Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Θεολογικοί λόγοι

Συμεὼν ὁ Νέος Θεολόγος

Η πλάνη της αυθαίρετης θεολογίας και τα κριτήρια της πνευματικής διδασκαλίας

Έλεγχος όσων αναλαμβάνουν το έργο της διδασκαλίας χωρίς βιωματική πνευματική εμπειρία, και η σημασία της θείας καθοδήγησης σύμφωνα με την εκκλησιαστική παράδοση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 4 από 8

Τοίνυν καὶ δοκοῦσι βλέπειν μὴ βλέποντες οἱ τοιοῦτοι καὶ ἀκούειν μηδόλως ἀκούοντες καὶ συνιέναι ἀσύνετοι ὄντες, αἴσθησιν τῶν ἀναγινωσκομένων λαβεῖν μὴ δυνάμενοι. Καὶ καθάπερ ἕκαστος τῶν ἀπίστων φρονεῖν οἴεται μὴ φρονῶν, καὶ εἰδέναι τι δοκεῖ μηδὲν ὅλως εἰδώς, —εἴ τι γὰρ καὶ οἶδε, κακῶς οἶδεν, ὃ καὶ χεῖρον πάσης ἀγνωσίας ἐστίν— οὕτως, οἶμαι, καὶ οὗτοι. Δοκοῦντες γὰρ εἶναι σοφοί, μωροὶ τῷ ὄντι γεγόνασιν, ὥσπερ ἐξεστηκότες καὶ ἔκφρονες τὰς ἑαυτῶν ἡμέρας οἱ δυστυχεῖς διερχόμενοι καὶ μηδὲν τῶν τοῦ Χριστοῦ μυστηρίων εἰδότες, ὡς δεῖ· ὧν τῆς οἰήσεως καὶ ὑπερηφανίας ῥύσαιτο ἡμᾶς ὁ Θεὸς Ἰσραὴλ καὶ μιμητὰς γενέσθαι τῆς αὐτοῦ ταπεινώσεως ἀξιώσοι.

Ταύτης οὖν τῆς ὁδοῦ, φημὶ δὴ τῆς μακαρίας ταπεινοφροσύνης, ὁ παρεκκλίνων καὶ ἔξω που, δεξιὰ τυχὸν ἢ ἀριστερά, βαδίζων καὶ πορευόμενος καὶ τοῖς ἴχνεσι τοῦ Ἰησοῦ καὶ Θεοῦ μὴ καταδεχόμενος ἕπεσθαι, πῶς εἰς τὸν νυμφῶνα αὐτοῦ σὺν αὐτῷ εἰσελεύσεται; Μὴ συνεισελθὼν δέ, πῶς τὴν αὐτοῦ δόξαν θεάσεται; Μὴ θεασάμενος δὲ ταύτην, πῶς τὰ κατ’ αὐτὴν ἢ τὰ περὶ αὐτὴν ἄλλοις ἐκδιηγήσεται;

Πῶς περὶ ὧν οὐκ οἶδε καὶ οὐκ ἐθεάσατο πώποτε εἰπεῖν καθόλου τολμήσειεν; Εἰ δ’ ἐπιχειρήσειε περὶ τοιούτων καὶ τηλικούτων διδάσκειν, ἆρα τοῦ τοιούτου ἀνθρώπου ἔστιν ἐπὶ τῆς γῆς ἀφρονέστερος; Ἆρα οὐχὶ καὶ αὐτῶν τῶν τετραπόδων κτηνῶν ἀλογώτερος ἔσται καὶ παντάπασι κτηνωδέστερος; Πάντα γάρ, ὡς ὁρᾶται, τὰ ἄλογα ζῷα τὴν ἑαυτῶν φυλάττει καὶ φύσιν καὶ τάξιν, καὶ τοὺς ἰδίους ὅρους ἕκαστον αὐτῶν οὐχ ὑπερβαίνει ποτέ.

Οὗτος δὲ ὁ χειρὶ Θεοῦ πλασθείς, ὁ λόγῳ καὶ αὐτεξουσιότητι παρ’ αὐτοῦ τιμηθείς, οὐκ εἰς δέον ἐχρήσατο τῇ ἀξίᾳ, οὐδὲ τὴν ἰδίαν ἐπέγνω ἀσθένειαν, οὐδὲ ἐνέμεινεν ἐν τοῖς ὑπὸ τοῦ Θεοῦ ἐντεθεῖσι τῇ φύσει αὐτοῦ ἀγαθοῖς, οὐδὲ ἐντὸς τῶν ἰδίων ὅρων ἔστη ἢ τὰ ἑαυτοῦ μέτρα συνῆκεν· ἀλλ’ ὡς ὁ Ἑωσφόρος ἢ καὶ ὁ Ἀδὰμ ὕστερον, ὁ μὲν ἄγγελος ὤν, ὁ δὲ ἄνθρωπος, κατεπαρθέντες τοῦ ποιητοῦ, θεοὶ γενέσθαι προεθυμήθησαν, οὕτως οἴμοι καὶ οὗτος, τοὺς ὅρους τῆς ἰδίας φύσεως ὑπερβὰς καὶ τῶν ὑπὲρ αὐτὸν ἐπιθυμήσας καὶ φαντασθείς, οὐ διὰ ταπεινώσεως καὶ χριστομιμήτου πολιτείας πρὸς ὕψος πνευματικῆς γνώσεως ἀνελθεῖν ἠβουλήθη, ἀλλὰ διὰ ὑπερηφανίας καὶ ἐπάρσεως· οἱονεὶ πλίνθους τῆς ψευδωνύμου γνώσεως ἄλλοθεν ἄλλους συλλέξας καὶ δι’ ἐπιμόνου μελέτης ἐξοπτήσας αὐτούς, διὰ φιλοδοξίας τε καὶ ἀνθρωπαρεσκίας μετὰ οἰήσεως οἰκοδομήσας αὐτούς, πύργον θεολογίας καὶ πνευματικῆς γνώσεως κτήσασθαι προσεδόκησε· πρὸς δέ, καὶ εἰς οὐρανοὺς ἢ καὶ ὑπὲρ τοὺς οὐρανοὺς εἶναι οἰόμενος καὶ ὑπεράνω αὐτῶν ἵστασθαι φανταζόμενος, περὶ τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς διαλέγεται. Τὸν τοιοῦτον οὖν τίς ἄρα καλέσειεν ἄνθρωπον, ἢ τῶν κτηνῶν αὐτῶν ἴσον ἢ ὅλως αἴσθησιν ἔχοντα;

Εἰ γὰρ ὁ κατ’ εἰκόνα Θεοῦ πλασθεὶς ἄνθρωπος καὶ καταξιωθεὶς ἰσαγγέλου καὶ ἀθανάτου ζωῆς, διὰ μιᾶς ἐντολῆς Θεοῦ παράβασιν οὐ μόνον τῆς ἀγγελικῆς ἐκείνης διαγωγῆς, ἀλλὰ καὶ τῆς αἰωνίου ζωῆς, δικαίως ἀπεστερήθη, θανάτῳ καὶ φθορᾷ καὶ κατάρᾳ καταδικασθείς, τί πείσονται ἄρα οἱ ἐξ αὐτοῦ γεννώμενοι ἅπαντες καὶ ἔτι τοῦ χοϊκοῦ τὴν εἰκόνα φοροῦντες καὶ θεολογεῖν ἀνάγνως ἐπιχειροῦντες;

Ἀλλὰ γὰρ εἰπέ μοι, πᾶς τις ὁ περὶ Θεοῦ καὶ τῶν θείων μὴ διδάσκεσθαι, ἀλλὰ διδάσκειν ἐπιχειρῶν, εἰ ἐκ τοῦ ᾅδου πρῶτον ἀνῆλθες καὶ πρὸς τῇ γῇ γέγονας, καὶ πῶς τοῦτό σοι παθεῖν ἐξεγένετο, καὶ διὰ ποίων τῶν ἐπιστηριγμάτων καὶ ἐπιβάσεων, διὰ τίνων δὲ καὶ ὁποίων τῶν συνεργησάντων καὶ βοηθησάντων πρὸς τὴν ἀνάβασιν. Ἀνελθὼν δὲ ὀδωδὼς καὶ βρύων φθοράν, μᾶλλον δὲ ὑπὸ τοῦ θανάτου κρατούμενος καὶ νεκρὸς ὢν ἔτι, πῶς ἔζησας καὶ ἰσχυρότερος γέγονας τοῦ θανάτου καὶ τὰς ἐκείνου χεῖρας διαδρᾶναι ἐξίσχυσας;

Φράσον οὖν ἡμῖν καὶ εἶθ’ οὕτως ἐρεῖς πάντως καὶ πῶς μετὰ τὸ ἀνελθεῖν ἐκ τοῦ ᾅδου καὶ ἐπιβῆναι τῇ γῇ τῆς τε φθορᾶς ἀπηλλάγης καὶ τῆς κατάρας ἠλευθερώθης. Εἶτα διδάξεις ἡμᾶς πῶς πάλιν ἀνήχθης ἀπὸ τῆς γῆς, ποίαις χρησάμενος βαθμίσι, ποίοις πτεροῖς πετασθεὶς ὑψώθης πρὸς οὐρανούς, ποίου ἅρματος ἐπιβάς, ἐν σώματι ὢν χωρὶς σώματος, ὑπερέβης αὐτούς, ποία σε νεφέλη ὑπέλαβε. Δεῖξον ἡμῖν ταῦτα καὶ δίδαξον ὑπὲρ τῶν τοιούτων ἡμᾶς καὶ τότε δεξόμεθά σε περὶ Θεοῦ μετρίως πως καὶ μετὰ φόβου καὶ τρόμου λέγοντα. Εἰ δὲ χωρὶς τῶν εἰρημένων τούτων, τῶν ἀεὶ μυστικῶς γινομένων ἐν τοῖς εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος ἀναδεδραμηκόσι Χριστοῦ, καὶ πρὸ τῆς πράξεως τῶν ἐντεταλμένων ὑπὸ Θεοῦ φθέγξασθαι τολμηρῶς ἐπιχειρήσεις, ὡς μαινόμενον καὶ ἔκφρονα καὶ δαιμονῶντά σε ἀποστραφησόμεθα, ἐπειδὴ οὔτε Ἠλίας ἄνευ τοῦ φλογεροῦ ἅρματος ἐκείνου σωματικῶς πρὸς οὐρανὸν ἤρθη, οὔτε ὁ δεσπότης ἡμῶν καὶ Θεὸς ἄνευ τῆς ὑπολαβούσης αὐτὸν νεφέλης τοῦ Πνεύματος.

Καίτοι καὶ τὸν Ἠλίαν αὐτὸν δίχα τοῦ ὀφθέντος ἅρματος, ὥσπερ τὸν Ἐνώχ, μεταθεῖναι ἀπὸ τῆς γῆς εἰς οὐρανὸν ἴσχυε καὶ αὐτὸς πάλιν ὁ Δεσπότης ἄνευ νεφέλης καὶ τῶν συνεπομένων ἀγγέλων εἰς οὐρανοὺς ἀνελθεῖν ἠδύνατο, ἀλλὰ τοῦτο οὐ ποιεῖ. Τί τοῦτο; Ἵνα διδάξῃ ἡμᾶς ὅτι καὶ ὁ νοῦς ἡμῶν δέεταί τινος πάντως τοῦ ἀναφέροντος αὐτὸν εἰς τὸν οὐρανὸν καὶ τὰ ἐκεῖσε θεάματα ὑποδεικνύοντος αὐτῷ καὶ τὰ μυστήρια τοῦ Θεοῦ ἐκκαλύπτοντος· ὡς γὰρ οὐκ ἐνδέχεται ἄνευ πτερύγων εἰς ὕψος πετασθῆναι πτηνόν, οὕτως οὐδὲ νοῦν ἀνθρώπου ἀναβῆναι πρὸς τὰ ἐξ ὧν ἐξέπεσεν, εἰ μὴ τὸν προάγοντα καὶ ἀναφέροντα αὐτὸν σχῇ.

Ἄλλως δὲ καὶ ἵνα δι’ αὐτῶν τῶν ἔργων πιστώσηται τὴν τοῦ δούλου καὶ τὴν ἰδίαν ὁ Δεσπότης ἀνάληψιν καὶ εἰς οὐρανοὺς ἄνοδον καὶ διδάξῃ ἡμᾶς μὴ λόγοις μόνοις ἐξαπατᾶσθαι καὶ πάντα ἄνθρωπον πιστεύειν πνευματικὸν ἑαυτὸν εἶναι λέγοντα, ἀλλὰ ἀπὸ τοῦ βίου καὶ τῶν πράξεων αὐτοῦ πρότερον βεβαιουμένους, καὶ μάλιστα ἐὰν ταῖς τοῦ Κυρίου καὶ τῶν ἀποστόλων καὶ τῶν ἁγίων πατέρων διδασκαλίαις συνᾴδωσιν οἱ λόγοι αὐτοῦ καὶ αἱ πράξεις, καὶ τηνικαῦτα προσδέχεσθαι καὶ ἀκούειν τοὺς λόγους αὐτοῦ ὡς λόγους Χριστοῦ· εἰ δ’ οὖν, ἀλλ’ εἰ καὶ νεκροὺς ἀνιστᾷ, κἂν μυρία ἄλλα θαύματα ἐπιδείκνυται, ὡς δαίμονα αὐτὸν ἀποστρέφεσθαι καὶ μισεῖν, καὶ μάλιστα ὅταν νουθετούμενον μὴ καταδεχόμενον ὁρῶμεν μεταθεῖναι τὸ ἴδιον φρόνημα, ἀλλ’ ἔτι ἐμμένοντα τῇ πεπλανημένῃ γνώσει αὐτοῦ καὶ εἰς οὐρανοὺς οἰόμενον τὸ πολίτευμα καὶ τὴν διαγωγὴν ἔχειν.

Οὕτω γὰρ ἄνωθεν ὑπὸ τῶν ἀποστόλων Χριστοῦ καὶ τῶν θεσπεσίων πατέρων ἡμῶν τῆς θεοπνεύστου μυσταγωγηθέντες διδασκαλίας, ἀποτρεπόμεθα τὰς διακένους τῶν εἰς μηδὲν ἕτερον εὐκαιρούντων, ἢ εἰς τὸ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τὰ καὶ ἀγγέλοις ἀνέφικτα, κενοφωνίας· κρατοῦμεν δὲ τὴν ὁμολογίαν ἡμῶν τῆς πίστεως ἀσινῆ καὶ ἀκράδαντον, ἣν ἄνωθεν παρ’ αὐτῶν παρελάβομεν, τὴν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τῆς μιᾶς θεότητος καὶ ἀσυγχύτου καὶ ἀδιαιρέτου Τριάδος, ἐν ᾗ βεβαπτίσμεθα, δι’ ἧς καὶ ζῶμεν καὶ γινώσκομεν καὶ νοοῦμεν, ὑφ’ ἣν καὶ ἔσμεν καὶ εἰς αἰῶνας αἰώνων ἐσόμεθα, ὡς ἐξ αὐτῆς ἐσχηκότες τὸ εἶναι καὶ τὸ εὖ εἶναι τῆς τὸ πᾶν ἐξ οὐκ ὄντων παραγαγούσης σοφίᾳ, μεθ’ ἧς καὶ μετασταίημεν τῶν ἐνταῦθα εἰς γαληνοὺς λιμένας ζωῆς ἀκηράτου, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία καὶ ὁ χῶρος τῶν ἑορταζόντων ἐν Πνεύματι, ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.