Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Μυστική ευχή και ύμνοι για τη θεία έλλαμψη

Η εισαγωγική επίκληση προς το Άγιο Πνεύμα και οι πρώτοι ύμνοι για τη δωρεά του φωτισμού, την ακαταληψία του Θεού και τη Βασιλεία των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 2 από 17

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Συμεὼν εὐχὴ μυστική, δι’ ἧς ἐπικαλεῖται τὸ πνεῦμα τὸ ἅγιον ὁ αὐτὸ προορῶν.

Ἐλθέ, τὸ φῶς τὸ ἀληθινόν· ἐλθέ, ἡ αἰώνιος ζωή· ἐλθέ, τὸ ἀποκεκρυμμένον μυστήριον· ἐλθέ, ὁ ἀκατονόμαστος θησαυρός· ἐλθέ, τὸ ἀνεκφώνητον πρᾶγμα· ἐλθέ, τὸ ἀκατανόητον πρόσωπον· ἐλθέ, ἡ ἀΐδιος ἀγαλλίασις· ἐλθέ, τὸ ἀνέσπερον φῶς· ἐλθέ, πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινὴ προσδοκία· ἐλθέ, τῶν κειμένων ἡ ἔγερσις· ἐλθέ, τῶν νεκρῶν ἡ ἀνάστασις· ἐλθέ, ὁ δυνατός, ὁ πάντα ἀεὶ ποιῶν καὶ μεταποιῶν καὶ ἀλλοιῶν μόνῳ τῷ βούλεσθαι· ἐλθέ, ὁ ἀόρατος καὶ ἀναφὴς πάντῃ καὶ ἀψηλάφητος· ἐλθέ, ὁ ἀεὶ μένων ἀμετακίνητος καὶ καθ’ ὥραν ὅλος μετακινούμενος καὶ ἐρχόμενος πρὸς ἡμᾶς τοὺς ἐν τῷ ᾅδῃ κειμένους, ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν· ἐλθέ, τὸ περιπόθητον ὄνομα καὶ θρυλλούμενον, λαληθῆναι δὲ παρ’ ἡμῶν ὅπερ ᾖς, ἢ γνωσθῆναι ὁποῖος ἢ ποταπός, ὅλως ἡμῖν ἀνεπίδεκτον· ἐλθέ, ἡ αἰωνία χαρά· ἐλθέ, τὸ στέφος τὸ ἀμαράντινον· ἐλθέ, ἡ πορφύρα τοῦ μεγάλου θεοῦ καὶ βασιλέως ἡμῶν· ἐλθέ, ἡ ζώνη ἡ κρυσταλλοειδὴς καὶ διάλιθος· ἐλθέ, τὸ ὑπόδημα τὸ ἀπρόσιτον· ἐλθέ, ἡ βασίλειος ἀλουργὶς καὶ αὐτοκρατορικὴ ὄντως δεξιά· ἐλθέ, ὃν ἐπόθησε καὶ ποθεῖ ἡ ταλαίπωρός μου ψυχή· ἐλθέ, ὁ μόνος πρὸς μόνον, ὅτι μόνος εἰμί, καθάπερ ὁρᾷς· ἐλθέ, ὁ χωρίσας ἐκ πάντων καὶ ποιήσας με μόνον ἐπὶ τῆς γῆς· ἐλθέ, ὁ γενόμενος πόθος αὐτὸς ἐν ἐμοὶ καὶ ποθεῖν σε ποιήσας με τὸν ἀπρόσιτον παντελῶς· ἐλθέ, ἡ πνοή μου καὶ ἡ ζωή· ἐλθέ, ἡ παραμυθία τῆς ταπεινῆς μου ψυχῆς· ἐλθέ, ἡ χαρὰ καὶ ἡ δόξα καὶ ἡ διηνεκής μου τρυφή.

Εὐχαριστῶ σοι, ὅτι ἓν πνεῦμα ἐγένου μετ’ ἐμοῦ ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως, ὁ ἐπὶ πάντων θεός, καὶ αὐτός μοι τὰ πάντα ἐν πᾶσι γεγένησαι· τροφὴ ἀνεκλάλητος καὶ εἰς ἅπαν ἀδάπανος, ἀεννάως ὑπερεκχεομένη τοῖς τῆς ἐμῆς ψυχῆς χείλεσι καὶ ὑπερεκβλύζουσα ἐν τῇ πηγῇ τῆς καρδίας μου· ἔνδυμα ἀπαστράπτον καὶ καταφλέγον τοὺς δαίμονας· κάθαρσις διὰ ἀφθάρτων καὶ ἁγίων δακρύων ἐκπλύνουσά με, ὧν ἡ σὴ παρουσία πρὸς οὓς παραγίνῃ χαρίζεται. Εὐχαριστῶ σοι, ὅτι φῶς ἀνέσπερόν μοι γεγένησαι καὶ ἥλιος ἄδυτος ποῦ κρυβῆναι μὴ ἔχων, ὁ πληρῶν τῆς σῆς δόξης τὰ σύμπαντα· οὐδέποτε γὰρ ἀπεκρύβης ἀπό τινος, ἀλλ’ ἡμεῖς ἀεὶ κρυπτόμεθα ἀπὸ σοῦ ἐλθεῖν πρὸς σὲ μὴ βουλόμενοι· ποῦ γὰρ καὶ κρυβήσῃ, ὁ μηδαμοῦ ἔχων τόπον τῆς σῆς καταπαύσεως; ἢ διὰ τί, ὁ μήτε ἀποστρεφόμενος τῶν πάντων τινὰ μήτε τινὰ αὐτῶν ἐντρεπόμενος;

Νῦν οὖν ἐνσκήνωσον, δέσποτα, ἐν ἐμοὶ καὶ κατοίκησον καὶ μεῖνον ἀδιαστάτως, ἀχωρίστως μέχρι τέλους ἐν ἐμοὶ τῷ δούλῳ σου, ἀγαθέ, ἵνα κἀγὼ εὑρεθῶ ἐν τῇ ἐξόδῳ μου καὶ μετὰ τὴν ἔξοδον ἐν σοί, ἀγαθέ, καὶ συμβασιλεύσω σοι τῷ ἐπὶ πάντων θεῷ· μεῖνον, δέσποτα, καὶ μὴ ἐάσῃς με μόνον, ἵνα ἐρχόμενοι οἱ ἐχθροί μου οἱ ζητοῦντες ἀεὶ τοῦ καταπιεῖν τὴν ψυχήν μου καὶ εὑρίσκοντές σε μένοντα ἐν ἐμοὶ φεύξονται παντελῶς καὶ μὴ ἰσχύσωσι κατ’ ἐμοῦ, βλέποντές σε τὸν ἰσχυρότερον πάντων ἔνδοθεν καθήμενον ἐν τῇ οἰκίᾳ τῆς ταπεινῆς μου ψυχῆς. Ναί, δέσποτα· ὡς ἐμνήσθης μου, ὅτε ἐν τῷ κόσμῳ ἐτύγχανον, καὶ ἀγνοοῦντός μου αὐτὸς ἐξελέξω με καὶ ἀπὸ τοῦ κόσμου ἐχώρισας καὶ πρὸ προσώπου τῆς δόξης σου ἔστησας, οὕτω καὶ νῦν ἔνδον ἱστάμενόν με εἰς ἀεὶ καὶ ἀμετακίνητον ἐν τῇ ἐν ἐμοὶ οἰκήσει σου διαφύλαξον, ἵνα βλέπων σε διηνεκῶς ὁ νεκρὸς ἐγὼ ζῶ καὶ ἔχων σε ὁ πένης ἀεὶ πλουτῶ καὶ βασιλέων πάντων ἔσομαι πλουσιώτερος καὶ ἐσθίων καὶ πίνων σε καὶ καθ’ ὥραν ἐπενδυόμενος ἐν ἀνεκλαλήτοις ὦ καὶ ἔσομαι ἐντρυφῶν ἀγαθοῖς· ὅτι σὺ ὑπάρχεις πᾶν ἀγαθὸν καὶ πᾶσα δόξα καὶ πᾶσα τρυφή, καὶ σοὶ πρέπει ἡ δόξα, τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ τριάδι, τῇ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι σεβομένῃ τε καὶ γνωριζομένῃ καὶ προσκυνουμένῃ καὶ λατρευομένῃ ὑπὸ πάντων πιστῶν νῦν καὶ ἀεὶ κοὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Περὶ θείας ἐλλάμψεως καὶ φωτισμοῦ πνεύματος ἁγίου. Καὶ ὅτι εἷς τόπος, ὁ θεός, ἐν ᾧ μετὰ πότμον τὴν ἀνάπαυσιν πάντες οἱ ἅγιοι ἔχουσι. Καὶ ὅτι ὁ τοῦ θεοῦ ἐκπίπτων ἐν ἑτέρῳ τόπῳ οὐχ ἕξει τὴν ἀνάπαυσιν ἐν τῇ μελλούσῃ ζωῇ. Τί τὸ φρικτὸν μυστήριον, ὃ ἐν ἐμοὶ τελεῖται; λόγος ἐκφράζειν οὐδαμῶς ἰσχύει οὐδὲ γράφειν ἡ χείρ μου ἡ ταλαίπωρος εἰς ἔπαινον καὶ δόξαν τοῦ ὄντος ὑπὲρ ἔπαινον, τοῦ ὄντος ὑπὲρ λόγον· εἰ γὰρ τὰ νῦν τελούμενα ἐν ἐμοὶ τῷ ἀσώτῳ ἄρρητα, ἀνεκλάλητα πέλουσι, πῶς ἐκεῖνος ὁ τῶν τοιούτων παροχεὺς καὶ ποιητής, εἰπέ μοι, ἔπαινον χρῄζει παρ’ ἡμῶν ἢ δόξαν προσλαβέσθαι; οὐδὲ γὰρ δοξασθήσεται ὁ ὢν δεδοξασμένος, ὡς οὐδὲ λαμπρυνθήσεται ἢ φωτὸς μεταλάβοι ὁ παρ’ ἡμῶν βλεπόμενος ἥλιος ἐν τῷ κόσμῳ· φωτίζει, οὐ φωτίζεται· φαίνει, φῶς οὐ λαμβάνει· ἔχει γὰρ ὅπερ ἔλαβεν ἐξ ἀρχῆς ἐκ τοῦ κτίστου. εἰ οὖν ποιήσας ἥλιον θεὸς ὁ πάντων κτίστης ἀνενδεῆ πεποίηκεν, ἄφθονον σέλας φαίνειν καὶ μηδαμῶς παρά τινος ἄλλου πλείονος χρῄζειν, πῶς δόξαν λάβοι παρ’ ἐμοῦ τοῦ τεταπεινωμένου;

ἀνενδεὴς γὰρ παντελῶς ὁ τοῦ ἡλίου κτίστης, ὁ ἐμπιπλῶν τὰ σύμπαντα τῶν ἀγαθῶν ἁπάντων νεύματι καὶ βουλήματι τὴν ἰσχὺν κεκτημένος· ἐν τούτῳ καὶ ἡ γλῶσσά μου ἐξαπορεῖ ῥημάτων καὶ τὰ τελούμενα ὁ νοῦς ὁρᾷ, οὐχ ἑρμηνεύει· βλέπει καὶ βούλεται εἰπεῖν, καὶ λόγον οὐχ εὑρίσκει· ἀόρατα γὰρ καθορᾷ, ἀνείδεα εἰς ἅπαν, ἁπλᾶ, πάντῃ ἀσύνθετα, ἄπειρα τῷ μεγέθει· οὔτε ἀρχὴν γὰρ καθορᾷ, οὐ τέλος ὅλως βλέπει, μέσην δὲ πάντῃ ἀγνοεῖ, καὶ πῶς εἴπῃ τί βλέπει; ἀνακεφαλαιούμενον ὅλον, δοκῶ, ὁρᾶται, οὐ τῇ οὐσίᾳ πάντως δέ, ἀλλὰ τῇ μετουσίᾳ.

ἐκ τοῦ πυρὸς ἀνάπτεις γὰρ καὶ πῦρ ὅλον λαμβάνεις κἀκεῖνο μένει ἄτμητον, ἀνέκλειπτον ὡς πρώην, πλὴν τὸ μεταδιδόμενον χωρίζεται τοῦ πρώτου καὶ εἰς λαμπάδας γίνεται πολλάς· σωματικὸν γάρ· ἐκεῖνο δὲ πνευματικὸν ἀμέριστον ὑπάρχον καὶ παντελῶς ἀχώριστον καὶ ἄτμητον ὑπάρχει· οὐ γὰρ μεταδιδόμενον εἰς πολλὰ διαιρεῖται, ἀλλὰ καὶ μένει ἄτμητον καὶ ἐν ἐμοὶ ὑπάρχει· ἐξανατέλλει ἐν ἐμοί, ἔνδοθεν τῆς ταλαίνης καρδίας μου, ὡς ἥλιος ἢ ὡς δίσκος ἡλίου σφαιροειδὴς δεικνύμενος, φωτοειδής, ὡς φλὸξ γάρ· οὐκ οἶδα, καθὼς εἴρηται, τί εἴπω περὶ τούτου, καὶ ἤθελον τοῦ σιωπᾶν (εἴθε καὶ ἐδυνάμην), ἀλλὰ τὸ θαῦμα τὸ φρικτὸν κινεῖ μου τὴν καρδίαν καὶ ἐξανοίγει στόμα μου τὸ κατεσπιλωμένον καὶ μὴ βουλόμενον ποιεῖ λαλεῖν μέ τε καὶ γράφειν· ὁ ἀνατείλας ἄρτι μου ἐν σκοτεινῇ καρδίᾳ· ὁ δείξας μοι θαυμάσια, ἃ ὀφθαλμοὶ οὐκ εἶδον· ὁ κατελθὼν καὶ ἐν ἐμοὶ ὡς εἰς ἔσχατον πάντων· ὁ ἀποστόλου μαθητὴν καὶ υἱὸν ἀποδείξας ἐμέ, ὃν εἶχεν ὁ δεινὸς δράκων καὶ βροτοκτόνος τὸ πρὶν ἐργάτην ὑπουργὸν πάσης παρανομίας· ὁ πρὸ αἰώνων ἥλιος ὁ ἐν τῷ ᾅδῃ λάμψας ὕστερον καὶ φωτίσας μου ψυχὴν ἐσκοτισμένην καὶ χαρισάμενος ἐμοὶ ἀνέσπερον ἡμέραν, τὸ δύσπιστον τοῖς κατ’ ἐμὲ ὀκνηροῖς καὶ ῥᾳθύμοις· ὁ πλήσας πάντων ἀγαθῶν τὴν ἐν ἐμοὶ πτωχείαν· αὐτὸς καὶ λόγον δώρησαι καὶ ῥήματα παράσχου τοῦ πᾶσι διηγήσασθαι τὰς σὰς τερατουργίας καὶ ἅπερ σήμερον ποιεῖς μεθ’ ἡμῶν τῶν σῶν δούλων, ἵνα καὶ οἱ καθεύδοντες ἐν σκότει ῥᾳθυμίας καὶ λέγοντες ἀδύνατον ἁμαρτωλοὺς σωθῆναι καὶ ὥσπερ Πέτρον καὶ λοιποὺς ἀποστόλους, ἁγίους, ὁσίους καὶ δικαίους τε αὐτοὺς ἐλεηθῆναι γνώσωσι καὶ μαθήσονται, ὅτι εὔκολον τοῦτο τῇ ἀγαθότητι τῇ σῇ ἦν καὶ ἔστι καὶ ἔσται· καὶ οἱ δοκοῦντες ἔχειν σε τὸ φῶς παντὸς τοῦ κόσμου καὶ μὴ βλέπειν σε λέγοντες, μὴ ἐν φωτὶ διάγειν, μὴ λάμπεσθαι, μὴ καθορᾶν ἀεννάως σε, σῶτερ, μάθωσιν, ὡς οὐκ ἔλαμψας αὐτῶν ἐν διανοίᾳ οὐδὲ κατῴκησας αὐτῶν τὴν ῥυπαρὰν καρδίαν, καὶ μάτην ἐπαγάλλονται ἐπὶ κεναῖς ἐλπίσιν οἰόμενοι θεάσασθαι τὸ φῶς σου μετὰ τέλος· ὁ ἀρραβὼν ἐντεῦθεν γάρ, ἡ σφραγὶς πάντως ὧδε παρὰ σοῦ, σῶτερ, δίδοται τοῖς δεξιοῖς προβάτοις· εἰ γὰρ ἑκάστου θάνατος ὁ συγκλεισμὸς τυγχάνει καὶ μετὰ τέλος ἄπρακτα πᾶσιν ἐπίσης ἔστι καὶ οὔτε φαῦλον ἢ καλὸν δύναταί τις ποιῆσαι, σωτήρ μου, πάντως ἕκαστος, ὡς εὑρεθῇ, καὶ ἔσται.

τοῦτο φοβεῖ με, δέσποτα· τοῦτο ποιεῖ με τρέμειν, τοῦτο ἐκτήκει ἅπαντα τὰ αἰσθητήριά μου, ὅτι τυφλὸς ἀποθανὼν καὶ μεταστὰς ἐκεῖσε οὐκέτι τοῦτον ἥλιον αἰσθητῶς θεωρήσει, εἰ καὶ τὸ φῶς τῶν ὀφθαλμῶν ἀναστὰς πάλιν λάβοι· οὕτως οὐδ’ ὁ τὸν νοῦν ἔχων τυφλόν, εἰ ἀποθάνοι, τὸν νοητὸν θεάσεται ἥλιον, σέ, θεέ μου, ἀλλὰ ἐκ σκότους ἐξελθὼν πρὸς σκότος ἐκδημήσει καὶ εἰς αἰῶνας ἔσεται ἐκ σοῦ κεχωρισμένος. μηδεὶς ἀνθρώπων, δέσποτα, τῶν εἰς σὲ πιστευόντων, μηδεὶς τῶν εἰς τὸ ὄνομα τὸ σὸν βεβαπτισμένων τὸ μέγα τοῦτο καὶ φρικτὸν ὑποστήσεται βάρος τοῦ χωρισμοῦ σου, εὔσπλαγχνε· δεινὴ γὰρ αὕτη θλῖψις· δεινή, ἀνυπομόνητος, αἰώνιος ἡ λύπη. τί γὰρ καὶ χεῖρον ἔσεται τοῦ χωρισμοῦ σου, σῶτερ; τί δὲ ὀδυνηρότερον ζωῆς διαζευχθῆναι καὶ ζῆν ἐκεῖθεν ὡς νεκρὸς ζωῆς ἐστερημένος ἁπάντων τε τῶν ἀγαθῶν ὁμοῦ ἀποστερεῖσθαι;

σοῦ γὰρ ὁ χωριζόμενος παντὸς καλοῦ στερεῖται· οὐ γὰρ ὡς ἔστιν ἐπὶ γῆς τὰ νῦν, ἔσται καὶ τότε· νῦν γὰρ οἱ ἀγνοοῦντές σε σωματικῶς τρυφῶσιν ἐνταῦθα καὶ ἀγάλλονται ὡς ἄλογα σκιρτῶντες, ἅπερ δέδωκας ἔχοντες εἰς ἀπόλαυσιν βίου· καὶ ταῦτα μόνα βλέποντες οὕτως εἶναι δοκοῦσι καὶ τὰ μετὰ τὴν ἔξοδον τῆς ψυχῆς καὶ τοῦ βίου· ἀλλὰ κακῶς τεκμαίρονται, ἀλλὰ κακῶς φρονοῦσιν οἱ λέγοντες μὴ μετὰ σοῦ, ἀλλ’ ἐν ἀνέσει εἶναι καὶ τόπον ἑτοιμάζοντές τινα, ὢ ἀφροσύνης, μήτε φωτὸς μετέχοντα καὶ σκότους ἀμοιροῦντα, τῆς βασιλείας ἔξωθεν, ἀλλὰ καὶ τῆς γεέννης, καὶ τοῦ νυμφῶνος πόρρωθεν καὶ τοῦ πυρὸς τῆς δίκης, ἐν ᾧ καὶ (οἱ ταλαίπωροι!) εὔχονται καταντῆσαι καὶ λέγουσι μὴ χρῄζειν σοῦ τῆς αἰωνίου δόξης ἢ βασιλείας οὐρανῶν, ἀλλ’ ἐν ἀνέσει εἶναι.

φεῦ τῆς αὐτῶν σκοτώσεως, φεῦ τῆς αὐτῶν ἀγνοίας, φεῦ τῆς ταλαιπωρίας τε καὶ τῶν κενῶν ἐλπίδων, οὐδαμοῦ τοῦτο γέγραπται, οὐδὲ γὰρ ἔσται τοῦτο, ἀλλ’ ἐν φωτὶ μὲν ἀγαθῶν οἱ πεπραχότες θεῖα, ἐν σκότει δ’ ἔσονται ποινῶν οἱ τῶν φαύλων ἐργάται, μέσον δὲ χάσμα φοβερὸν ἑκατέρους διεῖργον, ὡς αὐτὸς σὺ ἐδίδαξας ὁ ἑτοιμάσας ταῦτα· τῷ γὰρ μέσον ἐμπίπτοντι ἀνθρώπῳ ὑπὲρ πᾶσαν βάσανον ἔσται φοβερὰν τοῦτο καὶ τιμωρίαν, εἰς ἄβυσσον κολάσεων, εἰς χάος ἀπωλείας ἐγκυβιστῶντι δυστυχῶς καὶ καταφερομένῳ, οὗ ἐπιβῆναι δυσχερὲς τοῖς οὖσιν ἐν βασάνοις, ἵνα διαπεράσωσιν ἐν τῇ γῇ τῶν δικαίων, οἳ προαιροῦνται ἐν πυρὶ δεινῶς ἀποτεφροῦσθαι ἢ γὰρ εἰς χάος τὸ φρικτὸν ἑαυτοὺς ἐπιρρῖψαι· οἱ οὖν ἐκεῖ εὐχόμενοι γενέσθαι μετὰ πότμον πολλῶν δακρύων ἄξιοι τυγχάνουσι καὶ θρήνων, ὅτι ὡς κτήνη ἄλογα ὅλως ἀναισθητοῦσι καὶ ἑαυτῶν κατεύχονται καὶ ἑαυτοὺς πλανῶσι· σὺ βασιλεία οὐρανῶν, σὺ γῆ, Χριστέ, πραέων, σὺ χλόης ὁ παράδεισος, σὺ ὁ νυμφὼν ὁ θεῖος, σὺ ὁ παστὸς ὁ ἄρρητος, σὺ ἡ τράπεζα πάντων· σὺ ᾖς ὁ ἄρτος τῆς ζωῆς, σὺ καινότατον πόμα, σὺ καὶ κρατὴρ τοῦ ὕδατος, σὺ καὶ ζωῆς τὸ ὕδωρ, σὺ καὶ λαμπὰς καθ’ ἕκαστον ἄσβεστος τοῖς ἁγίοις, σὺ καὶ χιτὼν καὶ στέφανος καὶ διαιρῶν στεφάνους, σὺ καὶ χαρὰ καὶ ἄνεσις, σὺ τρυφή τε καὶ δόξα, σὺ καὶ ἡ ἀγαλλίασις, σὺ καὶ ἡ εὐφροσύνη· καὶ λάμψει ὥσπερ ἥλιος ἡ χάρις σου, θεέ μου, τοῦ παναγίου πνεύματος ἐν πᾶσι τοῖς ἁγίοις, καὶ λάμψεις ὁ ἀπρόσιτος ἥλιος τούτων μέσον, καὶ πάντες ἐλλαμφθήσονται κατὰ ἀναλογίαν τῆς πίστεως, τῆς πράξεως, ἐλπίδος καὶ ἀγάπης, καθάρσεως καὶ φωτισμοῦ τοῦ ἐκ τοῦ πνεύματός σου, θεὲ μόνε μακρόθυμε καὶ κριτὰ τῶν ἁπάντων, οἷς μοναὶ λογισθήσονται διάφοροι καὶ τόποι τὰ μέτρα τῆς λαμπρότητος, τὰ μέτρα τῆς ἀγάπης τῆς θεωρίας τε τῆς σῆς, τὸ ποσὸν ἔσται πάλιν μεγαλειότητος αὐτοῖς δόξα, τρυφὴ καὶ κλέος εἰς διαιρέσεις οἰκιῶν καὶ μονῶν παραδόξων· τοῦτο σκηναὶ διάφοροι, τοῦτο πολλαὶ οἰκίαι, τοῦτο στολαὶ λαμπρόταται πολλῶν ἀξιωμάτων καὶ στέφανοι παμποίκιλοι, λίθοι καὶ μαργαρῖται καὶ ἄνθη τὰ ἀμάραντα ξένην ἔχοντα θέαν· τοῦτο καὶ κλῖναι καὶ στρωμναὶ καὶ τράπεζαι καὶ θρόνοι καὶ ἅπαν, ὅπερ εἰς τρυφὴν ἡδύτατον ὑπάρχει, ἦν καὶ ἔστι καὶ ἔσεται τὸ βλέπειν σε καὶ μόνον.

οἱ οὖν, καθάπερ εἴρηται, μὴ βλέποντες τὸ φῶς σου, μὴ παρὰ σοῦ βλεπόμενοι, ἀλλὰ κεχωρισμένοι τῆς παναγάθου θέας σου, τῶν ἀγαθῶν στεροῦνται· ποῦ ἂν εὕρωσιν ἄνεσιν, ποῦ ἀνώδυνον τόπον; ἐν τίνι κατοικήσουσιν εὐθεῖς μὴ γεγονότες; σὺν τῷ προσώπῳ σου καὶ γὰρ εὐθεῖς κατοικιοῦσι· μεμόρφωσαι καὶ γὰρ αὐτῶν ἐν τῇ εὐθεῖ καρδίᾳ καὶ κατοικοῦσι σὺν τῇ σῇ μορφῇ ἐν σοί, Χριστέ μου.

ὢ θαῦμα, ὢ παράδοξον ἀγαθωσύνης δῶρον, ἐν τῇ μορφῇ τῇ τοῦ θεοῦ τοὺς ἀνθρώπους γενέσθαι καὶ μορφωθῆναι ἐν αὐτοῖς τὸν ἀχώρητον πᾶσι, τὸν ἀναλλοίωτον θεόν, τὸν ἄτρεπτον τῇ φύσει, τὸν εἰς πάντας βουλόμενον ἐνοικεῖν τοὺς ἀξίους, ὡς ὅλον ἔχειν ἕκαστον ἐντὸς τὸν βασιλέα τὴν βασιλείαν τε αὐτὴν καὶ τὰ τῆς βασιλείας καὶ λάμπειν, ὥσπερ ἔλαμψεν ἀναστὰς ὁ θεός μου, ὑπὲρ ἡλίου τὰς βολὰς τοῦ ὁρωμένου τούτου καὶ οὕτω τῷ δοξάσαντι αὐτοὺς παρεστηκότες ἔκθαμβοι διαμείνουσιν ὑπερβολῇ τῆς δόξης καὶ προσθήκῃ διηνεκεῖ λαμπρότητος τῆς θείας· οὐδὲ γὰρ τέλος ἔσεται προκοπῆς εἰς αἰῶνας· ἡ στάσις τῆς προσθήκης γὰρ τοῦ ἀτελέστου τέλους ποιήσει καὶ κατάληψιν πάντως ἀκαταλήπτου καὶ προσκορὴς γενήσεται ὁ ἀκόρεστος πᾶσιν· ἀλλὰ τὸ πλήρωμα αὐτοῦ καὶ τοῦ φωτὸς ἡ δόξα ἄβυσσος ἔσται προκοπῆς, ἀτέλεστος ἀρχὴ δέ· καὶ ὥσπερ ἔχοντες Χριστὸν ἔνδον μεμορφωμένον τούτῳ αὐτῷ παρίστανται λάμποντι ἀπροσίτως· οὕτω τὸ τέλος ἐν αὐτοῖς ἀρχὴ τυγχάνει δόξης, καὶ ἵνα σοι σαφέστερον τὸ νόημα ποιήσω, ἐν τέλει ἕξουσιν ἀρχὴν καὶ ἐν ἀρχῇ τὸ τέλος· τὸν ὑπερπλήρη νόει μοι ἀνενδεῆ προσθήκης, τοῦ ἀτελοῦς τὸ τέλος δὲ τοὺς τρέχοντας μὴ φθάζειν· εἰ γὰρ παρέλθῃ οὐρανὸς ὁ ὁρώμενος οὗτος καὶ γῆ καὶ πάντα τὰ ἐν γῇ (στοχάσθητι, τί εἶπον), ἔσται τόπου κατάληψις, ἔνθα τέλος εὑρήσεις· οὐ λέγω σοι σωματικόν, ἀλλὰ νοῒ ἰσχύσεις καταλαβεῖν τὸ πλήρωμα τοῦ ἀσωμάτου κόσμου· οὐ κόσμος δέ, ἀλλὰ ἀὴρ ὑπάρχει ὥσπερ πρώην, οὐδὲ ἀήρ, ἀλλ’ ἄφθεγκτος χῶρος, ὅνπερ καλοῦσι τὸ πᾶν, καὶ ἔστιν ἄβυσσος ἀτέλεστος εἰς ἅπαν· ἐξ ἴσης ὅλον πάντοθεν, μερῶν ἐξ ἑκατέρων, τοῦτο τὸ πᾶν πεπλήρωται θεότητος τῆς θείας· οἱ οὖν αὐτοῦ μετέχοντες ἐν αὐτῷ τε οἰκοῦντες πῶς ὅλον περιλάβωσιν, ἵνα καὶ κορεσθῶσιν;

ἢ πῶς τοῦ τέλους δράξονται τοῦ ἀτελοῦς; εἰπέ μοι· ἀδύνατον καὶ πάντῃ δὲ ἀμήχανον ὑπάρχει· οὔτε γὰρ ὧδε πέλουσιν ἐν σαρκὶ τοῖς ἁγίοις οὔτε ἐκεῖ ἐν τῷ θεῷ μεταστᾶσι τοιαύτη ἔννοια ὅλως ἐν αὐτοῖς ὑπεισελθεῖν ἰσχύει· καὶ γὰρ κατακαλύπτονται φωτὶ τῆς θείας δόξης, ἐλλάμπονται καὶ λάμπουσι καὶ τρυφῶσιν ἐν τούτοις καὶ ἴσασιν ὡς ἀληθῶς πάσῃ πληροφορίᾳ, ὡς ἔσεται ἀτέλεστος ἡ τούτων τελειότης καὶ ἡ τῆς δόξης προκοπὴ ἀένναος ὑπάρξει· οἱ δὲ θεοῦ ἐκπίπτοντες θαυμάζω, ποῦ καὶ στῶσιν ἀπὸ τοῦ ὄντος πανταχοῦ ἀφεστηκότες πόρρω· καὶ ὄντως φρίκης, ἀδελφοί, θαῦμα μεγάλης γέμον, δεόμενόν τε λογισμοῦ νοὸς πεφωτισμένου, ἵνα καλῶς νοήσειε τοῦτο καὶ μὴ ἐμπέσῃ εἰς αἵρεσιν ὡς ἀπιστῶν θείου πνεύματος λόγους· ἐντὸς μὲν πάντως τοῦ παντὸς ὑπάρξουσι καὶ οὗτοι, ἔξω φωτὸς δὲ τοῦ θείου καὶ θεοῦ ὄντως ἔξω· ὥσπερ γὰρ οἱ μὴ βλέποντες λάμποντος τοῦ ἡλίου, κἂν ὅλοι περιλάμπωνται, ἔξω φωτὸς τελοῦσιν αἰσθήσει θεωρίᾳ τε κεχωρισμένοι τούτου, οὕτως ἐστὶν ἐν τῷ παντὶ φῶς τῆς τριάδος θεῖον καὶ μέσον οἱ ἁμαρτωλοὶ ἐν σκότει καθειργμένοι, μὴ βλέποντες, μὴ αἴσθησιν ὅλως ἔχοντες θείαν, ἀλλὰ κατακαιόμενοι αὐτῶν τῇ συνειδήσει καὶ καταδικαζόμενοι ἀπόρρητον τὴν θλῖψιν καὶ τὴν ὀδύνην ἄφθεγκτον ἕξουσιν εἰς αἰῶνας.