Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Θεολογικοί λόγοι

Συμεὼν ὁ Νέος Θεολόγος

Δεύτερος Θεολογικός Λόγος: Η τριαδική αναλογία στον άνθρωπο

Έλεγχος της θεολογίας χωρίς την έλλαμψη του Πνεύματος και ανάπτυξη της ορθόδοξης τριαδολογίας μέσα από την αναλογία του ανθρώπινου νου, του λόγου και της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 5 από 8

ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ Καὶ κατὰ τῶν ἐπιχειρούντων θεολογεῖν ἄνευ Πνεύματος. Ὁ ἄνωθεν εἰληφὼς τὴν τοῦ Θεοῦ αἴνεσιν ἐν τῷ στόματι διὰ παντὸς περιφέρειν, ὁ ἀνοίγων τὸ στόμα αὐτοῦ καὶ ἑλκύων πνεῦμα ζωῆς, εὐρυχωρότερον σπουδάζει τοῦτο καθ’ ὥραν ποιεῖν εἰς ἀφθονωτέραν ὑποδοχὴν τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, περὶ οὗ εἴρηται· «Πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό». Τοίνυν καὶ ὁ γενέσθαι τοιοῦτος ἀξιωθεὶς ἀπὸ τοῦ Θεοῦ δύναται ἐντετυπωμένην ἅπαξ καὶ οἱονεὶ ἐσφραγισμένην τῷ ἡγεμονικῷ τῆς ψυχῆς τὴν περὶ Θεοῦ ἔννοιαν ἔχειν διὰ παντὸς ἐνυπάρχουσαν τῇ ψυχῇ, δύναται δὲ καὶ κατὰ τὴν ἀποστολικὴν ὑποθήκην πάντοτε χαίρειν, ἀδιαλείπτως προσεύχεσθαι, ἐν παντὶ εὐχαριστεῖν, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, κἂν εἴτε ἐσθίῃ, κἂν εἴτε πίνῃ, ὑπὸ τοῦ ἄρτου δηλαδὴ τῆς ζωῆς διηνεκῶς τρεφόμενός τε καὶ δυναμούμενος. Τοῦ τοιούτου καθεύδοντος ἡ καρδία ἐγρήγορε καὶ ἐγρηγορότος οὐδέποτε τοῦ Θεοῦ καθ’ οἱονδήποτε τρόπον χωρίζεται· καὶ τοῦτο δηλῶν ὁ Ἀπόστολος λέγει· «Ὁ κολλώμενος τῇ γυναικὶ ἓν σῶμά ἐστι καὶ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι». «Πνεῦμα γὰρ ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.»

Τοιγαροῦν καὶ ὁ οὕτω συναφθεὶς πνευματικῶς τῷ Θεῷ, ὥστε ἓν πνεῦμα γενέσθαι μετ’ αὐτοῦ, ἁμαρτάνειν οὐ δύναται· φησὶ γὰρ ἡ θεολόγος φωνή· «Εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι· πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει, πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.» Καὶ πάλιν· «Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν ὅτι ἐκ Θεοῦ γεγέννηται.» Εἰ οὖν πᾶς ὁ ἁμαρτάνων τὸν Θεὸν οὐχ ἑώρακεν οὐδὲ ἔγνωκεν αὐτόν, ὁ δὲ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, τέκνον χρηματίζων αὐτοῦ, θαυμάζειν μοι ἔπεισιν ἐπὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων οἵ, πρὸ τοῦ γεννηθῆναι ἐκ τοῦ Θεοῦ καὶ τέκνα χρηματίσαι αὐτοῦ, θεολογεῖν καὶ περὶ Θεοῦ λέγειν οὐ φρίττουσι.

Διὰ δὴ τοῦτο καὶ ὅταν περὶ θείων καὶ ἀνεφίκτων πραγμάτων ἀκούω τούτων τινὰς φιλοσοφοῦντας καὶ ἀνάγνως θεολογοῦντας καὶ τὰ περὶ Θεοῦ καὶ τὰ κατ’ αὐτὸν ἐξηγουμένους ἄνευ τοῦ συνετίζοντος Πνεύματος, φρίττει μου τὸ πνεῦμα καὶ οἱονεὶ ἔξω ἐμαυτοῦ γίνομαι, ἀναλογιζόμενος καὶ σκοπῶν τὸ πᾶσιν ἀκατάληπτον τῆς θεότητος καὶ ὅπως, τὰ ἐν ποσὶν ἀγνοοῦντες καὶ αὐτοὺς ἡμᾶς, περὶ τῶν ἀνεφίκτων ἡμῖν ἀφοβίᾳ Θεοῦ καὶ τόλμῃ φιλοσοφεῖν προθυμούμεθα, καὶ ταῦτα κενοὶ Πνεύματος ὄντες τοῦ ταῦτα φωτίζοντος ἢ καὶ ἀναπτύσσοντος καὶ αὐτὸ τοῦτο τὸ περὶ Θεοῦ λέγειν τι ἁμαρτάνοντες. Εἰ γὰρ τὸ γνῶναι μόνον ἕκαστον ἑαυτὸν χαλεπὸν καὶ κομιδῇ ὀλίγοις φιλοσοφούμενον, μικροῦ δὲ οὐδ’ ὀλίγοις ἐν τῷ καιρῷ τούτῳ καὶ τῇ γενεᾷ ταύτῃ, ἡνίκα καὶ ὁ τῆς φιλοσοφίας ἔρως ἐσβέσθη τῇ βιαίᾳ φορᾷ καὶ ἀντιπνεύσει τῆς κατασχούσης ἡμᾶς ἀμελείας καὶ τῶν πραγμάτων τοῦ βίου, ἀνταλλαττομένοις τῶν αἰωνίων τὰ μηδενὸς ἄξια καὶ μηκέτ’ ὄντα ἢ οὐδαμῶς ὄντα, ἄλλοτε ἄλλως μετατυπούμενα καὶ ὅρον μὴ ἔχοντα στάσεως, πολλῷ μᾶλλον τὸ γνῶναι Θεὸν χαλεπώτερον καὶ προσέτι πάντῃ ἄλογον καὶ ἀσύνετον καὶ φύσιν Θεοῦ καὶ οὐσίαν ἐξερευνᾶν. Ἀλλὰ τί τὰ ἑαυτῶν ἀφέντες, ὦ οὗτοι, καλῶς διατίθεσθαι, τὰ περὶ Θεοῦ καὶ τῶν θείων ἐξερευνᾶτε;

Μεταβῆναι δεῖ πρῶτον ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, εἶθ’ οὕτω δέξασθαι σπέρμα ἐν ἑαυτοῖς ἄνωθεν τοῦ ζῶντος Θεοῦ καὶ γεννηθῆναι ὑπ’ αὐτοῦ, ὡς χρηματίσαι τέκνα αὐτοῦ, καὶ ἑλκύσαι Πνεῦμα ἐν τοῖς ἐγκάτοις καὶ οὕτως ἐλλαμπομένους τὰ περὶ Θεοῦ φθέγγεσθαι, καθόσον οἷόν τε καὶ ἀπὸ Θεοῦ ἐλλαμπόμεθα.

Τὸ δὲ νῦν ἔχον πίστευέ μοι εἰς ἕνα Θεόν, ὁ καὶ οὕτω θεολογεῖν ἐφιέμενος, τὸν μὴ παρ’ ἑτέρου γεγονότα τινός (οὐδὲ γὰρ ἦν πρὸ αὐτοῦ τι πρεσβύτερον οὔτε γέγονε), μήτε πεποιηκότα ἑαυτόν, ὥς τινες τῶν λίαν ἀνοήτων ὑπέλαβον (αὐτομάτως γὰρ τὸ μὴ ὂν γενέσθαι ἀδύνατον), τὸν ἀεὶ ὄντα καὶ προόντα καὶ ἀϊδίως ἐσόμενον ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν. Οὐδὲ γὰρ ἀνυπόστατον τὸν ἐνυπόστατον καὶ τρισυπόστατον φαίη τις ἄν, πρεσβεύων ὀρθῶς τὴν ἀλήθειαν, ἀλλ’ ἐκ τῶν κατ’ αὐτὸν τὰ ὑπὲρ αὐτὸν διδασκόμενος ἐν τρισὶν ὁμοουσίοις προσώποις προσκυνεῖ τὴν μίαν θεότητα.

Εἰ γὰρ τὸ κατ’ εἰκόνα τοῖς πάθεσι μὴ συνέχεέ τε καὶ συνεζόφωσε, πρῶτον μὲν ἐπιγνοὺς ἐπίσταται ἑαυτὸν ὅτι δὴ ψυχὴν ζῶσαν καὶ ἐνυπόστατον παρὰ τοῦ κτίσαντος εἴληφεν, αὕτη δὲ τριμερίς ἐστι, νοῦν καὶ λόγον τὰ συνεπόμενα ἔχουσα· καὶ οὕτως ἐκ τῶν κατ’ αὐτὸν τὰ περὶ Θεοῦ νῷ σοφωτάτῳ καὶ λαμπροτάτῳ νοεῖ. Κινεῖται γὰρ νοεῖν ἀπὸ τοῦ κινοῦντος ἄνωθεν Πνεύματος ὅτι δὴ ὁ Θεὸς καὶ Πατήρ, ὁ τὸ πᾶν ἐξ οὐκ ὄντων τῷ ἑαυτοῦ Λόγῳ ὑποστησάμενος καὶ δυνάμει τοῦ Πνεύματος αὐτοῦ συνέχων αὐτὸ καὶ διακρατῶν, γεννᾷ τὸν ὁμοούσιον ἀχρόνως καὶ ἀϊδίως Υἱὸν μηδαμῶς ἐξ αὐτοῦ χωριζόμενον, μεθ’ οὗ καὶ τὸ θεῖον Πνεῦμα συνεκπορεύεται, ὁμοούσιον ὂν τῷ Υἱῷ, ἐξ ὁμοουσίου Πατρός. Οὕτω δὲ καλῶς περὶ Θεοῦ νοῶν καὶ ἅμα ὁμολογῶν, κατ’ εἰκόνα τοῦ κτίσαντος ἑαυτὸν ἀποδείκνυσι ψυχὴν λογικήν τε καὶ νοερὰν καὶ ἀθάνατον περιφέροντα, νῷ καὶ λόγῳ τοῖς ὁμοουσίοις καὶ ἐνυποστάτοις δεδημιουργημένην· εἰ δ’ οὖν, ἀλλ’ ἄνουν πάντως καὶ ἄλογον κατηγορεῖ ἑαυτόν. Πόθεν γὰρ ἂν ἄλλοθεν καὶ ἐκ ποίων ἄρα τῶν χαρακτήρων κατ’ εἰκόνα τοῦ κτίσαντος ἔσται, τῶν θείων ἐκπίπτων ἰδιωμάτων; Εἰ δὲ ταῦτα μέν τις ἑαυτῷ προσμαρτυρεῖ καὶ ὀρθῶς ἐπιγράφεται, τὸν δὲ ποιητὴν ἑαυτοῦ καὶ Θεὸν ἀλόγως τῶν εἰρημένων ἀποστερεῖ τό γε ἐφ’ ἑαυτόν, οὐδέν μοι τῶν ἐθνικῶν διενήνοχεν ὁ τοιοῦτος· ὀκνῶ γὰρ εἰπεῖν κτηνῶν ἢ ἑρπετῶν καὶ θηρίων.

Ἔγωγε οὖν πιστεύω ὅτι, ὥσπερ οὐ προϋπέστη ἢ προϋφίσταται ἡ ψυχὴ τοῦ νοὸς ἢ ὁ νοῦς τοῦ ἐξ αὐτοῦ γεννωμένου λόγου, ἀλλ’ ἅμα μὲν ἔχουσι τὸ εἶναι ὑπὸ Θεοῦ, ὁ δὲ νοῦς τὸν λόγον ἀπογεννᾷ καὶ ἐξάγει δι’ αὐτοῦ τὴν βούλησιν τῆς ψυχῆς, οὕτως οὐδὲ ὁ Πατὴρ καὶ Θεός, ἢ τοῦ Υἱοῦ, ἢ τοῦ Πνεύματος προϋπέστη, ἀλλ’ ὡς ὁ νοῦς ὑπάρχει ἐν τῇ ψυχῇ τὸν δὲ λόγον ἔχει παρ’ ἑαυτῷ, τῷ ὁμοίῳ τρόπῳ ὁ Θεὸς καὶ Πατὴρ ἐν ὅλῳ ὑπάρχει τῷ Πνεύματι τῷ ἁγίῳ καὶ τὸν Θεὸν Λόγον γεγεννημένον ἔχει ὅλον ἐν ἑαυτῷ· καὶ καθάπερ ἀδύνατον δίχα ψυχῆς λόγον ἢ νοῦν εἶναι, οὕτως ἀμήχανον Υἱὸν σὺν Πατρὶ ἄνευ ἁγίου λέγεσθαι Πνεύματος. Πῶς γὰρ τὸν ζῶντα Θεὸν δίχα ζωῆς ὑπάρξαι ποτέ; ζωὴ γὰρ καὶ ζωοποιὸν τὸ Πνεῦμα τὸ ἅγιον.

Τοιγαροῦν ὁμολόγει μοι τὸν Πατέρα οὐ προόντα γεννῶντα, τὸν Υἱὸν οὐχ ὕστερον γεννηθέντα ἢ γεγονότα, τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν μέν, συναΐδιον δὲ καὶ ὁμοούσιον αὐτῷ σὺν Υἱῷ τῷ Πατρί· προσκύνει ὅλον τὸ ἅγιον Πνεῦμα ἐν ὅλῳ καὶ μόνῳ τῷ συνανάρχῳ Πατρί, καὶ ὅλον τὸν Πατέρα ἐν ὅλῳ καὶ μόνῳ τῷ συναϊδίῳ Υἱῷ καὶ ὅλον τὸν Υἱὸν ἐν ὅλῳ καὶ μόνῳ τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τὴν μίαν τρισυπόστατον καὶ συναΐδιον καὶ ὁμοούσιον, ἀδιαίρετόν τε καὶ ἀσύγχυτον οὐσίαν καὶ φύσιν, ὡς μίαν τῶν ὅλων ἀρχὴν καὶ ἕνα Θεὸν τὸν δημιουργὸν τοῦ παντός, ἐπειδὴ καὶ ἐν ὅλῳ τῷ ἐνυπάρχοντί σοι νῷ, ἵν’ ἐκ τῶν κατὰ σὲ τὰ ὑπὲρ σὲ μυσταγωγούμενος τῆς εἰκόνος μὴ ἐπιλάθῃ, ἧς πρὸς αὐτοῦ ἠξιώθης, ὅλος ὁ λόγος ἐστὶ καὶ τὸ πνεῦμα ἐν τοῖς δυσὶν ἡ ψυχὴ ἀδιαιρέτως, ἀσυγχύτως.

Τοῦτο γὰρ ἡ εἰκὼν καὶ τοῦτο πεπλουτήκαμεν ἄνωθεν τὸ ἀφομοιωθῆναι Θεῷ τῷ Πατρὶ καὶ τὴν εἰκόνα φέρειν τοῦ γεγεννηκότος καὶ κτίσαντος· ταύτῃ γὰρ καὶ ἄνθρωπον προσκυνοῦντες μίαν αὐτῷ προσάγομεν τὴν τιμήν, ὡς νοῦν ἔχοντι καὶ ἐμψύχῳ καὶ λογικῷ, οὐ διαιροῦντες ἢ προτιμῶντες τούτων ἓν τῶν τριῶν, ἀλλ’ ὡς ἀδιαίρετα ἔχοντι τὰ τρία ἐν ἑαυτῷ καὶ ἀσύγχυτα· καὶ οὐχ ὡς τρία ὄντα, ἀλλ’ ὡς ἄνθρωπον ἕνα, προσκυνοῦμεν καὶ τιμῶμεν αὐτὸν διὰ τὴν κοινὴν εἰκόνα τοῦ κτίσαντος.

Οὕτω μοι ἐκ τῶν θείων ἰδιωμάτων ὧν ἐπιφέρῃ νοῶν καὶ τὰ περὶ Θεοῦ τοῦ ταῦτά σοι δωρησαμένου, ὡς ἕνα Θεὸν εὐσεβῶς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ συνάναρχον προσκύνει Τριάδα καὶ ὅρα οἵοις σε τετίμηκεν ὁ Θεὸς ἀγαθοῖς, δημιουργήσας σε κατ’ εἰκόνα αὐτοῦ καὶ τοῖς αὐτοῦ συνδοξάσας σε ἰδιώμασιν. Ἰσότιμον ὁμολογοῦμεν καὶ ὁμοούσιον καὶ ὁμοδύναμον τὸν Πατέρα σὺν Υἱῷ καὶ τῷ Πνεύματι, τὴν ἁγίαν Τριάδα, ὡς μίαν ἀρχὴν καὶ ἐξουσίαν καὶ κυριότητα· ἰσότιμον ἴσθι καὶ ὁμότιμον καὶ ὁμοούσιον τὸν ἐν σοὶ νοῦν σὺν τῷ λόγῳ καὶ τῇ ψυχῇ, ὡς μιᾶς ὄντα οὐσίας καὶ φύσεως. Τοῦτο γὰρ ἡ τιμὴ καὶ τὸ εἶναι ἀπὸ Θεοῦ, ἵν’ ὡς πατέρα καὶ δημιουργὸν οἱ ἐξ αὐτοῦ γεννηθέντες καὶ γεγονότες γνωρίζωμεν καὶ σεβώμεθα τὸν Θεόν. Τοίνυν καὶ εἰ ἑνὸς λείπεται τούτων ὁ ἄνθρωπος τῶν τριῶν, ἄνθρωπος εἶναι οὐ δύναται· κἂν γὰρ τὸν νοῦν συστείλῃς, συνέστειλες αὐτῷ καὶ τὸν λόγον καὶ ἔσται ἄνους καὶ ἄλογος· κἂν τὴν ψυχήν, συνανεῖλες ταύτῃ τὸν νοῦν καὶ τὸν λόγον· κἂν μόνον τὸν ἐνδιάθετον λόγον, ἀνενέργητον τὸ ὅλον ζῷον πεποίηκας. Νοῦς γὰρ μὴ προϊέμενος λόγον οὐδὲ λόγον ἑτέρου εἰσδέξεται· πῶς γάρ, ὁ ἅπαξ κωφευθεὶς καὶ τῆς οἰκείας παρακινηθεὶς φύσεως;

Καθάπερ γὰρ τὸ ἀναπνεῖν ἡμεῖς φυσικῶς ἔχομεν καὶ τὸ πνεῦμα ἐν ἡμῖν αὐτοῖς, καὶ ἐὰν μή, ἀλλ’ ἐκλείπομεν ἅμα, οὕτω καὶ ὁ νοῦς τὸ λογιστικὸν φυσικῶς ἔχει ἐν ἑαυτῷ, οὐ μὴν ἀλλὰ γὰρ καὶ τὸ τὸν λόγον ἀπογεννᾶν· ἐὰν οὖν τοῦ φυσικῶς ἀπογεννᾶν στερηθῇ, οἱονεὶ τεμνόμενος καὶ διχοτομούμενος τοῦ συνόντος αὐτῷ λόγου, νεκροῦται καὶ εἰς οὐδέν ἐστι χρήσιμος. Καὶ ἵνα σαφέστερον, ὃ λέγω, ἐκ τῶν σωματικῶς ἐπισυμβαινόντων ποιήσωμαι, εἰκόνα τοῦ λόγου τὴν ὠδίνουσαν τεκεῖν λήψομαι.

Καθάπερ οὖν ἡ συλλαβοῦσα τὸ βρέφος γυνή, ἐὰν μὴ εἰς τὸν ἐπιτήδειον φυσικῶς τέκῃ καιρόν, σὺν αὐτῷ τὸ ἐμβρύῳ ἀπόλλυται, οὕτω δὴ καὶ ὁ ἡμέτερος νοῦς τὸ γεννᾶν ἀεὶ τὸν λόγον φυσικῶς λαβὼν ἐκ Θεοῦ, ὃν ἀδιαίρετον ἔχει καὶ συνουσιωμένον ἐν ἑαυτῷ, ἐὰν τοῦτον ἀνέλῃς, συνανεῖλες καὶ τὸν τούτου γεννήτορα.

Μετάβηθι τοιγαροῦν, εἰ δοκεῖ, τῇ διανοίᾳ πρὸς τὰ πρωτότυπα καὶ μάθε ἀκριβῶς ὅτι ὁ τὸν Υἱὸν τοῦ Θεοῦ ἀπαρνούμενος καὶ αὐτὸν ἀπαρνεῖται τὸν τούτου γεννήτορα. Ὁ δὲ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀπαρνούμενος, πῶς οὐχὶ καὶ τοῦ ἁγίου Πνεύματος ἀρνητὴν ἑαυτὸν καὶ μὴ βουλόμενος ἀποδείκνυσιν; Ὁ τοίνυν ἢ μείζονα ἢ ἐλάττονα ἕνα τούτων τῶν ἄλλων προσώπων ἀποκαλῶν, οὔπω τοῦ βυθοῦ τῶν παθῶν τὴν κεφαλὴν τοῦ νοὸς ἀνενήξατο, ἵνα καὶ δυνηθῇ βλέψαι τοῖς νοεροῖς ὀφθαλμοῖς καὶ ἐπιγνῶναι καλῶς ἑαυτὸν κἀκεῖθεν μαθεῖν ὅτι, ὡς οὐκ ἔστι μείζων ὁ νοῦς τῆς ψυχῆς, οὐδὲ ἡ ψυχὴ τοῦ νοός, οὐδὲ ὁ λόγος τῶν ἀμφοτέρων μείζων ἢ ἐλάττων, οὕτως οὐδὲ ὁ Πατὴρ τοῦ Υἱοῦ, ἢ ὁ Υἱὸς τοῦ Πατρός, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τούτων δὴ τῶν συνανάρχων καὶ ὁμοτίμων μεῖζον ἢ ἔλαττόν ἐστιν· ὅλως γὰρ ταῦτα ἐν τῇ ἁγίᾳ καὶ ὁμοτίμῳ Τριάδι οὐ χρὴ ἐννοεῖν.

Ἐννόει μοι, ἄνθρωπε, τὰ ὑπὲρ σὲ ἐκ τῶν κατὰ σὲ καὶ ἀφ’ ὧν εἰκὼν ἐδείχθης Θεοῦ· τῶν ἄλλων ἁπάντων κτισμάτων ὑπερτιμηθεὶς τῇ τοῦ λόγου ἀξίᾳ, δι’ οὗ καὶ ἄρχεις καὶ βασιλεύεις αὐτῶν, ἴσθι ὅτι, ὥσπερ ὁ νοῦς ὁ ἀνθρώπινος διὰ τοῦ λόγου— καλὸν γὰρ ἀεὶ καὶ διὰ παντὸς τοῦ λόγου ἐν τοῖς αὐτοῖς διατρίβειν, ὡς ἂν δυνηθῇς τρανωθῆναι τὰ αἰσθητήρια καὶ γνῶναι καλῶς τὰ ἐν σοὶ κεκρυμμένα τῆς βασιλείας μυστήρια —καὶ ἡ ψυχὴ διὰ τῶν δύο τούτων γνωρίζεται, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ διὰ τοῦ μονογενοῦς Υἱοῦ καὶ Λόγου αὐτοῦ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν συναϊδίων Πατρὸς καὶ Υἱοῦ ἐγνωρίσθη ἡμῖν τοῖς πιστοῖς καὶ γνωρίζεται.

Καὶ καθάπερ τοῦ νοῦ τὸν λόγον γεννῶντος, τὸ τῆς ψυχῆς θέλημα, ὡς κοινὸν ἀμφοτέρων, τοῖς ἀκούουσι γνώριμον γίνεται ἢ διὰ ζώσης φωνῆς ἢ διὰ γραμμάτων, μὴ συγχεομένων αὐτῶν δηλαδὴ ἢ διαιρουμένων εἰς τρία, ἀλλ’ ἐν ἑνὶ ἑκάστῳ ἅμα τῶν τριῶν νοουμένων ἢ ὁρωμένων ἐν μιᾷ τῇ οὐσίᾳ καὶ ἐν ἑνὶ τῷ θελήματι, οὕτω μοι νόει καὶ εὐσεβῶς ὁμολόγει καὶ ἐπὶ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ἀδιαιρέτου Τριάδος τὸν μὲν Πατέρα γεννᾶν ἀφράστως τὸν Θεὸν Λόγον, ὃν ἐν ἀρχῇ ἔσχεν ἐν ἑαυτῷ καὶ ἔχει γεγεννημένον ἀχωρίστως καὶ ὑπὲρ λόγον, τὸν δὲ Υἱὸν γεννᾶσθαι τὸν ἀεὶ ἀδιαιρέτως πρὸς τὸν γεννῶντα Πατέρα ὄντα συναϊδίως καὶ μηδαμῶς ἐξ αὐτοῦ χωριζόμενον, τὸ δὲ ἅγιον Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι συμφυὲς ὂν καὶ συνηνωμένον τοῖς ὁμοουσίοις Πατρί τε καὶ Υἱῷ, ὡς συμπροσκυνούμενον καὶ συνδοξαζόμενον αὐτοῖς παρὰ πάσης πνοῆς. Τούτων ἓν καὶ τὸ αὐτὸ θέλημα γνώριζε, ἐπειδὴ οὕτω πᾶσι τοῖς ἐλλαμπομένοις ἄνωθεν καὶ ἡμῖν τοῖς ταπεινοῖς γνωριζόμενόν τε καὶ ἀποκαλυπτόμενόν ἐστιν ἐν ἁγίῳ Πνεύματι εὐδοκίᾳ τοῦ Πατρὸς δι’ Υἱοῦ.

Τούτων τὴν ὑπερούσιον οὐσίαν τῆς μιᾶς θεότητός τε καὶ βασιλείας—ἵνα πάλιν ἐπὶ τοῖς αὐτοῖς γένωμαι, τῇ μνήμῃ καὶ τῷ λόγῳ ἁγιαζόμενος—τρισυπόστατον πίστευε καὶ πιστεύων συνομολόγει μοι τρανῶς καὶ ἀνυποστόλως, ὡς μήτε εἰς ἓν συγχεομένων τῶν τριῶν ὑποστάσεων, μήτε διαιρουμένων εἰς τρία τῶν φυσικῶς ἡνωμένων· ἐν γὰρ ἑνὶ τούτων ἑκάστῳ τὰ συναμφότερα νοούμενα καθορῶνται, ἐν μιᾷ τῇ οὐσίᾳ καὶ φύσει καὶ δόξῃ καὶ ἑνὶ τῷ θελήματι. Ταῦτα ἕνα Θεὸν πίστευε, πάντων ποιητὴν καὶ δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων.