Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Θεολογικοί λόγοι

Συμεὼν ὁ Νέος Θεολόγος

Τρίτος Θεολογικός Λόγος: Η ασύγχυτη ένωση και αδιαίρετη διάκριση

Προσευχητική επίκληση της Αγίας Τριάδος και ανάπτυξη της διδασκαλίας για την ταυτόχρονη ενότητα και διάκριση των υποστάσεων της πνευματικής θείας φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 7 από 8

ΘΕΟΛΟΓΙΚΟΣ ΤΡΙΤΟΣ Καὶ ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καὶ ὁ Υἱός, καὶ εἴ τι ὁ Υἱός, τοῦτο καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὅτι ἓν ταῦτα πνεῦμα ὁμότιμον, ὁμοούσιον καὶ ὁμόθρονον. Ἀεὶ μὲν ὁ Θεὸς ὑμνούμενός τε καὶ παρ’ ἡμῶν δοξαζόμενος ὁ ἄναρχος Πατήρ, ὁ συνάναρχος Υἱὸς τοῦ Πατρός, τὸ συναΐδιον καὶ ὁμοούσιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πανάγιον Πνεῦμα, ἡ μία ταῦτα φύσις καὶ δόξα καὶ συμφυΐα, ἡ ὁμοούσιος τριάς, ἡ μία θεότης, ἡ ὁμότιμος οὐσία καὶ τρισυπόστατος, ἡ τῶν ὅλων ἀρχὴ καὶ ὑποστατικὴ καὶ δημιουργὸς δύναμις, ἡ ὁμόθρονος, ἡ ὁμόδοξος, ἡ μία ἐξουσία καὶ παντοκρατορικὴ κυριότης καὶ βασιλεία, εἷς Θεὸς καὶ ἔστι καὶ λέγεται, ὃς ποτὲ μὲν μονὰς θεωρούμενός τε καὶ πιστευόμενος μοναδικῶς παρ’ ἡμῶν καὶ λατρεύεται, ποτὲ δὲ τριὰς ὁμολογούμενος τριαδικῶς ἀνυμνεῖται ἐν διῃρημέναις ταῖς ὑποστάσεσιν, ὡς παρ’ αὐτοῦ τοῦ ἑνὸς τῆς τρισυποστάτου θεότητος κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεμυσταγωγήμεθα, βαπτίζειν προτρεπομένου εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος καὶ πάλιν οὕτω λέγοντος· «Ὁ Πατήρ μου μείζων μού ἐστιν» ἕτερον ἑαυτὸν παρὰ τὸν Πατέρα δεικνύντος, καὶ «Ἐγὼ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν» καὶ πάλιν· «Ἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται», ἄλλον πάλιν παράκλητον ὀνομάζων τὸ Πνεῦμα.

Ἐντεῦθεν οὖν ἡμῖν ἡ χάρις ἐννοεῖν δίδωσι τὸ ἓν κατὰ πάντα τῆς τρισυποστάτου καὶ ὁμοουσίου θεότητός τε καὶ βασιλείας καὶ τὸ ταὐτὸν καὶ ὡσαύτως ὂν τῶν αὐτῆς ὑποστάσεων τῆς ἀϊδίου δόξης καὶ ἀχωρίστου ἑνότητος, ὡς εἰδέναι ὅλον ἐκεῖσε εἶναι τὸν Πατέρα μετὰ τοῦ Πνεύματος, ἔνθα ὅλος ὁ Υἱὸς καὶ Θεὸς ὀνομάζεται, καὶ ὅλον ἐκεῖσε εἶναι τὸν Υἱὸν διὰ τοῦ Πνεύματος ἐν οἷς ὅλος ὁ Θεὸς καὶ Πατὴρ ἀνυμνεῖται, καὶ ὅλον ἐκεῖσε εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, ἔνθα ὅλος ὁ Πατὴρ τῷ Υἱῷ συνομολογεῖται καὶ συνδοξάζεται.

Οὕτω δὲ μυσταγωγηθέντες παρὰ τοῦ Πνεύματος ταῦτα οὕτως ἔχειν ὁμοουσίως καὶ ὁμοτίμως τὰ πρόσωπα, εἴτ’ οὖν ἀσυγχύτους εἶναι τὰς ὑποστάσεις αὐτῶν καὶ ἀδιαιρέτους ἅμα ἐν τῇ μιᾷ τούτων καὶ θείᾳ τῶν ὅλων ὑποστατικῇ φύσει τε καὶ αἰτίᾳ, ὁπόταν πρὸς τὸν Πατέρα καὶ Θεὸν ἀναγώμεθα τῷ συναναφέροντι Πνεύματι διὰ τοῦ Λόγου καὶ τὰς χεῖρας ἐκτείνωμεν πρὸς αὐτὸν καὶ τὰ ὄμματα, «Πάτερ ἡμῶν» λέγομεν «ὁ ἐν τοῖς οὐρανοῖς». Ὁπηνίκα δὲ τῷ μονογενεῖ τοῦ Πατρὸς Υἱῷ ἐν τῷ συνετίζοντι Πνεύματι προσερχόμεθα τὰς εὐχὰς ἀποδοῦναι, «Ὁ μονογενὴς Υἱός», λέγομεν «ὁ συναΐδιος Λόγος τοῦ Θεοῦ καὶ Πατρός, ὁ μόνος ἐκ μόνου, ὁ ἐκ Θεοῦ Θεός, ὁ ἄναρχος ἐξ ἀνάρχου, ὁ ἐξ ἀϊδίου ἀΐδιος, ὁ ἐξ αἰωνίου αἰώνιος, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ ἐκ τῆς ζωῆς ζωή, ὁ ἐκ τοῦ ἀπροσίτου ἀπρόσιτος, ὁ ἀκατάληπτος ἐξ ἀκαταλήπτου, ὁ ἄφραστος ἐξ ἀφράστου, ὁ ἀναλλοίωτος ἐξ ἀναλλοιώτου, ὁ ἀκατανόητος ἐξ ἀκατανοήτου, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν».

Οὕτω δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπικαλούμενοι λέγομεν· «Τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς ἀφράστως ἐκπορευόμενον καὶ δι’ Υἱοῦ ἡμῖν ἐπιφοιτῶν τοῖς πιστοῖς, Πνεῦμα ζωῆς καὶ συνέσεως, Πνεῦμα ἁγιωσύνης καὶ τελειότητος, Πνεῦμα τὸ ἀγαθόν, τὸ σοφόν, τὸ φιλάνθρωπον, τὸ ἡδύ, τὸ ἔνδοξον, τὸ τρέφον ὁμοῦ καὶ ποτίζον, τὸ ἐλεοῦν, τὸ φωτίζον, τὸ δυναμοῦν, Πνεῦμα θεῖον ὑπομονῆς, Πνεῦμα χαρᾶς μεταδοτικόν, εὐφροσύνης, σωφροσύνης, σοφίας, γνώσεως, πραότητος, ἀμνησικακίας, ἀμεριμνίας τῶν κάτω, θεωρίας τῶν ἄνω, διωκτήριον ἀκηδίας, ἀμελείας ἀπελατήριον, περιεργίας καὶ πονηρίας φυγαδευτήριον, Πνεῦμα μυστηρίων δηλωτικόν, ἀρραβὼν οὐρανῶν βασιλείας, προφητείας πηγή, διδασκαλίας κρατήρ, ἁμαρτίας ἀναιρετικόν, μετανοίας θύρα, τὴν εἴσοδον τοῖς ἀγωνιζομένοις ὑποδεικνύον οἷα δὴ θυρωρός, Πνεῦμα ἀγάπης, εἰρήνης, πίστεως, ἐγκρατείας, Πνεῦμα πόθου καὶ πόθον ἐμποιοῦν, ἐλθὲ καὶ ἐνσκήνωσον καὶ μεῖνον ἐν ἡμῖν ἀχωρίστως, ἀδιαιρέτως, ἁγιάζον καὶ μεταποιοῦν καὶ φωτίζον ἡμῶν τὰς καρδίας, ὡς ὁμοούσιον καὶ ὁμότιμον τῷ Υἱῷ καὶ τῷ Πατρὶ καὶ ὡς θεοὺς τοὺς ὑποδεχομένους σε ἐργαζόμενον καὶ πᾶσαν μὲν ἁμαρτίαν ἐξαφανίζον, πᾶσαν δὲ ἀρετὴν συνεισφέρον τῇ εἰσόδῳ σου, οὐκ ἔξωθεν ταῦτα συνεπαγόμενον, ἀλλ’ αὐτὸ ἐκεῖνο ὑπάρχον πᾶν ὁτιοῦν καὶ ἔστιν ἀγαθόν· ἐν οἷς γὰρ ἐγκατοικήσεις, ἔχουσιν οὐσιωδῶς ἐν ἑαυτοῖς τὸ πᾶν ἀγαθόν.»

Τοιγαροῦν καὶ οὐχ ὡς διαιροῦντες τὸ ἄτμητον τῆς ὁλικῆς ἑνάδος, τρισὶ θεοῖς καὶ οὐχ ἑνὶ τὸν ὕμνον προσφέρομεν, ἀλλ’ ὡς ἐν τῷ Πατρὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐν δὲ τῷ Υἱῷ τὸ Πνεῦμα καὶ τὸν Πατέρα, ἐν δὲ τῷ Πνεύματι τὸν Πατέρα προσκυνοῦντες καὶ τὸν Υἱόν· ἃ καὶ μίαν φύσιν δοξάζομεν μιᾶς τρισυποστάτου θεότητος, ὁμοούσιον, ὁμοδύναμον, αὐτοδύναμον, παντοδύναμον, αὐτοθέλητον, συναΐδιον, συνάναρχον, ὑπερούσιον, ἀσύγχυτόν τε καὶ ἀδιαίρετον. Οὐ γὰρ ἄλλο καὶ ἄλλο καὶ ἄλλο ἑτέρας καὶ ἑτέρας καὶ ἑτέρας φύσεως, τὴν μὴ τεμνομένην ἑνάδα τε καὶ θεότητα διαιροῦντες, φρονοῦμεν, εἰς ἐκφύλους ἀλλοτριότητας ἀσυνέτως ἐκκλίνοντες, ἀλλ’ ἕνα ταῦτα Θεὸν ἀδιαιρέτως ταῖς ὑποστάσεσι διαιρούμενον καὶ ἀσυγχύτως τῇ ἑνότητι τῆς μιᾶς οὐσίας ἑνούμενον ἔγνωμεν, ὅλον ἐν ταῖς ὑποστάσεσι ἑνιζόμενον καὶ ὅλον ἐν τῇ ὑπερουσίῳ ἑνάδι τρισσούμενον· τὸν αὐτὸν τρία τοῖς προσώποις καὶ ἓν τῇ ἑνότητι τῆς οὐσίας εἴτε φύσεως χρὴ λέγειν.

Οὕτω γὰρ καὶ ὁ μονογενὴς αὐτὸς Υἱὸς τοῦ Πατρὸς τὸ κατὰ πάντα ὁμότιμον καὶ ὁμοούσιον καὶ ὁμόθρονον ἑαυτοῦ μεθ’ ἅμα τῶν ὁμοουσίων Πατρὸς καὶ Πνεύματος πᾶσιν ἡμῖν διετράνωσεν οὕτως εἰπών· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν». Καὶ πάλιν ἑτέρωθι περὶ τοῦ Πνεύματος, τὸ ἐκ τῆς οὐσίας ἐκείνης ἀπαραλλάκτως εἶναι δηλῶν, οὕτω φησί· «Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται».

Ὡς γὰρ ἐξ ὀφθαλμοῦ, ἤτοι πηγῆς ὕδατος, ὕδωρ ὁ ποταμὸς ἐκπορεύεται, οὕτως ἐκ Θεοῦ τοῦ Πατρὸς Θεὸς ἐκπορεύεται τὸ Πνεῦμα, διὸ καί φησι· «Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». Εἰ οὖν ὁ Πατὴρ πνεῦμά ἐστι, καὶ ὁ ἐξ αὐτοῦ γεννηθεὶς Υἱὸς πνεῦμα δηλονότι ἐστί· καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· «Τὸ δὲ πνεῦμα ὁ Κύριός ἐστιν.» Εἰ γὰρ καὶ σάρκα ἀνέλαβεν, ἀλλὰ καὶ ταύτην θεώσας πνευματικὴν ἀπειργάσατο. Πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι ἐκ τοῦ Πατρὸς ἐκπορεύεται καὶ διὰ τοῦ Υἱοῦ δίδοται τοῖς ἀναξίοις ἡμῖν, οὐχ ὡς μὴ θέλον πεμπόμενον ἢ διανεμόμενον, ἀλλ’ ὡς δι’ ἑνὸς τῆς Τριάδος, αὐτοῦ τοῦ Υἱοῦ, τὰ τῷ Πατρὶ δοκοῦντα ὡς οἰκεῖα θελήματα ἐκπληροῦν. Τῇ γὰρ φύσει καὶ τῇ οὐσίᾳ καὶ τῇ θελήσει ἀμέριστος ἡ ἁγία Τριάς, ταῖς δὲ ὑποστάσεσι προσωπικῶς ὀνομάζεται Πατήρ, Υἱὸς καὶ ἅγιον Πνεῦμα, εἷς ὢν ταῦτα Θεός, ὄνομα δὲ αὐτοῦ Τριάς, ὅς, ὑπεράνω παντὸς ὀνόματος ὀνομαζομένου καὶ λόγου καὶ ῥήματος ὤν, ὑπέρκειται καὶ πάσης διανοίας κατάληψιν ὑπερεκπίπτει, μηδὲν ὤν.

Ἀλλὰ σύνες ἐντεῦθεν πῶς ἒν τὰ τρία ἡ ἁγία λέγει Γραφή. Καλὸν γὰρ πάλιν τὰ αὐτὰ ἐν τοῖς αὐτοῖς ἀναλαβεῖν καὶ εἰπεῖν, ἐπειδὴ καὶ τὸ ἐντρυφᾶν τοῖς τοιούτοις ἀεὶ ἡδονὴν ἐμποιεῖ τῷ τὰ τοιαῦτα θεοπρεπῶς εἰδότι τρυφᾶν καὶ τὰς ψυχικὰς αἰσθήσεις αὐτοῦ ὁ λόγος ὁ θεῖος καθαγιάζει. «Πνεῦμα» φησὶν «ὁ Θεός», τοῦτο δὲ καὶ ὁ Υἱός, ὥσπερ εἴρηται. Εἰ οὖν «ὁ Θεὸς πνεῦμά ἐστι» καὶ «τὸ πνεῦμα ὁ Κύριος» καὶ ὁ Κύριος πνεῦμα παρὰ τῆς θείας καλεῖται Γραφῆς, ἓν πνεῦμά ἐστιν ἐν τρισὶ προσώποις εἴτ’ οὖν ὑποστάσεσι γνωριζόμενον ὁ Θεός (καθὼς ἔφη τοῦτο παραδηλῶν ὁ Υἱὸς «ἕν»), ἰσοδύναμον, ὁμόθρονον, ὁμοφυές, ὁμοούσιον.

Ταῦτα διὰ τοῦτο οὕτως εἴρηται πνεῦμα ἕν, ἵνα μηδεμίαν ἀνισότητα ὑπεροχῆς ἢ ὑφέσεως ὑπολάβῃς ἐν τοῖς τρισὶ τῆς Τριάδος προσώποις, μήτε μὴν ὅλως καθ’ οἱονδήποτε τρόπον ἐν αὐτοῖς χωρισμόν· οὐ γὰρ διὰ τοῦτο, ἀλλ’ ὅπως διὰ μόνων τῶν ὀνομάτων τὰ πρόσωπα, αὐτὰς δὴ τὰς ὑποστάσεις, ἐκδιδαχθῇς, εἴρηνται. Οὕτω ταῦτα μαθὼν καὶ οὕτω καλῶς τὰ περὶ Θεοῦ μυσταγωγηθείς, μηδὲν περαιτέρω πολυπραγμονῶν ἐκζητήσῃς, πίστει δὲ μόνῃ ταῦτα παραδεξάμενος μέχρι τούτου στῆθι, ἀκατάληπτα πάντῃ τὰ ὑπὲρ ταῦτα καὶ πληροφορούμενος καὶ ὁμολογῶν.