Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι
Η αληθινή θεογνωσία και η διάκριση κτιστού και ακτίστου
Έλεγχος των στερούμενων του θείου φωτισμού, η ενσυνείδητη μετοχή στο Άγιο Πνεύμα και η διαφοροποίηση των φυσικών από τις θείες ενέργειες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αληθινή θεογνωσία και η διάκριση κτιστού και ακτίστου
Έλεγχος των στερούμενων του θείου φωτισμού, η ενσυνείδητη μετοχή στο Άγιο Πνεύμα και η διαφοροποίηση των φυσικών από τις θείες ενέργειες.
εἰ μὴ σεαυτὸν τοιοῦτον ἔγνως, τοῖς περὶ τοιούτων μὴ ἀπίστει λέγουσί σοι, ἀλλὰ ζήτησον ἐξ ὅλης τῆς καρδίας σου καὶ λήψῃ μαργαρίτην ἢ σταγόνα ἢ σινάπεως ὡς κόκκον, ὡς σπινθῆρα θεῖον σπόρον· πῶς ζητήσεις, ὅ σοι λέγω; ἄκουσον σπουδῇ τε πρᾶξον, καὶ εὑρήσεις ἐν συντόμῳ· λάβε μοι σαφῆ εἰκόνα τὴν τοῦ λίθου καὶ σιδήρου· ἔνεστι καὶ γὰρ ἐν τούτοις τοῦ πυρὸς ἡ φύσις πάντως, οὐχ ὁρᾶται δὲ κἂν ὅλως· συγκρουόμενα δὲ ὅμως συνεχῶς πυρὸς σπινθῆρας ἀποπέμπουσι καὶ πᾶσι καθορῶνται μὲν ἐν πρώτοις, οὐκ ἀνάπτονται δὲ ὅμως, εἰ μὴ δράξονται καὶ ὕλης· ταύτῃ δ’ ἑνωθεὶς ἐκ τούτων εἷς σπινθὴρ μικρὸς εἰς ἅπαν ἐξανάπτει κατ’ ὀλίγον καὶ εἰς ὕψος αἴρει φλόγα, καὶ φωτίζει τὴν οἰκίαν καὶ τὸ σκότος ἐκδιώκει καὶ ποιεῖ τοῦ βλέπειν πάντας τοὺς ἐν τῇ οἰκίᾳ ὄντας· εἶδες θαῦμα; λέγε οὖν μοι· πρὸ τοῦ συνεχῶς κρουσθῆναι πῶς ἐκπέμψουσι σπινθῆρας; ἄνευ δὲ σπινθῆρος ὕλη αὐτομάτως πῶς ἀνάψει; πρὶν ἀνάψῃ, πῶς φωτίσει, πῶς τὸ σκότος ἐκδιώξει; πῶς τὸ βλέπειν σοι παράσχῃ; οὐδαμῶς μοι πάντως εἴπῃς δυνατόν ποτε γενέσθαι. οὕτως οὖν καὶ σὺ ποιῆσαι προθυμήθητι, καὶ λήψῃ (τί σοι λέγω, ὅτι λήψῃ;) θείας φύσεως σπινθῆρα, ὃν ὡμοίωσεν ὁ κτίστης πολυτίμῳ μαργαρίτῃ καὶ σινάπεως τῷ κόκκῳ. τί ποιῆσαι δέ σοι λέγω;
ἄκουσον ἐμπόνως, τέκνον· ἔστω σοι ψυχὴ καὶ σῶμα ἀντὶ λίθου καὶ σιδήρου, ὁ δὲ νοῦς ὡς αὐτοκράτωρ τῶν παθῶν ἀδολεσχείτω πράξεσι ταῖς ἐναρέτοις καὶ ἐννοίαις θεαρέστοις· καὶ ὡς λίθον μὲν τὸ σῶμα, ὡς δὲ σίδηρον τὴν ψυχὴν χερσὶ νοηταῖς κρατήσας ἑλκυέτω καὶ ἀγέτω πρὸς τὰς πράξεις μετὰ βίας· βιαστὴ καὶ γὰρ ὑπάρχει οὐρανῶν ἡ βασιλεία· ποίας πράξεις δέ σοι λέγω; ἀγρυπνίαν καὶ νηστείαν θερμήν τε μετάνοιαν, δακρύων ὄμβρους καὶ πένθος, ἄπαυστον θανάτου μνήμην ἀδιάλειπτον εὐχήν τε, καὶ ὑπομονὴν παντοίων πειρασμῶν ἐπερχομένων, πρὸ τούτων πάντων σιωπὴν καὶ ταπείνωσιν βαθεῖαν καὶ ὑπακοὴν τελείαν καὶ θελήματος ἐκκοπήν. τούτοις οὖν καὶ τοῖς τοιούτοις ἡ ψυχὴ ἀδολεσχοῦσα καὶ ἀεὶ συνεχομένη λαμπηδόνας μὲν ἐν πρώτοις δέχεσθαι ποιεῖ τὸν νοῦν σου· ἀλλὰ σβέννυνται συντόμως, ὅτι οὔπω ἐλεπτύνθη, ἵνα καὶ συντόμως ἅψῃ· ὅτε δὲ καὶ τῆς καρδίας ἅψεται βολὶς ἡ θεία, τότε καὶ αὐτὴν φωτίζει καὶ τὸν νοῦν ἀποκαθαίρει καὶ εἰς ὕψος τοῦτον αἴρει καὶ πρὸς οὐρανὸν ἀνάγει καὶ ἑνοῖ φωτὶ τῷ θείῳ. ἅ σοι εἶπον πρὶν ποιήσῃς, πῶς, εἰπέ μοι, καθαρθήσῃ; πρὸ τοῦ καθαρθῆναι δέ σε, πῶς ὁ νοῦς σου λαμπηδόνας ὑποδέξεται τὰς θείας; πῶς δέ, λέγε μοι, καὶ πόθεν ἄλλοθεν τῇ σῇ καρδίᾳ ἐμπεσὸν τὸ πῦρ τὸ θεῖον ἀναφθήσεται καὶ ταύτην ἐξανάψει καὶ πυρώσει καὶ ἑνώσει καὶ συνάψει καὶ ἀχώριστον ποιήσει τὸ κτιστὸν μετὰ τοῦ κτίστου;
οὐδαμῶς, ποτέ, μοι φήσεις, τοῦτο δυνατὸν ὑπάρξειν, οὐδενὶ τῶν γεννηθέντων ἢ γενήσεσθαι μελλόντων· τὰ δ’ ἐντεῦθεν μὴ ἐρώτα· εἰ ἑνωθῇς γὰρ τῷ φωτί, πάντα σοι αὐτὸ διδάξει καὶ ἀποκαλύψει πάντα καὶ καθυποδείξει, ὅσα καὶ συμφέρει τοῦ μαθεῖν σε· ἄλλως γὰρ ἀδύνατόν σε τὰ ἐκεῖσε λόγῳ μαθεῖν. τῷ κυρίῳ δὲ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
Περὶ θεολογίας. Καὶ ὅτι ἀνεξερεύνητος ἡ θεία φύσις καὶ πάντῃ τοῖς ἀνθρώποις ἀκατανόητος. Κύριε, ὁ θεὸς ἡμῶν, πάτερ, υἱὲ καὶ πνεῦμα· σὺ τῇ μορφῇ ἀνείδεος, παγκαλὴς δὲ τῇ θέᾳ, τῷ ἀμηχάνῳ κάλλει σου ἀμαυρῶν πᾶσαν θέαν· ὡραῖος ὑπὲρ ὅρασιν· ὑπέρκεισαι γὰρ πάντων· ἄποσος ἐν ποσότητι, ὁρώμενος οἷς βούλῃ· οὐσίᾳ ὑπερούσιος, ἄγνωστος καὶ ἀγγέλοις· ὅτι γὰρ ᾗς γινώσκοντες ἐκ τῶν ἐνεργειῶν σου, ἐπεὶ αὑτὸν ὠνόμασας θεὸν τὸν ὄντως ὄντα· τοῦτο οὐσίαν λέγομεν, ὑπόστασιν καλοῦμεν· τὸ γὰρ μὴ ὄν, ἀνούσιον, ἀνυπόστατον πέλει, καὶ διὰ τοῦτο τολμηρῶς ἐνούσιον καλοῦμεν, ἐνυπόστατον λέγομεν, ὃν οὐδείς ποτε εἶδε, τὸν τρισυπόστατον θεόν, ἀρχὴν ἄναρχον μίαν. ἄλλως δὲ πῶς τολμήσομεν οὐσίαν σε καλέσαι ἢ ὑποστάσεις ἐπὶ σοῦ τρεῖς μεριστὰς δοξάσαι; ὁποίαν δὲ καὶ ἕνωσιν ὅλως τις ἐννοήσει; εἰ ὁ πατὴρ γὰρ ἐν σοὶ καὶ σὺ ἐν τῷ πατρί σου καὶ ἐξ αὐτοῦ τὸ ἅγιον προέρχεταί σου πνεῦμα, καὶ σὺ αὐτὸς ὁ κύριος τὸ πνεῦμα σου ὑπάρχεις, τὸ δὲ πνεῦμα ὁ κύριος κέκλησαι καὶ θεός μου, καὶ ὁ πατήρ σου πνεῦμα δὲ καὶ ἔστι καὶ καλεῖται, οὐδεὶς δὲ εἶδέ σέ ποτε ἀγγέλων ἢ ἀνθρώπων, οὐ ταῦτα ἐθεάσατο, οὐ τὸν τρόπον ἐπέγνω, πῶς εἴπῃ, πῶς δὲ φθέγξοιτο, πῶς χωρισμὸν τολμήσει ἢ ἕνωσιν ἢ σύγχυσιν ἢ μίξιν ἢ καὶ κρᾶσιν, τὸ ἓν δὲ τρία προσειπεῖν, ἕνα πῶς δὲ τὰ τρία;
διὰ τοῦτο οὖν, δέσποτα, ἐξ ὧν εἶπας πιστεύει, ἐξ ὧν ἐδίδαξας ὑμνεῖ πᾶς πιστὸς σοῦ τὸ κράτος· ἐπεὶ πάντα τὰ κατὰ σὲ ἀκατάληπτα πάντῃ, ἄγνωστα καὶ ἀνέκφορα τοῖς ὑπὸ σοῦ κτισθεῖσι· καὶ γὰρ ἀκατανόητος ἐστὶν ἡ ὕπαρξίς σου, ὅτι πέφυκας ἄκτιστος, ἐγέννησας δ’ ὡσαύτως· καὶ πῶς κτιστὸς νοήσει σου τῆς ὑπάρξεως τρόπον ἢ τῆς γεννήσεως τοῦ σοῦ υἱοῦ, θεοῦ καὶ λόγου εἴτε τῆς ἐκπορεύσεως πνεύματός σου τοῦ θείου, ἵνα καὶ ἕνωσίν σου γνῷ καὶ χωρισμὸν κατίδοι καὶ ἀκριβῶς οὐσίας σου τὸ εἶδος καταμάθοι;
οὐδεὶς οὐδέπω εἶδέ σου τούτων τι, ὧνπερ εἶπον· οὐ γὰρ ἐνδέχεται θεὸν ἄλλον φύσει γενέσθαι, ἵνα καὶ φύσεως τῆς σῆς ἐρευνῆσαι ἰσχύσῃ οὐσίαν, εἶδος καὶ μορφήν, ὑπόστασιν ὡσαύτως, ἀλλ’ ἢ αὐτὸς ἐν σεαυτῷ μόνος τριὰς εἶ, μόνος γινώσκων σεαυτόν, υἱόν σου καὶ τὸ πνεῦμα καὶ ὑπ’ αὐτῶν ὡς συμφυῶν γινωσκόμενος μόνων· οἱ δ’ ἄλλοι, ὥσπερ αἰσθητοῦ ἡλίου τὰς ἀκτῖνας καὶ οὗτοι καλῶς βλέποντες καὶ τηλαυγῶς ὁρῶντες ἔνδον οἴκου καθήμενοι εἰσιούσας ὁρῶσιν, ἐκεῖνον δὲ τὸν ἥλιον ὅλως οὐ καθορῶσιν, οὕτω τῆς δόξης σου τὸ φῶς, οὕτω τὰς λαμπηδόνας, καὶ ταύτας ἐν αἰνίγματι, νοῒ κεκαθαρμένῳ οἱ ἐκ ψυχῆς ζητοῦντές σε βλέπειν καταξιοῦνται· σὲ δέ, ὁποῖος, ποταπὸς τῇ οὐσίᾳ τυγχάνεις ἢ πῶς ἅπαξ ἐγέννησας ἢ γεννᾷς ἀεννάως καὶ οὐ χωρίζῃ τοῦ ἐκ σοῦ γεννωμένου, ἀλλ’ ἔστιν ὅλος ἐν σοί, ὅλος πληρῶν θεότητι τὰ πάντα, ὅλος γε μένεις ἐν αὐτῷ τῷ υἱῷ ὁ πατὴρ δὲ καὶ σοῦ ἐκπορευόμενον ἔχεις τὸ θεῖον πνεῦμα πάντα γινῶσκον καὶ πληροῦν, θεὸς ὂν κατ’ οὐσίαν καὶ σοῦ μὴ χωριζόμενον· ἐκ σοῦ γὰρ καὶ πηγάζει· σὺ εἶ πηγὴ τῶν ἀγαθῶν, πᾶν δ’ ἀγαθὸν υἱός σου νέμων διὰ τοῦ πνεύματος αὐτὰ πᾶσιν ἀξίως, εὐσπλάγχνως φιλανθρώπως τε ἀγγέλοις καὶ ἀνθρώποις· οὐδεὶς δ’ ἀγγέλων εἶδέ σου, οὐδείς ποτε ἀνθρώπων τὴν ὕπαρξιν ἢ ἔγνωκε· καὶ γὰρ ἄκτιστος πέλεις, πάντα δὲ σὺ παρήγαγες προστάγματί σου μόνῳ· πῶς ἅπερ οὖν παρήγαγες δύναταί σε γινώσκειν, ὅπως γεννᾷς τὸν σὸν υἱόν, ὅπως ἀεὶ πηγάζεις, ὅπως ἐκ σοῦ προέρχεται τὸ πνεῦμά σου τὸ θεῖον;
καὶ οὐ γεννᾷς ὅλως ποτέ, ἅπαξ πάντως γεννήσας, οὐδὲ πηγάζων κένωσιν ἢ μείωσιν ὑπέστης· μένεις γὰρ ὑπερπλήρης, ὑπὲρ τὸ πᾶν ἀνελλιπής, ὅλος ἐν ὅλῳ κόσμῳ τῷ ὁρατῷ, τῷ νοητῷ, καὶ ἔξω αὖθις τούτων, προσθήκην μὴ δεχόμενος, μηδ’ ἔλλειψιν εἰς ἅπαν· καὶ εἶ ὅλος ἀκίνητος, μένων πάντοτε οὕτως. ταῖς ἐνεργείαις οὖν ἀεὶ ἀεικίνητος πέλεις· ἔχεις καὶ γὰρ ἀένναον ὁ πατὴρ ἐργασίαν· ἐργάζεται καὶ ὁ σὸς υἱὸς πάντων τὴν σωτηρίαν καὶ προνοεῖ καὶ τελειοῖ καὶ συνέχει καὶ τρέφει, ζωοποιεῖ, ζωογονεῖ ἐν πνεύματι ἁγίῳ· ὅσα γὰρ βλέπει ὁ υἱὸς τὸν πατέρα ποιοῦντα, ταῦτα ὁμοίως καὶ αὐτὸς ἐκτελεῖ, καθὼς εἶπεν· οὕτως ἀκίνητός τε ὢν ἀεικίνητός τέ πως οὔτε κινῇ, οὐχ ἵστασαι οὐδὲ κάθησαι πάλιν, ἀλλὰ ἀεὶ καθήμενος ἀεὶ ἵστασαι ὅλος, ἱστάμενος δὲ αὖθις ἀεὶ κινεῖσαι ὅλος, μὴ μεθιστάμενός ποτε· ποῦ γὰρ καὶ ἀπελεύσῃ; τὸ πᾶν, ὡς εἴρηται, πληρῶν, ὑπὲρ τὸ πᾶν δὲ πέλων, πρὸς ποῖον ἄλλον μεταβῇς ἢ τόπον ἢ καὶ χῶρον; ἀλλ’ οὐδὲ ἵστασαι· καὶ γὰρ ἀσώματος ὑπάρχεις, ἁπλοῦς, πληρῶν τὰ σύμπαντα, ἀσχημάτιστος πάντῃ, ἄϋλος, ἀπερίγραπτος, ἄληπτος ὅλος ἧσθα, καὶ πῶς †καθῆσθαι† εἴπωμεν, πῶς πάλιν ἵστασθαί σε; πῶς δὲ καθῆσθαι φήσομεν ἢ ἐν ποίῳ σε θρόνῳ τὸν τῇ χειρὶ κατέχοντα οὐρανὸν καὶ τὴν γῆν δὲ τὰ ὑπὸ γῆν τε ἅπαντα ἰσχύϊ σῇ κρατοῦντα;
ποῖος θρόνος χωρήσειεν ἢ ποταπὴ οἰκία, ἢ πῶς ἢ ποῦ ἐνίδρυται ἢ ποίοις θεμελίοις, ποίοις δὲ στύλοις αἴρεται, τίς ὅλως ἐννοήσει; ἀβάλε τοῖς ἀνθρώποις γε καὶ πάσῃ κτιστῇ φύσει τῇ τὰ τοιαῦτα ἐρευνᾶν περὶ θεοῦ τολμώσῃ, πρὶν ἐλλαμφθῇ, πρὶν φωτισθῇ, πρὶν κατίδῃ τὰ θεῖα καὶ θεωρὸς γενήσεται τῶν Χριστοῦ μυστηρίων, ἃ οὔτε Παῦλος κατιδὼν ἴσχυσεν ὅλως φράσαι οὔτε Ἠλίας πρότερον οὔτε Μωσῆς ὁ μέγας, ἀλλὰ τὰς ἐντολὰς θεοῦ καὶ θελήματα μόνα κατηξιώθη καὶ αὐτὸς μαθεῖν καὶ ἄλλοις φράσαι· περὶ αὐτοῦ δὲ τοῦ θεοῦ πλέον οὐδὲν ἀκοῦσαι κατηξιώθη ἢ μαθεῖν ἢ ὅλως διδαχθῆναι, εἰ μὴ ὅτι ὁ ὢν ἐστὶ θεὸς πάντων καὶ κτίστης, δημιουργὸς καὶ συνοχεὺς πάντων τῶν παραχθέντων· ἡμεῖς δὲ οἱ πανάθλιοι, οἱ σκότει καθειργμένοι καὶ σκότος ὅλως πέλοντες ἡδονῶν ἀπολαύσει καὶ ἀγνοοῦντες ἑαυτούς, ὅπου καὶ πῶς κρατοῦνται, οἱ τεθαμμένοι πάθεσιν, οἱ τυφλοὶ καὶ νεκροί τε, τὸν ὄντα ὄντως ἄναρχον, ἄκτιστον θεὸν μόνον, ἀθάνατον ὑπάρχοντα, ἀόρατον τοῖς πᾶσιν, ἐξερευνῶντες λέγομεν ὡς ἀκριβῶς εἰδότες περὶ θεοῦ, οἱ τοῦ θεοῦ ὄντες κεχωρισμένοι· εἰ γὰρ δὴ καὶ ἥνωντο αὐτῷ, οὐκ ἄν ποτε ἐτόλμων περὶ αὐτοῦ λαλῆσαι, βλέποντες ὅτι πάντα ἄφραστα, ἀκατάληπτα πέλουσι τὰ ἐκείνου· οὐ μόνον τὰ ἐκείνου δέ, ἀλλὰ καὶ τῶν ἐκείνου ἔργων τὰ πλείω ἄγνωστα ὑπάρχουσι τοῖς πᾶσι.
τίς γὰρ καὶ ἑρμηνεύσειε, πῶς ἐξ ἀρχῆς με πλάττει, ποίαις χερσὶ τὸν χοῦν λαβὼν ὁ ἀσώματος πάντῃ; στόμα μὴ ἔχων ὡς ἡμεῖς, πῶς ἐνέφυσησέ μοι καὶ εἰς ψυχὴν ἀθάνατον πῶς ἆρα γέγονέ μοι; ἀπὸ πηλοῦ δέ, λέγε μοι, πῶς ὀστᾶ, πῶς δὲ νεῦρα, πῶς κρέας, πῶς δὲ φλέβες μοι, πῶς δερματίς, πῶς τρίχες, πῶς ὀφθαλμοί, πῶς ὦτα δέ, πῶς χείλεα, πῶς γλῶσσα; πῶς ὄργανα φωνητικὰ ὀδόντων τε στερρότης ἔναρθρον λόγον πνεύματι τρανῶς ἀποτελοῦσιν; ἀπὸ ξηρᾶς δὲ καὶ ὑγρᾶς ὕλης θερμῆς τε καὶ ψυχρᾶς ζῷόν με ἀπετέλεσε μίξει τῶν ἐναντίων· πῶς οὖν δεσμεῖται νοῦς σαρκί, πῶς σὰρξ δὲ τῷ ἀΰλῳ νοῒ συνανακέκραται ἀμίκτως, ἀσυγχύτως, ἀφύρτως τε νοῦς καὶ ψυχὴ προφέρουσι τὸν λόγον, τὸν ἐνδιάθετον λαλῶ, καὶ μένουσιν ὡσαύτως ἄτμητα, ἀναλλοίωτα, ἀσύγχυτα εἰς ἅπαν; ταῦτ’ οὖν εἰδότες, ἀδελφοί, ἀνερμήνευτα εἶναι καὶ πᾶσιν ἀκατάληπτα τὰ καθ’ ἡμᾶς ὑπάρχειν, πῶς τὸν ἡμᾶς ποιήσαντα τοιούτους ἐκ μὴ ὄντων ἐξερευνᾶν οὐ φρίττομεν ἢ ἐννοεῖν ἢ λέγειν τὰ ὑπὲρ λόγον, ὑπὲρ νοῦν τὸν ἡμέτερον ὄντα; κτίσματα ὄντες δὲ λοιπὸν φοβήθητε τὸν κτίστην, καὶ τὰς ἐκείνου ἐντολὰς μόνας ἐξερευνᾶτε, τηρεῖν δὲ ταύτας σπεύσατε ὑμῶν πάσῃ δυνάμει, εἰ βούλοισθε καὶ τῆς ζωῆς κληρονόμοι γενέσθαι.
εἰ δὲ καταφρονήσετε τῶν αὐτοῦ προσταγμάτων καὶ τὰ θελήματα αὐτοῦ παρίδητε, ὡς εἶπε, καὶ ἀπειθήσετε αὐτῷ ἐν ἑνὶ πάντως λόγῳ, οὐ δόξα, οὐκ ἀξίωμα, οὐ πλοῦτος ἐκ τοῦ κόσμου, ἀλλ’ οὐδ’ ἡ γνῶσις ἡ μωρὰ τῶν ἔξω μαθημάτων, οὐ σύνταξις, οὐ σύνθεσις καλλιεπείας λόγων οὐδ’ ἄλλο τι τῶν ἐπὶ γῆς πραγμάτων ἢ χρημάτων ὠφέλειαν τὴν οἱανοῦν παρέξουσί γε τότε, ὅτε κρινεῖ τὰ σύμπαντα καὶ πάντας ὁ θεός μου· ἀλλ’ ὁ παροφθεὶς λόγος παρ’ ἡμῶν τοῦ δεσπότου στήσεται κατὰ πρόσωπον ἑνὸς ἑκάστου τότε καὶ ἕκαστον κατακρινεῖ μὴ φυλάξαντα τοῦτον· οὐκ ἔστι λόγος γὰρ ἀργός, ἀλλὰ ζῶν θεοῦ λόγος ζῶντος καὶ διαμένοντος εἰς αἰῶνας αἰώνων.
λοιπὸν ἡ κρίσις ἔσεται οὕτως, καθὼς καὶ εἶπον, ὁμοῦ τε καὶ τῆς ἐντολῆς, οἴμοι, προσυπαντώσης, ἐλεγχούσης τὸν ἄπιστον ἢ πιστὸν πάντως ὄντα, πειθήνιον ἢ ἀπειθῆ τοῖς λόγοις τοῦ δεσπότου γενόμενον ἐπιμελῶς ἢ καὶ ἀμεληθέντα· καὶ οὕτως χωρισθήσονται οἱ ἄδικοι δικαίων, οἱ ἀπειθεῖς τῶν τῷ Χριστῷ πάντως ὑπακουσάντων, τῶν φιλοθέων οἱ νῦν ἀγαπῶντες τὸν κόσμον καὶ τῶν εὐσπλάγχνων ἄσπλαγχνοι καὶ τῶν ἐλεημόνων ἀνελεήμονες ὁμοῦ, καὶ στήσονται οἱ πάντες γυμνοὶ καὶ πλούτου καὶ τιμῆς καὶ ἀρχῆς, ἧς ἐν κόσμῳ ἀπήλαυσαν, καὶ ἑαυτούς, οἴμοι, κατακρινοῦσιν αὐτοκατάκριτοι αὐτῶν γενόμενοι τοῖς ἔργοις, ἀκούσονται δ’· ἀπέλθετε μικροί τε καὶ μεγάλοι μὴ πειθαρχήσαντες ἐμοὶ δεσπότῃ φιλανθρώπῳ· ἧς, δέσποτα, ῥυσθείημεν δικαίας καταδίκης, καὶ τῆς μερίδος τύχοιμεν τῶν προβάτων σου, λόγε, δωρεὰν ὡς μὴ ἔχοντες ἐλπίδα σωτηρίας ἐξ ἔργων, οἱ κατάκριτοι νῦν καὶ εἰς τοὺς αἰῶνας.
Ὅτι οἱ ἔνδοξοι τῆς γῆς καὶ σοβαροὶ τῷ πλούτῳ περὶ τὴν σκιὰν τῶν ὁρωμένων πλανῶνται, οἱ δέ γε τῶν παρόντων καταφρονήσαντες ἐν ἀπλανεῖ μεθέξει τοῦ θείου γίνονται πνεύματος. Ὑπὸ πιστῶν με, δέσποτα, λοιδορούμενον βλέπων ὡς ὑπάρχοντα πλάνον τε καὶ προπεπλανημένον, ὅτι τὸ πνεῦμα λέγοιμι τῇ σῇ φιλανθρωπίᾳ καὶ τοῦ πατρός μου ταῖς εὐχαῖς τὸ ἅγιον λαβεῖν με, ἐλέησον καὶ χάρισαι λόγον, γνῶσιν, σοφίαν, ἵνα οἱ πάντες γνώσονται, οἱ ἀντικείμενοί μοι, ὅτι τὸ σὸν ἐντὸς ἐμοῦ λαλεῖ πνεῦμα τὸ θεῖον· δός μοι εἰπεῖν, ὡς εἴρηκας· δὸς κἀμοί, ὡς ὑπέσχου, οἷς ἀντειπεῖν οὐδεὶς αὐτῶν ἢ ἀντιστῆναι, σῶτερ, ἰσχύσει· σὺ γὰρ εἶ δοτὴρ τῶν ἀγαθῶν ἁπάντων.
ἐγώ, Χριστέ, κἂν λέγωσι πλανᾶσθαί με σὸν δοῦλον, οὐδέποτε πεισθήσομαι βλέπων σε τὸν θεόν μου καὶ καθορῶν τὸ ἄχραντον πρόσωπόν σου καὶ θεῖον καὶ ἐξ αὐτοῦ δεχόμενος ἐλλάμψεις σου τὰς θείας, λαμπόμενος ἐν πνεύματι νοεροὺς ὀφθαλμούς μου· ἀλλὰ μὴ δώῃς, ὦ θεέ, ἅπαντας πλανηθῆναι τοὺς νῦν εἰς σὲ πιστεύοντας πλάνην τὴν ὀλεθρίαν τοῦ μὴ πιστεύειν, ὅτι σὺ πάντας καὶ νῦν φωτίζεις ἐλλάμπων τῆς θεότητος ἀκτῖσί σου τῆς θείας· σὺ γὰρ πολὺς ἐν οἰκτιρμοῖς, ἡμεῖς ἐν ἁμαρτίαις· σὺ φῶς οἰκεῖς ἀπρόσιτον, σκότος ἡμεῖς δὲ πάντες· σὺ ἔξω εἶ τῆς κτίσεως, καὶ ἡμεῖς ἐν τῇ κτίσει, οἱ πλείους δὲ τῶν ἐξ ἡμῶν καὶ τῆς κτίσεως ἔξω ἐν τῇ αἰσθήσει πέλουσιν ὅλως ἀναισθητοῦντες καὶ παρὰ φύσιν ὄντες ἔξω εἰσὶ τῶν πάντων· οἳ βλέποντες οὐ βλέπουσιν, ὁρῶντες οὐχ ὁρῶσιν οὐδὲ Θεοῦ θαυμάσια ἐν νοερᾷ αἰσθήσει καταλαβεῖν ἰσχύουσιν, ἀλλ’ εἰσὶν ἔξω κόσμου· μᾶλλον δ’ ἐν κόσμῳ ὡς νεκροὶ καὶ πρὸ θανάτου ὦσι, καὶ πρὸ ἐξόδου κάτοχοι ἐν ᾅδῃ κατωτάτῳ οὗτοι οὖν ὄντως πέλουσιν, οὓς ἡ γραφή γε λέγει, οἱ ἔνδοξοι, οἱ πλούσιοι, οἱ σοβαροὶ τοῖς πᾶσιν, οἱ καὶ δοκοῦντες εἶναί τι ἐκ τῶν τοιούτων ὅλως μὴ συνιδεῖν ἰσχύοντες τὴν ἑαυτῶν αἰσχύνην· κἂν γὰρ σοφίαν κέκτηνται ἐν ἑαυτοῖς τοῦ κόσμου δόξαν τε ὡς ἱμάτιον, οἴησιν τὴν ματαίαν ὥσπερ σκηνὴν δομήσαντες φρεσὶ πεπλανημέναις, καὶ τὴν μὲν ἐνδυσάμενοι, τὴν δὲ ἐγκατοικοῦντες, ὡς ἐν πυθμένι κάθηνται ἐν ᾅδου κατωτάτου καὶ ἀγνοοῦσι τὸν θεόν, ἀγνοοῦσι τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ ἅπαντα ποιήματα τοῦ κτίστου· τίς γὰρ τὸν κτίστην γνώσεται, πρὶν ἢ τὴν κτίσιν ἴδοι ἐν λόγῳ οἶα λογικός, ἐν νοῒ νοερῶς δὲ καὶ ἐν αἰσθήσει νοερᾷ νοερῶς κατοπτεύων; {
τίς δὲ} ὁ καθορῶν πνευματικῶς διὰ πνεύματος θείου μυστικῶς ἐλλαμπόμενος ὁδηγούμενός θ’ ἅμα πρὸς γνῶσιν τὴν τοῦ ποιητοῦ ἀμυδρῶς πως ἀνέλθοι· οὕτω γὰρ καθαιρόμενος τρανοτέραν τὴν γνῶσιν λαβεῖν ἀξιωθήσεται, ὡς γραφὴ πᾶσα λέγει· οἱ ἐμπαθεῖς, ὡς ἔφην, δὲ ἀπόνοιαν ἐκεῖνοι φοροῦντες ὡς ἱμάτιον, τὴν οἴησιν ὡς δόξαν ἐνδεδυμένοι τέρπονται καὶ γελῶσι τοὺς ἄλλους καὶ παίζουσιν ἐν ταῖς σκιαῖς τὸν τῶν σκυλάκων τρόπον· κάρυον εἰ προσρίψειας καὶ κροτήσειε τρέχον, ἐπιπηδῶσι, δράσσονται, περιχαίνουσι τοῦτο καὶ σὺν αὐτῷ κυλίονται καὶ συσκιρτῶσιν ἅμα· κἂν φραγελίου σύρῃ τις πρὸ ποδῶν τὸ σχοινίον, ὡς μέγα τι προσβλέποντες ἐπιτρέχουσι τοῦτο· ἐπὰν δὲ στρέψῃ ὁ κρατῶν συντόμως τὸ σχοινίον, συστρέφονται καὶ πίπτουσι καὶ πόδας εἰς ἀέρα ἐκτείνουσι καὶ πρόξενοι γέλωτος τοῖς ὁρῶσιν ἀνθρώποις ἐπὶ τῇ αὐτῶν γίνονται πτώσει πᾶσιν. οὕτως οὖν καὶ οὗτοι δαίμονας τέρπουσιν ἀναισθήτω; ἐν ταῖς οἰκείαις πράξεσι καὶ ἤθεσιν ὡσαύτως. οἱ γοῦν τοιοῦτοι, λέγε μοι ἐρωτῶντι, ὡς ἔχεις, πῶς τὰ θεοῦ μυστήρια διηγήσονται ἄλλοις; πῶς δὲ τὸ φῶς τῆς γνώσεως φωτισθῶσι κἂν ὅλως καὶ ἄλλοις μεταδώσουσιν, εἴτε κρίσιν εὐθεῖαν ἐν διακρίσει ἀληθεῖ ἐξάξουσι δικαίως, οἱ σκότος ὡς ἱμάτιον ὄντες ἐνδεδυμένοι, ἐν αἰσθήσει ἀναίσθητοι, ζωῆς νεκροὶ ἐν μέσῳ;
ἀλλ’, ὦ ὑμεῖς φιλόθεοι, ἀκούσατε ῥημάτων ἀληθινῶν καὶ θαυμαστῶν, ὧν τὸ στόμα κυρίου καὶ προλαβὸν ἐλάλησε καὶ νῦν λαλεῖ τοῖς πᾶσιν· εἰ μὴ δόξαν ἀπώσεσθε, εἰ μὴ ῥίψετε πλοῦτον, εἰ μὴ ματαίαν οἴησιν ἐκδύσεσθε εἰς ἅπαν, εἰ μὴ τῶν πάντων γένησθε ἔσχατοι ἐν τοῖς ἔργοις, καὶ ἐν αὐτοῖς τοῖς λογισμοῖς, μᾶλλον δὲ ταῖς ἐννοίαις ἐσχάτους πάντων ἑαυτοὺς νομίζετε ὑπάρχειν, οὐκ ἂν δακρύων ὀχετούς, οὐ κάθαρσιν σαρκός τε κτήσησθε ἢ θεάσησθε, πῶς ἐνεργοῦνται ταῦτα.
λοιπὸν θρηνεῖτε ἑαυτούς, λοιπὸν μετανοεῖτε, λοιπὸν θερμὰ προχέετε δάκρυα καθ’ ἡμέραν, ἵν’ ὀφθαλμοὺς ἐκπλύνητε νοεροὺς τῆς καρδίας, ἵνα τὸ φῶς θεάσησθε τὸ λάμψαν ἐν τῷ κόσμῳ, ὃ λάμπον κράζει καὶ βοᾷ· ἐγὼ τὸ φῶς τοῦ κόσμου ἤμην, εἰμὶ καὶ ἔσομαι καὶ θέλω καθορᾶσθαι· εἰς τοῦτο γὰρ ἐλήλυθα σωματικῶς ἐν κόσμῳ διπλοῦς ὁ εἷς γενόμενος καὶ μείνας εἷς ὡσαύτως, ἵνα θεόν με ὁρατὸν οἱ πιστῶς προσκυνοῦντες καὶ τὰς ἐμὰς φυλάσσοντες ἐντολὰς ἀοράτως ἐλλάμπονται καὶ νοερῶς μυούμενοι τὴν δόξαν θεότητός μου τῆς φρικτῆς σαρκός τε προσληφθείσης καὶ τὸ διπλοῦν τῶν φύσεων μυστικῶς καθορῶντες ὡς ἕνα με τότε θεὸν ἀδιστάκτως ὑμνοῦσιν· ἄλλως οὐκ ἔνι γὰρ καλῶς ἐμὴν οἰκονομίαν ἐμήν τε συγκατάβασιν ἐπιγνῶναι καὶ φρῖξαι καὶ προσκυνῆσαι ὡς θεὸν τὸν ἐν μορφῇ ἀνθρώπου γενόμενόν με καὶ θεὸν μείναντα ἀνεκφράστως· δύο τὸ ἓν ἀμέριστα ὑποστάσει, οὐ φύσει· εἷς οὖν θεὸς ἐγώ εἰμι τέλειος ἄνθρωπός τε, ὁλοτελής, ὁλόκληρος, σάρξ, ψυχή, νοῦς καὶ λόγος· ἄνθρωπος ὅλος καὶ θεὸς ἐν δυσὶ ταῖς οὐσίαις, διπλαῖς ὡσαύτως φύσεσι, διπλαῖς ταῖς ἐνεργείαις, διπλαῖς καὶ ταῖς θελήσεσιν ἐν μιᾷ ὑποστάσει· θεὸς ὁμοῦ καὶ ἄνθρωπος εἷς εἰμι τῆς τριάδος.
οἱ οὕτω με πιστεύσαντες εἶναι καὶ ἐπιγνόντες ἐν τῷ καθᾶραι ἑαυτοὺς σπουδῇ καὶ μετανοίᾳ καὶ δυνηθέντες κατιδεῖν ἐν καθαρᾷ καρδίᾳ καὶ μυηθῆναι νοερῶς ἐμὴν οἰκονομίαν, αὐτοί με ἀγαπήσουσιν ἐξ ὅλης τῆς καρδίας, αὐτοὶ δὲ καὶ φυλάξονται πάσας τὰς ἐντολάς μου καταπλαγέντες τὴν ἐμὴν ἄπειρον εὐσπλαγχνίαν, αὐτοί μοι καὶ συνέσονται καὶ κοινωνοὶ τῆς δόξης τῆς τοῦ πατρός μου ἔσονται εἰς αἰῶνας αἰώνων· ἀμήν.
Περὶ θεολογίας. Καὶ ὅτι οἱ τὸ κατ’ εἰκόνα φυλάξαντες τὰς πονηρὰς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ’ ἄλλοι, οἷς ἐμπαθὴς ὁ βίος, ὑπ’ αὐτοῦ κρατοῦνται καὶ βασιλεύονται. Φῶς ὁ πατήρ, φῶς ὁ υἱός, φῶς τὸ ἅγιον πνεῦμα· βλέπε, τί λέγεις, ἀδελφέ· βλέπε, μὴ παρασφάλῃς· ἓν γὰρ τὰ τρία φῶς εἰσιν, ἓν οὐ κεχωρισμένον, ἀλλ’ ἡνωμένον ἐν τρισὶ προσώποις ἀσυγχύτως· θεὸς γὰρ ἀδιαίρετος ὅλως ἐστὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἀληθῶς ὑπὲρ πᾶσαν οὐσίαν· οὐ τῇ δυνάμει τέμνεται, οὐ τῇ μορφῇ, οὐ δόξῃ, οὐ τῇ ἰδέᾳ· ὅλος γὰρ ἁπλοῦν φῶς καθορᾶται. ἐν τούτοις ἓν τὰ πρόσωπα, ἓν αἱ τρεῖς ὑποστάσεις· τὰ τρία γὰρ ἐν τῷ ἑνί, ἓν τὰ τρία δὲ μᾶλλον· τὰ τρία μία δύναμις, τὰ τρία μία δόξα, τὰ τρία μία φύσις γε, οὐσία καὶ θεότης· αὐτὰ καὶ φῶς τὸ ἕν εἰσιν, ὃ φωτίζει τὸν κόσμον· οὐχὶ τὸν κόσμον, ἄπαγε, τὸν ὁρώμενον τοῦτον· (οὐδὲ γὰρ ἔγνωκεν αὐτὸν οὐδὲ δύναται γνῶναι ὁ κόσμος ὁ ὁρώμενος οὐδ’ οἱ τοῦ κόσμου φίλοι.
ὁ γὰρ τὸν κόσμον ἀγαπῶν ἐχθρὸς θεοῦ τυγχάνει·) ἀλλ’ ὃν αὐτὸς πεποίηκεν ἄνθρωπον κατ’ εἰκόνα αὐτοῦ καὶ καθ’ ὁμοίωσιν, κόσμον ἡμεῖς καλοῦμεν, ὅτι κοσμεῖται ἀρεταῖς, ἄρχει τῶν ἐπιγείων, καθὼς ἐκεῖνος τοῦ παντὸς ἔχει τὴν ἐξουσίαν, καὶ βασιλεύει τῶν παθῶν (τοῦτο τὸ κατ’ εἰκόνα) καὶ ὑποτάσσει δαίμονας δημιουργοὺς κακίας, καταπατεῖ τὸν δράκοντα, τὸν ἀρχαῖον, τὸν μέγαν, ὥσπερ στρουθίον εὐτελές· καὶ πῶς, ἄκουσον, τέκνον ὁ ἄρχων οὗτος ὁ πεσὼν τοῦ φωτὸς τῇ στερήσει ἐν σκότει γέγονεν εὐθὺς καὶ ἔστι μετὰ πάντων τῶν σὺν αὐτῷ ἐξ οὐρανοῦ πεσόντων ἐν τῷ σκότει καὶ βασιλεύει ἐν αὐτῷ, τῷ σκότει πάντως λέγω, τῶν κρατουμένων ἐν αὐτῷ δαιμόνων καὶ ἀνθρώπων· πᾶσα ψυχὴ μὴ βλέπουσα φῶς τῆς ζωῆς τὸ λάμπον ἔν τε ἡμέρᾳ καὶ νυκτὶ ὑπ’ αὐτοῦ τιμωρεῖται, τιτρώσκεται, δαμάζεται, ἄγεται καὶ δεσμεῖται καὶ βέλεσι τῶν ἡδονῶν κεντᾶται καθ’ ἡμέραν, εἰ καὶ δοκεῖ ἀνθίστασθαι, εἰ καὶ δοκεῖ μὴ πίπτειν· ἀλλ’ οὖν ἱδρῶτι σὺν πολλῷ, κόπῳ, πόνῳ καὶ μόχθῳ ἔχει ἀεὶ τὸν πόλεμον ἀκατάλλακτον τούτου.
ψυχὴ δὲ πᾶσα ἡ τὸ φῶς καθορῶσα τὸ θεῖον, ὅθεν ἐκεῖνος πέπτωκε, καταφρονεῖ ἐκείνου, καὶ λαμπομένη παρ’ αὐτοῦ φωτὸς τοῦ ἀπροσίτου καταπατεῖ τὸν ἄρχοντα τοῦ σκότους ὥσπερ φύλλα καταπεσόντα ἐπὶ γῆν ἀφ’ ὑψηλοῦ τοῦ δένδρου· ἐν σκότει γὰρ τὴν δύναμιν ἔχει καὶ ἐξουσίαν, ἐν τῷ φωτὶ δὲ γίνεται πτῶμα νεκρὸν εἰς ἅπαν· φῶς δὲ ἀκούων, πρόσεχε, ὁποῖον φῶς σοι λέγω· μὴ ὑπολάβῃς λέγειν με τὸ φῶς τὸ τοῦ ἡλίου· καὶ γὰρ ὁρᾷς ἐν τῷ φωτὶ τούτου πολλοὺς ἀνθρώπους ἐξαμαρτόντας ὡς ἐγώ, δεινῶς μαστιζομένους, πίπτοντας καὶ ἀφρίζοντας μεσούσης τῆς ἡμέρας καὶ ἀοράτως πάσχοντας ἐκ πονηρῶν πνευμάτων, καὶ τοῦ ἡλίου λάμποντος οὐδὲν ἐκ τούτου πλέον ἐγγίνεται τὸ ὄφελος τοῖς δαίμοσιν ἐκδότοις· τοίνυν οὐ λέγω σοι τὸ φῶς τοῦ αἰσθητοῦ ἡλίου, οὐ τῆς ἡμέρας, ἄπαγε, οὐ λυχνιαῖον ὅλως· οὐ τῶν ἀστέρων τῶν πολλῶν οὐδὲ σελήνης φάος· οὐκ ἄλλου ὅλως ὁρατοῦ ἀπαύγασμα φωτός σοι παραδηλῶ ἐνέργειαν τοιαύτην ὅλως ἔχειν· τὰ αἰσθητὰ τοὺς αἰσθητοὺς ὀφθαλμοὺς καὶ γὰρ μόνους φωτίζουσι καὶ λάμπουσι φῶτα, καὶ βλέπειν μόνον παρέχουσι τὰ αἰσθητά, τὰ νοητὰ οὐ μέντοι.
πάντες οὖν ὅσοι βλέπουσι τὰ αἰσθητὰ καὶ μόνον, τυφλοί εἰσι τὰ νοερὰ ὄμματα τῆς καρδίας· τὰ νοερὰ οὖν ὄμματα τῆς νοερᾶς καρδίας καὶ νοερῷ φωτίζεσθαι ὀφείλουσι φωτί τε· εἰ γὰρ ὁ ἔχων σώματος τὰς κόρας ἐσβεσμένας ὅλος ὑπάρχει σκοτεινὸς ἀγνοῶν ποῦ ὑπάρχει, πόσῳ γε μᾶλλον ὁ ψυχῆς ἔχων τυφλὸν τὸ ὄμμα ἐσκοτισμένος ἔσεται καὶ σώματι καὶ πράξει, μικροῦ νενεκρωμένος δὲ καὶ πνεύματι ὑπάρξει. νόησον τοίνυν ἀκριβῶς, ὁποῖον φῶς σοι λέγω· οὐ λέγω σοι τὴν πίστιν γάρ, οὐ λέγω τὴν τῶν ἔργων πρᾶξιν οὐδὲ μετάνοιαν, οὐδὲ νηστείαν πάντως· ἀκτημοσύνην οὐδαμῶς· οὐ σοφίαν, οὐ γνῶσιν, ἀλλ’ οὐδὲ τὸ διδάσκειν· τούτων γὰρ οὐδὲν ἔστιν. οὐ φῶς οὐδὲ ἀπαύγασμα φωτός, οὗπέρ σοι λέγω· οὐδέ γε ἡ εὐλάβεια ἡ ἔξωθεν, οὐ σχῆμα τὸ ταπεινὸν καὶ εὐτελές· πάντα γὰρ ταῦτα πράξεις καὶ ἐντολῶν ἐκπλήρωσις, εἴ γε καλῶς τελοῦνται καὶ ἐκπληροῦνται, ὡς αὐτὸς ἐντέλλεται ὁ κτίστης.
τὰ δάκρυα κατὰ πολλοὺς ἐκχέονται τοὺς τρόπους· καὶ ἢ ἐπωφελῆ εἰσιν ἢ καὶ βλάπτουσι μᾶλλον, τέως αὐτὰ καθ’ ἑαυτὰ ἀνόνητα εἰς ἅπαν· ἡ δ’ ἀγρυπνία μοναχῶν οὐκ ἔστι πάντως μόνων, ἀλλὰ καὶ τοῦ κοινοῦ λαοῦ ἔργοις ἀσχολουμένων· καὶ ἀγρυπνοῦσι πλείονα ὑφαίνουσαι γυναῖκες χρυσοχόοι τε καὶ χαλκεῖς ἢ μονασταὶ οἱ πλεῖστοι, καὶ διὰ τοῦτο λέγομεν, ὅτι τούτων ἁπάντων, τῶν ἐναρέτων πράξεων, οὐδὲν φάος καλεῖται· ὁμοῦ γὰρ συναγόμεναι εἰς ἓν αἱ πᾶσαι πράξεις καὶ ἀρεταὶ ἀνελλιπῶς φῶς οὐκ εἰσὶ τὸ θεῖον· διΐστανται γὰρ ἐξ αὐτοῦ πᾶσαι πράξεις ἀνθρώπων· καὶ αὗται μὲν αἱ παρ’ ἡμῶν ἐκπληρούμεναι πράξεις τὸ καθ’ ἡμᾶς πρὸς τοὺς λοιποὺς ζῶντας ἐν πονηρίᾳ φῶς λέγονται, πρὸς τὰ καλὰ κἀκείνους ὁδηγοῦσαι· καὶ ὅπερ ἔστιν ἐν ἐμοὶ σκότος καὶ ἐκτυφλοῖ με, φῶς τῷ πλησίον γίνεται καὶ τοῖς ὁρῶσι λάμπει· καὶ ἵνα μὴ παράδοξα ὑποπτευθῶ σοι λέγειν, ἄκουσον καὶ λαλήσω σοι αἰνίγματος τὴν λύσιν. νηστεύω ἴσως διὰ σέ, ἵνα φανῶ νηστεύων, καὶ τοῦτο κέντρον μὲν ἐμοῦ τοῖς ὀφθαλμοῖς ὑπάρχει καὶ ὡς δοκὸς ἐμπέπηκται μέσον ἐν τούτοις πάντως· σὺ δὲ φωτίζῃ βλέπων με, εἰ μή με κατακρίνῃς, ἀλλ’ εἶ μεμφόμενος σαυτόν, ὡς γαστρίμαργον πάντως· πρὸς γὰρ ἐγκράτειαν γαστρὸς καθοδηγῇ ἐκ τούτου καὶ τῆς τρυφῆς ὑπερορᾶν προφανῶς ἐκμανθάνεις.
πάλιν ἐγὼ ἐνδέδυμαι εὐτελῆ καὶ ῥακώδη καὶ μονοχίτων ἐν παντὶ περιπατῶν νομίζω δόξαν ἐκ τῶν ὁρώντων με καὶ ἔπαινον θηρᾶσθαι καὶ ὡς ἀπόστολος αὐτοῖς ἄλλος νέος ὁρᾶσθαι· καὶ τοῦτο γίνεται ἐμοὶ πάσης αἴτιον βλάβης καὶ σκότος ὄντως καὶ παχὺ νέφος ἐν τῇ ψυχῇ μου, τοὺς δὲ ὁρῶντάς με λαοὺς φωτίζει καὶ διδάσκει ὑπερφρονεῖν καλλωπισμοῦ, ὑπερφρονεῖν καὶ πλούτου καὶ εὐτελοῦς ἀντέχεσθαι καὶ τραχείας ἐσθῆτος, ὅπερ καὶ ἔστιν ἀληθῶς ἔνδυμα ἀποστόλων.
οὕτως καὶ πᾶσαι αἱ λοιπαὶ τῶν ἀρετῶν γε πράξεις, πράξεις εἰσὶν ἐκτὸς φωτός, ἔργα ἀκτῖνος δίχα· ὁμοῦ γὰρ συναγόμεναι πᾶσαι, ὥσπερ προεῖπον, καὶ εἰς τὸ ἓν γινόμεναι αἱ ἐνάρετοι πράξεις, εἴπερ καὶ ἔστι δυνατὸν ἐν ἀνθρώπῳ γενέσθαι, λαμπάδι ἐξωμοίωνται φωτὸς ἐστερημένῃ· ὡς γὰρ οὐκ ἔστι λέγεσθαι πῦρ τοὺς κάρβωνας μόνους, ἀλλ’ οὐδὲ πάλιν ἄνθρακας οὐδὲ φλόγα τὰ ξύλα, οὕτως οὐ πίστις ἅπασα, οὐκ ἔργα οὐδὲ πράξεις, οὐκ ἐντολῶν ἐκπλήρωσις πῦρ, φλὸξ ἢ φῶς τὸ θεῖον εἰσὶν ἄξια λέγεσθαι· οὐ γάρ εἰσι τῷ ὄντι· ἀλλ’ ὅτι δέξασθαι τὸ πῦρ τῷ φωτί τε ἐγγίσαι καὶ ἀναφθῆναι δύνανται ἀπορρήτῳ ἑνώσει, τοῦτο ὑπάρχει ἀρετῶν ἔπαινός τε καὶ κλέος· καὶ διὰ τοῦτο ἄσκησις πᾶσα καὶ πᾶσαι πράξεις ἐπιτελοῦνται παρ’ ἡμῶν, ἵνα φωτὸς τοῦ θείου ὥσπερ λαμπὰς μετάσχωμεν, ὡς ἓν κηρίον πάσας προβαλλομένης τῆς ψυχῆς φωτὶ τῷ ἀπροσίτῳ· μᾶλλον δὲ ὥσπερ πάπυρος ἐμβάπτεται κηρίῳ, οὕτω ψυχὴ ταῖς ἀρεταῖς ἁπάσαις πιανθεῖσα ὅλη ἀνάψει ἐξ αὐτοῦ, ὅσον ὁρᾶν ἰσχύσει, ὅσον ἐν οἴκῳ τε αὐτῆς εἰσαγαγεῖν χωρήσει· καὶ τότε φωτιζόμεναι αἱ ἀρεταὶ ὡς θείῳ φωτὶ συγκοινωνήσασαι φῶς καὶ αὐταὶ καλοῦνται, μᾶλλον δ’ εἰσὶ καὶ αὗται φῶς φωτὶ συγκεκραμέναι περιαυγάζουσί τε φῶς ψυχὴν αὐτὴν καὶ σῶμα καὶ λάμπουσί γε ἀληθῶς πρῶτον τῷ κεκτημένῳ, καὶ τότε πᾶσι τοῖς λοιποῖς τοῖς ἐν σκότει τοῦ βίου· οὓς φώτισον ἐν πνεύματι, Χριστέ, τῷ παναγίῳ καὶ κληρονόμους ποίησον οὐρανῶν βασιλείας μετὰ πάντων ἁγίων σου νῦν καὶ εἰς τοὺς αἰῶνας· ἀμήν.
Ὅτι ἡ τοῦ παναγίου πνεύματος ἕνωσις πρὸς κεκαθαρμένας ψυχὰς ἐν αἰσθήσει τρανῇ, ἤγουν ἐν ἐπιγνώσει γίνεται· καὶ ἐν αἷς ἂν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτοῦ καὶ φῶς αὐτὰς ἀπεργάζεται. Διΐσταται τῶν ὁρατῶν ὁ ἀόρατος πάντως, καὶ τῶν κτισμάτων ὁ αὐτὰ πρώην κατασκευάσας, καὶ τῶν φθαρτῶν ὁ ἄφθαρτος, τὸ σκότος τοῦ φωτός τε, καὶ μίξις τούτων γέγονεν, ὅτε θεὸς κατῆλθε· τὰ διεστῶτα τότε γὰρ ἥνωσεν ὁ σωτήρ μου, ἀλλ’ οἱ τυφλοὶ τὴν ἕνωσιν οὐκ εἶδον, οἱ νεκροὶ δὲ λέγουσι ταύτης αἴσθησιν μηδ’ ὅλως ἐσχηκέναι, καὶ ζῆν καὶ βλέπειν οἴονται, ὢ μανίας ἐσχάτης, καὶ ἀπιστοῦντες λέγουσιν, οὐδεὶς τῇ πείρᾳ τοῦτο ἔγνωκεν ἢ ἔπαθεν, οὐκ εἶδεν ἐν αἰσθήσει, ἀλλ’ ἀκοῇ καὶ διδαχῇ λόγων γίνεται μόνων· ἀλλ’, ὦ Χριστέ μου, δίδαξον εἰπεῖν μέ τι πρὸς ταῦτα καὶ τῆς ἀγνοίας τῆς πολλῆς καὶ ἀπιστίας τούτους ἐκσπάσαι καὶ χαρίσασθαι ἰδεῖν σε, φῶς τοῦ κόσμου.
ἀκούσατε καὶ σύνετε, πατέρες, θείους λόγους, καὶ γνώσεσθε τὴν ἕνωσιν ἐν γνώσει γινομένην καὶ ἐν αἰσθήσει ἐκ παντὸς καὶ πείρᾳ καὶ ὁράσει· θεός ἐστιν ἀόρατος, ὁρατοὶ δ’ ἡμεῖς πάντως· εἰ οὖν αὐτὸς τοῖς ὁρατοῖς θελήματι ἑνοῦται, ἕνωσις ἄρα γίνεται ἀμφοτέρων ἐν γνώσει· εἰ δὲ ἀγνώστως εἴποιας τοῦτο καὶ ἀναισθήτως, πάντως νεκρῶν ἡ ἕνωσις καὶ οὐ ζωῆς πρὸς ζῶντας· κτισμάτων κτίστης ὁ θεός, κτιστοὶ δ’ ἡμεῖς ὡσαύτως· εἰ οὖν τῷ κτίσματι θεὸς ὁ κτίσας συγκατέλθῃ καὶ ἑνωθῇ καὶ γένηται ὡς ὁ κτίστης τὸ κτίσμα, αἴσθησιν ὄντως λάβοιεν ἀληθοῦς θεωρίας, ὅτι τῷ κτίστῃ τὸ κτιστὸν ἀπορρήτως ἡνώθη· εἰ δὲ μὴ τοῦτο δώσομεν, ἀπόλωλεν ἡ πίστις καὶ ἡ ἐλπὶς ἠφάνισται τῶν μελλόντων εἰς ἅπαν· ἀνάστασις οὐκ ἔσεται οὐδ’ ἡ καθόλου κρίσις, ἐπειδὴ καὶ τὰ κτίσματα, ὡς λέγεις, ἀναισθήτως τῷ ποιητῇ ἑνούμεθα, μηδὲν γνωστῶς νοοῦντες, καὶ κινδυνεύει γε θεὸς κατὰ σέ, ὡς οὐκ ἔστι ζωὴ οὐδὲ ζωὴν ἡμῖν ἑνούμενος παρέχει. πάλιν ὁ κτίστης ἄφθαρτος, τὰ κτίσματα φθαρτὰ δέ· καὶ γὰρ οἱ ἁμαρτήσαντες οὐχὶ τὸ σῶμα μόνον ἀλλὰ καὶ τὰς ψυχὰς αὐτὰς εἰς φθορὰν παρεισῆξαν, καὶ σώματι καὶ ψυχῇ κατὰ τὸν λόγον τοῦτον φθαρτοί ἐσμεν ὡς τῇ φθορᾷ τοῦ νοητοῦ θανάτου κρατηθέντες ὁμοῦ πάντες καὶ τῇ τῆς ἁμαρτίας.
εἰ οὖν ὁ φύσει ἄφθαρτος ἑνωθῇ τῷ φθαρτῷ μοι, ὄντως ἓν τούτων ἔσεται, ὧνπερ λέγειν σοι μέλλω· ἢ γὰρ ἐμὲ μεταβαλεῖ καὶ ἄφθαρτον ποιήσει, ἢ πρὸς φθορὰν μεταβληθῇ ὁ ἄφθαρτος, καὶ οὕτως ἴσως ἐγὼ οὐ γνώσομαι ἐκείνου πεπονθότος καὶ γεγονότος ὡς ἐγώ· ἐγὼ δ’ εἰ γένωμαί γε ἄφθαρτος ὅλος ἐκ φθαρτοῦ κολληθεὶς τῷ ἀφθάρτῳ, πῶς ἂν οὐκ αἰσθανθήσομαι, πῶς ἂν αὐτῇ τῇ πείρᾳ οὐκ ἴδω οὐδὲ γνώσομαι γεγονώς, ὃ οὐκ ἤμην; τὸ γὰρ εἰπεῖν ὅτι θεὸς ἑνούμενος ἀνθρώποις οὐ μεταδίδωσιν αὐτοῖς τῆς θείας ἀφθαρσίας, ἀλλὰ ἐκείνων τῇ φθορᾷ συγκατασπᾶται μᾶλλον, τοῦ ἀνωλέθρου ὄλεθρον ὁ λέγων δογματίζει καὶ βλασφημεῖ καὶ τῆς ζωῆς αὐτὸς ὅλως ἐκπίπτει· εἰ δὲ τοῦτο ἀδύνατον, δέξαι μᾶλλον τὸ ἄλλο καὶ ἀφθαρσίας μετασχεῖν σπούδασον πρὸ τοῦ τέλους· τὸ φῶς ὑπάρχει ὁ θεός, οἱ ἐν σκότει ἡμεῖς δέ, ἢ ἀληθέστερον εἰπεῖν, ἡμεῖς αὐτοὶ τὸ σκότος· οὐδὲ γὰρ λάμψει ἀλλαχοῦ ὁ θεὸς (μὴ πλανᾶσθε), εἰ μὴ ἐν μόναις ταῖς ψυχαῖς, αἷς ἑνωθῇ πρὸ τέλους· τοῖς δ’ ἄλλοις, εἰ καὶ λάμψειεν, οἱ κήρυκες ὡς εἶπον, ὡς πῦρ αὐτοῖς φανήσεται ἀπρόσιτον εἰς ἅπαν τὸ ἔργον δοκιμάσει τε, ὁποῖον τὸ ἑκάστου, καὶ πάλιν χωρισθήσεται τούτων ὡς ἀναξίων, ἐκεῖνοι δ’ ἀπολήψονται κόλασιν ἐπαξίαν. ὅμως ἐνταῦθα καὶ ἐκεῖ φῶς ψυχῶν αὐτὸς μόνος, ἡμεῖς δὲ σκότος τὰς ψυχὰς ἔχοντες ἀφωτίστους.
εἰ οὖν τὸ φῶς τὸ τῶν ψυχῶν ἑνωθῇ τῇ ψυχῇ μου, ἐκεῖνο συσβεσθήσεται καὶ γενήσεται σκότος, ἢ ἡ ψυχή μου ὡς τὸ φῶς ἔσεται φωτισθεῖσα· τὸ φῶς γὰρ ὅταν ἀναφθῇ, φεύγει εὐθὺς τὸ σκότος, καίτοι ἐστὶ τοῦ αἰσθητοῦ φωτὸς ἐκεῖνο ἔργον· εἰ δὲ τὸ φῶς τὸ παραχθὲν ἐνεργεῖ σοι τοιαῦτα καὶ ὀφθαλμοὺς φωτίζει σου καὶ ψυχὴν κατευφραίνει, καὶ ἃ τὸ πρὶν οὐκ ἔβλεπες χαρίζεται ὁρᾶν σοι, τί οὐ ποιήσει ἐν ψυχῇ λάμψας ὁ τούτου κτίστης, ὁ γενηθήτω φῶς εἰπών, καὶ εὐθὺς παρεισήχθη; τί, δοκεῖ οὖν σοι, εἰ λάμψει νοερῶς ἐν καρδίᾳ ἢ ἐν νοῒ ὡς ἀστραπὴ ἢ ὡς ἥλιος μέγας, ἐμποιῆσαι δυνήσεται ψυχῇ τῇ ἐλλαμφθείσῃ; οὐχὶ φωτίσει ταύτην γε καὶ γνωρίσαι παρέξει ἐν ἐπιγνώσει ἀκριβεῖ αὐτόν, ὅστις ὑπάρχει; ναί, ὄντως οὕτως γίνεται, οὕτως ἐπιτελεῖται, οὕτως ἀποκαλύπτεται τοῦ πνεύματος ἡ χάρις, καὶ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ ὁ υἱὸς σὺν πατρί τε, καὶ τούτους βλέπει, ὥς ἐστι δυνατὸν κατιδέσθαι· καὶ τότε τὰ περὶ αὐτῶν ἐξ αὐτῶν ἀπορρήτως διδάσκεται καὶ φθέγγεται καὶ πᾶσιν ἄλλοις γράφει καὶ δόγματα θεοπρεπῆ ἐκτίθεται, ὡς πάντες οἱ προλαβόντες ἅγιοι διδάσκουσι πατέρες· οὕτως γὰρ ἐδογμάτισαν τὸ σύμβολον τὸ θεῖον· τοιοῦτοί τε γενόμενοι, ὡς εἴπομεν, κἀκεῖνοι μετὰ θεοῦ τὰ τοῦ θεοῦ ἐφθέγξαντο καὶ εἶπον· τίς γὰρ ἐθεολόγησε τριαδικὴν μονάδα ἢ τίς αἱρέσεις ἔτρεψε μὴ γεγονὼς τοιοῦτος; ἢ τίς ἐκλήθη ἅγιος μὴ μετασχὼν ἁγίου πνεύματος;
οὐδεὶς πώποτε· ὣς καὶ τὸ φῶς αἰσθήσει τὸ νοητὸν προσγίνεσθαι πέφυκεν, οἷς προσέσται· οἱ δ’ ἀναισθήτως λέγοντες τούτου μεταλαμβάνειν, αὐτοὶ τῷ ὄντι ἑαυτοὺς καλοῦσιν ἀναισθήτους, ἡμεῖς δὲ καὶ νεκροὺς ὄντας ζωῆς ἐστερημένους, εἰ καὶ δοκοῦσιν ἔτι ζῆν· ὢ πλάνης, ὢ μανίας· ἀλλ’, ὦ φῶς, λάμψον εἰς αὐτούς, λάμψον, ὅπως ἰδόντες πεισθῶσιν ὄντως ὅτι φῶς σὺ ἀληθὲς ὑπάρχεις, καὶ οἷς ἑνοῦσαι, ὥσπερ φῶς ὁμοίους σοι ἐργάζῃ. λάμπω καθὼς καὶ πάντοτε τῶν τυφλῶν πρὸ προσώπου, ἀλλὰ ἰδεῖν οὐ βούλονται, καμμύουσι δὲ μᾶλλον καὶ ἀναβλέψαι πρὸς ἐμὲ οὐ θέλουσιν, ὦ τέκνον· πρὸς δὲ καὶ ἀποστρέφονται τὰς ὄψεις ἀλλαχόθεν, κἀγὼ συμπεριστρέφομαι, τούτων ἔμπροσθεν στήκω, κἀκεῖνοι πάλιν ἀλλαχοῦ ἐκπέμπουσι τὸ ὄμμα καὶ ὅλως τοῦ προσώπου μου τὸ φῶς οὐ καθορῶσι· τούτων οἱ μὲν καλύπτονται καλύμμασι τὰς ὄψεις, οἱ δὲ καὶ ἔξω φεύγουσι μισήσαντές με πάντως.
τί οὖν τούτους ποιήσαιμι, ἐξαπορῶ εἰς ἅπαν· τὸ ἀβουλήτως γὰρ αὐτοὺς καὶ βίᾳ τάχα σῶσαι, καὶ τοῦτο θλῖψις δόξειε, μὴ θέλοντας σωθῆναι· τὸ γὰρ καλὸν θελήματι ἔσται καλὸν τῷ ὄντι, τὸ δ’ ἀβουλήτως ἀγαθόν, οὐκ ἀγαθὸν ὑπάρξει· καὶ διὰ τοῦτο θέλοντας καὶ ὁρῶ καὶ ὁρῶμαι καὶ βασιλείας τῆς ἐμῆς ποιῶ συγκληρονόμους, τοὺς δὲ μὴ θέλοντας ἐῶ θέλοντας ἐν τῷ κόσμῳ, καὶ γίνονται κριταὶ αὐτοὶ ἑαυτῶν πρὸ τῆς δίκης, ὅτι ἐμοῦ ἐκλάμποντος, φωτὸς τοῦ ἀπροσίτου, αὐτοὶ τὸ σκότος ἑαυτοῖς προεξένησαν μόνοι φῶς ἰδεῖν μὴ θελήσαντες καὶ μείναντες ἐν σκότει.
Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καὶ τὴν δόξαν τοῦ θεοῦ καθορῶσιν, ὡς θεμιτὸν ἀνθρωπίνῃ φύσει θεὸν ὁρᾶν. Βλέψον ἄνωθεν, θεέ μου, καὶ εὐδόκησον φανῆναι καὶ πτωχῷ προσομιλῆσαι· ἀποκάλυψον τὸ φῶς σου διανοίξας οὐρανούς μοι, ἄνοιξον τὸν νοῦν μου μᾶλλον, εἴσελθε καὶ νῦν ἐντός μου, λάλησον καθάπερ πάλαι διὰ ῥυπαρᾶς μου γλώσσης περὶ ὧν τινες λαλοῦσιν, ὅτι νῦν οὐδεὶς ὑπάρχει, ὃς θεὸν γνωστῶς κατεῖδεν οὐδὲ γέγονε πρὸ τούτου παρεκτὸς τῶν ἀποστόλων· ἀλλ’ οὐδὲ αὐτοὺς ἐκείνους λέγουσι τρανῶς ἰδέσθαι τὸν θεόν σου καὶ πατέρα, ἀλλὰ ἄγνωστον τοῖς πᾶσιν, ἀθεώρητον ὡσαύτως δογματίζουσιν ὑπάρχειν προβαλλόμενοι τὸ ῥῆμα τοῦ ὑπερηγαπημένου μαθητοῦ σου Ἰωάννου λέγοντος, θεὸν οὐδέπω ἑωράκει τις ἀνθρώπων· ναί, Χριστέ μου, λέξον τάχος, ἵνα μὴ τοῖς ἀσυνέτοις ἔγωγε δόξω ληρεῖν.
γράφε, εἶπεν, ἅπερ λέγω, γράφε καὶ μὴ κατοκνήσῃς· εἰ θεὸς ἐγὼ πρὸ πάντων ἡμερῶν, ὡρῶν καὶ χρόνων, ἀλλὰ καὶ αἰώνων πάντων καὶ τῶν ὁρωμένων πάντων νοουμένων τε κτισμάτων ἤμην ὑπὲρ νοῦν καὶ λόγον ὑπὲρ ἔννοιάν τε πᾶσαν μόνος μετὰ μόνου μόνως, καὶ οὐδὲν τῶν ὁρωμένων ἀλλ’ οὐδὲ τῶν ἀοράτων ἦν πρὸ τοῦ γενέσθαι ὄντως· μόνος ἄκτιστος ἐγὼ σὺν πατρὶ καὶ πνεύματι, μόνος ἄναρχος ὑπάρχω ἐξ ἀνάρχου τοῦ πατρός μου· ἀγγέλων δὲ οὐδεὶς οὐδέπω ἀλλ’ οὐδὲ τῶν ἀρχαγγέλων, οὐ τῶν ἄλλων τε ταγμάτων εἶδέ μου ποτὲ τὴν φύσιν οὐδ’ αὐτὸν ἐμὲ τὸν κτίστην ὅλον, οἷός περ τυγχάνω, μόνην δὲ ἀκτῖνα δόξης καὶ ἀπόρροιαν φωτός μου καθορῶσι καὶ θεοῦνται· ὡς γὰρ ἔσοπτρον ἡλίου τὰς ἀκτῖνας δεδεγμένον ἢ κρυστάλλινος ὡς λίθος ἐλλαμφθεὶς ἐν μεσημβρίᾳ, οὕτως δέχονται ἀκτῖνας τῆς θεότητός μου πάσας, ὅλον δέ με κατιδέσθαι οὔπω τις κατηξιώθη, οὐκ ἀγγέλων, οὐκ ἀνθρώπων, οὐ δυνάμεων ἁγίων· ἔξω γάρ εἰμι τῶν πάντων καὶ ἀόρατος τοῖς πᾶσιν, οὐ φθονῶν δὲ τούτοις πάντως, ὅπως μή με καθορῶσιν, οὐδ’ ὡς ἀκαλλὴς ὑπάρχων κρύπτομαι τοῦ μὴ φανῆναι, ἀλλὰ ἄξιος οὐδείς μου τῆς θεότητος εὑρέθη οὐδὲ γέγονε τοῦ κτίστου ἰσοδύναμον τὸ κτίσμα· τοῦτο γὰρ οὐδὲ συμφέρει· μικρὰν δ’ ὁρῶντες ἀπαυγὴν ὄντως εἶναί με μυοῦνται καὶ γινώσκουσι θεόν με τὸν αὐτοὺς παραγαγόντα καὶ ἐκπλήξει με καὶ φόβῳ ἀνυμνοῦντες λειτουργοῦσιν· οὐκ ἐνδέχεται θεὸν γὰρ ἄλλον φύσει παραχθῆναι ἰσοδύναμον τοῦ κτίστου οὐδ’ ὁμοφυῆ ἐκείνου· οὐδὲ δυνατὸν γὰρ ὅλως ὁμοούσιον τοῦ κτίστου τὸ κτιζόμενον γενέσθαι· τῷ ἀκτίστῳ τὸ κτιστὸν γὰρ πῶς ποτε ἐξισωθείη;
τοῦ ἀεὶ ὡσαύτως ὄντος καὶ ἀνάρχου καὶ ἀκτίστου τὰ κτιζόμενα ἐλάττω καὶ γὰρ εἶναι μαρτυρήσεις καὶ τοσοῦτον διαφέρειν, ὅσον ἅμαξα καὶ πρίων τοῦ αὐτὰ τεκτηναμένου· πῶς οὖν ἅμαξα τὸν ταύτην τεκτηνάμενον ἐκμάθοι; πῶς δὲ πρίων τὸν κινοῦντα ἐπιγνώσεται, εἰπέ μοι, εἰ μὴ τούτοις δώσει γνῶσιν, εἰ μὴ ὅρασιν ἐνθείη ὁ αὐτὰ κατασκευάσας, ὃ ἀδύνατον ὑπάρχει τοῦτο πᾶσι τοῖς κτισθεῖσιν; οὐδεὶς ἀνθρώπων ὅλως οὖν, οὐδεὶς καὶ τῶν ἀγγέλων, τοῦ διδόναι πνεῦμα ἄλλοις ἔλαβε τὴν ἐξουσίαν ἢ ζωὴν αὐτοῖς παρέχειν· ὁ δὲ κύριος τῶν πάντων ἔχων ἐξουσίαν μόνος, μόνος ἔχων δυναστείαν, ὡς πηγὴ ζωῆς ὑπάρχων ἔμψυχα παράγει ζῷα, οἷα πάντως καὶ θελήσει, καὶ χαρίζεται ἑκάστῳ ὡς τεχνίτης, ὡς δεσπότης, ὅσα βούλεται καὶ θέλει· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν, ἀεὶ καὶ εἰς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.