Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Καθολικός έλεγχος και νουθεσίες προς τον κλήρο και τον λαό

Αυστηρές νουθεσίες προς τους άρχοντες, τους επισκόπους, τους ιερείς και τους μοναχούς για την πνευματική παρακμή και την ανάγκη αληθινής μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 17 από 17

Διδασκαλία κοινὴ σὺν ἐλέγχῳ πρὸς πάντας· βασιλεῖς, ἀρχιερεῖς, ἱερεῖς, μονάζοντας, λαϊκούς, ὑπὸ στόματος λαληθεῖσα καὶ λεγομένη θεοῦ.

Ὦ Χριστέ, παράσχου μοι λόγους σοφίας, λόγους γνώσεως καὶ συνέσεως θείας· σὺ γὰρ οἶδάς μου τὸ ἀσθενὲς τοῦ λόγου καὶ ἀμέτοχον μαθήσεως τῆς ἔξω· σὺ ἐπίστασαι, ὅτι σὲ μόνον ἔχω ζωὴν καὶ λόγον καὶ γνῶσιν καὶ σοφίαν, σωτῆρα θεὸν καὶ προστάτην ἐν βίῳ καὶ ἀναπνοὴν τῆς ταπεινῆς ψυχῆς μου, ὁ ξένος ἐγὼ καὶ ταπεινὸς τοῖς λόγοις· σὺ εἶ ἐλπίς μου, σὺ εἶ ἀντίληψίς μου, σὺ ἡ σκέπη μου, σὺ ἡ καταφυγή μου, σὺ τὸ καύχημα, ὁ πλοῦτος μου, ἡ δόξα· σὺ ἐκ τοῦ κόσμου ἠθέλησάς με, λόγε, κατ’ εὐσπλαγχνίαν προσλαβέσθαι τὸν ξένον, τὸν ἀνάξιον, τὸν εὐτελῆ καὶ χείρω παντὸς ἀνθρώπου, παντὸς ἀλόγου ζῴου, καὶ διὰ τοῦτο θαρρῶν σου τῷ ἐλέει καὶ αἰτοῦμαί σε καὶ λαλῶ καὶ προσπίπτω· δὸς λόγον εὐθῆ, δὸς ἰσχύν, δός μοι κράτος εἰπεῖν πρὸς πάντας τοὺς σοὶ ἀνακειμένους καὶ λατρεύοντας σοί, βασιλεῦ τῶν ἁπάντων, λαλῆσαι μύσταις, ἄρχουσί τε καὶ λάτραις τοῖς δοκοῦσί σε βλέπειν καὶ θεραπεύειν καὶ δουλεύειν σοι ὡς δεσπότῃ γνησίως· ἄνθρωποι πάντες, βασιλεῖς καὶ δυνάσται, ἱερεῖς, ἐπίσκοποι, μονασταὶ καὶ μιγάδες, μὴ ἀπαξιώσητε φωνῆς ἀκοῦσαι καὶ λόγων ἐμοῦ τοῦ εὐτελοῦς ἀνθρώπου, ἀλλὰ καρδίας ἀνοίξατέ μοι ὦτα καὶ ἀκούσατε καὶ σύνετε τί λέγει ὁ πάντων θεὸς καὶ πρὸ πάντων αἰώνων, ὁ ἀπρόσιτος, ὁ μόνος παντοκράτωρ, οὗ ἐν τῇ χειρὶ πνοὴ πάντων τῶν ὄντων.

βασιλεῖς, καλῶς ποιεῖτε πολεμοῦντες τὰ ἔθνη, ἐὰν μὴ αὐτοὶ τὰ τῶν ἐθνῶν ποιοῦντες ἔργα καὶ ἔθη καὶ βουλάς τε καὶ γνώμας καὶ διὰ πολλῶν ἔργων ὑμῶν καὶ λόγων ἀπαρνῆσθέ με, τὸν ὑμῶν βασιλέα· κρεῖσσον ἦν ὑμῖν λόγους ἐμοὺς φυλάσσειν ὀρθῶς τε ποιεῖν τὰς ἐντολάς μου πάσας καὶ ἐν πτωχείᾳ τῇ μακαριζομένῃ τὸν ἀπράγμονα μεταδιώκειν βίον· τί γὰρ ὄφελος διεκδικεῖν τὸν κόσμον ἀπὸ θανάτου καὶ προσκαίρου δουλείας, αὐτοὺς δὲ δούλους καὶ παθῶν καὶ δαιμόνων τοῖς ἔργοις ὑμᾶς γίνεσθαι καθ’ ἑκάστην καὶ κληρονόμους τοῦ πυρὸς τοῦ ἀσβέστου;

πάντα γὰρ καλά, ὅσα τις ἄλλα πράσσει ἔργα δι’ ἐμὲ καὶ τὴν πρὸς τὸν πλησίον συμπάθειάν τε καὶ ἐλεημοσύνην, πρῶτον δὲ πάντων, εἰ ἑαυτὸν οἰκτείρῃ καὶ τοὺς λόγους μου πάσῃ σπουδῇ φυλάξει καὶ μετάνοιαν ἐνδείξεται γνησίαν ὑπὲρ τῶν πρώην ἴσως ἐξειργασμένων, ἔπειτ’ ἐν τούτοις μηκέτι ἐπιστρέψῃ, ἀλλ’ ἐμμένει μου τοῦ δεσπότου τοῖς λόγοις, τοῖς προστάγμασι καὶ νόμοις ἀληθείας, καὶ οὕτως ποιεῖ ἀπαραβάτως πάντα μέχρι θανάτου καὶ μηδὲ ψιλὸν λόγον μηδὲ κεραίαν μίαν τῶν γεγραμμένων παραβλέψεται· τοῦτο γάρ μοι θυσία, τοῦτό μοι θυμίαμα καὶ προσφορὰ καὶ δῶρον, χωρὶς δὲ τούτων ἐθνικῶν ὑμεῖς χείρους· τῶν ἐπισκόπων οἱ πρόεδροι, σύνετε, οἱ ὄντες ἐκσφράγισμα ἐμῆς εἰκόνος, οἱ συλλαλεῖν μοι ἀξίως τεταγμένοι, οἱ τῶν δικαίων ὑπερκείμενοι πάντων ὡς ὄντες εἰς ὄνομα τῶν μαθητῶν μου κἀμοῦ φέροντες τὸν θεῖον χαρακτῆρα, οἱ καὶ τοῦ κοινοῦ ἐλαχίστου συλλόγου τὴν ἐξουσίαν τοιαύτην εἰληφότες, οἵαν ἔλαβον ἐκ τοῦ πατρὸς ὁ λόγος, ὁ καὶ σαρκωθείς, θεὸς ὢν κατὰ φύσιν καὶ διπλοῦς γενόμενος ταῖς ἐνεργείαις, ταῖς θελήσεσι, ταῖς φύσεσιν ὡσαύτως· ὃς ἀμέριστος, ἀσύγχυτος ὑπάρχω θεὸς ἄνθρωπος, ἄνθρωπος θεὸς πάλιν· ὡς γὰρ ἄνθρωπος χερσὶν ὑμῶν κρατεῖσθαι κατηξίωσα, ὡς θεὸς δὲ ὑπάρχων παντάπασιν ἄληπτος εἰμὶ πηλίναις χερσὶ καὶ ἀόρατος τοῖς μὴ ὁρῶσι καὶ ἀπρόσιτος ὁ σφαγεὶς ὑπὲρ πάντων, ὁ διπλοῦς ἐγὼ ἐν μιᾷ ὑποστάσει· τῶν ἐπισκόπων, οἳ διὰ τοῦτο πάντων κατεπαίρεσθε τῶν ἐλαχίστων ὡς ταπεινῶν τε καὶ κάτω καθημένων· τῶν ἐπισκόπων οἱ πόρρω τῆς ἀξίας, οὐχ ὧν τῷ λόγῳ συντρέχει καὶ ὁ βίος καὶ σφραγίς ἐστι τῆς τούτων θεοπνεύστου διδασκαλίας καὶ θεορρημοσύνης, ἀλλ’ ὧν τῷ λόγῳ ἀντίκειται ὁ βίος καὶ οἷς ἄγνωστα τὰ φρικτά μου καὶ θεῖα, οἳ καὶ κρατεῖν οἴονται ἄρτον, πῦρ ὄντα, καὶ ὡς ψιλοῦ μου καταφρονοῦσιν ἄρτου καὶ ψωμὸν ὁρᾶν καὶ ἐσθίειν δοκοῦσι, τὴν ἀόρατον μὴ ὁρῶντές μου δόξαν· τῶν ἐπισκόπων οἱ πολλοὶ ἐξ ὀλίγων, οἱ ὑψηλοί τε καὶ τεταπεινωμένοι τὴν κακὴν ταπείνωσιν καὶ ἐναντίαν, οἳ δόξαν θηρώμενοι τὴν τῶν ἀνθρώπων κἀμὲ παραβλέποντες τὸν κτίστην πάντων ὡς πτωχὸν καὶ πένητα ἀπερριμμένον ἀναξίως ἅπτονται τοῦ σώματός μου, καὶ ὑπερέχειν τῶν πολλῶν ἐκζητοῦντες ἀκλήτως εἰσέρχονται ἐμῶν ἀδύτων ἔνδον τοῦ νυμφῶνός τε τῶν ἀπορρήτων, ἐπιβαίνουσι χιτῶνος δίχα τῆς χάριτός μου, ἣν ἔλαβον οὐδέπω, καὶ ἃ μὴ βλέπειν ἔξωθεν τούτοις θέμις· καὶ μακροθυμῶ ὁ φιλάνθρωπος ἄγαν βαστάζων αὐτῶν τὴν ἀναίσχυντον τόλμαν· εἰσέρχονται δέ, ὡς φίλῳ μοι λαλοῦσιν, ᾧ οὐδ’ ὡς δοῦλοι ἐνέμειναν τῷ φόβῳ, καὶ δεικνύουσιν ἑαυτοὺς ὡς οἰκείους οἱ μηδὲ γνωρίζοντες τὴν ἐμὴν χάριν, καὶ μεσιτεύειν τοὺς ἄλλους ὑπισχνοῦνται οἱ πολλῶν ὑπεύθυνοι πταισμάτων ὄντες· ἔξωθεν καλῶς στολίζοντες τὸ σῶμα λαμπροὶ τῷ δοκεῖν καὶ καθαροὶ ὁρῶνται, ψυχὰς δὲ χείρους πηλοῦ τε καὶ βορβόρου, μᾶλλον δὲ παντὸς ἰοῦ θανατηφόρου κέκτηνται, οἱ δίκαιοι ἐν πονηρίᾳ· ὥσπερ γὰρ πάλαι Ἰούδας ὁ προδούς με λαβὼν τὸν ἄρτον ἐξ ἐμοῦ ἀναξίως ἔφαγεν αὐτὸν ὡς μέρος κοινοῦ ἄρτου, καὶ διὰ τοῦτο ὁ Σατανᾶς εἰσῆλθεν εἰς τοῦτον εὐθὺς καὶ ἀναιδῆ προδότην ἀπειργάσατο ἐμοῦ τοῦ διδασκάλου, ὑπουργὸν αὐτὸν λαβόμενος καὶ δοῦλον καὶ ἐκπληρωτὴν τῶν αὐτοῦ θελημάτων, οὕτω καὶ οὗτοι πανθάνουσιν ἀγνώστως, ὅσοι τολμηρῶς καὶ αὐθαδῶς τῶν θείων ἀναξίως ἅπτονταί μου μυστηρίων, οἱ προὔχοντες μάλιστα τῶν ἄλλων θρόνοις, οἱ τοῦ βήματος, οἱ τῆς ἱερωσύνης, οἱ τὸ συνειδὸς καὶ προτοῦ βεβλαμμένον καὶ μετὰ τοῦτο πάντως κατεγνωσμένον ἔχοντες καὶ βαίνοντες αὐλῇ μου θείᾳ, καὶ ἀναισχύντως ἵστανται τοῖς ἀδύτοις παρρησιαζόμενοι ἐνώπιόν μου μηδαμῶς τὴν θείαν μου δόξαν ὁρῶντες· ἣν εἰ ἔβλεπον, οὐκ ἂν τοῦτο ἐποίουν οὐδὲ πρόπυλα τοῦ ναοῦ μου τοῦ θείου οὕτως αὐθαδῶς εἰσβῆναι κατετόλμων.

ταῦτα οὖν πάντα γνώσεται πᾶς ὁ θέλων ἀληθῆ καὶ βέβαια τὰ γεγραμμένα ἔργων ἐξ αὐτῶν, ὧν ἱερεῖς ποιοῦμεν, καὶ ψεῦδος οὐδὲν οὐδαμῶς ἂν εὑρήσει καὶ πεισθήσεται καὶ καθομολογήσει, ὡς θεὸς αὐτὸς δι’ ἐμοῦ ταῦτα εἶπεν· εἰ μή τις αὐτὰ τῶν ποιούντων ὑπάρχει, καὶ σπεύδει λόγοις ἀπατηλοῖς σκεπάσαι καὶ τὰς ἰδίας αἰσχύνας συγκαλύψαι, ἃς ἐνώπιον ἀγγέλων καὶ ἀνθρώπων ἀποκαλύψει ὁ τὰ κρυπτὰ τοῦ σκότους ἀποκαλύπτων κύριος θεὸς πάντων· ποῖος ἐξ ὑμῶν τῶν νυνὶ ἱερέων τὰς ἀνομίας ἑαυτοῦ προκαθάρας οὕτως κατετόλμησεν ἱερωσύνης; ποῖος ἂν εἴποι τοῦτο ἐν παρρησίᾳ, ὅτι κατεφρόνησε δόξης τῆς κάτω καὶ διὰ μόνην ἱερουργεῖ τὴν ἄνω; ποῖος τὸν Χριστὸν ἠγάπησε καὶ μόνον καὶ χρυσὸν πάντα καὶ χρήματα παρεῖδε; ποῖος ἠρκέσθη τοῖς κατὰ χρείαν μόνοις καὶ τοῦ πλησίον οὐκ ἐνοσφίσατό τι; ποῖος τὴν συνείδησιν κατεγνωσμένην ἑαυτοῦ οὐ κέκτηται ἀπὸ λημμάτων, δι’ ὧν ἠπείχθη γενέσθαι ἢ ποιῆσαι ὠνησάμενος ἢ πωλήσας τὴν χάριν; ποῖος οὐ προέκρινεν ἀξίου φίλον τὸν ἀνάξιον μᾶλλον ἐγκαταστήσας; ἑαυτοῦ δὲ τίς οὐ σπουδάζει γνησίους φίλους ἀνθρώπους ἐπισκόπους ποιῆσαι, ὅπως λαμβάνῃ ἐν ἐξουσίᾳ πάντα τὰ ἀλλότρια; τοῦτο γὰρ τῶν μετρίων, ὃ καὶ ἀναμάρτητον δοκοῦσιν εἶναι, ἄλλης αἴροντες πράγματα ἐκκλησίας· ποῖος διὰ αἴτησιν τῶν κατὰ κόσμον δυναστῶν, φίλων, πλουσίων καὶ ἀρχόντων οὐκ ἐχειροτόνησε καὶ παρ’ ἀξίαν;

ὄντως οὐδεὶς σήμερον τούτων ὑπάρχει ἔχων ἁπάντων καθαρὰν τὴν καρδίαν, μὴ κεντούμενος ὑπὸ τοῦ συνειδότος ὅτι πάντως ἓν ἐποίησεν, ὧν εἶπον, ἀλλ’ ἐξαμαρτάνομεν ἀδεῶς πάντες μήτε τοῦ κακοῦ ἐκκοπὴν μελετῶντες μηδὲ τοῦ καλοῦ ποιούμενοι τὴν πρᾶξιν, καὶ διὰ τοῦτο οὐδὲ μετανοοῦμεν εἰς τὸ βάθος τῶν κακῶν βαπτισθέντες, καὶ ἀναλγήτως ἐγκείμεθα πρὸς ταῦτα· δόξης γὰρ ὑπάρχοντες ἄγευστοι θείας τὴν κάτω δόξαν παριδεῖν οὐ δυνάμεθα, ἔρως δὲ δόξης τῆς τῶν ἀνθρώπων λέγω ψυχὴν οὐκ ἐᾷ ταπεινωθῆναι ὅλως οὐδὲ μέμψασθαι ἑαυτὴν ἑκουσίως. πῶς οὖν, εἰπέ μοι, τούτων οὕτως ἐχόντων ὁ δόξαν θηρώμενος τὴν τῶν ἀνθρώπων καὶ πλούτου δεόμενος τοῦ φθειρομένου, ὁ ἐπιθυμῶν χρυσίου πλῆθος ἔχειν, ὁ εἰς ἁρπαγὴν ἀκόρεστος τυγχάνων καὶ μνησικακῶν τοῖς μὴ συχνῶς διδοῦσι θεὸν ἔνοικον ἔχειν εἰπεῖν τολμήσει ἢ φιλεῖν Χριστὸν ἢ πνεῦμα Χριστοῦ ἔχειν; ὁ δὲ μὴ Χριστὸν καὶ τὸν αὐτοῦ πατέρα καὶ πνεῦμα τὸ ἅγιον εἰσδεδεγμένος, γνωστῶς οἰκοῦντα καὶ ἐμπεριπατοῦντα τὸν ἕνα θεὸν ἐν τῇ αὐτοῦ καρδίᾳ, πῶς τὴν δουλείαν ἐνδείξεται γνησίαν; ἐκ τίνος δ’ ἄλλου τὴν ταπείνωσιν μάθῃ, ἢ πῶς διδαχθήσεται θέλημα θεῖον; τίς μεσιτεύσει τοῦτον ἢ θεῷ καταλλάξει καὶ παραστήσει ἀνεπαίσχυντον λάτρην θεῷ τῷ μόνῳ καθαρῷ καὶ ἀχράντῳ, ᾧ τὰ Χερουβὶμ οὐ τολμᾷ ἀτενίσαι, ὄντι ἀγγέλοις ἀπροσίτῳ τοῖς πᾶσι;

τίς βεβαιώσει κρατεῖν ἀναμαρτήτως καὶ ἱερουργεῖν ἀκατακρίτως τοῦτον τοῦ ἀμώμου θύματος φρικτὴν λατρείαν; ποῖος ἄγγελος, ποῖος ἄνθρωπος τοῦτο εἰπεῖν δύναται ἢ ποιῆσαι ἰσχύσει; ἐγὼ γὰρ λέγω καὶ μαρτύρομαι πᾶσι· μηδεὶς πλανάσθω, μὴ λόγοις ἀπατάσθω· ὅστις πρότερον οὐκ ἀφήσει τὸν κόσμον καὶ τὰ τοῦ κόσμου ἀπὸ ψυχῆς μισήσει καὶ μόνον Χριστὸν γνησίως ἀγαπήσει καὶ ψυχὴν αὐτὴν δι’ αὐτὸν ἀπολέσει μηδὲν μεριμνῶν τῶν εἰς ζωὴν ἀνθρώπου, ἀλλ’ ὡς καθ’ ὥραν ἀποθνῄσκων τυγχάνει, καὶ πολλὰ κλαύσει δι’ αὐτὸν καὶ πενθήσει κἀκείνου μόνου ἕξει ἐπιθυμίαν καὶ διὰ πολλῶν θλίψεών τε καὶ πόνων καταξιωθῇ πνεῦμα λαβεῖν τὸ θεῖον, ὃ καὶ δέδωκε τοῖς θείοις ἀποστόλοις, ἵνα δι’ αὐτοῦ πᾶν ἐκδιώξῃ πάθος, πᾶσαν δ’ ἀρετὴν εὐκόλως κατορθώσῃ καὶ δακρύων κτήσηται πηγὰς ἀφθόνους, ὅθεν κάθαρσις καὶ ψυχῆς θεωρία, ὅθεν τοῦ θείου θελήματος ἡ γνῶσις, ὅθεν φωτισμὸς ἐλλάμψεως τῆς θείας καὶ θεωρία φωτὸς τοῦ ἀπροσίτου, ἐξ οὗ ἡ ἀπάθεια, ἡ ἁγιότης δίδοται πᾶσι τοῖς καταξιωθεῖσιν ὁρᾶν καὶ ἔχειν τὸν θεὸν ἐν καρδίᾳ καὶ φυλάττεσθαι παρ’ αὐτοῦ καὶ φυλάττειν ἀτρώτους αὐτοῦ τὰς ἐντολὰς τὰς θείας, ἱερωσύνην καὶ ψυχῶν προστασίαν καταδέξασθαι ἢ ἄρξαι μὴ τολμήσῃ· ὥσπερ γὰρ Χριστὸς θεῷ πατρὶ ἰδίῳ καὶ προσφέρεται καὶ ἑαυτὸν προσφέρει, οὕτω καὶ ἡμᾶς αὐτός τε προσφέρει καὶ αὐτὸς ἡμᾶς οὕτως δέχεται πάλιν.

ἐπεὶ εἰς κρῖμα καὶ κατάκριμα ἔσται ἡ ἐγχείρησις τῶν τοιούτων πραγμάτων, φονέως χεῖρον, μοιχοῦ χεῖρον καὶ πόρνου καὶ πάντων ἄλλων ἔστιν ἁμαρτημάτων. ταῦτα οὖν πάντα πρὸς βροτοὺς νῦν τελοῦνται· εἰς ἀλλήλους γὰρ ἁμαρτάνομεν πάντως· ὁ δὲ τὰ θεῖα καπηλεύων θρασέως καὶ ἀπεμπολῶν τοῦ πνεύματος τὴν χάριν εἰς αὐτὸν πάντως τὸν θεὸν ἁμαρτάνει· ὁ γὰρ καταστὰς εἰς πρόσωπον τοῦ λόγου οὕτω βιοῦν ὀφείλει ὥσπερ ἐκεῖνος καὶ οὕτως ἀκόλουθα λέγειν ἐκείνῳ· αἱ ἀλώπεκες ἔχουσι φωλεοὺς πάντως καὶ τὰ πετεινὰ κατασκηνώσεις πάντα, ἐγὼ δ’ οὐκ ἔχω τὴν κεφαλὴν ποῦ κλίνω, ὁ Χριστοῦ λάτρης εἶναι ἠξιωμένος· οὐδὲν γὰρ αὐτὸς ἴδιον ὅλως ἔχειν οὐδὲ κεκτῆσθαι ὀφείλει τι τοῦ κόσμου, εἰ μὴ τὴν τοῦ σώματος χρείαν καὶ μόνον, τὰ δ’ ἄλλα πάντα τοῖς πένησι καὶ ξένοις καὶ τῇ ἑαυτῶν προσήκει ἐκκλησίᾳ· εἰ δ’ αὖ τολμήσει εἰς ἰδίας ἐξόδους ἀκαίρως χρῆσθαι τούτοις μετ’ ἐξουσίας καὶ συγγενέσι τὰ τῶν ξένων χαρίζειν οἴκους τε κτίζειν καὶ ἀγροὺς ἀγοράζειν καὶ ἀνδραπόδων ἐπισύρεσθαι πλῆθος, οὐαί, ὁποῖον τὸ κατάκριμα τούτου· πάντως ἀνθρώπῳ παρεικάζεται οὗτος τὴν τῆς ἰδίας γυναικὸς ὅλην προῖκα καταφαγόντι κακῶς ἐξ ἀφροσύνης· ὃς ἄρα κρατηθεὶς καὶ μὴ ἔχων τοῦ δοῦναι ταύτην ἀπαιτούμενος χρήματα πάντως, πρὸς τῇ στερήσει τῆς ἑαυτοῦ συζύγου καὶ εἰς φυλακὴν πέμπεται καθειρχθῆναι.

οὕτως οὖν ἐσόμεθα οἱ ἱερεῖς καὶ λάτραι, οἱ εἰς ἑαυτοὺς καὶ συγγενεῖς καὶ φίλους καταχρώμενοι ταῖς τῶν ἐκκλησιῶν εἰσόδοις καὶ τῶν πενήτων μὴ φροντίζοντες ὅλως, ἀλλ’ οἴκους, βαλανεῖα, μοναστήρια, πύργους κτίζοντες, προικίζοντες, γάμους ποιοῦντες καὶ τῶν ἰδίων ἐκκλησιῶν ὡς ξένων καταφρονοῦντες καὶ ἀμελοῦντες τούτων καὶ ἐπὶ μακροὺς χωριζόμενοι χρόνους· οἳ καὶ διατρίβομεν ἐν ἀλλοτρίᾳ χώρᾳ ἐῶντες χήρας τὰς ἑαυτῶν γυναῖκας πρόνοιαν αὐτῶν οὐδεμίαν ποιοῦντες, οἱ δὲ καὶ καρτεροῦντες εἰς αὐτὰς καὶ οἰκοῦντες, οὐχ ὅτι τούτων κρατούμεθα τῷ πόθῳ, ἀλλ’ ὅπως μόνον ζῶμεν ἐκ τῶν προσόδων ἀφθόνως αὐτῶν καὶ κατασπαταλῶμεν· περὶ δὲ ψυχῆς κάλλους, τῆς Χριστοῦ νύμφης, ποῖος ἐξ ἡμῶν τῶν ἱερέων φροντίζει;

ἕνα μοι δεῖξον καὶ εἰς τοῦτον ἀρκοῦμαι· ἀλλ’, οὐαὶ ἡμῖν τοῦ ἑβδόμου αἰῶνος θύταις, μοναχοῖς, ἐπισκόποις καὶ λάτραις, ὅτι τοὺς νόμους τοῦ θεοῦ καὶ σωτῆρος καταπατοῦμεν ὡς μηδενὸς ἀξίους· καὶ εἴ που φανῇ μικρὸς εἷς ἐν ἀνθρώποις, θεῷ δὲ μέγας ὡς αὐτῷ ἐγνωσμένος, μὴ τοῖς πάθεσιν ἡμῶν συγκαταβαίνων εὐθὺς ἀπελαύνεται ὡς εἷς κακούργων καὶ διώκεται παρ’ ἡμῶν ἐκ τοῦ μέσου καὶ ἀποσυνάγωγος γίνεται, καθὰ πάλαι ὁ Χριστὸς ἡμῶν παρὰ τῶν τηνικαῦτα ἀρχιερέων καὶ δεινῶν Ἰουδαίων, ὡς αὐτὸς ἔφη καὶ ἀεὶ τοῦτο λέγει τῇ λαμπρᾷ φωνῇ τῶν τούτου μεγαλείων· ἀλλ’ ἔστι θεός, ὃς αὐτὸν ἀνυψώσει καὶ προσλάβεται ὡς ἐν τῷδε τῷ βίῳ, οὕτως ἐν τῷ μέλλοντι καὶ συνδοξάσει πᾶσιν ἁγίοις, οὓς ἐπόθησεν οὗτος. ἀλλὰ τί φησι καὶ πρὸς ἡμᾶς ὁ λόγος;

τῶν μοναζόντων οἱ δοκοῦντες σπουδαῖοι, τὸ ἐντὸς μορφώσατε τῇ εὐσεβείᾳ καὶ τὸ ἐκτός μοι καθαρὸν πάντως ἔσται· τὸ μὲν γὰρ ὑμῶν εἰς ὠφέλειαν ἔσται καὶ τῶν ὁρώντων τὰ καλὰ ὑμῶν ἔργα, τὸ δὲ ποθεινὸν ἐμοὶ τῷ κτίστῃ πάντων καὶ ταῖς νοεραῖς τάξεσί μου καὶ θείαις· εἰ δὲ τὸν ἐκτὸς κοσμεῖτε ἀνδριάντα τῇ καταστολῇ τῶν ἠθῶν τούτου μόνῃ καὶ τοῖς ὁρῶσιν ὑμᾶς δοκεῖτε φίλοι διὰ τῆς ἐκτὸς γυμνασίας τῶν πόνων, φίλης ἐμῆς δὲ τῆς εἰκόνος οὐδ’ ὅλως ποιεῖσθε λόγον εἰς κάθαρσιν καὶ κόσμον αὐτῆς ἐν σπουδῇ καὶ δάκρυσι καὶ πόνοις, δι’ ἧς ἐμοί τε καὶ πᾶσι καθορᾶσθε ἄνθρωποι τρανῶς λογικοί τε καὶ θεῖοι, ἐοίκατέ μοι ὄντως μυδῶσι τάφοις καθάπερ ποτὲ Φαρισαῖοι, ὡς ἔφθην εἰπὼν ἐλέγχων τὴν ἀφροσύνην τούτων· ἔξωθεν λαμπροί, μυδῶντες πλήρεις ἔσω νεκροῖς ὀστέοις, μεμεστωμένοι φαύλων, καρδίας σαπρᾶς, ἐνθυμήσεων, λόγων, παθῶν, ἐννοιῶν καὶ μελέτης δολίας· τίς γὰρ ἐξ ὑμῶν ἐξεζήτησε ταῦτα, νηστείαν λέγω, σκληραγωγίαν, πόνους, κόμην αὐχμηράν, σιδήρων καθηλώσεις, τρίχινον ἔσθος, τύλων πλῆθος γονάτων, ξηροκοιτίαν, χόρτον εἰς στρῶσιν κοίτης καὶ πᾶσαν ἄλλην κακοπάθειαν βίου;

καλά γε ταῦτα, εἰ καλῶς ἐκτελεῖται τὰ τῆς νοερᾶς καὶ κρυπτῆς ἐργασίας ὑμῶν ἐν γνώσει καὶ σοφίᾳ καὶ λόγῳ· εἰ δ’ ἐκτὸς ταύτης ἐπ’ ἐκείνοις μέγα τι φρονεῖτε καί τι εἶναι δοκεῖτε, μηδὲν δὲ ὄντες ἐκείνης χωρίς, τάχα λεπροῖς προσεοίκατε λαμπραῖς ἐσθῆσιν ἐστολισμένοι τῶν ὁρώντων εἰς πλάνην· ἀλλὰ τοῖς ἐκτὸς χαίρειν πᾶσιν εἰπόντες μόνης γενέσθαι τῆς ἐντὸς ἐργασίας σπεύσατε θερμῶς ἐν ἱδρῶσι καὶ πόνοις θείων ἀρετῶν καὶ ἱερῶν ἀγώνων, ἵν’ ὀφθῆτέ μοι παρθένοι ταῖς ἐννοίαις, πεφωτισμένοι τὴν διάνοιαν πᾶσαν, καὶ ἑνωθῆτε τῷ λόγῳ μοι ἐν λόγῳ σοφίας ἐμῆς καὶ γνώσεως τῆς κρείττω.

τοῦ ἱεροῦ μου λαοῦ ἡ πληθὺς πᾶσα, δεῦρο σπουδαίως πρός με τὸν σὸν δεσπότην· δεῦρο, τῶν δεσμῶν λύθητι τῶν τοῦ κόσμου, μίσησον πλάνην τῶν αἰσθήσεων πᾶσαν, φύγε τῶν κακῶν τὰς αἰτίας ὀξέως, ἐπιθυμίαν ὁράσεως σαρκός τε ἀλαζονείαν φρενῶν τε καὶ τοῦ βίου καὶ πᾶσαν ἄλλην ἐνθύμησιν ματαίαν· ἃ γνῶθι κόσμου ὄντα τῆς ἀδικίας, εἰς ὄλεθρον ἄγοντα τὸν κεχρημένον αὐτοῖς ἐμπαθῶς καὶ προσπαθῶς ἐν βίῳ καὶ ἐχθρὸν κἀμοῦ δυστυχῶς ἐκτελοῦντα· λαβοῦ τοῦ πόθου τῶν ἐμῶν ἐν καρδίᾳ θείων πραγμάτων, ἀγαθῶν αἰωνίων, ὧν σοι σαρκωθεὶς ἡτοίμασα ὡς φίλῳ, ἵν’ ᾖς μοι ἀεὶ συνδαιτυμὼν ἀφράστως ἐν τῇ τραπέζῃ τῆς ἐμῆς βασιλείας τῆς ἐν οὐρανοῖς μετὰ πάντων ἁγίων· γνῶθι γὰρ σαυτόν, ὡς βροτὸς καὶ φθαρτὸς εἶ, ὀλίγον ζωῆς λείψανον ὢν ἐν βίῳ, καὶ ὡς οὐδέν σοι ἕψεται τῶν ἐν κόσμῳ λαμπρῶν ἢ τερπνῶν καὶ ἡδέων ἐντεῦθεν πρὸς τὰς ἐκεῖθεν ἀπαίροντι σκηνώσεις ἢ τὰ τῶν ἔργων μόνων τῶν ἐν τῷ βίῳ φαύλων παρὰ σοῦ ἢ καλῶν ἐργασθέντων· καὶ γνοὺς τὸ φθαρτὸν καὶ ἐπίκηρον πάντων, λιπὼν τὰ κάτω, ἄνω δεῦρο, καλῶ σε, πρός με τὸν θεὸν τοῦ παντὸς καὶ σωτῆρα, ἵν’ εἰς αἰῶνας αἰώνων ζήσῃς ὄντως καὶ τῶν ἀγαθῶν τῶν ἐμῶν ἐντρυφήσῃς, ὧν ἡτοίμασα τοῖς ἐμὲ ἀγαπῶσιν ἀεί τε καὶ νῦν, ἀμὴν εἰς τοὺς αἰῶνας.