλως· εἰ γὰρ μεριμνῶμεν, παραβάται τῆς τοῦ Θεοῦ ἐντολῆς εὑρισκόμεθα τῆς λεγούσης· «Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε ἢ τί ἐνδύσησθε· ταῦτα γὰρ πάντα, τὰ ἔθνη ἐπιζητεῖ.» καὶ πάλιν· «Βλέπετε μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς.» παʹ Ὁ ἐν τοῖς βιωτικοῖς ἔχων πράγμασι τὸν λογισμὸν μεριμνῶντα οὐκ ἔστιν ἐλεύθερος· ὑπὸ γὰρ τῆς τούτων μερίμνης κατέχεται καὶ δεδούλωται, κἂν ὑπὲρ ἑαυτοῦ μεριμνᾷ ταῦτα κἂν δι’ ἑτέρους. Ὁ δὲ ἀπὸ τούτων ἐλεύθερος, οὔτε δι’ ἑαυτόν, οὔτε δι’ ἑτέρους μεριμνήσει βιωτικῶς, κἂν ἐπίσκοπος κἂν ἡγούμενος κἂν διάκονος εἶναι τύχῃ· ἀλλ’ οὐδὲ ἀργήσει ποτὲ ἤ τινος καταφρονήσει τῶν εὐτελεστάτων καὶ σμικροτάτων, θεαρέστως δὲ ἅπαντα ποιῶν καὶ πράττων, ἀμέριμνος ἐν πᾶσι διατελέσει καὶ ἐν τῷ βίῳ παντί.

πβʹ Ἔστι μέριμνα ἄπρακτος καὶ πρᾶξις ἀμέριμνος, ὡς καὶ τὸ ἀνάπαλιν ἀμεριμνία ἔμπρακτος καὶ ἀργία ἐμμέριμνος, ἃς καὶ ὁ Κύριος ἐδήλωσεν εἰπὼν τὴν μὲν ἐν τῷ εἰπεῖν· «Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι», καὶ πάλιν· «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον», οὐκ ἀναιρῶν τὸ ἐργάζεσθαι, ἀλλὰ τὴν χωρὶς μερίμνης ἐργασίαν ἐκδιδάσκων ἡμᾶς· τὴν δὲ ἐν τῷ αὖθις εἰπεῖν· «Τίς μεριμνῶν δύναται προσθεῖναι εἰς τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;» ἀναιρῶν τὴν ἄπρακτον μέριμναν· περὶ δὲ τῆς ἐμπράκτως γινομένης ἔφη· «Καὶ περὶ ἐνδύματος ἢ τροφῆς τί μεριμνᾶτε; οὐχ ὁρᾶτε τὰ κρίνα τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ πῶς τὰ μὲν αὐξάνει, τὰ δὲ διατρέφεται;» Οὕτω τὴν μὲν ἀναιρῶν, τὴν δὲ βεβαιῶν, ὁ Κύριος διδάσκει ἡμᾶς πῶς δεῖ μὴ μεριμνῶντας μεμεριμνημένως ἐργάζεσθαι, καὶ πῶς ἀμερίμνους ὄντας τῆς μὴ προσηκούσης ἐργασίας ἀπέχεσθαι.

πγʹ Μὴ καταλύσῃς σου τὴν οἰκίαν ἐν τῷ βούλεσθαί σε τὴν τοῦ πλησίον οἰκοδομῆσαι· ὅρα γὰρ ὡς χαλεπὸν τὸ ἔργον καὶ δύσκολον, μήποτε προαιρουμένου σου τοῦτο, καὶ τὴν σὴν καθαιρήσῃς, καὶ ἀνοικοδομῆσαι τὴν ἐκείνου ἰσχύσῃς οὐδόλως.

πδʹ Ἐὰν μὴ τελείαν ἀπροσπάθειαν τῶν πραγμάτων καὶ τῶν χρημάτων κτήσῃ τοῦ βίου, μὴ θελήσῃς οἰκονομίαν ἐγχειρισθῆναι πραγμάτων, ἵνα μὴ ἁλῷς ἐν τούτοις καὶ ἀντὶ τοῦ λήψεσθαι μισθὸν διακονίας, κλέπτου καὶ ἱεροσύλου καταδίκην ὑφέξεις. Εἰ δὲ ὑπὸ τοῦ προεστῶτος πρὸς τοῦτο ἐκβιασθῇς, ὡς πῦρ μεταχειριζόμενος φλέγον διάκεισο, καὶ τὴν προσβολὴν τοῦ λογισμοῦ δι’ ἐξαγορεύσεως καὶ μετανοίας ἀπείργων, ἀβλαβὴς τῇ τοῦ προεστῶτος εὐχῇ διατηρηθήσῃ.

πεʹ Ὁ μὴ γεγονὼς ἀπαθὴς οὐδ’ ὃ τί ἐστιν ἀπάθεια οἶδεν, ἀλλ’ οὐδὲ πιστεύειν εἶναί τινα τοιοῦτον ἐπὶ τῆς γῆς δύναται. Πῶς γὰρ ὁ μὴ ἑαυτὸν ἀπαρνησάμενος πρῶτον καὶ τὸ αἷμα προθύμως κενώσας τὸ ἑαυτοῦ ὑπὲρ τῆς μακαρίας ταύτης τῷ ὄντι ζωῆς ἄλλον ὑπονοήσει ταῦτα πεποιηκέναι εἰς τὸ κτήσασθαι τὴν ἀπάθειαν; Οὕτω δὲ καὶ ὁ δοκῶν Πνεῦμα ἅγιον ἔχειν μηδὲν ἔχων οὐ πιστεύει ποτέ, τὰς ἐνεργείας αὐτοῦ γινομένας ἀκούων ἐν τοῖς τὸ Πνεῦμα τὸ ἅγιον ἔχουσιν, ὅτι ἔστι τις κατὰ τὴν γενεὰν ταύτην, ἐπίσης τοῖς ἀποστόλοις Χριστοῦ καὶ τοῖς ἀπ’ αἰῶνος ἁγίοις, θείῳ ἐνεργούμενος καὶ κινούμενος Πνεύματι ἢ ἐν ὀπτασίᾳ τούτου γνωστῶς καὶ εὐαισθήτως γινόμενος. Ἕκαστος γὰρ ἐκ τῆς οἰκείας καταστάσεως καὶ τὰ τοῦ πλησίον κρίνει ὡς ἔχει, εἴτε ἀρετῆς εἰπεῖν εἴτε κακίας.

πϛʹ Ἄλλο ἀπάθεια ψυχῆς καὶ ἄλλο ἀπάθεια σώματος· ἡ μὲν γὰρ καὶ τὸ σῶμα καθαγιάζει τῇ οἰκείᾳ λαμπρότητι καὶ τῇ φωτοχυσίᾳ τοῦ Πνεύματος, ἡ δὲ αὐτὴ μόνη καθ’ ἑαυτὴν εἰς οὐδὲν τὸν κεκτημένον ὠφελεῖν δύναται.

πζʹ Ἕτερον ἀκινησία τῶν ψυχικῶν τε καὶ σωματικῶν μελῶν καὶ ἕτερον κτῆσις ἀρετῶν· ἡ μὲν γὰρ ἐκ φύσεως πρόσεστιν, ἡ δὲ καὶ τὰς φυσικὰς κινήσεις ἁπάσας καταστέλλει. πηʹ Οὐκ ἔστι τὸ μὴ ἐπιθυμεῖν τινος τῶν τοῦ κόσμου τερπνῶν καὶ ἡδέων ἴσον τοῦ τῶν αἰωνίων καὶ ἀοράτων ἐφίεσθαι ἀγαθῶν· ἄλλο γὰρ τοῦτο καὶ ἕτερον ἐκεῖνο· τῶν μὲν γὰρ προτέρων πολλοὶ κατεφρόνησαν, τῶν δὲ δευτέρων ὀλίγοι τῶν ἀνθρώπων ἐφρόντισαν.

πθʹ Οὐκ εἴ τι τὸ ἀποστρέφεσθαι καὶ μὴ ζητεῖν τὴν δόξαν τῶν ἀνθρώπων, τοῦτό ἐστι καὶ τὸ τῆς δόξης ἐκκρέμασθαι τοῦ Θεοῦ, ἀλλὰ πολὺ τὸ μέσον ἐν ἀμφοτέροις· τὴν μὲν γὰρ καὶ ὑπὸ παθῶν ἄλλων πολλοὶ κυριευθέντες ἀπώσαντο, τὴν δὲ ὀλίγοι λίαν κόπῳ καὶ πόνῳ πολλῷ λαβεῖν ἠξιώθησαν.

ϟʹ Οὐχ ἓν τὸ εὐτελεῖ ἐσθῆτι ἀρκεῖσθαι καὶ μὴ ἐπιθυμεῖν στολῆς λαμπρᾶς καὶ τὸ ἐνδεδῦσθαι τὸ φῶς ἐστι τοῦ Θεοῦ· τοῦτο γὰρ ἕτερον κἀκεῖνο ἄλλο· τοῦ μὲν γὰρ ὑπὸ μυρίων ἐπιθυμιῶν καθελκόμενοί τινες εὐκόλως κατεφρόνησαν, τὸ δὲ μόνοι περιβάλλονται ἐκεῖνοι οἱ ἀνενδότως αὐτὸ ζητοῦντες διὰ πάσης κακοπαθείας καὶ υἱοὶ φωτὸς καὶ ἡμέρας διὰ τῆς τῶν ἐντολῶν γινόμενοι ἐκπληρώσεως.

ϟαʹ Ἄλλο τὸ ταπεινολογεῖν καὶ ἕτερον τὸ ταπεινοφρονεῖν, καὶ ἄλλο ταπείνωσις καὶ ἕτερον τὸ ἄνθος τῆς ταπεινώσεως, καὶ ὁ ταύτης καρπὸς ἄλλο καὶ τὸ τοῦ καρποῦ τούτου κάλλος καὶ τὸ τοῦ κάλλους ἡδὺ ἕτερον, καὶ ἄλλο παρὰ ταῦτα αἱ ἐκ τοῦ καρποῦ τούτου ἐνέργειαι. Τούτων δὲ τὰ μὲν ἐφ’ ἡμῖν εἰσι, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν· καὶ τὰ μὲν ἐφ’ ἡμῖν, τὸ πάντα νοεῖν, τὸ πάντα φρονεῖν, τὸ πάντα λογίζεσθαι καὶ λέγειν καὶ πράττειν, ὅσα πρὸς ταπείνωσιν ἡμᾶς ἄγουσιν· ἡ δὲ ἁγία ταπείνωσις καὶ τὰ λοιπὰ αὐτῆς ἰδιώματα, τὰ χαρίσματα καὶ αἱ ἐνέργειαι αὐτῆς, δῶρον Θεοῦ καὶ οὐκ ἐξ ἡμῶν, ὧν καὶ οὐδεὶς καταξιωθήσεταί ποτε, ἐὰν μὴ τὰ ὅσα ἐφ’ ἑαυτῷ εἰσι καλῶς προκαταβάλληται σπέρματα.

ϟβʹ Τὸ μὴ ἀγανακτεῖν ἐν ἀτιμίαις καὶ ὕβρεσι καὶ ἐν πειρασμοῖς καὶ θλίψεσιν ἄλλο, καὶ ἄλλο τὸ εὐδοκεῖν ἐν αὐτοῖς, καὶ τὸ εὔχεσθαι ὑπὲρ τῶν ταῦτα ποιούντων εἰς ἡμᾶς ἕτερον· καὶ ἄλλο τὸ ἀπὸ ψυχῆς αὐτοὺς ἀγαπᾶν· καὶ ἕτερον παρὰ ταῦτα τὸ νοερῶς ἀνατυποῦν τὸ πρόσωπον ἑνὸς ἑκάστου αὐτῶν καὶ ὡς γνησίους φίλους ἀπαθῶς αὐτοὺς κατασπάζεσθαι ἐν δάκρυσιν ἀγάπης εἰλικρινοῦς, ἴχνους δηλονότι ἀηδίας καθόλου τινὸς μὴ εὑρισκομένου τότε ἐν τῇ ψυχῇ. Μεῖζον δὲ τούτων ὧν εἴπομεν, ὅταν καὶ ἐν αὐτῷ τῷ καιρῷ τῶν πειρασμῶν, τὴν ἴσην ἔχῃ τις καὶ ὁμοίαν ἀναλλοιώτως διάθεσιν πρὸς τοὺς κατὰ πρόσωπον λοιδοροῦντας καὶ ἐνδιαβάλλοντας καὶ κατακρίνοντας καὶ καταδικάζοντας καὶ ὑβρίζοντας καὶ ἐμπτύοντας αὐτόν, ἀλλὰ μὴν καὶ πρὸς τοὺς ἐν προσχήματι μὲν φιλίας ἔξωθεν διακειμένους, λάθρα δὲ τὰ ὅμοια διαπραττομένους μέν, μὴ λανθάνοντας δέ. Ἀσυγκρίτως δὲ τούτων πάλιν μεῖζον εἶναι ὑπολαμβάνω τὸ ἐν λήθῃ παντελεῖ γενέσθαι ὧν ἂν πάθοι τις καὶ μήτε ἀπόντων τῶν θλιψάντων αὐτὸν μήτε παρόντων, μεμνῆσθαί τινος τῶν γεγονότων, ἀλλ’ ὁμοίως τοῖς φίλοις καὶ τούτους ἀνεννοίως τῶν συμβάντων προσαποδέχεσθαι ἔν τε συνομιλίαις ἔν τε συνεστιάσεσιν.

ϟγʹ Οὐχ οἷον τὸ μεμνῆσθαι Θεοῦ, τοιοῦτον καὶ τὸ ἀγαπᾶν τὸν Θεόν· οὐδὲ οἷον τὸ φοβεῖσθαι αὐτόν, τοιοῦτον καὶ τὸ τηρεῖν τὰς αὐτοῦ ἐντολάς· ἄλλο γὰρ ταῦτα καὶ ἄλλο ἐκεῖνα, τελείων δὲ ὅμως καὶ ἀπαθῶν τὰ ἀμφότερα.

ϟδʹ Ἄλλο ἡ ἀναμαρτησία καὶ ἕτερον ἡ τῶν ἐντολῶν ἐργασία· ἡ μὲν γὰρ ἀγωνιζομένων καὶ τῶν κατὰ τὸ εὐαγγέλιον ζώντων ἐστίν, ἡ δὲ πρώτη μόνων τῶν τὴν πρώτην κτησαμένων ἀπάθειάν ἐστιν. ϟεʹ Οὐκ εἴ τι πάντως ἀργία, τοῦτο καὶ ἡσυχία· οὐδὲ εἴ τι ἡσυχία, τοῦτο καὶ σιωπή· ἄλλο δὲ ταῦτα καὶ ἄλλο. Ἡ μὲν γὰρ μὴ βουλομένων ἐστὶν εἰδέναι τίς ἡ τῶν ἀγαθῶν τοῦ Θεοῦ μέθεξις μηδέ τι τῶν καλῶν κατορθῶσαι· ἡ δέ, τῶν εἰς τὴν γνῶσιν τοῦ Θεοῦ ποιουμένων ἀεὶ τὴν σχολὴν καὶ παρακαθημένων τῷ λόγῳ τῆς ἐμφύτου σοφίας Θεοῦ καὶ τὰ βάθη τοῦ Πνεύματος ἐρευνώντων καὶ ξένων μυστηρίων ἐν μυήσει γινομένων Θεοῦ. Ἡ δὲ τρίτη, τῶν τὴν νοερὰν ἐργασίαν ἐργαζομένων ἐστὶν ἐν προσοχῇ ἐμμερίμνου διανοίας τῶν λογισμῶν.

ϟϛʹ Οὐ ταὐτὸν ἀναχώρησις, ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, καὶ αὐτὴ ἡ ὄντως ἀληθὴς ξενιτεία, ἀλλ’ ἕτερον καὶ ἕτερον. Ἡ μὲν γάρ, τῶν πυκτευόντων ἐστὶ καὶ ἢ διὰ ὀλιγωρίαν ὑπὸ ἀστάτου μεταφερομένων νοὸς ἢ διὰ ὑπερβολὴν θερμότητος [τῶν] ἐφιεμένων ἔτι τῶν κρειττόνων ἀγώνων. Ἡ δὲ τῶν ἐσταυρωμένων ἐστὶ τῷ κόσμῳ καὶ τοῖς τοῦ κόσμου πράγμασι καὶ μετὰ μόνου Θεοῦ καὶ τῶν ἀγγέλων εἶναι ἀεὶ ἐπιποθούντων καὶ μὴ ἐπιστρεφομένων ὅλως πρὸς τὰ ἀνθρώπινα.

ϟζʹ Ἕτερον τὸ ἀνθίσασθαι καὶ πολεμεῖν τοῖς ἐχθροῖς καὶ ἕτερον τὸ τελείως ἡττῆσαι καὶ ὑποτάξαι καὶ θανατῶσαι αὐτούς· τὸ μὲν γὰρ πρῶτον, ἀγωνιστῶν καὶ γενναίων τὴν ἄσκησιν, τὸ δὲ δεύτερον, ἀπαθῶν καὶ τελείων.

ϟηʹ Ταῦτα μὲν ἅπαντα πράξεις τῶν ἐν φωτὶ ἀπαθείας περιπατούντων ἁγίων εἰσίν· οἱ δὲ τούτων ἔξω ἑαυτοὺς εἶναι καταμανθάνοντες μὴ πλανηθῶσιν ὑπό τινος μηδὲ τὰς ἰδίας ἀπατῶσι ψυχάς, ἀλλ’ ἰδέτωσαν ὡς ἐν σκότει ματαίως διαπορεύονται.

ϟθʹ Πολλοὶ μέν, ἄλλος δι’ ἄλλο τι καὶ δι’ ἕτερον ἕτερος, πρὸς ταῦτα ἠπείχθησαν· ὀλίγοι δὲ λίαν οἳ μετὰ ἐμφύτου φόβου καὶ ἀγάπης Θεοῦ τῆς πράξεως αὐτῶν ἐπεχείρησαν, οἳ καὶ μόνοι ὑπὸ τῆς ἄνωθεν χάριτος βοηθούμενοι συντόμως κατορθοῦσι τὴν τῆς ἀρετῆς ἐργασίαν καὶ πρὸς τὰ εἰρημένα προσεπεκτείνονται. Οἱ δ’ ἄλλοι ἀφίενται ὡς «ἐν ἀβάτῳ» περιπλανᾶσθαι, κατὰ τὸ εἰρημένον «καὶ οὐχ ὁδῷ», κατὰ τὸ «Ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν».

ρʹ Ὁ τούτων ἐν πείρᾳ γεγονὼς διὰ σπουδῆς τῆς καλλίστης γνώσεται τῶν λεγομένων τὴν δύναμιν. Ὁ δὲ ἄλλως ἔχων τὰ μὲν αἰσθητῶς λεχθέντα νοήσειε, περὶ δὲ τῶν πνευματικῶς καὶ νοερῶς εἰρημένων, ψιλὰς ἕξει τῶν νοημάτων τὰς θεωρίας, μᾶλλον δὲ ἀναπλάσει ἀναπλάσματα ψευδῆ ἐν τῇ ἑαυτοῦ διανοίᾳ, τῆς δὲ ἀληθείας τῶν λεγομένων μακρὰν ὡς ψευσθεὶς ἔσται σφόδρα.

ραʹ Ὁπόταν ὑπεράνω τῆς τοῦ σώματος ταπεινώσεως γένῃ διὰ πόνων καὶ ἱδρώτων πολλῶν καὶ τῶν αὐτοῦ ἐκδὺς ἀναγκῶν, κοῦφον αὐτὸ καὶ ὡς πνευματικὸν περιφέρῃς, ὡς μήτε κόπου μήτε πείνης μήτε δίψης αἰσθόμενον, καὶ τηνικαῦτα κρεῖττον ἐσόπτρου βλέπεις τὸν ὑπὲρ νοῦν καὶ ἀνακεκαλυμμένοις τοῖς ὀφθαλμοῖς δακρύων ὁρᾷς ὃν οὐδεὶς ἑώρακε πώποτε, καὶ δακνομένης σου τῆς ψυχῆς τῷ ἐκείνου ἔρωτι, θρῆνον ἀποτελεῖς τοῖς δάκρυσι σύμμικτον· τότε μνήσθητί μου καὶ ὑπερεύχου τοῦ ταπεινοῦ ὡς μετὰ Θεοῦ συνάφειαν ἐσχηκὼς καὶ παρρησίαν πρὸς αὐτὸν ἀκαταίσχυντον.