Ἔργον
Θεόδωρος ὁ Στουδίτης – ᾈσμάτων ᾆσμα
Ύμνοι προς τον άγιο Θεόδωρο τον Μάρτυρα
Σειρά στροφών που περιγράφουν τους άθλους, το μαρτύριο και τα μετά θάνατον θαύματα του αγίου Θεοδώρου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνοι προς τον άγιο Θεόδωρο τον Μάρτυρα
Σειρά στροφών που περιγράφουν τους άθλους, το μαρτύριο και τα μετά θάνατον θαύματα του αγίου Θεοδώρου.
αʹ. Ἀνδρείᾳ ψυχῆς τὴν πίστιν ὁπλισάμενος, καὶ ῥῆμα Θεοῦ ὡς λόγχην χειρισάμενος, τὸν ἐχθρὸν κατέτρωσας, τῶν μαρτύρων κλέος, Θεόδωρε· σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν. βʹ. Τῶν ἀθλητῶν τὸ ἔκλαμπρον κάλλος δεῦτε πάντες τοῖς ὕμνοις, ὡς στεφάνοις, πιστοὶ, Θεόδωρον καταστέψωμεν· δῶρον Θεοῦ γὰρ μέγα τῷ κόσμῳ ἀναδείκνυται λάμψεσι τῶν θαυμάτων· τὸν γὰρ ἐχθρὸν ἐκνικήσας Βελίαρ, δυνάμει Χριστοῦ, ὀμβρίζει, ἀντὶ αἱμάτων, κρουνηδὸν ἰαμάτων τὰ ῥεύματα· ἐν τούτοις οὖν πᾶσι χαίρων σὺν Χριστῷ, καὶ διδοὺς τὴν εἰρήνην ἀνέκλειπτον, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
γʹ. Ὄντως φρικτὸν τὸ πρώτιστον δρᾶμα, ὅτε πίστει ἑδραίᾳ ἐν τῇ λόγχῃ αὐτοῦ τὸν δράκοντα ἐθανάτωσεν, ὄφιν ἐν τούτῳ ἄλλον νικήσας, τὸν εἰσδύσαντα πρώην ἐν παραδείσῳ, τόν τε Ἀδὰμ δελεάσαντα θανάτῳ, βέλει φθορᾶς, νυνὶ δὲ τῇ ἀθλοφόρου ἐκκρουσθεὶς ἐν ἀνδρείᾳ νενίκηται· πρὸς ταῦτα οὖν πέλει τοῦ κόσμου χαρὰ, καὶ αἰώνια χαίρει ὁ ἔνδοξος, πρεσβεύων ...
δʹ. Ὑπεισελθὼν τοῖς σκάμμασι, μάρτυς, ἔστης ὅλος ἀτρέμας, ὡς ὁπλίτης Χριστοῦ, Θεόδωρε ἀνδρειότατε· φόβον θανάτου σαρκὸς μὴ πτήξας, Χριστὸν μόνον δὲ τρέμων τὸν βασιλέα, ὥσπερ Θεὸν, τοῦτον πάντων ἐκήρυξας τὸν ποιητὴν, αἰσχύνεις τε Μαξιμίνου βδελυρὰ τῶν εἰδώλων σεβάσματα, ῥωννύμενος θείᾳ ἀγάπῃ τὸν νοῦν, τὸ σὸν σῶμα κολάσει ἐκδέδωκας, πρεσβεύων ...
εʹ. Σὺ πτερωθεὶς τῷ θείῳ σου ζήλῳ, ἦλθες, ἧκες εὐθύμως, καὶ ἐμπρίζεις θεᾶς τέμενος, τὸ μητροείδωλον· οὐδὲ γὰρ φέρεις Χριστοῦ τὴν δόξαν μετατίθεσθαι βλέπων ἐν τοῖς εἰδώλοις· ὅθεν ποινὰς ὑπομείνας βασάνων ἐν τῇ σου σαρκὶ, κραυγάζεις· Οὐδὲν χωρίσει ἀλγεινὸν τῆς Χριστοῦ με φιλήσεως· ἐν τούτοις συμπάσχω αὐτίκα αὐτῷ, καὶ συντεύξομαι δόξης τῆς ἐν οὐρανῷ, πρεσβεύων ...
ϛʹ. Ταῦτα παθὼν, πανεύφημε μάρτυς, χαίρων οὕτως εἰσῆλθες ἐν ζοφώδει εἱρκτῇ ὠμότητι τοῦ δικάζοντος. Νύκτωρ τὸ φῶς ὁ Χριστὸς ὀφθείς σοι· Σὺ, Θεόδωρε, ἔφη, χαρᾷ ἀγάλλου, ἐν οὐρανῷ μετ’ ἐμοῦ γὰρ χορεύσεις ζῶν εἰς ἀεὶ, ἀνθ’ ὧν με οὐκ ἐξηρνήσω ἐπὶ τοῦ παρανόμως δικάζοντος, ἀνθρώπους τε πάντας κινήσω ᾠδαῖς τοῦ γεραίρειν σε πάντοτε μὴ ἐκκακεῖν, πρεσβεύοντα ...
ζʹ. Ὄντως ἐκστὰς πρὸς Κύριον μάρτυς, ὥσπερ ἄλλου ἀθλοῦντος, τὰς βασάνους στεῤῥῶς ὑπέφερες τῶν τυπτόντων σε· ὅθεν πολλαῖς σὺν ἄλλαις αἰκίαις, καὶ τὴν πάνδεινον ξέσιν καθυπομένεις, ἕως αὐτῶν τῶν ὀστέων ἐμφανῆναι τῶν σῶν πλευρῶν.
Ὢ θαῦμα! ὢ ξένον δρᾶμα! πῶς οὐδὲν τῶν βασάνων μεθῆκέ σε τῆς θείας ἀγάπης τοῦ πάντων Θεοῦ, τοῦ καὶ δόντος σοι χάριν ἀένναον πρεσβεύων ... ηʹ. Ὑπὲρ τὸ πῦρ θερμότερος πέλων, ἔστης μέσον ἀνδρείως τῆς ἁφθείσης φλογὸς, καιόμενος καρτερώτατα, ὅπως αὐτή σε ἡ φλὸξ ᾐδέσθη, καμαροῦσα γὰρ εἶχεν· ὡς πῦρ χρυσίον, σοῦ τὴν ψυχὴν προσαγαγὼν, ὥσπερ θῦμα ἑκούσιον, ἀνῆλθες πρὸς ὃν ἐπόθεις, μετασχὼν οὐρανίου λαμπρότητος· ἐν τούτοις γὰρ φθάσας εὐφραίνῃ ἀεὶ, ἀλλὰ ἄνωθεν τὸν κόσμον εἰρήνευε, πρεσβεύων ...
θʹ. Διὰ Χριστὸν, πολύαθλε μάρτυς, ταῦτα πάντα τελέσας, τῶν θαυμάτων πηγὴ γεγνώρισαι, θεοδώρητε· μάρτυς ἐκεῖνος ὁ παῖς σὺν ἄλλοις, ὃν αἰχμάλωτον εὗρες καὶ πεπραμένον, καὶ χρηστευθεὶς συνεπέφερες εὐθὺς τῷ ἵππῳ λευκῷ, ἀλόγῳ, ᾧπερ ἐδρέψω, παραδοὺς τῷ οἰκείῳ γεννήτορι· ἐν τούτοις γὰρ ὤφθης μηδέπω ἐῶν τοὺς πιστούς σε αἰτοῦντας ἐπικουρεῖν, πρεσβεύων ...
ιʹ. Ἴσος οὐδείς σοι τάχιον, μάρτυς, δεῖξαι δρόμους φευγόντων, καὶ κλεπτόντων ὁρμὰς, ἡνίκα τις ἐν εὐχῇ λάβῃ σε· ἄλλο γὰρ δρέπανον σὺ ἐπώφθης, ὃ ἑώρακε πάλαι ὁ Ζαχαρίας κατὰ κλεπτῶν· ἀπειλαῖς γὰρ ἀῤῥήτοις τούτους ἐκφοβῶν, ἐφάνης ἐν ἀμφοτέροις, συμπαθὴς καὶ προστάτης θερμότατος, παρέχων τὰ πάντα τοῖς πᾶσιν ἁπλῶς ὡς ἀξίως, καὶ ἔχων τὸ ἄξιον, πρεσβεύων ...
ιαʹ. Τίς ἱκανὸς θαῦμα πᾶν σου φράσαι; πλήν γε λέξω ὀλίγα, πῶς ὁ ὄρνιν φαγὼν ἀπώλεσεν ἵππον κάλλιστον, ὅμως δὲ μάρτυς Χριστοῦ ὑπάρχων, πῶλον ἕτερον δίδως τῷ στρατιώτῃ, ἵνα δειχθῇς ἀμφοτέροις ἰσχύων, ὡς φίλος Χριστοῦ.
Σὺν τούτοις ἐρῶ τὸν δίσκον, ὃν ὁ κλέψας κυρίῳ ἀπέδοτο· αὐτὸν γνωρίζεις, μάκαρ, στεῤῥῶς, καὶ δεικνύῃ προστάτης εὐήκοος, πρεσβεύων ... ιβʹ. Ὅλα εἰπεῖν οὐκ ἔστιν ἃ ἔδρας· ἓν δὲ φράσας ἢ δύο, ἀπολείπων σιγῇ τὰ ἕτερα, ἀναμνήσομαι· τερπνὴν μάχαιραν εὗρε κειμένην καὶ ποθῆσαν παιδίον αὐτὴν, ὡς εἶδεν, εἶτα εὐθὺς ἐξηράνθη τὴν χεῖρα, καὶ ἀμηχανῶν, ἐβόα πρός σε· ὦ μάρτυς, παιδικῶς πάλαι ἦρα τὴν μάχαιραν! ὡς δὲ πατὴρ φιλόπαις αὐτῷ ἀπέδωκας διόλου τὸ ἴδιον, πρεσβεύων ...
ιγʹ. Ὕστατον φόβον τῆς πυρκαϊᾶς, ὅπου ὤφθης συντρέχων, καὶ σβεννύων αὐτὴν τῷ πίστει σε προσκαλέσαντι· οὕτω παρέχεις πάντοτε πᾶσι σὲ τὸν μάρτυρα θερμῶς ἐπιβοῶσιν· ἀλλὰ τὴν σὴν προστασίαν παράσχου ἑκάστῳ ἡμῶν ἐν οἷσπερ ἐπικαλοῦμεν, εὐλογῶν τοὺς τιμῶντας τὴν μνήμην σου· σὺν τούτοις οὖν ἅμα φύλαττε ἐμὲ τὸν ᾠδήν σοι ἐπάξιον ᾄσαντα· πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.