Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Η αναγέννηση της ψυχής, η θεία χάρη και η μέλλουσα κρίση

Η αναλογία της ψυχής με την Αγία Τριάδα, ο πνευματικός αγώνας, η μετοχή στα άφθαρτα αγαθά και η ανταπόδοση των έργων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 15 από 17

Τί ἐστι τὸ κατ’ εἰκόνα καὶ πῶς εἰκότως νοεῖται ὡς τοῦ πρωτοτύπου εἰκὼν ὁ ἄνθρωπος. Καὶ ὅτι ὁ τοὺς ἐχθροὺς ὡς εὐεργέτας φιλῶν μιμητής ἐστι τοῦ θεοῦ· πνεύματος δὲ ἁγίου ἐντεῦθεν μέτοχος γεγονὼς θέσει θεὸς καὶ χάριτι γίνεται μόνοις ἐκείνοις γνωριζόμενος, τοῖς ὑπὸ τοῦ ἁγίου πνεύματος ἐνεργουμένοις. Δόξα, αἶνος, ὕμνος, χάρις τῷ τὴν κτίσιν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι λόγῳ μόνῳ καὶ θελήματι οἰκείῳ ἅπασαν παραγαγόντι, θεῷ πάντων, ἐν τριάδι ὑποστάσεων μιᾷ τε προσκυνουμένῳ οὐσίᾳ· εἷς γὰρ θεὸς τριὰς ἁγία, ὑπερούσιος οὐσία μία ἐν τρισὶ προσώποις ὑποστάσεσι τρισί τε ἀχωρίστοις καὶ ἀτμήτοις, μία φύσις, μία δόξα, μία δύναμις ὑπάρχει θέλημά τε ἓν ὡσαύτως· αὕτη μόνη κτίστις πάντων, αὕτη ἐκ πηλοῦ με ὅλον πλάσασα ψυχήν τε δοῦσα ἔθηκεν ἐπὶ τῆς γῆς με δέδωκε τὸ φῶς τε βλέπειν καὶ ὁρᾶν ἐν τούτῳ πάντα τόνδε τὸν αἰσθητὸν κόσμον· ἥλιον, σελήνην λέγω, τοὺς ἀστέρας οὐρανόν τε, γῆν καὶ θάλασσαν καὶ πάντα τὰ ἐν μέσῳ τούτων ὄντα· δέδωκε καὶ νοῦν καὶ λόγον· ἀλλὰ πρόσεχε τῷ λόγῳ· κατ’ εἰκόνα οὖν τοῦ λόγου δέδοται ἡμῖν ὁ λόγος· λογικοὶ γὰρ ἐκ τοῦ λόγου τοῦ ἀνάρχου, τοῦ ἀκτίστου, τοῦ ἀλήπτου ὄντως κατ’ εἰκόνα ἔστιν ἡ ψυχὴ παντὸς ἀνθρώπου, λογικὴ εἰκὼν τοῦ λόγου· πῶς, εἰπέ μοι, δίδαξόν με· ἄκουσον αὐτοῦ τοῦ λόγου· ὁ θεὸς λόγος ἐκ θεοῦ συναΐδιός τε ἔστι τῷ πατρὶ καὶ τῷ πνεύματι.

οὕτως οὖν καὶ ἡ ψυχή μου κατ’ εἰκόνα τούτου ἔστι· νοῦν γὰρ ἔχουσα καὶ λόγον, φέρει ταῦτα κατ’ οὐσίαν, ἄτμητα ἀσύγχυτά τε, ὁμοούσια ὡσαύτως· ἓν τὰ τρία ἡνωμένως, ἀλλὰ καὶ διῃρημένως· πάντοτε καὶ ἥνωνταί γε καὶ εἰσὶ μεμερισμένα· ἥνωνται γὰρ ἀσυγχύτως καὶ μερίζονται ἀτμήτως· ἓν ἐκ τούτων εἰ καθέλῃς, συγκαθεῖλες πάντως πάντα· ψυχὴ γὰρ ἄνους, ἄλογος ἶσον ἔσται τῶν ἀλόγων, ἄνευ δὲ ψυχῆς οὐκ ἔστι νοῦν ἢ λόγον ὑφεστάναι.

οὕτως οὖν ἐκ τῆς εἰκόνος τὸ πρωτότυπον ἐννόει· ἄνευ πνεύματος οὐκ ἔσται οὐ πατήρ, οὐ λόγος τούτου, πνεῦμα ὁ πατὴρ δὲ ἔστι καὶ υἱὸς ὁ τούτου πνεῦμα, εἰ καὶ σάρκα ἐνεδύθη, καὶ θεὸς τὸ πνεῦμα πάλιν· ἓν γὰρ φύσει καὶ οὐσίᾳ τὰ ἀμφότερα τελοῦσιν, ὥσπερ νοῦς, ψυχὴ καὶ λόγος· ἀλλ’ ὁ μὲν πατὴρ τὸν λόγον ἀπεγέννησεν ἀρρήτως· ὥσπερ νοῦς ἐκ τῆς ψυχῆς μου, μᾶλλον δὲ ἐν τῇ ψυχῇ μου, οὕτως ἐκ πατρὸς τὸ πνεῦμα, μᾶλλον δ’ ἐν πατρὶ καὶ μένει καὶ προέρχεται ἀφράστως· ὥσπερ πάλιν δὲ ὁ νοῦς μου πάντοτε γεννᾷ τὸν λόγον καὶ προφέρει καὶ ἐκπέμπει καὶ γνωστὸν ποιεῖ τοῖς πᾶσιν, οὐ χωρίζεται δὲ τούτου, ἀλλὰ καὶ γεννᾷ τὸν λόγον, καὶ ἐντὸς αὐτὸν κατέχει, οὕτω νόει τὸν πατέρα, ὅτι ἔτεκε τὸν λόγον, ὅτι τίκτει ἀεννάως, οὐ χωρίζεται δὲ ὅλως τοῦ υἱοῦ πατὴρ ὁ τούτου, ἀλλ’ ἐν τῷ υἱῷ ὁρᾶται, καὶ υἱὸς ἐν τούτῳ μένει· ταύτην ἀκριβῆ εἰκόνα, εἰ καὶ ἀμυδρὰ τυγχάνει, καθυπέδειξεν ὁ λόγος, ἣν οὐδέποτε θεάσῃ οὐδ’ οὐ μὴ κατανοήσεις, εἰ μὴ πρότερον καθάρῃς, εἰ μὴ πρότερον ἐκπλύνῃς τῆς εἰκόνος σου τὸν ῥύπον, εἰ μὴ κεχωσμένην οὖσαν ἐν τοῖς πάθεσιν ἐξάξεις, ἀποσμήξεις τε τελείως ἀποδύσεις τε ὡσαύτως καὶ λευκάνῃς ὡς χιόνα· ὅταν ταῦτα δὲ ποιήσῃς καὶ καλῶς σαυτὸν καθάρῃς καὶ εἰκὼν τελεία γένῃ, τὸ πρωτότυπον οὐκ ὄψῃ οὐδ’ οὐ μὴ κατανοήσεις, εἰ μὴ ἀποκαλυφθῇ σοι διὰ πνεύματος ἁγίου· πάντα γὰρ πνεῦμα διδάσκει· ἐν φωτὶ λάμψαν ἀρρήτῳ νοερῶς τὰ νοητά σοι ἅπαντα καθυποδείξει, ὅσον δύνασαι καὶ βλέπειν, ὅσον ἐφικτὸν ἀνθρώπῳ, κατὰ τὴν ἀναλογίαν ψυχικῆς καθάρσεώς σου, καὶ θεῷ ὁμοιωθήσῃ ἔργων ἀκριβεῖ μιμήσει σωφροσύνης καὶ ἀνδρείας, ἀλλὰ καὶ φιλανθρωπίας, πειρασμῶν ὑπομονῇ τε καὶ τῇ πρὸς ἐχθροὺς ἀγάπῃ· τοῦτο γὰρ φιλανθρωπία, τὸ ἐχθροὺς εὐεργετεῖν σε καὶ φιλεῖν αὐτοὺς ὡς φίλους, ὡς γνησίους εὐεργέτας, εὔχεσθαί τε ὑπὲρ πάντων τῶν σοι ἐπηρεαζόντων, ἴσην τε πρὸς πάντας ἔχειν ἀγαθοὺς καὶ πονηρούς τε ἐνδιάθετον ἀγάπην, ὑπὲρ πάντων δὲ τιθέναι τὴν ψυχήν σου καθ’ ἑκάστην, ὑπὲρ σωτηρίας λέγω καὶ τοῦ ἕνα που σωθῆναι ἢ καὶ πάντας, εἰ οἷόν τε.

ταῦτα μιμητὴν δεσπότου ἀπεργάσονταί σε, τέκνον, καὶ εἰκόνα ἀληθῆ σε ἀποδείξουσι τοῦ κτίστου μιμητήν τε κατὰ πάντα τελειότητος τῆς θείας· ὁ δὲ κτίστης τότε (πρόσσχες, ὅπερ μέλλω σοι ἐκφράσαι) θεῖον ἀποστείλῃ πνεῦμα οὐ ψυχήν σοι λέγω ἄλλην, οἵαν ἔσχες, ἀλλὰ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ σοι λέγω, καὶ ἐμπνεύσει καὶ οἰκήσει καὶ οὐσιωδῶς σκηνώσει καὶ φωτίσει καὶ λαμπρύνῃ καὶ ἀναχωνεύσει ὅλον, τὸν φθαρτόν τε ἀφθαρτίσει καὶ ἀνανεώσει αὖθις τὸν παλαιωθέντα οἶκον, οἶκον τῆς ψυχῆς σου λέγω· ταύτῃ δὲ συναφθαρτίσει καὶ τὸ σῶμα ὅλον ὅλως καὶ θεόν σε κατὰ χάριν ὅμοιον τοῦ πρωτοτύπου ἀπεργάσεται· ὢ θαῦμα, ὢ μυστήριον τὸ πᾶσιν ἄγνωστον τοῖς ἐμπαθέσιν, ἄγνωστον τοῖς φιλοκόσμοις, ἄγνωστον τοῖς φιλοδόξοις, ἄγνωστον ὑπερηφάνοις· ἄγνωστον ὄντως ὀργίλοις, ἄγνωστον καὶ μνησικάκοις· ἄγνωστον τοῖς φιλοσάρκοις, ἄγνωστον τοῖς φιλαργύροις· ἄγνωστον τοῖς φθονεροῖς τε, ἄγνωστον πᾶσι λοιδόροις· ἄγνωστον ὑποκριταῖς γε, ἄγνωστον καὶ γαστριμάργοις· ἄγνωστον τοῖς λαθροφάγοις καὶ μεθύσοις τε καὶ πόρνοις· ἄγνωστον τοῖς ἀργολόγοις, ἄγνωστον τοῖς αἰσχρολόγοις· ἄγνωστον καὶ τοῖς ῥαθύμοις, ἄγνωστον τοῖς ἀμελοῦσι τῆς καθ’ ὥραν μετανοίας· ἄγνωστον τοῖς μὴ πενθοῦσιν ἀεννάως καθ’ ἑκάστην· ἄγνωστον ἀνυποτάκτοις, ἄγνωστον τοῖς ἀντιλόγοις· ἄγνωστον ἰδιορρύθμοις, ἄγνωστον τοῖς οἰομένοις εἶναί τι, μηδὲν δὲ οὖσιν· ἄγνωστον τοῖς καυχωμένοις, ἀλλὰ μὴν καὶ τερπομένοις ἐπὶ σώματος μεγέθει ἢ δυνάμει εἴτε κάλλει ἢ χαρίσματι ἑτέρῳ οἱῳδήποτέ σοι λέγω· ἄγνωστον τοῖς μὴ καρδίαν καθαρὰν προσκτησαμένοις· ἄγνωστον τοῖς μὴ αἰτοῦσιν ἐν θερμότητι καρδίας τοῦ λαβεῖν τὸ θεῖον πνεῦμα· ἄγνωστον τοῖς ἀπιστοῦσιν, ὅτι δίδοται καὶ ἄρτι τοῖς ζητοῦσι πνεῦμα θεῖον· ἀπιστία γὰρ ἀπείργει καὶ διώκει πνεῦμα θεῖον· ἀπιστῶν τις οὐκ αἰτεῖται, μὴ αἰτῶν οὐδὲ λαμβάνει· μὴ λαβὼν νεκρὸς ὑπάρχει· τὸν νεκρὸν δὲ τίς μὴ κλαύσει, ὅτι ζῆν δοκεῖ νεκρὸς ὤν;

οἱ νεκροὶ νεκροὺς οὐδέπω οὔτ’ ἰδεῖν οὔτε θρηνῆσαι ὅλως δύνανται· οἱ ζῶντες τούτους βλέποντες πενθοῦσι· θαῦμα γὰρ ὁρῶσι ξένον ζῶντας τοὺς νενεκρωμένους, ἀλλὰ καὶ περιπατοῦντας, τοὺς τυφλοὺς βλέπειν δοκοῦντας, καὶ κωφοὺς δὲ ὄντως ὄντας καὶ ἀκούειν οἰομένους· ζῶσι γὰρ καὶ καθορῶσι καὶ ἀκούουσιν ὡς κτήνη, ὡς ἀνόητοι νοοῦσιν ἐν αἰσθήσει ἀναισθήτῳ, ἐν ζωῇ νενεκρωμένῃ· ἔστι γὰρ ζῆν μὴ ζῶντα, ἔστι βλέποντα μὴ βλέπειν μηδ’ ἀκούοντα ἀκούειν πῶς; εἰπέ μοι· λέξω τάχος· ὅσοι ζῶσι κατὰ σάρκα, ὅσοι βλέπουσι τὰ τῇδε καὶ ὠσὶ σαρκίνοις μόνοις θείων λόγων ἀκροῶνται, οὗτοι κατὰ πνεῦμα πάντες κωφοί, τυφλοὶ καὶ νεκροί γε· †οὐδὲ γὰρ ἐκ θεοῦ γεγέννηνται† ὅλως ἵνα καὶ ζῶσιν, ἀλλ’ οὐδ’ ἔλαβον τὸ πνεῦμα οὐδ’ ἀνέβλεψαν τὰς κόρας οὐ κατεῖδον φῶς τὸ θεῖον· τούτου δὲ μὴ γενομένου ἔμειναν κωφοὶ εἰς ἅπαν· οἱ τοιοῦτοι δέ, εἰπέ μοι, πῶς χριστιανοὶ κληθῶσιν; ἄκουε τοῦ θείου Παύλου ταῦτα σοι σαφῶς δηλοῦντος, μᾶλλον δὲ Χριστοῦ λαλοῦντος· ἄνθρωπος ἐκ γῆς ὁ πρῶτος χοϊκὸς ἐκτίσθη πάντως, ἄνθρωπος ὁ δεύτερος δὲ ἐκ τῶν οὐρανῶν κατῆλθε.

πρόσεχε τοῖς λεγομένοις· οἷος οὖν ὁ πρῶτος πέλει χοϊκός, καὶ οἱ ἐκ τούτου πάντες χοϊκοὶ γεννῶνται· οἷος δὲ Χριστὸς ὑπάρχει, ἐπουράνιος δεσπότης, ἐπουράνιοι καὶ πάντες οἱ αὐτῷ πεπιστευκότες, ἄνωθεν δὲ γεννηθέντες, βαπτισθέντες τε ὡσαύτως πνεύματι τῷ παναγίῳ· οἷον ἔστι τὸ γεννῆσαν θεὸς ὄντως, ἐξ αὐτοῦ τε οἱ γεννώμενοι τοιοῦτοι· ἐκ θεοῦ θεοὶ θετοί γε καὶ υἱοὶ ὑψίστου πάντες, ὥς φησι τὸ θεῖον στόμα. ἤκουσας θεοῦ τοὺς λόγους· ἤκουσας, πῶς ἐκ τῶν ἄλλων τοὺς πιστοὺς ἀποχωρίζει, πῶς σημεῖον γνώρισμά τε δέδωκε τοῖς αὐτοῦ δούλοις, ἵνα μὴ πλανῶνται λόγοις ἀλλοτρίων διδασκάλων; ἐκ τῆς γῆς, φησίν, ὁ πρῶτος ὅτι χοϊκὸς ἐκτίσθη, ὁ δεύτερος ἄνθρωπος δέ, τῶν ἁπάντων ὁ δεσπότης, ἐκ τῶν οὐρανῶν κατῆλθε· θάνατον πᾶσιν ὁ πρῶτος προεξένησεν ἀνθρώποις καὶ φθορὰν τῇ παραβάσει· ὁ δὲ δεύτερος τῷ κόσμῳ ἐδωρήσατο καὶ νῦν δὲ ἅπασι πιστοῖς παρέχει φῶς, ζωὴν καὶ ἀφθαρσίαν· ἤκουσας, ἅπερ σοι λέγει ὁ τῶν οὐρανίων μύστης; ἤκουσας Χριστοῦ λαλοῦντος δι’ αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐκδιδάσκοντος, ὁποῖοι οἱ αὐτῷ πεπιστευκότες καὶ τὴν πίστιν ἐκ τῶν ἔργων ἐνδεικνύμενοι τελοῦσι; μὴ οὖν ἀμφίβαλλε λοιπόν· εἰ χριστιανὸς ὑπάρχεις οἷος ὁ Χριστὸς ὑπάρχει ἐπουράνιος, τοιοῦτος καὶ αὐτὸς ὀφείλεις εἶναι· μὴ ὑπάρχων δὲ τοιοῦτος πῶς χριστιανὸς κληθήσῃ;

εἰ γὰρ οἷος ὁ δεσπότης ἐπουράνιος ὑπάρχει, καὶ τοιούτους εἶναι λέγει τοὺς αὐτῷ πεπιστευκότας, πάντως γε ἐπουρανίους, ὅσοι κοσμικὰ φρονοῦσιν, ὅσοι κατὰ σάρκα ζῶσιν, οὐκ εἰσὶ τοῦ ἐκ τῶν ἄνω κατελθόντος θεοῦ λόγου, ἀλλὰ τοῦ ἐκ γῆς πλασθέντος χοϊκοῦ ἀνθρώπου πάντως· οὕτω φρόνει, οὕτως ἔχε· οὕτω πίστευε καὶ ζήτει, ἵνα γένησαι τοιοῦτος ἐπουράνιος, ὡς εἶπεν ὁ ἐξ οὐρανῶν φοιτήσας καὶ διδοὺς ζωὴν τῷ κόσμῳ· οὗτος ἔστι καὶ ὁ ἄρτος ὁ ἐκεῖθεν καταβαίνων, ὃν οἱ τρώγοντες οὐδ’ ὅλως θάνατόν ποτε ὁρῶσιν· ἐπουράνιοι γὰρ ὄντες εἰς ἀεὶ ἔσονται πάντως τὴν φθορὰν ἀποδυθέντες ἀφθαρσίαν δ’ ἐνδυθέντες θάνατον ἀποβαλόντες καὶ ζωῇ προσκολληθέντες· ἀθάνατοι γὰρ ἄφθαρτοι γίνονται καὶ διὰ τοῦτο ἐπουράνιοι καλοῦνται. τίς γὰρ ἀπὸ τοῦ αἰῶνος ἐχρημάτισε τοιοῦτος, τῶν Ἀδὰμ υἱῶν σοι λέγω, πρὶν ἐξ οὐρανοῦ κατέλθῃ ὁ δεσπότης τῶν ἁπάντων οὐρανίων, ἐπιγείων; οὗτος ἔλαβε τὴν σάρκα τὴν ἡμῶν καὶ πνεῦμα θεῖον δέδωκε, καθὼς πολλάκις εἴπομεν, καὶ τοῦτο πάντα ὡς θεὸς ἡμῖν παρέχει· ποῖα πάντα; ἃ πολλάκις ὑμῖν εἶπον, ἀλλὰ καὶ τὰ νῦν ἐξείπω. γίνεται ὡς κολυμβήθρα θεία φωτοειδεστάτη, πάντας συμπεριλαμβάνει τοὺς ἀξίους, οὓς ἐφεύρῃ ἔνδοθεν, καὶ πῶς ἐξείπω, πῶς ἐκφράσω τὰ γινόμενα ἀξίως;

δός μοι λόγον, ὁ ψυχήν μοι χαρισάμενος θεός μου· θεὸς ὢν τὸ θεῖον πνεῦμα, οὓς ἂν καὶ λάβοι ἐντὸς αὐτοῦ, ἀναπλάττει τούτους ὅλως, ἐξανακαινίζει τούτους καινουργεῖ τε παραδόξως· πῶς καὶ τίνα γε τὸν τρόπον; οὐ μεταλαμβάνει ὅλως τοῦ ἐκείνων αὐτὸ ῥύπου· ὡς οὐδὲ τὸ πῦρ μετέχει τῆς σιδήρου μελανίας, μεταδίδωσι δ’ ἐκείνῳ πάντα τὰ αὐτῷ προσόντα, οὕτω καὶ τὸ θεῖον πνεῦμα ἄφθαρτον ὂν ἀφθαρσίαν, καὶ ἀθάνατον ὑπάρχον δίδωσιν ἀθανασίαν· φῶς τε ἄδυτον τυγχάνον φῶς ἀποτελεῖ τοὺς πάντας, ἐν οἷσπερ κατασκηνώσει, καὶ ζωὴ τυγχάνον πᾶσι τὴν ζωὴν αὐτοῖς παρέχει· ὡς Χριστοῦ ὁμοφυές τε, ὁμοούσιον ὡσαύτως καὶ ὁμόδοξον ὑπάρχον καὶ συνηνωμένον πέλον, τούτους τοῦ Χριστοῦ ὁμοίους ἀπεργάζεται εἰς ἅπαν· οὐ φθονεῖ γὰρ ὁ δεσπότης ἴσους ἑαυτῷ ὀφθῆναι τοὺς βροτοὺς χάριτι θείᾳ οὐδ’ ἀπαξιοῖ γενέσθαι ὁμοίους αὐτῷ τοὺς δούλους· ἀλλὰ τέρπεται καὶ χαίρει καθορῶν ἡμᾶς τοιούτους ἐξ ἀνθρώπων γεγονότας κατὰ χάριν ὡς ἐκεῖνος πέφυκε καὶ ἔστι φύσει. εὐεργέτης γὰρ ὑπάρχων βούλεται ἡμᾶς τοιούτους εἶναι, οἷος καὶ ἐκεῖνος· εἰ γὰρ μὴ τοιοῦτοι ὦμεν, ὅμοιοι ἐν ἀκριβείᾳ, πῶς ἐσόμεθα ἐκείνῳ ἡνωμένοι, καθὼς εἶπε; πῶς δὲ ἐν αὐτῷ μενοῦμεν μὴ ὑπάρχοντες τοιοῦτοι; πῶς δ’ αὐτὸς ἐν ἡμῖν μείνῃ οὖσι τούτου ἀνομοίοις;

τοῦτο οὖν σαφῶς εἰδότες, σπεύσατε λαβεῖν τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ καὶ θεῖον, ἵνα γένησθε τοιοῦτοι, οἵους ἔδειξεν ὁ λόγος, ἐπουράνιοι καὶ θεῖοι, οἵους εἶπεν ὁ δεσπότης, ἵνα καὶ τῆς βασιλείας γένησθε τῆς οὐρανίου κληρονόμοι εἰς αἰῶνας· εἰ δὲ μὴ τοιοῦτοι ἦτε ἢ γενήσεσθε ἐνταῦθα ἐπουράνιοι, ὡς εἶπον, πῶς τοὺς οὐρανοὺς οἰκῆσαι ὅλως οἴεσθε σὺν τούτῳ; πῶς δὲ καὶ εἰς βασιλείαν μετὰ τῶν ἐπουρανίων εἰσελθεῖν καὶ βασιλεῦσαι καὶ συνέσεσθαι τῷ πάντων βασιλεῖ τε καὶ δεσπότῃ; δράμετε σπουδῇ οὖν πάντες, ἵνα καταξιωθῶμεν ἔνδοθεν τῆς βασιλείας τῆς τῶν οὐρανῶν γενέσθαι καὶ Χριστῷ συμβασιλεῦσαι τῷ δεσπότῃ τῶν ἁπάντων· ᾧ καὶ πρέπει πᾶσα δόξα σὺν πατρὶ καὶ πνεύματί τε εἰς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Περὶ θεολογίας ἀκριβεστάτης. Καὶ ὅτι ὁ μὴ ὁρῶν τὸ φῶς τῆς τοῦ θεοῦ δόξης χείρων τυγχάνει τυφλῶν. Ὦ φιλοικτίρμον θεέ μου, ποιητά μου, λάμψον πλεῖόν μοι τὸ ἀπρόσιτον φῶς σου, ἵνα μου χαρᾶς ἐμπλήσῃς τὴν καρδίαν. ναί, μὴ ὀργισθῇς, ναί, μὴ ἐγκαταλίπῃς, ἀλλὰ αὔγασον ψυχήν μου τῷ φωτί σου· τὸ γὰρ φῶς σου σὺ ὁ θεός μου τυγχάνεις. εἰ γὰρ κέκλησαι πολλοῖς καὶ διαφόροις τοῖς ὀνόμασιν, ἀλλ’ ἓν αὐτὸς ὑπάρχεις· τοῦτο δὲ τὸ ἓν ἄγνωστον πάσῃ φύσει καὶ ἀόρατον καὶ ἄφραστον τυγχάνει, ὃ παραδεικνύμενον πάντα καλεῖται. τοῦτο οὖν τὸ ἓν τρισυπόστατος φύσις, μία θεότης μία τε βασιλεία, μία δύναμις· ἓν ἡ τριὰς γὰρ πέλει· τριὰς μία γὰρ ὁ θεός μου, οὐ τρία, τρία ὅμως δὲ τὸ ἓν καθ’ ὑποστάσεις ὁμοφυεῖς ἀλλήλαις οὔσας τῇ φύσει, ὁμοδυνάμους ὅλως, ὁμοουσίους, ἀσυγχύτως μὲν ὑπὲρ νοῦν ἡνωμένας, ἀδιαιρέτως δ’ αὖθις διαιρουμένας· εἰς ἓν τὰ τρία καὶ τὸ ἕν γε εἰς τρία· εἷς γάρ ἐστιν ὁ ποιήσας τὰ πάντα Ἰησοῦς Χριστὸς σὺν πατρὶ τῷ ἀνάρχῳ, συνανάρχῳ τε πνεύματι τῷ ἁγίῳ.

ἓν οὖν ἡ τριὰς ἀμερίστως εἰς ἅπαν, ἐν τῷ ἑνὶ τὰ τρία δέ, ἐν τοῖς τρισὶ τὸ ἓν δέ, μᾶλλον δὲ ἓν τὰ τρία μοι, καὶ τὸ ἓν τρία πάλιν· νόει, προσκύνει, πίστευε νῦν καὶ εἰς τοὺς αἰῶνας· τὸ ἓν γὰρ τοῦτο φαντασθέν, λάμψαν καὶ καταυγάσαν, μεταληφθέν, μεταδοθέν, πᾶν ἀγαθὸν ὑπάρχει· διὸ οὐχ ἕν, ἀλλὰ πολλὰ καὶ παρ’ ἡμῶν καλεῖται· φῶς καὶ εἰρήνη καὶ χαρά, ζωή, τροφὴ καὶ πόσις, ἔνδυμα, περιβόλαιον, σκηνὴ καὶ θεῖος οἶκος, ἀνατολή, ἀνάστασις, ἀνάπαυσις λουτρόν τε, πῦρ, ὕδωρ, ποταμός, πηγὴ ζωῆς καὶ ῥεῖθρον, ἄρτος καὶ οἶνος, ἡ καινὴ τῶν πιστῶν καρυκεία, ἡ πανδαισία, ἡ τρυφή, ἣν μυστικῶς τρυφῶμεν, ἥλιος ὄντως ἄδυτος ἄστρον ἀειλαμπές τε, λαμπὰς ἐντὸς ἐκλάμπουσα τῆς ψυχικῆς οἰκίας· τοῦτο τὸ ἓν πολλά ἐστι καθαιροῦν τε καὶ κτίζον· τοῦτο τὸ ἓν τὰ σύμπαντα παρήγαγε τῷ λόγῳ καὶ πνεύματι δυνάμεως συνέχει ταῦτα πάντα· τοῦτο τὸ ἓν τὸν οὐρανὸν καὶ τὴν γῆν ἐκ μὴ ὄντων παρήγαγεν, οὐσίωσε, συνέστησεν ἀρρήτως· τοῦτο τὸ ἓν τὸν ἥλιον, σελήνην καὶ τὰ ἄστρα θελήματι πεποίηκε· θαῦμα καινὸν καὶ ξένον· τοῦτο τὸ ἓν τετράποδα, ἑρπετὰ καὶ θηρία καὶ πετεινὰ παντοδαπὰ καὶ ἐνάλια πάντα τῇ προστάξει παρήγαγε, καθὼς ὁρῶνται πάντα, ἔσχατον δὲ ἐποίησεν ἐμὲ ὡς βασιλέα καὶ πάντα ταῦτα δέδωκεν ἐμοὶ πρὸς θεραπείαν, ὡς δοῦλα καὶ τὴν χρείαν μοι δουλικῶς ἐκπληροῦντα.

πάντα οὖν τούτου τοῦ ἑνὸς θεοῦ τῶν ὅλων λέγω τὸ πρόσταγμα ἐφύλαξε καὶ εἰσέτι φυλάττει, κἀγὼ μόνος ὁ ἄθλιος ἀχάριστος ἐδείχθην, ἀγνώμων καὶ ἀνήκοος θεοῦ τοῦ πλάσαντός με καὶ ταῦτα πάντα τὰ καλὰ ἀφθόνως παρασχόντος, τὴν ἐντολήν τε παραβὰς ἀχρεῖος ἐγενόμην καὶ χείρων πάντων τῶν κτηνῶν, χείρων καὶ τῶν θηρίων, τῶν ἑρπετῶν καὶ πετεινῶν ἀπεφάνθην, ὁ τάλας, καὶ παρετράπην τῆς ὁδοῦ τῆς εὐθείας καὶ θείας καὶ τῆς δοθείσης δόξης μοι ἐκπέπτωκα ἀθλίως καὶ ἐξεδύθην τὴν στολὴν τὴν φωτεινὴν καὶ θείαν καὶ ἐν τῷ σκότει γεγονὼς νῦν ἐν τῷ σκότει κεῖμαι καὶ ἀγνοῶ, ὅτι φωτὸς εἰμὶ ἐστερημένος καὶ ἴδε, λέγω, ἥλιος τὴν ἡμέραν φωτίζει, καὶ βλέπω τοῦτον· τῆς νυκτὸς ἐλθούσης πάλιν δύνει, κἀγὼ ἀνάπτω μοι κηροὺς καὶ λαμπάδα καὶ βλέπω, καὶ τί τῶν πάντων ἔχει μου ἀνθρώπων πλέον ἄλλος; οὕτως γὰρ πάντως βλέπουσιν ἄνθρωποι ἐν τῷ κόσμῳ καὶ τούτου πλέον οὐδαμῶς καθορᾷ τις ἀνθρώπων. ταῦτα οὖν λέγων ψεύδομαι καὶ ἐμαυτὸν ἐμπαίζω καὶ ἐμαυτόν, σῶτερ, πλανῶ κατ’ ἐμαυτὸν κομπάζων, μὴ θέλων γνῶναι ἐμαυτὸν ὅτι τυφλὸς τυγχάνω, μὴ θέλων κοπιάσαι τε, μὴ θέλων ἀναβλέψαι, μὴ θέλων ὁ κατάκριτος τὴν τύφλωσίν μου γνῶναι· λέγω δέ, τίς ἑώρακε θεὸν τὸ φῶς τοῦ κόσμου;

καὶ τοῦτο λέγων, δέσποτα, ἀναισθητῶ εἰς ἅπαν, μὴ συνιεὶς ὅτι κακῶς λογίζομαι καὶ λέγω· ὁ γὰρ τὸ φῶς σου μὴ ὁρῶν, καὶ βλέπειν ὅλως λέγων, μᾶλλον δὲ καὶ ἀδύνατον λέγων ὑπάρχειν τοῦτο, τὸ κατιδεῖν σου, δέσποτα, τὸ φῶς τῆς θείας δόξης, πάσας ἀρνεῖται τὰς γραφὰς προφητῶν, ἀποστόλων τοὺς σούς τε λόγους, Ἰησοῦ, καὶ τὴν οἰκονομίαν· εἰ γὰρ ἐξ ὕψους ἔλαμψας, ἐπέφανας ἐν σκότει καὶ παρεγένου, εὔσπλαγχνε, ἐν κόσμῳ μετ’ ἀνθρώπων, ἀναστραφῆναι καθ’ ἡμᾶς θελήσας φιλανθρώπως, καὶ φῶς τοῦ κόσμου σεαυτὸν ἀψευδῶς ἔφης εἶναι, ἡμεῖς δὲ οὐχ ὁρῶμέν σε, οὐχὶ τυφλοὶ εἰς ἅπαν τυφλῶν τε ἀθλιώτεροι τυγχάνομεν, Χριστέ μου; ναί, ὄντως, ναί, ὡς ἀληθῶς· καὶ νεκροὶ καὶ τυφλοί τε ὑπάρχομεν μὴ βλέποντες σὲ ζωοποιὸν φάος· τὸν ἥλιον τὸν αἰσθητὸν οἱ τυφλοὶ οὐχ ὁρῶσιν, ἀλλὰ καὶ ζῶσι, δέσποτα, καὶ ὁπωσοῦν κινοῦνται· οὐ γὰρ ζωὴν χαρίζεται, ἀλλὰ τὸ βλέπειν μόνον· σὺ δὲ ὑπάρχων ἅπαντα †τὰ καλὰ δίδως ἀεὶ ταῦτα† τοῖς δούλοις σου τοῖς βλέπουσι τὸ φῶς σου, ὡς ὢν ζωὴ καὶ τὴν ζωὴν παρέχεις σὺν τοῖς ἄλλοις, ἅπασι λέγω τοῖς καλοῖς, ἅπερ αὐτὸς τυγχάνεις.

ὁ ἔχων σε ὡς ἀληθῶς ἔχει ἐν σοὶ τὰ πάντα· μὴ στερηθῶ σου, δέσποτα, μὴ στερηθῶ σου, κτίστα· μὴ στερηθῶ σου, εὔσπλαγχνε, ὁ ταπεινὸς καὶ ξένος· ξένος γάρ, ὡς εὐδόκησας, καὶ πάροικος ἐνταῦθα· οὐ προαιρέσει γέγονα οὐ θελήσει μου ξένος, ἀλλὰ τῇ χάριτι τῇ σῇ ἐμαυτὸν ἔγνων ξένον τῶν ὁρωμένων, νοερῶς ἐλλαμφθεὶς τῷ φωτί σου καὶ γνοὺς ὅτι πρὸς ἄϋλον καὶ ἀόρατον κόσμον μετάγεις κατοικίζεις τε τὸ ἀνθρώπινον φῦλον, μερίζεις τε καὶ διαιρεῖς ἀξίους κατοικίας ἑκάστῳ, ὡς ἐφύλαξε, σωτήρ, τὰς ἐντολάς σου. διὰ τοῦτο οὖν δέομαι σὺν σοί με κατατάξαι, εἰ καὶ πολλὰ ἐξήμαρτον ὑπὲρ πάντας ἀνθρώπους καὶ ἄξιος κολάσεως εἰμὶ καὶ τιμωρίας· ἀλλά με ἱκετεύοντα δέξαι ὡς τὸν τελώνην καὶ ὡς τὴν πόρνην, δέσποτα, εἰ καὶ μὴ ἴσως κλαίω, εἰ μὴ ὁμοίως πόδας σου ταῖς θριξί μου ἐκμάσσω, εἰ μὴ στενάζω καὶ θρηνῶ, Χριστέ, παραπλησίως· ἀλλὰ ἐκβλύζεις ἔλεος καὶ βρύεις εὐσπλαγχνίαν, πηγάζεις ἀγαθότητα, δι’ ὧν ἐλέησόν με· ναί, ὁ παγεὶς τὰς χεῖρας σου, ναί, ὁ παγεὶς τοὺς πόδας ἐν τῷ σταυρῷ καὶ λογχευθεὶς τὴν πλευράν, πανοικτίρμον, ἐλέησον καὶ ῥῦσαί με πυρὸς τοῦ αἰωνίου καλῶς καταξιώσας με ἐντεῦθέν σοι δουλεῦσαι, ἀκαταγνώστως τότε δὲ στῆναι ἐνώπιόν σου καὶ προσδεχθῆναι ἔνδοθεν τοῦ νυμφῶνος σου, σῶτερ, ἔνθα συνευφρανθήσομαι σοὶ τῷ καλῷ δεσπότῃ ἀνεκλαλήτῳ τῇ χαρᾷ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

Ἐξομολόγησις εὐχῇ συνημμένη. Καὶ περὶ συναφείας πνεύματος ἁγίου καὶ ἀπαθείας.

Ἐμάκρυνα, φιλάνθρωπε, ηὐλίσθην ἐν ἐρήμῳ καὶ ἀπεκρύβην ἀπὸ σοῦ τοῦ γλυκέος δεσπότου· ὑπὸ τὴν νύκτα γεγονὼς τῆς τοῦ βίου μερίμνης πολλὰ ἐκεῖθεν δήγματα καὶ τραύματα ὑπέστην, πολλὰς πληγὰς ἐπανελθὼν φέρω ἐν τῇ ψυχῇ μου, καὶ κράζω ἐν ὀδύνῃ μου καὶ πόνῳ τῆς καρδίας· ἐλέησον, οἰκτείρησον ἐμὲ τὸν παραβάτην· ὦ ἰατρὲ φιλόψυχε καὶ φιλοικτίρμον μόνε, ὁ δωρεὰν τοὺς ἀσθενεῖς καὶ τετραυματισμένους ἰώμενος, ἰάτρευσον μώλωπας, τραύματά μου· στάλαξόν σου τὸ ἔλαιον τῆς χάριτος, θεέ μου, καὶ τὰς πληγάς μου ἄλειψον, ἐξάλειψον τὰ ἕλκη· συνούλωσον καὶ σύσφιγξον τὰ παραλελυμένα μέλη μου καὶ ἀφάνισον τὰς οὐλὰς πάσας, σῶτερ, καὶ τέλεον ὑγίωσον ὅλον με ὡς τὸ πρώην, ὅτε οὐκ ἦν μοι μολυσμός, ὅτε οὐκ ἦν μοι μώλωψ οὐδὲ πληγὴ φλεγμαίνουσα, οὐ κηλίς, ὦ θεέ μου, ἀλλὰ γαλήνη καὶ χαρά, εἰρήνη καὶ πραότης ἁγία τε ταπείνωσις καὶ ἡ μακροθυμία, ὑπομονῆς ὁ φωτισμὸς καὶ τῶν καλλίστων ἔργων ὑπομονὴ καὶ δύναμις ἀήττητος εἰς ἅπαν· ἐξ οὗ πολλὴ παράκλησις δακρύων καθ’ ἑκάστην, ἐξ οὗ ἡ ἀγαλλίασις ἐν τῇ ἐμῇ καρδίᾳ ὥσπερ πηγὴ ἀνέβρυεν, ἔρρεεν ἀεννάως καὶ ῥεῖθρον ἦν μελισταγὲς εὐφροσύνης τε πόμα διηνεκῶς στρεφόμενον ἐν στόματι νοός μου· ὅθεν ὑγεία ἅπασα, ὅθεν ἡ καθαρότης, ὅθεν ἡ ῥύψις τῶν παθῶν καὶ λογισμῶν ματαίων, ὅθεν ἡ ἀστραπόμορφος ἀπάθεια συνῆν μοι καὶ συνεγίνετο ἀεὶ (πνευματικῶς μοι νόει ὁ ταῦτα διερχόμενος, μὴ μολυνθῇς ἀθλίως) ἄφατον ἐμποιοῦσά μοι ἡδονὴν συνουσίας καὶ γάμου πόθον ἄπειρον ἑνώσεως ἐνθέου· ἐξ ἧς κἀγὼ μεταλαβὼν ἀπαθὴς ἐγενόμην ἐκπυρωθεὶς τῇ ἡδονῇ, φλεχθεὶς αὐτῆς τῷ πόθῳ, καὶ τοῦ φωτὸς μετέσχηκα, ναί, καὶ φῶς ἐγενόμην, πάθους παντὸς ἀνώτερος, ἐκτὸς κακίας πάσης· οὐ γὰρ προσψαύει τῷ φωτὶ τῆς ἀπαθείας πάθος, ὡς οὐδ’ ἡλίῳ ἡ σκιὰ ἢ τῆς νυκτὸς τὸ σκότος.

τοιοῦτος οὖν γενόμενος τοιοῦτος τε ὑπάρχων, ὑπεχαυνώθην, δέσποτα, ὡς ἐμαυτῷ θαρρήσας μερίμνῃ ὑπεσύρην τε τῶν αἰσθητῶν πραγμάτων φροντίδι τε βιωτικῶν κατέπεσα, ὁ τάλας, καὶ ψυχρανθεὶς ὡς σίδηρος μελανὸς ἐγενόμην καὶ ἐγχρονίσας κείμενος ἰὸν προσελαβόμην· καὶ διὰ τοῦτό σοι βοῶ πάλιν καθαρισθῆναι αἰτούμενος, φιλάνθρωπε, καὶ εἰς τὸ πρῶτον κάλλος ἀνενεχθῆναι καὶ τοῦ σοῦ φωτὸς καταπολαῦσαι νῦν τε καὶ ἀεὶ καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

Περὶ νοητοῦ παραδείσου τηλαυγὴς θεωρία καὶ περὶ τοῦ ἐν αὐτῷ ξύλου ζωῆς. Εὐλογητὸς εἶ, κύριε, εὐλογητὸς εἶ, μόνε· εὐλογητὸς εἶ, εὔσπλαγχνε ὑπερευλογημένε, ὁ δοὺς ἐν τῇ καρδίᾳ μου τὸ φῶς τῶν ἐντολῶν σου καὶ ἐμφυτεύσας ἐν ἐμοὶ τὸ τῆς ζωῆς σου ξύλον καὶ δείξας με παράδεισον ἄλλον ἐν ὁρωμένοις, ἐν αἰσθητοῖς μὲν νοητόν, νοητὸν δ’ ἐν αἰσθήσει· συνήνωσας γὰρ τῇ ψυχῇ ἄλλο πνεῦμά σου θεῖον, ὅπερ καὶ ἐνεσκήνωσας ἐν τοῖς ἐμοῖς ἐγκάτοις. τοῦτο τὸ ξύλον τῆς ζωῆς ὄντως ὑπάρχει μόνον· τοῦτο ἐν ᾗπερ φυτευθῇ γῇ εἴτ’ οὖν ψυχῇ ἀνθρώπου καὶ ἐν καρδίᾳ ῥιζωθῇ, παράδεισον δεικνύει ταύτην εὐθὺς λαμπρότατον πᾶσι κεκοσμημένον φυτοῖς ὡραίοις δένδροις τε καὶ καρποῖς διαφόροις, πεποικιλμένον ἄνθεσι καὶ μυριπνόοις κρίνοις. ταῦτα δ’ εἰσὶ ταπείνωσις καὶ χαρὰ καὶ εἰρήνη, πραότης καὶ συμπάθεια, πένθος, ὄμβροι δακρύων καὶ ξένη τέρψις ἐν αὐτοῖς, αἴγλη τῆς χάριτός σου ἅπασιν ἐπιλάμπουσα τοῖς ἐν τῷ παραδείσῳ. σὺ εἶ κρατὴρ προχέων μοι ζωῆς τὰ νάματά σου καὶ λόγους θείας γνώσεως ἀφθόνως ἐμπαρέχεις· ἐπὰν δὲ σὺ μὴ βουληθῇς, ἀλλ’ ἀντανέλῃς ταῦτα, ἄνους ἐγώ, ἀναίσθητος ὥσπερ λίθος τυγχάνω. ἡ σάλπιγξ ἄνευ πνεύματος οὐδέποτε ἠχήσει· οὕτως κἀγὼ σοῦ ἄνευθεν ὡς ἄψυχος ὑπάρχω.

δίχα ψυχῆς ἀδύνατον ἐνεργεῖν τι τὸ σῶμα· οὕτως οὐ δύναται ψυχὴ δίχα τοῦ πνεύματός σου κινεῖσθαι καὶ τὰς ἐντολὰς τὰς σάς, σῶτερ, φυλάττειν, οὐδὲ ὁρᾶν σε δύναται οὐδὲ παρίστασθαί σοι οὐδὲ ὑμνεῖν τὴν δόξαν σου συνετῶς, ὦ θεέ μου. διὰ τοῦτο οὖν σοι βοῶ καὶ διὰ τοῦτο κράζω. ὁ ἄνω ὢν σὺν τῷ πατρὶ καὶ μεθ’ ἡμῶν τυγχάνων, οὐχ ὥς τινες λογίζονται τῇ ἐνεργείᾳ μόνῃ, οὐδ’ ὡς νομίζουσι πολλοὶ τῷ θελήματι μόνῳ οὐδὲ δυνάμει μόνῃ σου, ἀλλὰ καὶ τῇ οὐσίᾳ, εἴπερ οὐσίαν ἐπὶ σοὶ τολμητέον τοῦ λέγειν ἢ ἐννοεῖν, ἀθάνατε, ὑπερούσιε μόνε· εἰ γὰρ ὑπάρχεις ἀληθῶς ἀνερμήνευτος ὅλως, ἀόρατος, ἀπρόσιτος ἀκατανόητός τε, ἀναφής, ἀψηλάφητος, ἄληπτος ὅλως, σῶτερ, πῶς σε προσονομάσωμεν, πῶς δέ σε καὶ οὐσίαν, ποταπήν τε καὶ ὁποίαν τολμήσομεν εἰπεῖν σε;

ὄντως οὐδὲν τῶν πάντων γὰρ ὑπάρχεις, ὦ θεέ μου, ἀλλὰ τὰ πάντα ἔργα σά, ἐξ οὐκ ὄντων παρήχθη· μόνος δ’ ὑπάρχεις ἄκτιστος, μόνος ἄναρχος, σῶτερ, τριὰς ἁγία καὶ σεπτή, ὁ θεὸς τῶν ἁπάντων, καὶ φῶς παρέδειξας ἡμῖν δόξης σου τῆς ἀχράντου· αὐτὸ καὶ νῦν παράσχου μοι ἀδιάστατον, σῶτερ· δός μοι ἀεί σε δι’ αὐτοῦ ἐνοπτρίζεσθαι, λόγε, καὶ κάλλος τὸ ἀμήχανον καλῶς κατανοεῖν σου, ὅπερ ἀκατανόητον παντάπασιν ὑπάρχον ὑπερεκπλήττει μου τὸν νοῦν, ἐξιστᾷ μου τὰς φρένας καὶ πῦρ ἐν τῇ καρδίᾳ μου σῆς ἀγάπης ἀνάπτει· τοῦτο δ’ ἀποτελούμενον εἰς φλόγα θείου πόθου τρανοτέραν δεικνύει μοι τὴν δόξαν σου, θεέ μου· ἣν προσκυνῶν αἰτοῦμαί σε, υἱὲ θεοῦ, παράσχου καὶ νῦν καὶ ἐν τῷ μέλλοντι ἀδιαδόχως ἕξειν καὶ δι’ αὐτῆς σὲ τὸν θεὸν καθορᾶν αἰωνίως· μὴ δός μοι δόξαν, δέσποτα, ἐν κόσμῳ τὴν ματαίαν, μὴ πλοῦτον ἀπολλύμενον, μὴ τάλαντα χρυσίου· μὴ θρόνου ὕψος, μὴ ἀρχὴν τῶνδε τῶν φθειρομένων· τοῖς ταπεινοῖς με σύζευξον, τοῖς πτωχοῖς τε καὶ πράοις, ἵνα κἀγὼ γενήσομαι καὶ ταπεινὸς καὶ πρᾶος· καὶ τὴν διακονίαν μου εἰ μὴ πρὸς τὸ συμφέρον καὶ πρὸς τὴν σὴν ἀρέσκειαν καὶ τὴν σὴν θεραπείαν μετέρχομαι, εὐδόκησον ἐξεωθῆναι ταύτης καὶ μόνας, δέσποτα, θρηνεῖν τὰς ἐμὰς ἁμαρτίας τῆς κρίσεώς τε μεριμνᾶν τῆς δικαίας σου μόνης καὶ πῶς ἀπολογήσομαι πολλά σε παροργίσας.

ναί, ὁ ποιμὴν ὁ συμπαθής, ὁ ἀγαθὸς καὶ πρᾶος, ὁ θέλων πάντας τοὺς εἰς σὲ πιστεύοντας σωθῆναι, ἐλέησον, εἰσάκουσον δεήσεώς μου ταύτης· μὴ ὀργισθῇς, μὴ πρόσωπον ἀπ’ ἐμοῦ ἀποστρέψῃς, ἀλλὰ τὸ σόν με δίδαξον θέλημα ἐκπληρῶσαι· οὐ γὰρ ζητῶ τὸ θέλημα τὸ ἐμαυτοῦ γενέσθαι ἀλλὰ τὸ σόν, ἵνα καὶ σὲ θεραπεύσω, οἰκτίρμον· ὁρκίζω σε, ἐλέησον, ὁ φύσει ἐλεήμων καὶ τὸ συμφέρον ποίησον ψυχῆς μου τῆς ἀθλίας· ὅτι θεὸς φιλάνθρωπος αὐτὸς ὑπάρχεις μόνος, ἄκτιστος, ἀτελεύτητος, παντοδύναμος ὄντως, πάντων ζωὴ καὶ πάντων φῶς τῶν σὲ ἀγαπησάντων καὶ παρὰ σοῦ, φιλάνθρωπε, λίαν ἀγαπωμένων· οἷς με συντάξαις, δέσποτα, καὶ δόξης σου τῆς θείας ἀποτελέσαις κοινωνόν τε καὶ συγκληρονόμον· σοὶ γὰρ ἡ δόξα τῷ πατρὶ σὺν υἱῷ συνανάρχῳ καὶ θείῳ πρέπει πνεύματι εἰς αἰῶνας αἰώνων· ἀμήν.

Ὅτι δόξα καὶ τιμή ἐστι παντὶ ἀνθρώπῳ ὑβριζομένῳ καὶ πάσχοντι κακῶς διὰ θεοῦ ἐντολὴν ἡ ὑπὲρ αὐτῆς τῆς ἐντολῆς τοῦ θεοῦ ἀτιμία. Καὶ διάλογος πρὸς τὴν ἰδίαν ψυχὴν διδάσκων τὸν ἀκένωτον πλοῦτον τοῦ πνεύματος. Δός μοι τὴν αἴσθησιν, Χριστέ, ἣν ἅπαξ ἐδωρήσω· σκέπασον ταύτῃ με, σωτήρ, κρύψον ἐντός με ὅλον καὶ μὴ ἐάσῃς αἴσθησιν ἐγγίζειν μοι τοῦ κόσμου, μὴ ἔνδοθεν εἰσέρχεσθαι, μὴ ὅλως με τιτρώσκειν τὸν δοῦλόν σου τὸν ταπεινόν, ὃν ἠλέησας μόνος· τῇ γὰρ μερίμνῃ τῇ καλῇ αἴφνης ἐπεισπεσοῦσα ἡ αἴσθησις ἡ κοσμικὴ κακὰς ἐπιθυμίας εὐθέως ἐνεποίησε ψυχῇ μου τῇ ἀθλίᾳ· δόξαν γὰρ ὑποδείκνυσι, πλούτου ὑπομιμνήσκει, τοῖς βασιλεῦσί τε τῆς γῆς ἐγγίζειν ἐποτρύνει ὡς εὐτυχίαν λέγουσα εἶναι τοῦτο μεγάλην. ἐκ τούτων οὖν τῶν λογισμῶν, ὥσπερ ὑπὸ ἀνέμου ἀσκὸς ὀγκοῦται καὶ τὸ πῦρ ἀνάπτεται εἰς φλόγα, οὕτως ἐκείνη ἡ ψυχὴ φυσωμένη ὀγκοῦται καὶ διατείνεται σφοδρῶς ἐπιθυμίᾳ δόξης πλούτου τε καὶ ἀνέσεως τῶν κάτω συρομένων· ἐφίεται δοξάζεσθαι σὺν τοῖς δοξαζομένοις περιφανής τε φαίνεσθαι σὺν τοῖς περιφανέσι καὶ πλοῦτον κτᾶσθαι σὺν αὐτοῖς τοῖς τὸν πλοῦτον κτωμένοις· ἥνπερ αὐτὸς ἐδόξασας φωτί σου τῷ ἀρρήτῳ, ἥνπερ αὐτὸς ἐστόλισας δόξῃ σου τῇ ἀφράστῳ, ἥνπερ αὐτὸς παρέδειξας λαμπρότητά σου θείαν.

ἡ αἴσθησις αἰχμάλωτον τὸν νοῦν αὐτῆς λαβοῦσα, ὑποδεικνύει βασιλεῖς, ὑπομιμνήσκει δόξης καὶ πλοῦτον ὑποδείκνυσι τὸν τοῦ παρόντος βίου, ὀργᾶν πρὸς ταῦτά τε ποιεῖ τῇ ἐνθυμήσει μόνῃ· ὢ σκότους, ὢ πωρώσεως, ὢ λογισμῶν ματαίων προθέσεώς τε ῥυπαρᾶς καὶ ἀναισθήτου γνώμης, ὅτι λιπὼν τὰ ἄρρητα καὶ ἄφθαρτα τοῦ βλέπειν τὰ ἐπὶ γῆς λογίζομαι καὶ ταῦτα ἐνθυμοῦμαι. οὐ τελευτήσει βασιλεύς; οὐχὶ παρέλθη δόξα; οὐ πλοῦτος σκορπισθήσεται ὥσπερ χνοῦς ὑπ’ ἀνέμου; οὐχὶ διαφθαρήσεται τὰ σώματα ἐν τάφοις, καὶ ἄλλοι κυριεύσουσι τῶν ἐν τῇ γῇ χρημάτων καὶ μετ’ ἐκείνους ἕτεροι καὶ ἀπ’ ἐκείνων ἄλλοι; καὶ τίνος, λέγε μοι ψυχή, ὁ πλοῦτος ἐγεγόνει; τίς δὲ ἐν κόσμῳ ἴσχυσε μικρὸν κερδῆσαι πρᾶγμα, ἵν’ ὥσπερ ζῶν τε, καὶ θανὼν μετ’ αὐτοῦ τοῦτο λάβῃ; πάντως οὐδένα οὐδαμῶς δεῖξαί μοι εὐπορήσεις, εἰ μὴ τοὺς ἐλεήμονας τοὺς μηδὲν κτησαμένους, ἀλλὰ τὰ πάντα ἐν χερσὶ τῶν πενήτων διδόντας· ἐκεῖνοι γὰρ καὶ ἔχουσιν ἀσφαλῶς τὰ δοθέντα, ἀφ’ οὗπερ καὶ δεδώκασιν εἰς χεῖρας τοῦ δεσπότου, οἱ δ’ ἄλλοι πάντες ὡς πτωχοὶ καὶ πτωχῶν πάντων χείρους ὑπάρχουσιν οἱ ἔχοντες ἀποκείμενον πλοῦτον· γυμνοὶ γὰρ ὥσπερ πτώματα ῥίπτονται ἐν τοῖς τάφοις καὶ τῶν παρόντων ἄθλιοι καὶ τῶν μελλόντων ξένοι. τί οὖν, ψυχή μου, ἐν αὐτοῖς καλὸν ὁρῶσα τέρπῃ; ποῖον δὲ τούτων ἄξιον κρίνεις ἐπιθυμεῖσθαι;

πάντως οὐκ ἔχεις τί εἰπεῖν, πάντως οὐκ ἀποκρίνῃ· οὐαὶ τοῖς πλοῦτον ἔχουσιν ἐκτεθησαυρισμένον, οὐαὶ τοῖς δόξαν θέλουσι λαμβάνειν ἐξ ἀνθρώπων, οὐαὶ τοῖς παρενείρουσιν ἑαυτοὺς τοῖς πλουσίοις καὶ μὴ τὴν δόξαν τοῦ θεοῦ καὶ τὸν ἐκείνου πλοῦτον καὶ τὸ συνεῖναι μετ’ αὐτοῦ μόνον ἐπιθυμοῦσιν· ὅτι ὁ κόσμος μάταιος, τὰ δ’ ἐν τῷ κόσμῳ πάντα ματαιοτήτων ἔσονται τὰ πάντα ματαιότης· διὸ καὶ παρελεύσονται· θεὸς δὲ ἔσται μόνος αἰώνιος καὶ ἄφθαρτος εἰς ἀεὶ διαμένων, καὶ σὺν αὐτῷ δὲ ἔσονται οἱ νῦν αὐτὸν ζητοῦντες, οἱ μόνον ἀγαπήσαντες ἐκεῖνον ἀντὶ πάντων· οὐαὶ δὲ τότε τοῖς νυνὶ τὸν κόσμον ἀγαπῶσιν, ὅτι κατακριθήσονται ἐν αὐτῷ εἰς αἰῶνας· οὐαί, ψυχή, τοῖς θέλουσι τὴν δόξαν τῶν ἀνθρώπων, ὅτι τῆς δόξης τοῦ θεοῦ τότε ἀποστεροῦνται· οὐαί, ψυχή, τοῖς ἔχουσι τὸν πλοῦτον συνηγμένον, ὅτι ἐπιθυμήσουσιν ἐκεῖ τυχεῖν ῥανίδος· οὐαί, ψυχή, τοῖς ἔχουσιν ἐπ’ ἄνθρωπον ἐλπίδα, ὅτι αὐτὸς τεθνήξεται καὶ σὺν αὐτῷ ἐλπίδες, καὶ τότε εὑρεθήσονται μὴ ἔχοντες ἐλπίδα· οὐαί, ψυχή, τοῖς ἔχουσιν ἀνάπαυσιν ἐνταῦθα, ὅτι ἐκεῖθεν ἕξουσιν αἰώνιον τὴν θλῖψιν. εἰπέ, ψυχή μου, τί λυπῇ; τί ζητεῖς τῶν ἐν βίῳ; εἰπέ μοι, καὶ διδάξω σε ἑνὸς ἑκάστου χρείαν· καὶ μάθε καὶ διδάχθητι τὸ καλὸν ἐν ἑκάστῳ· θέλεις, εἰπέ, δοξάζεσθαι; θέλεις καὶ ἐπαινεῖσθαι;

ἄκουσον τοίνυν, τί τιμή, τί δὲ καὶ ἀτιμία· τιμὴ τὸ πάντας μὲν τιμᾶν, τὸν θεὸν δὲ πρὸ πάντων καὶ τὰς ἐκείνου ἐντολὰς ἐπικτᾶσθαι ὡς πλοῦτον ὑβρίζεσθαί τε δι’ αὐτάς, δι’ αὐτὰς λοιδορεῖσθαι, καὶ δι’ αὐτὰς ὀνειδισμοὺς ὑποφέρειν παντοίους· ὅταν γὰρ πράγματί τινι, ψυχή, ἐπιχειρήσῃς, ἵνα τιμήσῃς τὸν θεόν, ἵνα αὐτὸν δοξάσῃς, καὶ διὰ τοῦτο ὑβρισθῇς καὶ ἐξουδενωθήσῃ, τότε τιμῆς ἐπέτυχες καὶ δόξης τῆς ἑστώσης, ὅτι ἡ δόξα τοῦ θεοῦ ἐπὶ σὲ πάντως ἥξει· τότε σε καὶ οἱ ἄγγελοι ἐπαινέσουσι πάντες, ὅτι ἐτίμησας θεόν, ὃν ὑμνοῦσιν ἐκεῖνοι· θέλεις, ψυχή μου, κτήσασθαι ἱματισμὸν καὶ πλοῦτον;

ἄκουσον, ἄρτι δείξω σοι τὸν αἰώνιον πλοῦτον· δάκρυσον, μετανόησον, καταφρόνησον πάντων, γενοῦ πτωχὴ τῷ πνεύματι, γενοῦ καὶ τῇ καρδίᾳ, γενοῦ ἀκτήμων χρήμασι, γενοῦ τοῦ κόσμου ξένη, γενοῦ τῶν θελημάτων σου ἐχθρὰ τῶν ἐναντίων καὶ μόνου τοῦ θελήματος γενοῦ τοῦ σοῦ δεσπότου καὶ ἀκολούθησον αὐτοῦ τοῖς ἴχνεσιν εὐτόνως· καὶ τότε σχολαιότερον βαδίσας ὁ δεσπότης θέλων καταληφθήσεται ὑπὸ σοῦ τῆς ἀθλίας· αὐτὸν δ’ ἰδοῦσα βόησον καὶ κραύγασον μεγάλως, αὐτὸς δ’ ἐπιστραφήσεται ὄμματι τῷ ἱλέῳ καὶ βλέψει καὶ παράσχῃ σοι μικρὸν αὐτὸν ἰδέσθαι καὶ πάλιν καταλείψει σε κρυβεὶς ἐξ ὀφθαλμῶν σου· τότε θρηνήσεις, τάλαινα· τότε κλαύσεις ἐμπόνως· τότε αἰτήσεις θάνατον μὴ φέρουσα τὸν πόνον, μὴ στέγουσα τὸν χωρισμὸν τοῦ γλυκέος δεσπότου· αὐτὸς ἐξαποροῦσαν δὲ ὁ ἀγαθὸς ἰδών σε καὶ σφοδρῶς ἐπιμένουσαν τῷ κλαυθμῷ καὶ τῇ λύπῃ, πάλιν αἴφνης φανήσεται, πάλιν σε καταυγάσει, πάλιν καθυποδείξει σοι τὸν ἀκένωτον πλοῦτον, τὴν δόξαν τὴν ἀμάραντον τοῦ πατρικοῦ προσώπου· καὶ εὐφρανεῖ σε ὡς τὸ πρὶν καὶ χαρᾶς σε ἐμπλήσει καὶ οὕτω καταλείψει σε τῆς χαρᾶς πεπλησμένην· κατὰ μικρὸν δὲ ἡ χαρὰ τοῖς ἐκ τοῦ κόσμου λόγοις καὶ λογισμοῖς ἐκλείψει σε καὶ προσέσται σοι λύπη καὶ οὕτω πάλιν ὡς τὸ πρὶν ἔσῃ σφοδρῶς θρηνοῦσα καὶ κωκυτῷ κραυγάζουσα κἀκεῖνον ἐκζητοῦσα τὸν εὐφροσύνης πάροχον, τὸν τῆς χαρᾶς δοτῆρα, τὸν πλοῦτον τὸν ἱστάμενον καὶ ἀεὶ ὄντως ὄντα· οὕτω σου τὴν προαίρεσιν δοκιμάζοντος, βλέπε, μὴ ἀποκάμῃς, ὦ ψυχή, μὴ στραφῇς εἰς τοὐπίσω, μὴ εἴπῃς· μέχρι πότε μοι ἄληπτος οὕτως ἔσται;

μὴ εἴπῃς· τί φαινόμενος εὐθὺς κρύπτεται πάλιν καὶ ἕως πότε κόπους μοι οὐκ ἐλεεῖ παρέχων; μὴ εἴπῃς· πῶς δὲ δύναμαι κοπιᾶν μέχρι τέλους; καὶ κατοκνήσῃς, ὦ ψυχή, ἐκζητεῖν τὸν δεσπότην· ἀλλ’ ὡς πρὸς θάνατον σαυτὴν ἅπαξ, ψυχή, ἐκδοῦσα, μὴ ψηλαφήσῃς ἄνεσιν, μὴ ἐκζητήσῃς δόξαν μηδὲ τρυφὴν τοῦ σώματος, μὴ συγγενῶν φιλίαν· μὴ περιβλέψῃ δεξιά, μὴ εὐώνυμα ὅλως, ἀλλ’ ὡς ἐνήρξω, μᾶλλον δὲ θερμοτέρως δραμοῦσα σπεῦσον ἀεὶ καταλαβεῖν, δράξασθαι τοῦ δεσπότου· κἂν μυριάκις ἄφαντος, τοσαυτάκις φανείς σοι γένηται, καὶ ὁ ἄληπτος οὕτως ἔσται ληπτός σοι· μυριοντάκις, μᾶλλον δὲ ἕως πνέεις ὅλως, προθυμοτέρως ζήτησον καὶ πρὸς ἐκεῖνον δράμε· καὶ γὰρ οὐ καταλείψει σε, οὐκ ἐπιλήσεταί σου· κατὰ μικρὸν δὲ μάλιστα ἐπὶ πλεῖον φανεῖται καὶ συχνοτέρως σοι, ψυχή, συνέσται ὁ δεσπότης καὶ καθαρθεῖσαν τέλεον τοῦ φωτὸς τῇ ἐλλάμψει ὅλος αὐτὸς ἐλεύσεται, αὐτὸς ἐγκατοικήσει, αὐτὸς καὶ ἔσται μετὰ σοῦ ὁ τὸν κόσμον ποιήσας, καὶ πλοῦτον ἕξεις ἀληθῆ, ὃν ὁ κόσμος οὐκ ἔχει, ἀλλ’ οὐρανὸς καὶ οἱ ἐκεῖ ἐναπογεγραμμένοι. εἰ οὕτω σοι γενήσεται, εἰπέ, τί πλέον θέλεις; εἰπέ, ψυχὴ ἀχάριστε, εἰπέ, ψυχὴ ἀγνῶμον· εἰπέ, ψυχή μου ταπεινή, τί τούτων μεῖζον ἔστιν ἐν οὐρανοῖς εἴτ’ ἐν τῇ γῇ, ἵν’ ἐκεῖνο ζητήσῃς;

τοῦ οὐρανοῦ ὁ ποιητὴς καὶ τῆς γῆς ὁ δεσπότης, καὶ πάντων τῶν ἐν οὐρανῷ καὶ πάντων τῶν ἐν κόσμῳ κτίστης, κριτὴς καὶ βασιλεὺς αὐτὸς ὑπάρχων μόνος, ἐν σοὶ ὑπάρχει κατοικῶν, ὅλος δεικνύμενός σοι, ὅλος ἐλλάμπων σε φωτὶ καὶ κάλλος ὑποφαίνων τὸ τοῦ προσώπου καὶ αὐτὸν ἐκτυπώτερον βλέπειν παρέχων σοι καὶ κοινωνὸν δόξης σὲ τῆς ἰδίας ἀπεργαζόμενος· εἰπέ, τί τούτου μεῖζον ἄλλο; πάντως οὐδέν μοι προσερεῖς, ἐγὼ δὲ πάλιν λέγω· τοιαύτης δόξης, ὦ ψυχή, σὺ καταξιωθεῖσα, τί ἔτι κέχηνας πρὸς γῆν, τί δὲ θέλγῃ τοῖς ὧδε; τί τοῖς φθαρτοῖς προστέτηκας τὰ ἄφθαρτα λαβοῦσα; τί τοῖς παροῦσι πρόσκεισαι, τὰ μέλλοντα εὑροῦσα; ἐκεῖνα σπούδασον, ψυχή, διηνεκῶς κεκτῆσθαι, ἐκείνοις ὅλην σεαυτὴν προσκόλλησον, ψυχή μου, ἵνα καὶ μετὰ θάνατον ἐν αὐτοῖς εὑρεθήσῃ τοῖς αἰωνίοις ἀγαθοῖς, οἷς ἐντεῦθεν ἐκτήσω, καὶ σὺν αὐτοῖς τῷ ποιητῇ παραστῇς καὶ δεσπότῃ εὐφραινομένη σὺν αὐτῷ εἰς αἰῶνας αἰώνων· ἀμήν.

Ὅτι ἔστιν ὅτε καὶ διὰ τῆς εἰς τὸν πλησίον ἐπιμελείας καὶ διορθώσεως συγκατασπᾶσθαι τὸν διδάσκαλον εἰς τὴν ἐνοῦσαν ἐκείνῳ τοῦ πάθους ἀσθένειαν.

Ἐλέησόν με, κύριε· ἐλέησόν με, μόνε· ὁ ἐκ νηπίας με, σωτήρ, σκεπάσας ἡλικίας· ὁ πάμπολλά μοι πταίσαντι ἐν ἐπιγνώσει ὄντι οἰκείᾳ ἀγαθότητι ἅπαντα συμπαθήσας· ὁ κόσμου με ῥυσάμενος τοῦ δεινοῦ καὶ ματαίου καὶ συγγενῶν καὶ φίλων τε καὶ ἡδονῶν ἀτόπων κἀνταῦθα ἀξιώσας με ὡς ἐν ὄρει καθίσαι καὶ δείξας μοι τὴν δόξαν σου τὴν θαυμαστήν, θεέ μου, καὶ πνεύματος ἐμπλήσας με τοῦ θείου σου, Χριστέ μου, καὶ φωτισμοῦ πνευματικοῦ ὅλον με ἐμφορήσας· αὐτὸς ἀμεταμέλητον τὴν χάριν σου, θεέ μου, παράσχου μοι τῷ δούλῳ σου εἰς τέλος ὁλοκλήρως· μὴ ἀντανέλῃς, δέσποτα, μὴ ἀποστρέψῃς, κτίστα, μηδὲ παρίδῃς ἅπαξ με πρὸ προσώπου σου στήσας καὶ κατατάξας ἐν τοῖς σοῖς δούλοις με καὶ σφραγίσας σφραγῖδί σου τῆς χάριτος, σόν με ἐπονομάσας μὴ πάλιν ἀπορρίψῃς με, μὴ πάλιν ἀποκρύψῃς τὸ φῶς τὸ τοῦ προσώπου σου, κἀμὲ καλύψει σκότος, καὶ καταπίῃ ἄβυσσος καὶ συσχῇ οὐρανός με, ὃν ὑπεράνωθεν αὐτοῦ ἀνήγαγες, σωτήρ μου, καὶ σὺν ἀγγέλοις, μᾶλλον δὲ σὺν σοὶ τῷ πάντων κτίστῃ συνεῖναι κατηξίωσας καὶ συναγάλλεσθαί σοι καὶ βλέπειν τὴν ἀσύγκριτον τοῦ σοῦ προσώπου δόξαν τοῦ ἀπροσίτου τε φωτὸς εἰς κόρον ἀπολαύειν καὶ χαίρειν καὶ εὐφραίνεσθαι ἄρρητον εὐφροσύνην τῇ συνουσίᾳ, δέσποτα, τῆς σῆς ἀφράστου αἴγλης· κατατρυφῶν δὲ τοῦ φωτὸς ἐκείνου τοῦ ἀρρήτου ἐσκίρτων, ἔχαιρον σὺν σοὶ τῷ ποιητῇ καὶ πλάστῃ, ἀμήχανον κατανοῶν κάλλος τοῦ σοῦ προσώπου· ἐπεὶ δὲ πάλιν πρὸς τὴν γῆν κατήγαγον τὸν νοῦν μου, πεφωτισμένος ὢν ἐν σοὶ οὐκ ἔβλεπον τὸν κόσμον οὐδὲ τὰ ὄντα πράγματα, δέσποτα, ἐν τῷ κόσμῳ, ἀλλ’ ὑπεράνω τῶν παθῶν καὶ μεριμνῶν ὑπῆρχον, καὶ πράγμασι στροβούμενος καὶ τὰ κακὰ ἐλέγχων· οὐκ ἐκοινώνουν μὲν τὸ πρὶν κακίαις ἀνθρωπίναις, ὡς δ’ ἐγχρονίσας ἐν αὐτοῖς τὰ ἄλλων προεθέμην καὶ φιλονείκοις, δέσποτα, συνυπήχθην ἀνδράσιν· ἐλπίδι διορθώσεως μετέσχον τῆς κακίας, καὶ σκότους, οἴμοι, τῶν παθῶν μετέλαβον ἀφρόνως καὶ κρατηθεὶς ὑπὸ θηρῶν ἀγρίων κινδυνεύω· ἄλλους ἐκσπάσαι θέλων γὰρ λύμης γε τῆς ἐκείνων αὐτὸς πρῶτος κατάβρωμα γέγονα τοῖς θηρίοις· ἀλλὰ προφθάσας οἴκτειρον, ἀλλὰ ταχύνας ῥῦσαι τὸν διὰ σέ, φιλάνθρωπε, ἐν τούτοις ἐμπεσόντα· κατὰ τὴν σὴν γὰρ ἐντολὴν τέθεικα, ἐλεῆμον, ψυχὴν τὴν παναθλίαν μου ὑπὲρ τῶν ἀδελφῶν μου.

εἰ οὖν ἐτρώθην, δύνασαι ἰάσασθαί με, σῶτερ· εἰ ἐκρατήθην παρ’ ἐχθρῶν αἰχμάλωτος ὁ τάλας, ἀλλὰ αὐτὸς ὡς δυνατὸς καὶ ἰσχυρὸς εἰς ἅπαν ἰσχύεις ἐκλυτρώσασθαι θελήματί σου μόνῳ· εἰ καὶ θηρίων στόμασι καὶ χερσὶ κατελήφθην, ἀλλὰ φανέντος θνήξονται εὐθύς, ἐγὼ δὲ ζήσω. ναί, ὁ πολὺς ἐν οἰκτιρμοῖς, ἄφατος ἐν ἐλέει, ἐλέησον, οἰκτείρησον ἐμὲ τὸν πεπτωκότα· κατῆλθον ἐν τῷ φρέατι ῥύσασθαι τὸν πλησίον καὶ συγκατέπεσα κἀγώ, δικαιοκρίτα σῶτερ· μή με ἐάσῃς κείμενον εἰς τέλος ἐν τῷ βόθρῳ· ναί, οἶδα ὡς προσέταξας, πανοικτίρμον θεέ μου, ὅτι χρὴ πάντως ῥύεσθαι τὸν ἀδελφὸν θανάτου καὶ ἁμαρτίας δήγματος, ἀλλ’ οὐ δι’ ἁμαρτίας συναπολέσθαι μετ’ αὐτοῦ (ὃ πέπονθα ὁ τάλας καὶ ῥαθυμήσας πέπτωκα ἐμαυτῷ γε θαρρήσας), ἀλλὰ κἀκεῖνον ῥύεσθαι καὶ ἐμαυτὸν ὡσαύτως· εἰ δὲ μή, μένειν ἄνωθεν καὶ θρηνεῖν τὸν πεσόντα καὶ φεύγειν, ὅση δύναμις, τὸ πεσεῖν σὺν ἐκείνῳ.

ἀλλ’ οὖν καὶ νῦν ἀνάστησον, ἀνάγαγε τοῦ χάους καὶ στῆσον ἐπὶ πέτραν με, Χριστέ, τῶν ἐντολῶν σου καὶ δεῖξον πάλιν μοι τὸ φῶς, ὃ οὐ χωρεῖ ὁ κόσμος, ἀλλ’ ἔξω κόσμου καὶ φωτὸς ὁρατοῦ καὶ ἀέρος τοῦ αἰσθητοῦ καὶ οὐρανοῦ αἰσθητῶν τε ἁπάντων ἀποτελεῖ γε τὸν αὐτό, σῶτέρ μου, καθορῶντα, εἴτε χωρὶς τοῦ σώματος εἴτε σὺν τούτῳ ὅλως μὴ ἐπιστάμενος, θεέ, κατὰ τὴν τότε ὥραν· δοκῶ δέ, ὥσπερ ἄϋλος φωστὴρ ὑπάρχων τότε τῷ κάλλει τε τοῦ νοητοῦ λαμπόμενος ἡλίου τὸ ἑαυτοῦ οὐ καθορᾶν ἰσχύει φῶς αἰσθήσει, ἐκεῖνον μόνον δὲ ὁρᾷ τὸν ἄδυτον φωστῆρα ἀμήχανον κατανοῶν κάλλος αὐτοῦ τῆς δόξης, καὶ ἐκπληττόμενος σφοδρῶς καταμαθεῖν οὐκ ἔχει οὔτε κατανοήσασθαι τὸν θεωρίας τρόπον, τὸ πῶς ἢ ποῦ ὁ πανταχοῦ ἀνερμηνεύτως πέλων ὁρᾶται, περιγράφεται θέλων ἐν τοῖς ἁγίοις· τοῦτο δὲ ἴσμεν ἅπαντες τῶν τοιούτων οἱ μύσται, ὅτι τοῦ κόσμου ἔξωθεν τότε ἐν ἀληθείᾳ γινόμεθα καὶ μένομεν, ἄχρις αὐτὸ ὁρῶμεν· καὶ πάλιν εὑρισκόμεθα ἐν σώματι καὶ κόσμῳ, μεμνημένοι δὲ τῆς χαρᾶς καὶ τοῦ φωτὸς ἐκείνου καὶ τῆς γλυκείας ἡδονῆς θρηνοῦμεν καὶ πενθοῦμεν, ὥσπερ παιδίον νήπιον καθορῶν τὴν μητέρα καὶ μεμνημένον γάλακτος γλυκασμοῦ κλαυθμυρίζει, ἕως ἐκείνου δράξεται καὶ εἰς κόρον θηλάσει· τοῦτο αἰτούμεθα καὶ νῦν, τοῦτό σε δυσωποῦμεν, τοῦτο προσπίπτομεν λαβεῖν ἀναφαίρετον, σῶτερ, ὅπως καὶ νῦν τρεφώμεθα, πανοικτίρμον, ἐκ τούτου τοῦ ἄρτου τοῦ ἐξ οὐρανοῦ νοητῶς κατιόντος καὶ πᾶσι τοῖς μετέχουσι ζωῆς μεταδιδόντος· καὶ ἀπιόντες καὶ πρὸς σὲ τὴν πορείαν ποιοῦντες συνοδοιπόρον ἕξομεν βοηθόν τε καὶ ῥύστην καὶ σὺν αὐτῷ καὶ δι’ αὐτοῦ προσαχθῶμέν σοι, σῶτερ, καὶ ἐν τῇ κρίσει τῇ φρικτῇ τὰς ἡμῶν ἁμαρτίας αὐτὸ σκεπάσει, δέσποτα, τοῦ μὴ ἐκκαλυφθῆναι μηδὲ φανῆναι ἅπασιν ἀγγέλοις καὶ ἀνθρώποις, ἀλλὰ καὶ ἱμάτιον ἡμῖν γένηται λαμπροφόρον καὶ δόξα καὶ διάδημα εἰς αἰῶνας αἰώνων· ἀμήν.

Περὶ θεωρίας θεοῦ καὶ θείων πραγμάτων καὶ πνεύματος ἁγίου παραδόξου ἐνεργείας. Καὶ περὶ τῶν ἰδίων τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος. Καὶ ὅτι ὁ μὴ φθάσας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὐδὲν ὠφεληθήσεται, κἂν ἐκτὸς γένηται τῶν τοῦ ᾅδου κολάσεων. Τί τὸ ἐν ἐμοὶ παρὰ σοῦ εἰργασμένον, ὦ τῶν πάντων αἴτιε θεὲ καὶ μέδων; τί γὰρ καὶ εἴπω, τί δ’ ἆρα ἐννοήσω; μέγα μὲν ἐμοὶ τὸ ὁρώμενον θαῦμα, ἄγνωστον δ’ ἐστὶ καὶ ἀόρατον πᾶσι. ποῖον τοῦτο; λέξον μοι· πιστῶς ἐξείπω· σκότει καὶ σκιᾷ, αἰσθητοῖς καὶ αἰσθήσει, κτίσει ἐνύλῳ, αἵματι καὶ σαρκί τε κρατοῦμαι, συμπέφυρμαι, σῶτερ, ὁ τάλας· ἐν τούτοις δ’ ὄντα δυστυχῶς καὶ ἀθλίως ἔκπληξις συνέχει με θέλοντα φράσαι. βλέπω νοερῶς· ποῦ, τί ἢ πῶς, οὐκ οἶδα· τὸ γὰρ πῶς ἀνέκφραστον ἐστὶν εἰς ἅπαν, τὸ δὲ ποῦ γνωστὸν καὶ ἄγνωστον δοκεῖ μοι· γνωστὸν μέν, ὅτι ἐν ἐμοὶ καθορᾶται καὶ μακρόθεν δείκνυται αὐτό γε πάλιν, ἄγνωστον δ’ ὅμως ὡς κἀμὲ συναπάγον ἐν τῷ μηδαμοῦ μηδαμῶς ὅλως τόπῳ καὶ τῶν αἰσθητῶν λήθην μοι ἐμπαρέχον καὶ τῶν ὑλικῶν πάντων καὶ βλεπομένων ἔξω με γυμνὸν καὶ σώματος ἐξάγον. τί οὖν ἐστι τὸ ἐνεργοῦν μοι ταῦτα, ὅπερ καὶ βλέπειν εἶπον, εἰπεῖν οὐκ ἔχω.

ὅμως ἄκουε καὶ συνήσεις τὸ πρᾶγμα· ἔστιν οὖν ἀκράτητον τοῖς πᾶσι πάντῃ, ἔστι καὶ ληπτὸν καὶ μεθεκτὸν ἀξίοις, μεταδοτικόν, συνημμένον ἀλήπτως ἡνωμένον τε καθαροῖς ἀσυγχύτως ἀνακεκραμμένον τε ἀμίκτῳ μίξει ὅλον ὅλοις γε τοῖς ἀμέμπτως βιοῦσι· τοῦτο ἐν ἐμοὶ δίκην λαμπάδος φαίνει, μᾶλλον δὲ πρῶτον εἰς οὐρανοὺς ὁρᾶται καὶ τῶν οὐρανῶν ἀμέτρως ὑπεράνω ἀμυδρῶς πάνυ ἀοράτως ὁρᾶται· ὅτε δὲ ἐγὼ ἐμπόνως ἐκζητήσω καὶ ἐπιμόνως αἰτήσομαι τοῦ λάμψαι, ἢ τρανότερον ἐκεῖσε καθορᾶται κἀμὲ τῶν κάτω χωρίζει καὶ συνάπτει τῇ ἐκείνου λαμπρότητι ἀρρήτως, ἢ ἐντός μου δείκνυται ἀθρόον ὅλον, φῶς σφαιροειδές, γαληνόν τε καὶ θεῖον, ἄμορφον, ἀνείδεον μορφῇ ἀμόρφῳ ὁρώμενόν τε καὶ λαλοῦν πρός με ταῦτα· τί εἰς οὐρανοὺς εἶναί με περιγράφεις κἀκεῖ τε ζητεῖς καὶ κατοικεῖν νομίζεις; τί με ἐπὶ γῆς εἶναι ὑπολαμβάνεις καὶ μετὰ πάντων συνεῖναι διαγγέλλεις καὶ πανταχοῦ με νομοθετεῖς ὑπάρχειν; τὸ οὖν πανταχοῦ μέγεθός μοι προσάπτει, ἀμέγεθες δὲ τὸ παράπαν ὑπάρχω· ὑπερμεγέθη γνῶθι γάρ μου τὴν φύσιν, τὸ δ’ ἐπὶ τῆς γῆς περιγραφὴν ἐμφαίνει, πάντως δ’ ἀπερίγραπτος καθάπαξ πέλω· τῷ δὲ λέγειν σε συνεῖναί με τοῖς πᾶσιν ἄγνοιαν σαυτοῦ δήλην ποιεῖς τοῖς πᾶσι· συνεῖναι γάρ με τοῖς ἁγίοις ἀκούεις αὐτὸν ὅλον με οὐσίᾳ ἐν αἰσθήσει θεωρίᾳ τε, ἀλλὰ καὶ μετουσίᾳ, σὺν τῷ πατρί μου καὶ πνεύματι τῷ θείῳ, καὶ ἐπαναπαύεσθαι σαφῶς ἐν τούτοις.

εἰ οὖν καθ’ ἕνα εἴπῃς ἡμᾶς συνεῖναι, πολλοὺς ποιήσεις εἰς πολλοὺς μερισθέντας· εἰ ἕνα φράσεις, πῶς ὁ εἷς καὶ καθ’ ἕνα; μᾶλλον δὲ ὁ εἷς πῶς καὶ ἄνω καὶ κάτω; μετὰ δὲ πάντων πῶς ὁ αὐτὸς συνέσται; τὸ πᾶν ὁ πληρῶν πῶς ἐν ἑνὶ οἰκήσει; ὁ ὢν ἐν ἑνὶ πῶς καὶ τὸ πᾶν πληρώσει; ἄκουε μυστήρια θεοῦ ἀφράστου ἄφραστα, παράδοξα καὶ πάντῃ ξένα· ἔστι μὲν θεὸς ἀληθῶς, ὄντως ἔστι· τοῦτο εὐσεβεῖς πάντες ὁμολογοῦσιν· οὐδὲν δέ ἐστιν, ὧν ἡμεῖς ὅλως ἴσμεν, ἀλλ’ οὐδ’ ἐξ ὧν ἄγγελοι ἴσασιν ἔστι· κἀν τούτῳ οὐδὲν ὁ θεός ἐστι λέγω, τῶν πάντων οὐδὲν ὡς τῶν ἁπάντων κτίστης, ἀλλ’ ὑπὲρ τὸ πᾶν· τίς γὰρ ἂν εἴποι, τί ἐστι θεός, ἵνα καὶ ἔστιν εἴπῃ τόδε τυχὸν ἢ τόδε; ἀγνοῶ ὅλως, ὁποῖος, ὁπόσος, ποταπὸς ἢ πηλίκος. ὁ οὖν ἀγνοῶν ἐγὼ θεόν, ὁποῖος μορφὴν εἶδος τε, τὸ μέγεθος, τὸ κάλλος, πῶς ἑρμηνεύσω τὰς αὐτοῦ ἐνεργείας, πῶς μὲν ὁρᾶται ἀόρατος ὢν πᾶσι, πῶς δὲ σύνεστι τῇ κτιστῇ πάσῃ φύσει, πῶς ἐγκατοικεῖ ἐν πᾶσι τοῖς ἁγίοις, πῶς πληροῖ τὸ πᾶν καὶ οὐδαμοῦ πληροῦται, πῶς ὑπὲρ τὸ πᾶν καὶ πανταχοῦ ὑπάρχει;

ταῦτα γὰρ οὐδεὶς ὅλως εἰπεῖν ἰσχύσει· ἀλλ’, ὦ ἀνθρώπων ὃν οὐδεὶς ὅλως εἶδεν· ὦ παμβασιλεῦ, ὑπερεύσπλαγχνε μόνε, εὐχαριστῶ σοι ἐξ ὅλης μου καρδίας, ὅτι οὐ παρεῖδές με ἐν σκότει κάτω κείμενον, ἀλλ’ ἥψω μου χειρί σου θείᾳ, ἣν ἰδὼν ἐγὼ ἀνέστην εὐθὺς χαίρων· ἔλαμπε καὶ γὰρ φαιδρότερον ἡλίου· ἔσπευσα κρατῆσαί γε ταύτην, ὁ τάλας, καὶ ἠφαντώθη εὐθὺς ἐξ ὀφθαλμῶν μου, καὶ πάλιν ὅλος ἐγενόμην ἐν σκότει· ἔπεσα πρὸς τοὔδαφος πενθῶν καὶ κλαίων, κυλινδούμενος καὶ στενάζων ἐμπόνως, ποθῶν ἰδεῖν σου πάλιν τὴν θείαν χεῖρα· ἥπλωσας αὐτήν, ὤφθη μοι τρανοτέρως, καὶ περιπλακεὶς κατεφίλησα ταύτην· ὢ χρηστότητος καὶ πολλῆς εὐσπλαγχνίας· χεῖρα δέδωκεν ἀσπάσασθαι ὁ κτίστης τὴν συνέχουσαν τὰ σύμπαντα τῷ σθένει· ὢ χαρίσματος, ὢ δωρεᾶς ἀφράστου· πάλιν τε ταύτην συνέστειλεν ὁ πλάστης, πάντως δοκιμάζων μου τὴν προθυμίαν, εἰ ποθῶ ταύτην καὶ τὸν ταύτης δοτῆρα, εἰ καταφρονῶ πάντων καὶ προτιμῶμαι ταύτην καὶ μένω ἐν τῇ ταύτης ἀγάπῃ· ἔλιπον εὐθὺς κόσμον καὶ τὰ τοῦ κόσμου, ἔμυσα πάσας ὁμοῦ καὶ τὰς αἰσθήσεις, ὀφθαλμούς, ὦτα, ῥῖνα, στόμα καὶ χείλη, πᾶσιν ἔθανον συγγενέσι καὶ φίλοις, ναί, ὡς ἀληθῶς ἔθανον τῇ θελήσει, καὶ μόνην ἐζήτησα θεοῦ τὴν χεῖρα· ἰδοῦσα δ’ αὕτη οὕτως ποιήσαντά με ἥψατο λάθρᾳ χειρός, ἐκράτησέ μου καὶ ὡδήγει με μέσον τοῦ σκότους ὄντα.

ᾐσθανόμην οὖν καὶ χαίρων ἠκολούθουν, ἔτρεχον σφοδρῶς ἐν νυκτὶ καὶ ἡμέρᾳ, εὐτόνως ἐβάδιζον σὺν προθυμίᾳ· βαδίζων δ’ αὖθις ἀκίνητος ὑπῆρχον, καὶ τότε μᾶλλον προέκοπτον τοῖς πρόσω· ὢ μυστηρίων, ὢ ἄθλων, ὢ βραβείων· οὕτω τρέχοντα τοῦ σταδίου ἐν μέσῳ πέφθακεν ἡ χεὶρ ἀπορρήτως ἐκείνη, τοῦ ἐμοῦ πρεσβεύσαντος πατρὸς ἁγίου, καὶ τῆς ταλαίνης ἥψατο κεφαλῆς μου καὶ δέδωκέ μοι τὸν στέφανον τῆς νίκης, αὕτη δὲ μᾶλλον στέφανος γέγονέ μοι· καὶ ταύτην βλέπων ἄφραστον εὐφροσύνην, ἄφραστον χαράν, ἄφραστον θυμηδίαν εἶχον· πῶς γὰρ οὔ, κόσμον ὅλον νικήσας καὶ τὸν τοῦ κόσμου ἄρχοντα καταισχύνας, ἀπὸ χειρός τε τοῦ θεοῦ στέφος θεῖον, μᾶλλον δὲ αὐτὴν τοῦ τῶν ὅλων δεσπότου λαβὼν (ὢ θαῦμα) ἀντὶ στεφάνου χεῖρα, ἣ ἐκλάμπουσα ἑωρᾶτο ἀΰλως, ἀδιαλείπτως ἐμοὶ καὶ ἀνεσπέρως· αὕτη μοι μαζὸς προετείνετο ὥσπερ καὶ θηλάζειν μοι γάλακτος ἀφθαρσίας ὡς υἱῷ θεοῦ πλουσίως ἐχορήγει· ὢ γλυκύτητος, ὢ ἡδονῆς ἀφράστου· αὕτη καὶ ποτήριον πόματος θείου καὶ ἀθανάτου ῥείθρου ἐγένετό μοι, ἐξ οὗ μετασχὼν καὶ τροφῆς ἐνεπλήσθην τῆς οὐρανίου, ἥνπερ ἄγγελοι μόνοι τρέφονται καὶ ἄφθαρτοι διατηροῦνται, φῶτα τοῦ πρώτου δεύτερα τῇ μεθέξει· οὕτω καὶ ἡμεῖς θείας καὶ ἀπορρήτου φύσεως γεγόναμεν κοινωνοὶ πάντες, τέκνα τοῦ πατρός, ἀδελφοὶ τοῦ Χριστοῦ δὲ πνεύματι βαπτισθέντες τῷ παναγίῳ· πάντως δ’ οὐ πάντες ἐπέγνωμεν τὴν χάριν, οὐ τὴν ἔλλαμψιν, οὐ μέθεξιν οὐδ’ ὅτι οὕτως ἐγεννήθημεν· μόλις δὲ τοῦτο τῶν χιλίων εἷς εἴτε καὶ τῶν μυρίων ἐν τῇ μυστικῇ ἐπέγνω θεωρίᾳ, οἱ δ’ ἄλλοι πάντες ἀμβλωθρίδια τέκνα, τὸν γεννήσαντα ἑαυτοὺς ἀγνοοῦντες· ὡς γὰρ οἱ νεκροὶ ὕδατι βαπτισθέντες εἴτε καὶ πυρὶ οὐκ αἰσθάνονται ὅλως, οὕτως οὐδ’ οὗτοι, νεκροὶ τῇ ἀπιστίᾳ καὶ τῶν ἐντολῶν πέλοντες τῇ ἀργίᾳ ἐλλιπεῖς, οὐκ ἴσασιν ὡς πεπόνθασι τέρας φοβερόν, πίστιν πεπλανημένην, δοκεῖν ἑαυτὸν υἱὸν τοῦ θεοῦ εἶναι καὶ μὴ γνωρίζειν τὸν ἴδιον πατέρα.

εἰ οὖν πίστει τοῦτον σὺ γνωρίζειν λέγεις καὶ πίστει υἱὸς θεοῦ εἶναι νομίζεις, ἔστω καὶ ἡ σάρκωσις τοῦ θεοῦ πίστει, καὶ μὴ ἔργῳ φῇς ἄνθρωπον γεγονέναι μηδὲ αἰσθητῶς αὐτὸν ἀποτεχθῆναι· εἰ δὲ γέγονεν υἱὸς ὄντως ἀνθρώπου, υἱόν σε ποιεῖ τοῦ θεοῦ πάντως ἔργῳ· εἰ οὐ γέγονεν ἐν φαντασίᾳ σῶμα, οὐδ’ ἡμεῖς πάντως ἐν ἐπινοίᾳ πνεῦμα, ἀλλ’ ὡς ὑπῆρξε σὰρξ ἀληθῶς ὁ λόγος, οὕτω καὶ ἡμᾶς μεταμορφοῖ ἀρρήτως καὶ τέκνα ποιεῖ θεοῦ ἐν ἀληθείᾳ. ἄτρεπτος θεότητι μείνας ὁ λόγος ἄνθρωπος ἐγένετο σαρκὸς προσλήψει· ἄτρεπτον τὸν ἄνθρωπον σαρκὶ ψυχῇ τε τηρήσας πεποίηκε θεόν με ὅλον, προσέλαβέ μου τὴν κατάκριτον σάρκα καὶ θεότητα ὅλην ἐνέδυσέ με· καὶ γὰρ βαπτισθεὶς Χριστὸν ἐνεδυσάμην οὐχὶ αἰσθητῶς, νοητῶς δέ γε πάντως· καὶ πῶς οὐ θεὸς χάριτί τε καὶ θέσει, αἰσθήσει καὶ γνώσει γε καὶ θεωρίᾳ, ὁ τὸν τοῦ θεοῦ υἱὸν ἐνδεδυμένος;

εἰ ἀγνοίᾳ γέγονεν ὁ θεὸς λόγος ἄνθρωπος, κἀμὲ ἐν ἀγνοίᾳ γενέσθαι θεὸν ὡς εἰκὸς ὑπονοεῖσθαι πρέπον· εἰ δ’ ἐν γνώσει πράξει τε καὶ θεωρίᾳ θεὸς ἄνθρωπος ἐχρημάτισεν ὅλος, ὅλον με θεὸν τῇ θεοῦ κοινωνίᾳ ἐν αἰσθήσει καὶ γνώσει, οὐχὶ οὐσίᾳ, μετουσίᾳ δὲ γενέσθαι πάντως χρὴ φρονεῖν ὀρθοδόξως· ὥσπερ ἐγεννήθη γὰρ θεὸς ἀτρέπτως ἄνθρωπος ἐν σώματι καὶ πᾶσιν ὤφθη, οὕτως ἀφράστως πνευματικῶς γεννᾷ με καὶ ἄνθρωπον μένοντα θεὸν ποιεῖ με· καὶ ὥσπερ ὁρώμενος σαρκὶ ἐκεῖνος τὸ θεὸς εἶναι ἠγνοεῖτο τοῖς ὄχλοις, οὕτω καὶ ἡμεῖς, οἷοι ἦμεν τοῖς πᾶσιν (ὢ θαῦμα) βλεπόμενοι ἄνθρωποι πάντως, τὸ ὅπερ γεγόναμεν χάριτι θείᾳ οὐ πεφύκαμεν τοῖς πολλοῖς καθορᾶσθαι, μόνοις δ’ οἷς ὄμμα ψυχῆς κεκαθαρμένον πρόσεστι φαινόμεθα ὡς ἐν διόπτρᾳ, τοῖς δ’ ἀκαθάρτοις οὐ θεὸς οὐδ’ ἡμεῖς γε οὔθ’ ὁρώμεθα οὔθ’ ὅλως γεγενῆσθαι τοιοῦτοί ποτε πιστευόμεθα πάντως· ἄπιστοι καὶ γὰρ οἱ τῇ πίστει καὶ μόνῃ προσεπερειδόμενοι χωρὶς τῶν ἔργων· εἰ δ’ οὐκ ἄπιστοι, τέως νεκροὶ εἰς ἅπαν, ὥσπερ ὁ θεῖος ἀπεφήνατο Παῦλος· μὴ ἀπιστήσῃς, ἐμοὶ δὲ λέγε καὶ σοφῶς ἀποκρίνου· ποῖον ἐκ τούτων προτιμήσεις τῶν δύο· νεκράν γε πίστιν ἔργων ἐστερημένην ἢ ἀπιστίαν τῆς πίστεως ἐν ἔργοις; πάντως ἐρεῖς μοι· τίς τῶν ἔργων ἡ χάρις πίστεως δίχα τῆς ὀρθῆς καὶ τελείας; κἀγώ σοι πάλιν ἀντιφθέγξομαι· τί δὲ ὄφελος τῆς πίστεως τῶν ἔργων δίχα;

εἰ οὖν τὰ ἅπερ προειρήκαμεν γνῶναι βούλει τε θεὸς κατὰ χάριν γενέσθαι, οὐ λόγῳ, οὐ δοκήσει, οὐκ ἐπινοίᾳ, οὐ μόνῃ πίστει ἐστερημένῃ ἔργου, ἀλλὰ πείρᾳ, πράγματι καὶ θεωρίᾳ νοερᾷ καὶ γνώσει τε μυστικωτάτῃ, πρᾶξον, ἅτινα ὁ σωτήρ σοι προστάττει (κἀκεῖνος ταῦτα διὰ σὲ καθυπέστη) καὶ τότε ἴδοις φῶς λαμπρότατον φᾶναν ἀέρι ψυχῆς πάμπαν λελευκασμένῳ, ἀΰλως τὴν ἄϋλον σαφῶς οὐσίαν ὅλην δι’ ὅλου ὄντως διϊκνουμένην· ἐκ ταύτης δ’ ὅλον ὡς ἐν ὅλῳ τὸ σῶμα οὔσης καὶ αὐτῆς ψυχῆς τῆς ἀσωμάτου· καὶ λάμψει τὸ σῶμά σου ὡς ἡ ψυχή σου, ἡ ψυχὴ δ’ αὖθις ὡς ἡ λάμψασα χάρις ἔσεται ἀστράπτουσα, θεὸς καθάπερ· εἰ δ’ ἀποκνήσεις μιμήσασθαι τοῦ κτίστου τὴν ταπείνωσιν, τὰ πάθη καὶ τὰς ὕβρεις, καὶ ὑποστῆναι ταῦτα οὐ καταδέξῃ, εἴτε νοερῶς, αἰσθητῶς δέ γε μᾶλλον, ἐναπελείφθης (ὢ τῆς ἀβελτηρίας) ἐν ζόφῳ καὶ ταρτάρῳ τοῦ σοῦ σαρκίου, ὃ φθορά ἐστι, (τί γὰρ ὑπάρχει ἄλλο, εἰ μὴ θάνατος ἐν ἀθανάτῳ σκεύει;)

ἐγκεκλεισμένος μενοῦν γε εἰς αἰῶνας, πάντων ἀγαθῶν τῶν ἐν φωτὶ καὐτοῦ δὲ τοῦ φωτὸς στερισκόμενος· οὔπω γὰρ λέγω τό γε καὶ πυρὶ καὶ βρυγμῷ τῶν ὀδόντων, κλαυθμῷ τε καὶ σκώληκι παραδοθῆναι, ἀλλ’ ὡς ἐν πίθῳ τῷ σώματι οἰκῆσαι μετὰ τὴν ἀνάστασιν, ὡς καὶ πρὸ τούτου, καὶ μηδαμόθεν ἔξωθεν ἀποβλέπειν μηδὲ φῶς ἐντὸς εἰσδέχεσθαι παράπαν, ἀλλ’ οὕτω κεῖσθαι τῶν ἐνταῦθα ἡδέων πάντων στερισκόμενον καὶ τῶν μελλόντων, καθὼς προεῖπον· λέγε οὖν ὁ ἀκούων, ὁ λέγων· οὐ βούλομαι τῆς βασιλείας τῆς ἀκηράτου ἔνδον τότε γενέσθαι οὐδ’ ἀπολαύειν τῶν ἀγαθῶν ἐκείνων, ἀλλ’ ἔξω μόνον τῆς κολάσεως εἶναι καὶ πεῖραν πυρὸς μὴ λαβεῖν με κἂν ὅλως· τί σοι ὄφελος γενομένῳ ὡς εἶπον; ἀπόκρινέ μοι, σοφώτατε, καὶ λέγε· ἆρα λογίσῃ τιμωρίαν ἑτέραν εἶναι μείζονα ἢ γενήσεσθαι ὅλως; ἄπαγε· καὶ γὰρ ὡς μόνος ἐν βασάνοις τότε καὶ εἶναι καὶ κολάζεσθαι φήσεις· εἰ γὰρ καὶ εἴποις πνευματικὸν τὸ σῶμα τότε ἀπολήψεσθαι, καὶ πῶς ὡς πίθῳ ἐναποκλεισθήσεται ψυχὴ ἐν τούτῳ; ἄκουσον, διδάχθητι, πῶς ἔσται τοῦτο.

ὥσπερ ὁ σπόρος σπείρεται κατὰ γένος, σίτου σοι λέγω καὶ κριθῆς καὶ τῶν ἄλλων, καὶ κατὰ γένος αὖθις ἀναβλαστάνει, οὕτω καὶ τὰ σώματα τῶν γε θνῃσκόντων πίπτουσιν εἰς γῆν, οἷα τύχωσιν εἶναι· αἱ οὖν ἐξ αὐτῶν ψυχαὶ διαζευχθεῖσαι ἐν τῇ μελλούσῃ τῶν νεκρῶν ἀναστάσει τούτων ἑκάστη κατ’ ἀξίαν εὑρίσκει τὸ κατάλυμα φωτὸς ἢ σκότους πλῆρες· αἱ μὲν καθαραὶ καὶ φωτὸς μετασχοῦσαι καὶ ἀνάψασαι τὰς ἑαυτῶν λαμπάδας ἔσονται πάντως ἐν φωτὶ ἀνεσπέρῳ, αἱ δ’ ἀκάθαρτοι καὶ τυφλὰ τῆς καρδίας ἔχουσαι τὰ ὄμματα καὶ σκότους πλήρεις, πῶς ἆρα θεάσονται φέγγος τὸ θεῖον; εἴπῃς, οὐδαμῶς· τούτων οὖν, εἰπέ μοι, τίς, δεομένων, μετὰ πότμον ἀκούσει καὶ διανοίξει ὀφθαλμοὺς τούτων, οἴμοι, τῶν ἑκουσίως βλέψαι μὴ βουληθέντων μηδὲ ἀνάψαι τὴν ψυχικὴν λαμπάδα;

σκότος οὖν ἐκδέξεται ἀφεγγὲς τούτους, τὰ σώματα δέ, ὡς εἴπομεν, ἐπίσης φθείρονται καὶ σήπονται καὶ τῶν ἁγίων, ἀλλ’ ἐγείρονται, οἷα ταῦτα ἐσπάρη, σῖτος καθαρός, σῖτος ἡγιασμένος· τοῦ ἁγίου πνεύματος ἅγια σκεύη ὡς ὑπάρξαντα καθαρώτατα πάνυ ἐξεγείρονται αὖθις δεδοξασμένα, λάμποντα, ἀστράπτοντα ὡς φῶς τὸ θεῖον· τούτοις ἐνοικήσασαι ψυχαὶ ἁγίων ὑπέρ γε τὸν ἥλιον λάμψουσι τότε καὶ γενήσονται ὅμοιοι τοῦ δεσπότου, οὗτινος ἐτήρησαν τοὺς θείους νόμους· τῶν δ’ ἁμαρτωλῶν ἐξανίστανται αὖθις, οἷα καὶ αὐτὰ ἐν τῇ γῇ κατεσπάρη βορβορώδη, δύσοσμα, σαπρίας πλήρη· σκεύη βέβηλα, ζιζάνια κακίας πάνυ ζοφώδη, ὡς τὰ τοῦ σκότους ἔργα πράξαντα καὶ ὄργανα κακῶν παντοίων χρηματίσαντα τοῦ πονηροῦ σπορέως, ἐξανίστανται δ’ ἀθάνατα καὶ ταῦτα καὶ πνευματικά, πλὴν ἐοικότα σκότει.

τούτοις οὖν ψυχαὶ ἄθλιαι ἑνωθεῖσαι, ζοφώδεις αὗται καὶ ἀκάθαρτοι οὖσαι, ὅμοιοι γενήσονται τῷ διαβόλῳ ὡς τὰ ἐκείνου μιμησάμεναι ἔργα καὶ τὰς ἐκείνου τηρήσασαι προστάξεις· μεθ’ οὗ καὶ καταχθήσονται πυρὶ ἀσβέστῳ, τῷ σκότει καὶ ταρτάρῳ παραπεμφθεῖσαι· μᾶλλον δὲ αὗται κατὰ ἀναλογίαν καταχθήσονται, τοῦ βάρους κατ’ ἀξίαν τῶν ἁμαρτιῶν, ὧν ἕκαστος βαστάζει, κἀκεῖ διάξει εἰς αἰῶνας αἰώνων· οἱ δὲ ἅγιοι, ὥσπερ εἴπομεν, πάλιν τῶν ἀρετῶν ἕκαστος πτεροῖς ἀρθέντες εἰς ἀπάντησιν καὶ οὗτοι τοῦ δεσπότου ἀναβήσονται ἕκαστος κατ’ ἀξίαν· ὡς ἑαυτόν τις προευτρέπισε πάντως ἐγγύθεν ἢ πόρρωθεν ἔσται τοῦ κτίστου, συνέσται τ’ αὐτῷ εἰς ἀπείρους αἰῶνας σκιρτῶν καὶ τερπόμενος ἄληκτον τέρψιν· ἀμήν.

Ὅτι τοῦ πνεύματος λάμποντος ἡμῖν τοῦ ἁγίου πάντα τὰ τῶν παθῶν φυγαδεύονται ὡς ὑπὸ τοῦ φωτὸς τὸ σκότος, συστέλλοντος δὲ αὐτοῦ τὰς ἀκτῖνας ὑπὸ τούτων καὶ τῶν πονηρῶν βαλλόμεθα λογισμῶν. Τὸ φῶς σου περιλάμπον με ζωογονεῖ, Χριστέ μου· τὸ γὰρ ὁρᾶν σε ζώωσις ἀνάστασίς τε πέλει.

τὸ πῶς εἰπεῖν οὐκ ἔχω σου φωτὸς τὰς ἐνεργείας, πλὴν τοῦτο ἔργῳ ἔγνωκα καὶ γινώσκω, θεέ μου, ὅτι κἂν νόσῳ, δέσποτα, κἂν θλίψεσι κἂν λύπαις κἂν ἐν δεσμοῖς κἂν ἐν λιμῷ κἂν φυλακῇ κρατῶμαι, κἂν δεινοτέροις ἀλγεινοῖς συνέχωμαι, Χριστέ μου, τὸ φῶς σου λάμψαν ἅπαντα ὡς σκότος ἀπελαύνει καὶ ἐν ἀνέσει καὶ φωτὶ καὶ φωτὸς ἀπολαύσει αἴφνης ποιεῖ με γίνεσθαι τὸ πνεῦμά σου τὸ θεῖον· τὰς θλίψεις ἔγνων ὡς καπνόν, τοὺς λογισμοὺς ὡς σκότος ὡς βέλη τε τοὺς πειρασμούς, τὰς μερίμνας ὡς ζόφον, ὡς δὲ θηρία τὰ πάθη χρηματίζοντα, λόγε, ἐξ ὧν με ἠλευθέρωσας, ἐξ ὧν ἐρρύσω πάλαι κατὰ μικρὸν ἐκλάμψας σου φῶς ἐν ἐμοὶ τὸ θεῖον· καὶ νῦν ἐν μέσῳ τούτων ὄντα με, Χριστέ, θεέ μου, διαφυλάττεις ἄτρωτον σκέπων με τῷ φωτί σου· ἐπεὶ δὲ πταίω πάμπολλα καθ’ ὥραν ἁμαρτάνων, ἐπεὶ δὲ κατεπαίρομαι, ἐπεί σε παροργίζω, δέομαι τῆς εὐσπλάγχνου σου παιδεύσεως, Χριστέ μου, ἣν καὶ σφοδρῶς αἰσθάνομαι ἐν ἐμοὶ γινομένην ὑποχωρήσει τοῦ θείου φωτὸς τοῦ σκέποντός με· ὡς γὰρ ἡλίου δύναντος νὺξ γίνεται καὶ σκότος καὶ ἐξίασιν ἅπαντα πρὸς βρῶσιν τὰ θηρία, οὕτως ἀποσκεπάζον με, ὦ θεέ μου, τὸ φῶς σου εὐθὺς τοῦ βίου σκότος με θάλασσα λογισμῶν τε περικαλύπτει καὶ παθῶν θηρία κατεσθίει, καὶ βέλεσι τιτρώσκομαι τῶν λογισμῶν ἁπάντων· ἐπὰν δὲ πάλιν σπλαγχνισθῇς, ἐπὰν κατελεήσῃς, ἐπὰν ἐπακροάσῃ τε τῶν γοερῶν μου θρήνων καὶ στεναγμοὺς ἐνωτισθῇς καὶ δάκρυα προσδέξῃ καὶ ἐπὶ τὴν ταπείνωσιν ἐπιβλέψαι θελήσῃς ἐμοῦ τοῦ ἁμαρτήσαντος ἀσύγγνωστα, Χριστέ μου, ἀπὸ μακρόθεν ὡς ἀστὴρ ἀνατέλλων ὁρᾶσαι, πλατύνεσαι κατὰ μικρόν, οὐκ αὐτὸς τοῦτο πάσχων, ἀλλὰ τὸν νοῦν τοῦ δούλου σου διανοίγων τοῦ βλέπειν· μειζόνως ὥσπερ ἥλιος κατ’ ὀλίγον ὁρᾶσαι· καὶ γὰρ τοῦ σκότους φεύγοντος καὶ ἀφανιζομένου ἔρχεσθαί σε λογίζομαι τὸν πανταχοῦ παρόντα, ὅτε δὲ ὅλον ὡς τὸ πρὶν περικυκλώσεις, σῶτερ, ὅτε ὅλον σκεπάσεις με, ὅλον με περιλάβῃς, ἐλευθεροῦμαι τῶν κακῶν, λυτροῦμαι καὶ τοῦ σκότους καὶ πειρασμῶν καὶ τῶν παθῶν καὶ λογισμῶν ἁπάντων· πληροῦμαι γὰρ χρηστότητος, πληροῦμαι εὐφροσύνης καὶ κατεμπίμπλαμαι χαρᾶς, ἀφάτου θυμηδίας ὁρῶν φρικτὰ μυστήρια, ὁρῶν θαύματα ξένα, ὁρῶν ἃ οὐ τεθέαται ὀφθαλμὸς οὐδὲ βλέψαι ἀνθρώπου ἐξισχύσειεν, ἀλλ’ οὐδὲ οὖς ἀκοῦσαι, ἐπὶ καρδίαν δὲ βροτῶν οὐκ ἀνέβη οὐδ’ ὅλως· καὶ καταπλήττομαι σφοδρῶς, ἐξίσταμαι ἐν τούτοις καὶ πάντων τῶν ἐπὶ τῆς γῆς ὅλως ἀλλοτριοῦμαι ἀκαταπαύστοις ἐν φωναῖς ἀνυμνῶν σε, θεέ μου, κατανοῶν ἐν ἐμαυτῷ ἀλλοίωσιν τὴν ξένην καὶ τρόπον ἀντιλήψεως χειρὸς παντοδυνάμου, πῶς λάμψει μόνου σου φωτὸς καὶ τῇ ἐπιφανείᾳ πᾶσαν λύπην ἐδίωξας, ἐξήρπασας τοῦ κόσμου καὶ ἑνωθείς μοι μυστικῶς εἰς οὐρανὸν εὐθύς με ἀποκατέστησας ἐκεῖ, ἔνθα οὐκ ἔστι λύπη, οὐ στεναγμός, οὐ δάκρυον, οὐκ ὄφις δάκνων πτέρναν, καὶ ἔδειξας ἀκάματον, ἀταλαίπωρον τρίβον, τὴν ἐναντίαν, τὴν στενήν, τὴν δύσβατον ἀνθρώποις, ἢ ἀληθέστερον εἰπεῖν, ἄβατον πᾶσιν οὖσαν· τίς γάρ ποτε ἐξίσχυσεν ἢ τίς ποτε ἰσχύσει ἀνθρώπων εἰς τὸν οὐρανὸν ἐν σώματι γενέσθαι ἢ καὶ χωρὶς τοῦ σώματος, ποίοις πτεροῖς πετάσας;

Ἠλίας ἅρματι πυρὸς ἐπήρθη καὶ πρὸ τούτου Ἐνώχ, ἀλλ’ οὐκ εἰς οὐρανούς, ἐν ἑτέρῳ δὲ τόπῳ, οὐχὶ αὐτὸς ἀφ’ ἑαυτοῦ, πλὴν ὅμως μετετέθη. τί δὲ πρὸς τὰ γινόμενα ἐν ἡμῖν εἰσι ταῦτα; πῶς ὅλως ἔσται σύγκρισις σκιᾶς καὶ ἀληθείας, ἢ πνεύματος λειτουργικοῦ καὶ δουλικοῦ, εἰπέ μοι, πρὸς πνεῦμα τὸ δεσποτικὸν καὶ παντουργὸν καὶ θεῖον τὸ στερεοῦν καὶ δυναμοῦν πᾶσαν κτιστὴν οὐσίαν;

τὰ μὲν γὰρ ἄλλα ποίημα, ποιητὴς δ’ αὐτὸ μόνον ὡς τοῦ πατρὸς ἀχώριστον καὶ τοῦ υἱοῦ ὡσαύτως· θεὸς τὰ τρία· εἷς θεὸς ἡ τριὰς καὶ γὰρ ἔστιν· αὕτη τὸ πᾶν οὐσίωσεν, ἔκτισεν αὕτη πάντα· αὕτη τὸν λόγον καὶ υἱὸν τοῦ πατρὸς ἐν τῷ κόσμῳ κατὰ τὴν σάρκα ἔκτισεν εἰς ἡμῶν σωτηρίαν, ἀχώριστον τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος ὄντα· σαρκοῦται δὲ τοῦ πνεύματος ὄντως τῇ ἐπελεύσει καὶ γίνεται, ὅπερ οὐκ ἦν, ἄνθρωπος ὅμοιός μοι, πλὴν ἁμαρτίας καὶ πάσης ἐκτός γε ἀνομίας, θεὸς ὁμοῦ καὶ ἄνθρωπος ὁρώμενος τοῖς πᾶσιν ἔχων τὸ πνεῦμα τὸ θεῖον αὐτοῦ συνὸν τῇ φύσει, μεθ’ οὗ νεκροὺς ἐζώωσε, τυφλῶν ἤνοιξε κόρας λεπρούς τε ἐκαθάρισε δαίμονας ἀπελάσας· οὗτος σταυρὸν ὑπενεγκὼν καὶ θάνατον ὡσαύτως, ἐξαναστὰς ἐν πνεύματι ἀνελήφθη ἐν δόξῃ καὶ τρίβον τὴν εἰς οὐρανοὺς ἐνεκαίνισε πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐν ἀδιστάκτῳ πίστει, καὶ πνεῦμα τὸ πανάγιον ἐξέχεε πλουσίως εἰς πάντας τοὺς δεικνύοντας τὴν πίστιν ἐκ τῶν ἔργων· καὶ νῦν ἀφθόνως τοῦτό γε ἐκχεῖ πρὸς τοὺς τοιούτους θεοποιεῖ τε δι’ αὐτοῦ οἷς συναφθῇ ἀθρόον, καὶ ἐξ ἀνθρώπων ἀλλοιοῖ τούτους ἀναλλοιώτως καὶ τέκνα δείκνυσι θεοῦ, ἀδελφοὺς τοῦ σωτῆρος, συγκληρονόμους μὲν Χριστοῦ, θεοῦ δὲ κληρονόμους, θεοὺς θεῷ συνόντας γε πνεύματι ἐν ἁγίῳ, δεσμίους μὲν μόνῃ σαρκί, πνεύματι δ’ ἐλευθέρους, συνανιόντας τῷ Χριστῷ εἰς οὐρανοὺς εὐκόλως ὅλον τε τὸ πολίτευμα κεκτημένους ἐκεῖσε ἐν θεωρίᾳ τῶν καλῶν, ὧν ὀφθαλμοὶ οὐκ εἶδον.

τί οὖν τὸ ἅρμα τοῦ πυρὸς τὸ Ἠλίαν ἁρπάσαν, τίς ἡ Ἐνὼχ μετάθεσις ὑπάρχουσι πρὸς ταῦτα;

ἐγὼ δοκῶ, ὡς θάλασσα τμηθεῖσα ῥάβδῳ πάλαι καὶ μάννα ἐκ τοῦ οὐρανοῦ κατελθὸν τύπος μόνον καὶ ἀληθείας σύμβολα ταῦτα πάντως ὑπῆρχον (ἡ θάλασσα βαπτίσματος, τὸ μάννα τοῦ σωτῆρος), οὕτω κἀκεῖνα σύμβολα τούτων εἰσὶ καὶ τύπος, ἀσύγκριτον ὑπεροχὴν κεκτημένων καὶ δόξαν, ὅσον κτιστοῦ τὸ ἄκτιστον ὑπερέχει τῇ φύσει· τὸ μάννα γάρ, ὃ λέγεται ἄρτος τροφὴ ἀγγέλων, ὃν ἔφαγον οἱ ἄνθρωποι ἐν τῇ ἐρήμῳ τότε, ἐξέλιπεν, ἀπώλετο, ἀπέθανόν τε πάντες καὶ ὅσοι τοῦτο ἔφαγον· ζωῆς γὰρ οὐ μετεῖχεν· ἡ σὰρξ δὲ τοῦ δεσπότου μου τεθεωμένη οὖσα ζωῆς μεστή τε πέλουσα, πάντας ζωῆς μετόχους τοὺς τρώγοντας ἀποτελεῖ καὶ ποιεῖ ἀθανάτους, διαβιβάζει τε αὐτοὺς οὐ πέλαγος θαλάσσης, οὐδ’ ἐξ Αἰγύπτου μεθιστῶν πρὸς ἄλλην γῆν μετάγει φθαρτοὺς καρποὺς προφέρουσαν καὶ αὖθις τοῖς ἀνθρώποις, ἀλλ’ οὐδὲ τεσσαράκοντα ἐπὶ χρόνοις βαδίζειν διακελεύεται ἡμᾶς ὁ λυτρωτὴς τοῦ κόσμου, ἵνα καὶ καταλάβωμεν γῆν τῆς ἐπαγγελίας, ἀλλ’ ἀδιστάκτῳ πίστει γε βαπτισθέντας ἀθρόον, αἵματός τε καὶ τῆς αὐτοῦ σαρκὸς μεταλαβόντας ἀπὸ θανάτου εἰς ζωήν, εἰς φῶς τε ἀπὸ σκότους, ἀπὸ τῆς γῆς εἰς οὐρανοὺς ἀναφέρει εὐθέως, πρότερον ἀπεκδύσας με φθορᾶς καὶ τοῦ θανάτου καὶ ὅλον ἐλευθερώσας με ἐν αἰσθήσει καὶ γνώσει, τὸ δὲ πάντων φρικτότερον, οὐρανὸν καινὸν ἔδειξέ με καὶ ἐν ἐμοὶ κατῴκησεν ὁ τῶν ἁπάντων κτίστης, οὗπερ οὐδεὶς τῶν πρόπαλαι ἁγίων ἠξιώθη· ἐλάλει γὰρ τὸ πρότερον διὰ πνεύματος θείου καὶ ἐνεργείᾳ τῇ αὐτοῦ τὰ θαύματα ἐποίει, οὐσιωδῶς δὲ οὐδαμῶς τινὶ θεὸς ἡνώθη πρὸ τοῦ γενέσθαι ἄνθρωπον τὸν Χριστὸν καὶ θεόν μου· λαβὼν γὰρ σῶμα δέδωκεν αὐτοῦ πνεῦμα τὸ θεῖον, οὐσιωδῶς ἑνοῦται δὲ δι’ αὐτοῦ πιστοῖς πᾶσι καὶ γίνεται ἀχώριστος ἡ ἕνωσις ἡ τούτων.

φεῦ μοι· στενάζω γὰρ πικρῶς τὴν τῶν ἀνθρώπων πλάνην· πῶς οὐ πιστεύομεν Χριστῷ, πῶς οὐκ ἀκολουθοῦμεν; πῶς οὐ ποθοῦμεν τὴν ζωήν, πῶς τὸν ἐκείνου πλοῦτον τὸν ἄσυλον, τὸν ἄφθαρτον, τὴν δόξαν τὴν ἀγήρω; διαγωγῆς τῆς μετ’ αὐτοῦ πῶς οὐκ ἐπιθυμοῦμεν; πῶς τοῖς φθαρτοῖς προσκείμενοι νομίζομεν σωθῆναι; οἱ μὴ φιλοῦντες τὸν Χριστὸν πλεῖον τῶν ὁρωμένων μηδὲ ἐλπίζοντες αὐτῷ συνεῖναι μετὰ πότμον, {ἀλλὰ} ἀναισθητότεροί εἰσι ξύλων τε καὶ τῶν λίθων· ἀλλ’, ὦ Χριστέ μου, ῥῦσαί με τῆς τούτων ἀλογίας καὶ σὲ φιλεῖν ἐκδίδαξον τὴν ζωὴν πιστῶν πάντων· σοὶ γὰρ σὺν τῷ πατρὶ καὶ πνεύματί σου θείῳ δόξα πρέπει καὶ αἴνεσις, τιμὴ προσκύνησίς τε νῦν καὶ ἀεὶ ὡς βασιλεῖ εἰς αἰῶνας αἰώνων καὶ τῶν ἁπάντων ποιητῇ θεῷ τε καὶ δεσπότῃ· ἀμήν.