Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Μοναχική πολιτεία, πένθος και αποταγή

Ασκητικές προτροπές, η αλφάβητος των αναχωρητών και διδασκαλία για την αξία της υπακοής, της μετάνοιας και των δακρύων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 3 από 17

Τίς ἡ ἐπὶ τῷ πατρὶ τούτῳ γενομένη ἀλλοίωσις, καὶ πῶς καθαρθεὶς εἰς ἄκρον ἡνώθη θεῷ, καὶ οἷος ἐξ οἵου ἐγένετο, οἱ πρὸς θεὸν ἐρωτικοὶ αὐτοῦ λόγοι δηλοῦσιν ἐντεῦθεν· ὃς καὶ πρὸς τὸ τέλος θεολογῶν λέγει περὶ ἀγγέλων. Τίς ἡ ἄμετρος εὐσπλαγχνία σου, σῶτερ; πῶς ἠξίωσας μέλος σόν με γενέσθαι, τὸν ἀκάθαρτον. τὸν ἄσωτον, τὸν πόρνον; πῶς ἐνέδυσας στολήν με λαμπροτάτην, ἀπαστράπτουσαν αἴγλην ἀθανασίας καὶ φῶς ποιοῦσαν ἅπαντά μου τὰ μέλη;

σῶμα γὰρ τὸ σόν, τὸ ἄχραντον καὶ θεῖον ἀστράπτει ὅλον πυρὶ θεότητός σου ἀναφυραθὲν καὶ συμμιγὲν ἀρρήτως· τοῦτο οὖν κἀμοὶ ἐδωρήσω, θεέ μου· τὸ γὰρ ῥυπαρὸν καὶ φθαρτὸν τοῦτο σκῆνος τῷ παναχράντῳ ἑνωθὲν σώματί σου καὶ μιγὲν τὸ αἷμά μου τῷ αἵματί σου ἡνώθην, οἶδα, καὶ τῇ θεότητί σου καὶ γέγονα σὸν καθαρώτατον σῶμα, μέλος ἐκλάμπον, μέλος ἅγιον ὄντως, μέλος τηλαυγὲς καὶ διαυγὲς καὶ λάμπον· ὁρῶ τὸ κάλλος, βλέπω τὴν λαμπηδόνα, ἐνοπτρίζομαι τὸ φῶς τῆς χάριτός σου καὶ τὸ ἄρρητον ἐκπλήττομαι τῆς αἴγλης καὶ ἐξίσταμαι κατανοῶν ἑαυτόν, ἐκ ποίου οἷος ἐγενόμην, ὢ θαῦμα, καὶ εὐλαβοῦμαι καὶ ἐμαυτὸν αἰδοῦμαι καὶ ὡς σὲ αὐτὸν καὶ τιμῶ καὶ φοβοῦμαι καὶ ἐξαπορῶ ἐντρεπόμενος ὅλως, τὸ ποῦ καθίσω καὶ τίνι προσεγγίσω καὶ ποῦ τὰ μέλη τὰ σὰ προσανακλίνω, εἰς ποῖα ἔργα, εἰς ποίας ταῦτα πράξεις ὅλως χρήσομαι τὰ φρικτά τε καὶ θεῖα· δός μοι καὶ λαλεῖν καὶ πράττειν, ἅπερ λέγω, ὦ δημιουργὲ καὶ πλάστα καὶ θεέ μου· εἰ γάρ, ἃ λαλῶ, οὐκ ἐκπληρῶ ἐξ ἔργου, γέγονα χαλκὸς ἠχῶν μάτην μεγάλα καὶ ἀναισθητῶν πρὸς τὴν ἠχὴν τῶν κτύπων· ἀλλὰ μὴ ἀφῇς μηδὲ ἐγκαταλίπῃς μηδὲ πλανᾶσθαι ἐάσῃς με, σωτήρ μου, τὸν ταλαίπωρον, τὸν πτωχόν τε καὶ ξένον, τὸν μυρία σοι τάλαντα χρεωστοῦντα, ἀλλ’ ὥσπερ πάλαι, καὶ νῦν ποίησον, λόγε· τότε γὰρ κλήρου καὶ γῆς πατρῴας πάσης, πατρός, ἀδελφῶν, μητρός, ἰδίων, ξένων καὶ ἄλλων πάντων συγγενῶν τε καὶ φίλων ἀπεχώρισας ἁμαρτωλόν με ὄντα καὶ πάντων τούτων εὐτελέστερον, σῶτερ, καὶ προσελάβου σαῖς ἀχράντοις ἀγκάλαις τὸν ἀγνώμονα φανέντα τοῖς καλοῖς σου· οὕτω καὶ νῦν με ἐλέησον, οἰκτίρμον· οὕτω, μᾶλλον δὲ μειζόνως, ὦ θεέ μου, καὶ σπλαγχνίσθητι καὶ περιφύλαξόν με καὶ τοῦ θυμοῦ μου πράϋνον τὰς κινήσεις καὶ ἱκάνωσον τοῦ μακροθύμως φέρειν πάντα πειρασμὸν καὶ λύπην τὴν τοῦ βίου, ὅσα ἐμαυτῷ προξενῶ κακοφρόνως †ὅσα† δαιμόνων πειράζει φθονερὰ φύσις καὶ οἱ ἀσθενεῖς τούτων τῶν ἀδελφῶν μου ἔργῳ μοι, λόγῳ προξενοῦσι· φεῦ, οἴμοι· ὅτι τὰ ἐμὰ μέλη με δαπανῶσι καὶ ὀδυνῶμαι δι’ αὐτὰ ταῦτα πάλιν· ἄγομαι ποσὶ κεφαλὴ λαχὼν εἶναι καὶ γυμνοποδῶ καὶ ἀκάνθαις κεντοῦμαι καὶ σφόδρα ἀλγῶ τὴν ὀδύνην μὴ φέρων· τοῖς ἔμπροσθεν εἷς τῶν ἐμῶν ποδῶν βαίνει καὶ εἰς τοὐπίσω στρέφεται πάλιν ἄλλος· ἔνθεν κἀκεῖθεν σύρουσιν, ἕλκουσί με καὶ περισκελίζομαι καὶ πίπτω κάτω· ἀκολουθεῖν οὖν οὐκ ἰσχύω τοῖς πᾶσι· τὸ κεῖσθαι κακὸν καὶ τὸ ὁδεύειν οὕτως χεῖρον πέλει τοῦ κεῖσθαι ὡς πάσας ἄλλας συμφορὰς ὑπερβαῖνον· κύριε, δός μοι κατάνυξιν καὶ πένθος καὶ ἀξίωσον ἐν τῷ σκότει τοῦ βίου ἐν τῷ κόσμῳ τούτῳ τε, τῷ τῆς λύπης χωρίῳ, ἐκδουλεῦσαί σοι καὶ καλῶς θεραπεῦσαι καὶ τὰς ἁγίας ἐντολάς σου φυλάξαι· εὐχαριστῶ σοι, ὅτι ζῆν δέδωκάς μοι καὶ γινώσκειν σε καὶ προσκυνεῖν, θεέ μου· τοῦτο γὰρ ζωή, τὸ σὲ γινώσκειν μόνον θεὸν κτίστην τε καὶ ποιητὴν ἁπάντων, ἀγέννητον, ἄκτιστον, ἄναρχον μόνον, καὶ τὸν σὸν υἱὸν ἀπὸ σοῦ γεννηθέντα καὶ ἐκπορευτὸν τὸ πανάγιον πνεῦμα, τὴν πανύμνητον τριαδικὴν μονάδα, ἣν τὸ προσκυνεῖν εὐσεβῶς καὶ λατρεύειν ὑπὲρ δόξαν ἅπασαν ἄλλην ὑπάρχει, κἂν ἐπίγειον, κἂν οὐράνιον εἴπῃς· τί γὰρ ἀγγέλων, τί δὲ τῶν ἀρχαγγέλων, κυριοτήτων, Χερουβίμ, Σεραφίμ τε καὶ πασῶν ἄλλων στρατιῶν οὐρανίων ὑπάρχει δόξα ἢ φῶς ἀθανασίας ἢ χαρὰ ἢ ἔλλαμψις ζωῆς ἀΰλου, εἰ μὴ τὸ ἓν φῶς τῆς ἁγίας τριάδος διαιρούμενον τρισσῶς ἀδιαιρέτως, ὃ ἓν ὑπάρχει ἐν τρισὶ χαρακτῆρσι γινωσκόμενον ἀγνώστως, ὅσον θέλει· οὐδὲ γὰρ ἐνδέχεται κτίσμα τὸν κτίστην οὕτω γινώσκειν ὅλον, ὡς αὐτὸς οἶδεν ἑαυτὸν κατὰ φύσιν, κατὰ χάριν δὲ βλέπουσι καὶ νοοῦσιν ἄγγελοι πάντες καὶ πᾶσα κτιστὴ φύσις, οὐ καταλαμβάνοντες, ἀλλὰ νοοῦντες καθὸ γνωσθῆναι ἢ φανῆναι θελήσει τοῖς τυφλοῖς τὸ φῶς ἢ καὶ βλέπουσι πάντως· καὶ γὰρ ὀφθαλμὸς χωρὶς φωτὸς οὐ βλέπει, ἀλλὰ καὶ ὁρᾶν ἐκ τοῦ φωτὸς λαμβάνει, ὅτι παρ’ αὐτοῦ καὶ ἐδημιουργήθη· κἂν ἀσώματον, κἂν ἐνσώματον εἴπῃς, εὑρήσεις πάντα θεὸν πεποιηκότα, τὰ ἐν οὐρανοῖς, εἴ τι δ’ ἂν καὶ ἀκούσῃς, τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν ταῖς ἀβύσσοις· καὶ τούτων πάντων μία ζωὴ καὶ δόξα, μία ἔφεσις καὶ μία βασιλεία, πλοῦτος, χαρά, στέφανος, νῖκος, εἰρήνη καὶ πᾶσα εὐπρέπεια ὑπάρχει ἄλλη, ἡ ἐπίγνωσις τῆς ἀρχῆς καὶ αἰτίας, ὅθεν παρήχθη καὶ γεγόνασι πάντα· τοῦτο σύστασις τῶν ἄνω καὶ τῶν κάτω, τοῦτο ἡ τάξις πάντων τῶν νοουμένων, τοῦτο δούλωσις πάντων τῶν ὁρωμένων, τοῦτο ἔσχον ἄγγελοι στάσιν βεβαίαν προσλαβόμενοι γνῶσιν καὶ φόβον πλείω, ὅτε πίπτοντα τὸν σατανᾶν ἑώρων καὶ τοὺς σὺν αὐτῷ ὑπαχθέντας οἰήσει· ὅσοι γὰρ μόνον ἐπελάθοντο τούτου, καὶ κατέπεσον ἐπάρσει δουλωθέντες· ὅσοι δὲ τοῦτο πάλιν εἶχον εἰς γνῶσιν, ἐκουφίζοντο φόβῳ καὶ τῇ ἀγάπῃ προσκολλώμενοι τῷ ἑαυτῶν δεσπότῃ· ὅθεν ἡ ἐπίγνωσις τῆς δεσποτείας καὶ τὴν προσθήκην τῆς ἀγάπης ἐποίει, ὅτι καὶ πλείω τὴν ἀστράπτουσαν αἴγλην καὶ τρανοτέραν ἑώρων τῆς τριάδος· καὶ τοῦτο πάλιν πᾶσαν ἔννοιαν ἄλλην ἀπεκρούετο καὶ ἀτρέπτους ἐποίει τοὺς τρεπτὴν φύσιν τὸ καταρχὰς λαβόντας ἐν τῷ ὕψει μένοντας τῶν οὐρανίων.

Τίς ὁ μοναχὸς καὶ τίς ἡ αὐτοῦ ἐργασία καὶ εἰς οἷον ὕψος θεωρίας οὗτος ἀνῆλθεν. Μοναχός, ὅστις ἀμιγής ἐστι κόσμῳ καὶ ἀεννάως ὁμιλεῖ θεῷ μόνῳ, βλέπων βλέπεται, φιλῶν φιλεῖται καὶ γίνεται φῶς λαμπόμενος ἀρρήτως· δοξαζόμενος δοκεῖ πλέον πτωχεύειν καὶ προσοικειούμενος ὡς ξένος πέλει· ὢ ξένου πάντῃ θαύματος καὶ ἀφράστου· διὰ πλοῦτον ἄπειρον ὑπάρχω πένης καὶ μηδὲν ἔχειν δοκῶ πολὺ κατέχων, καὶ λέγω διψῶ διὰ πλῆθος ὑδάτων καὶ τίς μοι δώσει, ὅπερ ἔχω πλουσίως; καὶ ποῦ εὑρήσω, ὃν ὁρῶ καθ’ ἑκάστην, πῶς δὲ κρατήσω, ὃ ἐντός μου ὑπάρχει καὶ ἔξω κόσμου; οὐ γὰρ βλέπεται ὅλως· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω νοῶν ἀληθῶς ῥήματα ἀγραμμάτου.

Διδασκαλία εἰς μοναχοὺς ἄρτι ἀποταξαμένους κόσμῳ καὶ τοῖς ἐν κόσμῳ. Καὶ περὶ τοῦ ὁποίαν τις ὀφείλει πίστιν ἔχειν πρὸς τὸν ἴδιον πατέρα.

Ἄφες κόσμον ἅπαντα καὶ τοὺς ἐν κόσμῳ· μόνον προσλαβοῦ τὸ μακάριον πένθος· θρήνησον μόνα τὰ κακῶς σοι πραχθέντα, ὅτι ταῦτά σε τοῦ ποιητοῦ τῶν ὅλων ἀπεστέρησαν Χριστοῦ καὶ τῶν ἁγίων· μηδενὸς ἄλλου φροντίσῃς ἐκτὸς τούτου, ἀλλὰ καὶ τὸ σῶμά σου ὡς ξένον ἔχε· καὶ κάτω βλέπε ὡς κατακεκριμένος καὶ τὴν ἐπὶ θάνατον ὁδὸν βαδίζων στέναζε ἀεὶ ἐκ βάθους τῆς καρδίας καὶ τὸ πρόσωπον μόνοις δάκρυσι πλῦνε, τοὺς δὲ πόδας σου τοὺς εἰς κακὰ δραμόντας μὴ θελήσης ὕδατι νῖψαι μηδόλως· ναὶ δὴ καὶ τὰς χεῖρας σου συνεσταλμένας ἔχε· ταύτας ἀναιδῶς πρὸς θεὸν μὴ ἐκτείνῃς, ἃς πολλάκις ἥπλωσας εἰς ἁμαρτίαν· κράτει προπετοῦς, ὅση δύναμις, γλώσσης (εὐχερὴς καὶ γὰρ αὕτη πρὸς ἁμαρτίαν), ἐπεὶ δι’ αὐτῆς μόνης καὶ τῶν μεγάλων πολλοὶ ἀπεσφάλησαν ὁδοῦ εὐθείας καὶ ἀπώλεσαν οὐρανῶν βασιλείαν· ταύτης δὲ πρῶτον φράξον τὰς ἀκοάς σου ἀκούειν μηδὲν τῶν αἰσχρῶν καὶ ματαίων, καὶ τότε ἴσως κυριεύσῃς καὶ ταύτης· ἄκουε μόνας πατρός σου νουθεσίας, ποιοῦ ταπεινὰς πρὸς αὐτὸν ἀποκρίσεις καὶ ὡς τῷ θεῷ λέγε τοὺς λογισμούς σου μέχρι προσβολῆς καὶ μηδὲν ἀποκρύψῃς μηδέ τι πράξῃς ἄνευ γνώμης τῆς τούτου, μήτε κοιμηθῇς μήτε φάγῃς ἢ πίῃς· καὶ ὅτε ταῦτα φυλάξεις ἐπὶ χρόνοις, μηδὲν δοκήσῃς μέγα κατωρθωκέναι· καὶ γὰρ ἔσπειρας ἐν ἱδρῶτι καὶ κόπῳ, οὔπω δὲ καρπὸν τῶν σῶν πόνων ἐδρέψω· μὴ οὖν πλανηθῇς ἢ δόξῃς εὑρηκέναι, πρὶν ἢ ὀφθαλμοὺς ψυχικοὺς ἐπικτήσῃ καὶ σῆς καρδίας καθαρθῶσι τὰ ὦτα, τοῖς δάκρυσί σου ἐκπλυθέντα τοῦ ῥύπου, καὶ πνευματικῶς βλέπειν τε καὶ ἀκούειν καὶ ἀλλοιοῦσθαι ὅλας αἰσθήσεις ἄρξῃ· καὶ γὰρ θεάσῃ πολλὰ τῶν ἀνεκφράστων καὶ ἀκούσεις πλείονα πανεξαισίως, ἃ οὐ δυνήσῃ τῇ γλώσσῃ σου λαλῆσαι· φρικτὸν οὖν θαῦμα πνευματικῶς ἀκούειν, καὶ τὸ οὕτως βλέπειν δὲ θαῦμα θαυμάτων· οὐδὲν σαρκικὸν ἐννοεῖ ὁ τοιοῦτος †ποτέ†, πατεῖ δὲ τὴν γῆν ὡς εἰς ἀέρα βαίνων πάντα τε ὁρᾷ μέχρι καὶ τῶν ἀβύσσων καὶ κατανοεῖ τὰ ποιήματα πάντα· γνωρίζει θεόν, ἐκπλήττεται τῷ φόβῳ, καὶ ὡς ποιητὴν προσκυνεῖ καὶ δοξάζει· μέγα τὸ γνωρίσαι δὲ τὴν δεσποτείαν, κἂν πάντες νομίζουσι τοῦτο εἰδέναι· ἀπατῶνται δὲ πλεῖστοι, μὴ ἀμφιβάλῃς· τοῦτο ἴσασιν οἱ φωτισθέντες, οἱ δ’ ἄλλοι πάντες, ὢ τῆς δεινῆς ἀγνοίας, σκοτεινότεροί εἰσι καὶ τῶν δαιμόνων.

ἀλλ’, ὦ κύριε καὶ κτίστα τῶν ἁπάντων, ὃς ἐποίησας ζῷον θνητὸν ἐκ γῆς με καὶ ἐτίμησας χάριτι ἀθανάτῳ καὶ ζῆν δέδωκας καὶ λαλεῖν καὶ κινεῖσθαι καὶ δοξάζειν σε, τὸν δεσπότην τῶν ὅλων, αὐτός, δέσποτα, δός μοι τῷ ταλαιπώρῳ καὶ προσπίπτειν σοι καὶ αἰτεῖν τὸ συμφέρον· ἀγνοῶ καὶ γάρ, πῶς παρήχθην ἐν κόσμῳ, καὶ τί τὰ τῇδε, ἃ νομίζουσιν εἶναι· τίς ἡ ὅρασις ἡ ἐμή, ὦ θεέ μου, τί δὲ τὰ ὁρώμενα, εἰπεῖν οὐκ ἔχω· πῶς ἐματαιώθημεν ἄνθρωποι πάντες καὶ κρίσιν ὀρθὴν οὐκ ἔχομεν τῶν ὄντων· χθὲς ἦλθον πάντως καὶ αὔριον ὑπάγω καὶ εἶναι δοκῶ ἀθάνατος ἐνταῦθα· ἔχειν σε θεὸν ὁμολογῶ τοῖς πᾶσιν, ἀρνοῦμαι δέ σε τοῖς ἔργοις καθ’ ἑκάστην.

διδάσκομαι σὲ ποιητὴν εἶναι πάντων, ἄνευ δὲ βιάζομαι σοῦ πάντα ἔχειν· σὺ βασιλεύεις τῶν ἄνω καὶ τῶν κάτω, κἀγὼ μόνος σοι ἀντιπίπτειν οὐ φρίσσω· δὸς τῷ ἀπόρῳ, δός μοι τῷ παναθλίῳ πᾶσαν ἀπορρίψασθαι ψυχῆς κακίαν, ἣν φυσίωσις, ἣν ἔπαρσις ματαία συνθλῶσιν ἅμα καὶ συντρίβουσιν, οἴμοι· δὸς ταπείνωσιν, δὸς χεῖρα βοηθείας καὶ καθάρισον τὸν ῥύπον τῆς ψυχῆς μου καὶ παράσχου μοι δάκρυα μετανοίας, δάκρυα πόθου, δάκρυα σωτηρίας, δάκρυα καθαίροντα ζόφον νοός μου καὶ λαμπρόν με ἄνωθεν ἀποτελοῦντα, τὸν ὁρᾶν σε θέλοντα, τὸ φῶς τοῦ κόσμου, τὸ φῶς τῶν ἐμῶν ὀφθαλμῶν τοῦ ἀθλίου, τοῦ καρδίαν γέμουσαν κακῶν τοῦ βίου ἔχοντος πολλῶν ἐκ θλίψεων καὶ φθόνου τῶν δραματουργῶν τῆς ἐμῆς ἐξορίας ἢ μᾶλλον εἰπεῖν τῶν ἐμῶν εὐεργέτων, τῶν δεσποτῶν μου, τῶν ἐμῶν ὄντως φίλων, οἷς ἀντὶ κακῶν δὸς ἀγαθά, Χριστέ μου, τὰ αἰώνια καὶ πλούσια καὶ θεῖα, ἃ ἡτοίμασας εἰς αἰῶνας αἰώνων τοῖς σὲ ποθοῦσι καὶ φιλοῦσιν ἐκθύμως.

Ἀλφάβητος τοῦ αὐτοῦ κατὰ στοιχεῖον διπλοῦς προτρέπων καὶ ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τὸν ἄρτι ἀπὸ τοῦ κόσμου ἀναχωρήσαντα.

Ἀρχὴν ποιήσας Χριστὸν καὶ θερμὴν πίστιν οὕτως ἀναχώρησον ἀπὸ τοῦ κόσμου Βάδιζε φεύγων συγγενεῖς τε καὶ φίλους τοῦτο γὰρ ὠφέλιμον τοῖς ἀρχαρίοις Γυμνὸς πρόσελθε τῶν ὑλῶν τῷ ἀΰλῳ οὐδὲν μεῖζον εὑρήσεις εἰς συμμαχίαν Δειλίαν πᾶσαν ἀπὸ σοῦ ἀπορρίψας πρὸς δυνατὸν γὰρ προσέφυγες δεσπότην Ἐλπίδα μᾶλλον προσλαβὼν ἀδιστάκτως καὶ γὰρ κήδεται καὶ τῶν μικρῶν στρουθίων Ζυγὸν βάστασον τὸν ἐλαφρὸν κυρίου πολλὴ ἡ ἀντίδοσις γὰρ τῶν μελλόντων Ἡμᾶς βροτοὺς ἅπαντας σῴζοντα δῶρον καὶ γὰρ ἠγοράσθημεν αἵματι θείῳ Θεοὺς δεικνύντα δυνάμει τοῦ καλοῦντος τοῦτο γὰρ ἡ σάρκωσις ἡ τοῦ δεσπότου Ἵνα ἔργῳ γνῷς τῶν ἔργων τὰς ἐκβάσεις τὸ πάντων θαυμαστότερον τῶν ὁρωμένων Καλόν σοι κέρδος ἐκκοπὴ θελημάτων μάρτυρα δεικνύει σε τῇ συνειδήσει Λόγους πατρός σου καὶ προστάγματα πρᾶττε ὁδηγοῦσι γὰρ τὴν ὁδὸν ἀπροσκόπως Μέχρι θανάτου ὕψος γὰρ τοῦτο μέγα θεὸς φαίνεται διὰ σὲ τοῦτο πράξας Νόμιζε εἶναι εὐτελέστερος πάντων τοῦτο πρῶτόν σε ποιεῖ τῆς βασιλείας Ξένος τε πτωχότερος ταπεινότερος ἄλλων μεγάλα ταῦτα ἐὰν καὶ κατορθώσῃς αὐτὰ Ὅλος ὑπάρξεις μιμητὴς τοῦ δεσπότου τί δὲ ὑπάρχει ἀγαθότερον τούτου Πάντα κατορθοῖ τὸ πενθεῖν καθ’ ἑκάστην γλυκὺ γὰρ τοῦτο ὑπὲρ βρῶσιν καὶ πόσιν Ῥεόντων καὶ ἑστώτων διδάσκον γνῶσιν ἀφιστᾷ γὰρ πρότερον παντὸς τοῦ κόσμου Σιωπὴν ἄσκει τὴν φυλάττουσαν ταῦτα ῥίζας κόπτει γὰρ ἀνωφελεῖς παντοίας Τὴν μνήμην ἔχε πάντοτε τοῦ θανάτου αὕτη γὰρ πέλει ταπεινώσεως πρόξενος Ὑφ’ ὧν καθαρθεὶς καὶ αὐγασθεὶς καρδίαν ὢ τοῦ θαύματος τοῦ ζητουμένου πᾶσι Φῶς ἀξιωθῇς ἰδεῖν καλῶς τὸ θεῖον βέλος γάρ ἐστιν ἄϋλον ἐξ ἀΰλου Χριστὸς δὲ ἐστὶν ἡ τελεία ἀγάπη ὁ ἔχων αὐτὴν θέσει θεὸς ὑπάρχει Ψυχὰς φωτίζων τὰς αὐτὸν ἐκζητούσας αὗται μόναι ζήσονται (μηδεὶς πλανάσθω) Ὦ θεοποιὸς ἀγάπη θεὸς οὖσα ἔκπληξις τοῦτο καὶ δυσεύρετον πρᾶγμα.