Ἔργον
Θεόδωρος ὁ Στουδίτης – ᾈσμάτων ᾆσμα
Ύμνοι προς οσίους και ομολογητές
Υμνολογικά τροπάρια αφιερωμένα στους αγίους Παύλο τον Ομολογητή, Ευθύμιο, Θεόκτιστο, Εφραίμ τον Σύρο και όσιο Θεόδωρο, με έμφαση στους ασκητικούς τους αγώνες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνοι προς οσίους και ομολογητές
Υμνολογικά τροπάρια αφιερωμένα στους αγίους Παύλο τον Ομολογητή, Ευθύμιο, Θεόκτιστο, Εφραίμ τον Σύρο και όσιο Θεόδωρο, με έμφαση στους ασκητικούς τους αγώνες.
αʹ. Πιστευθεὶς θείᾳ ψήφῳ τὴν ἐκκλησίαν, ἐναθλεῖς ὑπὲρ ταύτης μέχρι θανάτου, τὸ τῆς τριάδος τρανώσας ὁμόθεον καὶ ἀμαυρώσας Ἀρείου τὸ βλάσφημον, ὁμολογητὰ μακάριε, ἀεὶ ὑπὲρ ἡμῶν τὸ Θεῖον ἱλέωσαι. βʹ. Τὸν λαμπτῆρα γνωρισθέντα ἀπλανῶς τῆς οἰκουμένης, τῆς ἐκλογῆς τὸ σκεῦος, τὸν ἰσοκλεῆ καὶ ὁμώνυμον Παύλῳ, ἅπαντες τὸν σοφὸν ὑμνήσωμεν, ὥσπερ ἀπόστολον, ὅτι καὶ αὐτὸς ὄνομα μέγα βεβάστακεν, κηρύξας Υἱὸν τῷ Γεννήτορι ὁμόδοξον, ἐπὶ ἐθνῶν βασιλέων τε, ᾧ ᾄδουσι τὰ πέρατα· διὸ ὑπὲρ ἡμῶν τὸ Θεῖον ἱλέωσαι.
γʹ. Ὁ παμμάκαρ, ἐκ σπαργάνων ἔθαλες φυτὸν ὡραῖον, ὡς ἐκ τοῦ παραδείσου τῆς ἀσκήσεως· σὺ ἀνέτειλας βρίθων Πνεύματος τοῖς καρποῖς τοῦ παναγίου ποικιλώτατα· τὴν πίστιν ὀρθὴν ὡς ὑπὲρ μύρον διέπνευσας· τὰ ἔργα τερπνὰ, ὡς ἐκ λειμῶνος, ἐκύπρισαν, ἃ ὀσφρησάμενοι μυστικῶς βοῶμέν σοι ἐπᾴδοντες· διὸ ὑπὲρ ...
δʹ. Ὑπαστράπτων, ὡς φωσφόρος ὁ σοφὸς, τὸν θεῖον βίον, εἰς τὸ τῆς προεδρίας ἐκ προγνώσεως ὕψος ἄνεισι· ἔνθα ἅπασι φρυκτωρεῖ τὴν εὐσεβῆ πίστιν ὀρθόδοξον, μονάδα τρισὶν ὑποστάσεσιν ἐκλάμπουσαν, τριάδα μιᾷ τῇ θεότητι ὑπάρχουσαν, ἣν προσκυνοῦντες εἰλικρινῶς βοήσωμεν ἐπᾴδοντες· διὸ ὑπὲρ ...
εʹ. Σὺ τῇ λάμψει τῶν δογμάτων δᾳδούχων ἐν ἐκκλησίᾳ, τὸ τῆς θεολογίας ὁμοούσιον καὶ τρισήλιον φέγγος ἤστραψας, ἐν αὐτῇ κατέλαμψας πάντα τὰ πέρατα, ἀρειανικὴν σκοτομήνιον δυσσέβειαν σφοδρῶς ἤλασας ταῖς θείαις αὔραις τοῦ Πνεύματος, ὡς ἐν ἡμέρᾳ περιπατεῖν τοὺς ὀρθοδόξως ᾄδοντας· διὸ ὑπὲρ ...
ζʹ. Ὀρθοδόξως τὴν Τριάδα συμφυῆ θεολογήσας, καὶ θηριομαχήσας ὁ ἀήττητος, ταύτης ἕνεκα, δύο δράκοντας ἀσεβεῖς ἀπέκτεινας ξίφει δογμάτων σου· τὸν εἰς τὸν Υἱὸν κτισμολατρείᾳ λυπήσαντα, τὸν εἰς τὸ σεπτὸν ἅγιον Πνεῦμα ὑβρίσαντα· σὺν γὰρ Ἀρείῳ κατήργησας ἅμα καὶ Μακεδόνιον·
Διὸ ὑπὲρ ... αʹ. Τῷ Θεῷ ἀπὸ μήτρας ἐκλελεγμένος, Σαμουὴλ τῇ προβλέψει ἀνηγορεύθης, τὴν οἰκουμένην λαμπρύνας τοῖς θαύμασι, καὶ τὰς ἐρήμους πυκνώσας τοῖς πλήθεσι, τερατουργὲ Εὐθύμιε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
βʹ. Εὐθυμείτω φερωνύμως ἡ Σιὼν ἐπιτελοῦσα τὸν τῆς θείας μνήμης σου πανηγυρισμόν· τῷ γὰρ τόκῳ σου εὗρεν λύτρωσιν τῶν δεινῶν, Εὐθύμιε θεοπλούτιστε· ὡς κρῖνον ἀνθοῦν ἐν τῇ ἐρήμῳ τὰ ὅσια, πληροῖς τῆς ὀσμῆς τῶν θαυμάτων σου τὰ πέρατα, ἧς ὀσφραινόμενοι ψυχικῶς, ῥωννύμεθα ἐπᾴδοντες·
Διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον. γʹ. Ὦ γονέων εὐτυχίας τῶν ἐσθλῶν, ὅτι τοιοῦτον διὰ ἱκετήρια ἀνεβλάστησαν καρπὸν ὅσιον, ὅνπερ ὥσπερ οἶν τῷ Θεῷ, ὡς Σαμουὴλ ἡ γεννήσασα, ὁ μέγας αὐτὸς ἀφιέρωσεν Ὀτρέϊος· τὸ Πνεῦμα αὐτὸν τὸ πανάγιον ἠγάπησε, πρὸς ὃν βοήσωμεν ἐκτενῶς καὶ εἴπωμεν ἐπᾴδοντες·
Διὸ ὑπὲρ ... δʹ. Σὺ προῆλθες, ὡς ἐκ σίμβλων, τῆς γαστρὸς ὁ φιλεργάτης, ἀρετῶν τοῖς ἄνθεσιν ἐφιπτάμενος καθὰ μέλιττα, μέλι ἅγιον ἑαυτῷ τῶν ἐντολῶν ἐργασάμενος καὶ τοῦτο Θεῷ προσφερόμενος, εὐφροσύνῃ γλυκαίνων ἡμῖν τῆς ἀσκήσεως τὸ ἔμπικρον, δι’ οὗ ἡδύνοντες τὰς ψυχὰς, κραυγάζομεν ἐπᾴδοντες·
Διὸ ὑπὲρ ... εʹ. Φιλοθέου ξυνωρίδος καὶ στοργῆς! ψυχὴ γὰρ μία ἐν δυσὶ τοῖς σώμασι ἐγνωρίζετο ὑμῖν, ἅγιοι, ὤμοις φέροντες τὸν σταυρὸν, Εὐθύμιε καὶ Θεόκτιστε· τὴν ἔρημον γὰρ ἐνεώσατε, θειότατοι, δεικνύντες αὐτὴν ὡς παράδεισον πυκάζουσαν· πρὸς οὓς κραυγάζομεν ἐν χαρᾷ, καὶ ψάλλομεν ἐπᾴδοντες·
Διὸ ὑπὲρ ... ϛʹ. Οἱ Αἰπόλοι ἐν τῷ ἄντρῳ τοὺς σοφοὺς ἑωρακότες, μέγαν φόβον ἔλαβον, αἰσθανόμενοι τὸ δυσβάτευτον· ὅθεν βαίνοντες πρὸς αὐτοὺς ἐθαύμαζον τὴν ζωὴν αὐτῶν· βοτάναι αὐτοῖς ὄψον ἥδιστον γεγόνασιν, ὡς ἐν οὐρανῷ οἱ μακάριοι διέτριβον, πρὸς οὓς συνήρχοντο οἱ λαοὶ, κραυγάζοντες καὶ ᾄδοντες·
Διὸ ὑπὲρ ... ζʹ. Ῥιζωθέντες ὁμοψύχως τῷ Θεῷ καρποφοροῦσιν τῶν ἀποτασσομένων τὴν διάδοσιν οἱ φαιδρόψυχοι· λάμπων μείζοσιν ἀρεταῖς τοῦ ἑτέρου ὁ Εὐθύμιος· μονίαν ὁ μὲν ὡς φιλέρημος ἀσπάζεται, ὁ δὲ εὐπειθῶς τὸ κοινόβιον προσδέχεται· ἀλλήλοις διδοῦσι τοὺς μισθοὺς, καὶ ᾄδουσιν οἱ σωζόμενοι·
Διὸ ὑπὲρ ... ηʹ. Ὥσπερ χρεὼν, δεῦτε πάντες, μονασταὶ σὺν τοῖς μιγάσιν, ἱερεῖς σὺν ἄναξιν, καὶ πᾶς ὁ λαὸς, νῦν αἰνέσωμεν, ὅνπερ δέδωκεν ὁ Θεὸς ἐν τῷ κόσμῳ δῶρον μέγιστον, τὴν πόλιν Θεοῦ ἐν τῇ ἐρήμῳ συστήσαντα, τὸν ἐν ἀρεταῖς τὴν οἰκουμένην ἀστράψαντα, τὸν μέγαν ὄντως τῶν μοναστῶν φωστῆρα, πρὸς ὃν κράζομεν·
Διὸ ὑπὲρ ... αʹ. Ἐκλογῆς δεδειγμένος σκεῦος ὡραῖον, ἀποῤῥεῖς ἐκ χειλέων ῥεῖθρα τῶν λόγων, τὴν οἰκουμένην ποτίζεις κατάνυξιν, καθυπογράφων τὴν ὥραν τῆς κρίσεως, σοφὲ Ἐφραῒμ φιλήσυχε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
βʹ. Τῆς ἐρήμου τὸν ὡραῖον πολίτην, Ἐφραῒμ τὸν μέγαν, τὸν ἐν ὁσιότητι ἐξαν- θήσαντα καρποὺς γνώσεως, δεῦτε σήμερον, ἀδελφοὶ, ἐγκωμίοις στέψωμεν ἅπαντες· τοῦ κόσμου φωστὴρ ἐγένετο διαπρύσιος, τὴν ὑπ’ οὐρανὸν καταλάμψας τοῖς διδάγμασιν, ἐν οἷς λαμπόμενοι καὶ ἡμεῖς βοῶμεν καὶ ἐπᾴδωμεν·
Διὸ ὑπὲρ ... γʹ. Οὐκ ἰσχύω τὰς σὰς φράσαι ἀρετὰς, Ἐφραῒμ θεόφρον· σὺ γὰρ δι’ ἀσκήσεως Πνεῦμα ἅγιον εἰσδεξάμενος, λύρα γέγονας γνωστικὴ μελῳδοῦσα θεῖα διδάγματα· τῆς σῆς γὰρ φωνῆς πᾶς ἐπακούων ἡδύνεται, καὶ κατανυγεὶς, ἔρωτι θείῳ ἐπτέρωται, τὴν μέθην ῥίψας τὴν τῶν παθῶν, κραυγάζων καὶ ἐπᾴδων σοι·
Διὸ ὑπὲρ ... δʹ. Ὑπεδείχθης Θεοῤῥήμων, ἑαυτῷ ἐν ὀπτασίᾳ ὡς μεγάλη ἄμπελος, τὴν ὑπ’ οὐρανὸν ἐκπληρώσασα θείοις ῥήμασιν ὡς καρποῖς, ἐπαρκοῦσα πᾶσι τοῖς πέρασιν· ἡ γλῶσσα γάρ σου τὰ μελίῤῥυτα διδάγματα ὑπὲρ τὴν πηγὴν τοῦ παραδείσου ἐκβλύσασα, ἀρδεύει πάντας ψυχωφελῶς τοὺς πίστει σοι ἐπᾴδοντας·
Διὸ ὑπὲρ ... εʹ. Σοὶ ὁ τόμος ἐπεδόθη εὐσεβῶς, ὁ δι’ ἀγγέλου, τῆς ἀῤῥήτου γνώσεως, ὡς θεράποντι Χριστοῦ, πάνσοφε, ὅνπερ ἤνοιξας νοητῶς ἀναπτύξει τῇ τῶν χειλέων σου, ἐξ οὗπερ κινεῖς, ὡς ἐκ πυξίδος τοῦ πνεύματος, γραφίδα τὴν σὴν, καὶ πληροῖς δέλτοις τὰ πέρατα, διδάσκων πάντας τὰ τοῦ Θεοῦ ἐντάλματα, ἐπᾴδοντας·
Διὸ ὑπὲρ ... ϛʹ. Τῆς σοφίας ἐντρυφήσας τῇ πηγῇ κραυγάζεις, πάτερ. Ἄνες σου τὰ κύματα τὰ τῆς χάριτος, μόνε Κύριε. Ὅθεν ἔβλυσας ποταμοὺς, τὰ διδάγματά σου φωτίζοντα· ἐντεῦθεν λοιπὸν ὡς μαργαρίτας τὰ δόγματα ἐκ βάθους τῆς σῆς θεογνωσίας ἀνείλκυσε, ἐν οἷς κοσμεῖται θεοπρεπῶς, ἡ ἐκκλησία ᾄδουσα·
Διὸ ὑπὲρ ... ζʹ. Ὃ λειμών σου τῶν ποικίλων διδαχῶν εὐωδιάζων, ἅπασαν οἰκουμένην ἀνεπλήρωσεν ὀσμῇ γνώσεως· ὅθεν ἅπαντες ψυχικῶς οἱ ἡδύπνοοι χρηματίζομεν, τὸ ἐκ τῶν παθῶν δυσῶδες νέφος ἐλαύνοντα, ὡς ἄνθη τερπνὰ, τὰ σὰ λόγια δρεπόμενοι, ἐν οἷς στεφάνους ὑμνῳδικοὺς προσφέροντές σοι ᾄδομεν·
Διὸ ὑπὲρ ... ηʹ. Ὑπὲρ πάντας τοὺς ὁσίους θρηνητὴς τοῦ βίου ὤφθης, προδεικνὺς τὸ ἔμφοβον τῆς κολάσεως, τρισμακάριστε· ἄλλος γέγονας προφητῶν Ἱερεμίας πολυθρήνητος, τὴν ὑπὸ παθῶν αἰχμαλωσίαν θρηνούμενος, καὶ ὑποδηλῶν τῆς μετανοίας τὴν ἄνοδον, δι’ ἧς ἐλπίζοντες εἰς Χριστὸν, βοῶμέν σοι ἐπᾴδοντες·
Διὸ ὑπὲρ ... θʹ. Ὑμνῳδήσας τὸν σὸν βίον, ἐκ μικροῦ ἐκλιπαρῶ σε ἀπὸ τῶν χαρίτων σου, παμμακάριστε, κἀμοὶ δώρησαι χάριν, ἔλεος καὶ ἰσχὺν, τὸν τοῦ βίου πλοῦν περαιώσασθαι· τὸ μοναδικὸν ἐπιστηρίζοις πολίτευμα· τὸ μιγαδικὸν ἐκδιασώζοις βιώσιμον, τοὺς ἱεράρχας τε καὶ βασιλεῖς καὶ πάντας τοὺς συμψάλλοντας·
Διὸ ὑπὲρ ... αʹ. Γνωρισθεὶς ἐκ σπαργάνων ἡγιασμένος καὶ φανεὶς ἐκ χαρίτων πεπληρωμένος τοῖς θαυμασίοις τὸν κόσμον κατηύγασας, καὶ τῶν δαιμόνων τὰ σμήνη ἀπήλασας, ἱερουργὲ Θεόδωρε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
βʹ. Τὸν ἀστέρα τῆς ἁγνείας ἐκ νυκτὸς τῆς ἁμαρτίας ἐν τῷ τῆς ἀσκήσεως στερεώματι ἀνατείλαντα, δεῦτε, ἴδωμεν, ἀδελφοὶ, Θεόδωρον τὸν ὁσιώτατον, θαυμάτων βολὰς ὑπὲρ ἥλιον προλάμποντα, καὶ τοὺς ἐπὶ γῆς ἐν ἰάσει φωτίζοντα, πρὸς ὃν βοήσωμεν ἐκτενῶς, καὶ εἴπωμεν ἐπᾴδοντες·
Διὸ ὑπὲρ ... γʹ. Οὐκ ἀρκέσει πᾶσα γλῶττα γηγενῶν λογογραφῆσαι τὴν ἀγγελομίμητον πολιτείαν σου, τρισμακάριστε· ὤφθης ἥλιος ἀρετῶν, καὶ οὐ δύναμαι ἀντωπῆσαί σοι· Σὺ δός μοι καὶ φῶς καὶ αἰνέσεως τὰ ῥήματα ὑμνῆσαι τὰ σὰ τῆς ἀσκήσεως τέρατα, ὡς ἂν ἀκούσαντες οἱ λαοὶ δοξάσωσιν ἐπᾴδοντες·
Διὸ ὑπὲρ ... δʹ. Ὑπεδείχθης ἀπὸ βρέφους ἱερῶς τῆς ἐγκρατείας τὴν μακαριότητα ἀσπασάμενος, θεοδίδακτε. πνεῦμα ἔλαβες ἐκπυροῦν τὴν ψυχήν σου πρὸς πάντα ὅσια, μητρῴας στοργῆς ὑπεράνωθεν γενόμενος, ἐξ ὅλης ψυχῆς ἀνακείμενος κτίστῃ σου, πρὸς ὃν ἐλπίζειν ἐν ἅπαντι ἐδίδασκες τοὺς ᾄδοντας·
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.