Ὁ γὰρ πιστεύων ὅτι ὁ Θεὸς πάντων ἐστὶ ποιητὴς καὶ ὅτι τὰ πάντα ἐξ οὐκ ὄντων παρήγαγε, τά τε ἐν οὐρανῷ, τά τε ἐπὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς καταχθονίοις, ὑπὸ Θεοῦ κτισθείς, μένει τῶν ἰδίων ὅρων ἐντός, τὸν πεποιηκότα γινώσκων· καὶ πρὸς αὐτὸν τὸν γενεσιουργὸν ἀπὸ τῆς καλλονῆς ἀναγόμενος τῶν κτισμάτων, ἀνυμνεῖ καὶ δοξάζει αὐτὸν ὡς δημιουργὸν τῶν ἁπάντων καὶ οὐδαμῶς τὴν ἀκατάληπτον αὐτοῦ φύσιν περιεργάζεται. Οἶδε γὰρ κτίσμα ἑαυτὸν ἐκείνου καὶ τἄλλα πάντα, ὡς εἴρηται, αὐτὸν δὲ τὸν τοῦ παντὸς ποιητήν, ἄκτιστον, ἄναρχον, ἀκατάληπτον, ἀνερμήνευτον, ἀνεξιχνίαστον, ἀεὶ ὄντα καὶ προόντα. Οὐ γὰρ ἦν χρόνος ποτέ, ὅτε οὐκ ἦν ὁ Θεός, —τοὺς γὰρ αἰῶνας αὐτὸς ἐποίησε καὶ πρὸ πάσης ἀρχῆς αὐτὸς ἦν, ὡς μήτε ἀρχὴν περὶ αὐτὸν ἐννοεῖσθαι μήτε τέλος εὑρίσκεσθαι—ἀλλ’ ἦν μὲν ἄναρχος, ἔστι δὲ τῶν ὅλων ἀρχὴ καὶ ἔσται ἀϊδίως εἰς ἀπείρους καὶ ἀτελευτήτους αἰῶνας ὁ ἀπρόσιτος, ὁ ἀόρατος, ὁ ἀνεκδιήγητος, ὁ ἄφραστος, ὁ πᾶσιν ἀκατανόητος τοῖς ὑπ’ αὐτοῦ γενομένοις, ὃς καὶ ἠγνοήθη ἡμῖν περὶ πολλοὺς πρότερον θεοὺς πλανωμένοις καὶ λατρεύουσι τῇ κτίσει καὶ προσκυνοῦσιν εἰδώλοις, γηΐνοις οὖσιν ἔτι καὶ ταπεινοῖς, ὃς καὶ κατελεήσας ἡμῶν τὴν ἄγνοιαν, τοσοῦτον συγκατέβη τῇ ἀσθενείᾳ ἡμῶν, ὅσον ἵνα γνῶμεν ὅτι ἐστὶ Θεὸς τελεία Τριάς, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι εὐσεβῶς ὀφείλουσα προσκυνεῖσθαι.