Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – ᾈσμάτων ᾆσμα

Θεόδωρος ὁ Στουδίτης

Ύμνοι προς τον άγιο Ιωάννη τον Χρυσόστομο

Εκτενής υμνολογική αναφορά στο ποιμαντικό και δογματικό έργο, τα παθήματα, τις εξορίες και το κήρυγμα μετανοίας του αγίου Ιωάννου του Χρυσοστόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 9

αʹ. Τῇ χρυσοῤῥείθρῳ αἴγλῃ τῶν θείων δογμάτων σου, τῆς ἐκκλησίας, πάτερ, τοὺς θῆρας ἀπήλασας, Χρυσόστομε ἱεροφάντορ, ὡς ἀγαθὸς ποιμὴν θεαυγέστατος, πρέσβευε ὑπὲρ ἡμῶν, ὡς τῆς μετανοίας προστάτης θερμότατος.

βʹ. Τὸν ῥεῖθρα πᾶσι πλουσίως ἀναβλύζοντα σοφίας, χρυσοφθόγγῳ διδαχῇ, τῇ τοῦ Πνεύματος αἴγλῃ, πῶς σε ὑμνήσω ἐπαξίως, ἀπορῶ, τίμιε Χρυσόστομε· ἀλλ’ ὡς ὄντως τὸν ἐμὸν ἐπιστάμενος πόθον, σύγγνωθί μοι καὶ δίδου λόγον, ἵν’ εὐφημήσω σε ᾠδαῖς καὶ ἀνυμνήσω ἀξίως, ὡς τῇς μετανοίας προστάτην θερμότατον.

γʹ. Ὁ θεῖος ὄντως χειμάῤῥους πανσόφων τῶν σου λογίων, ἀποστάζων κρουνηδὸν ἀεννάως, εὐφραίνει πάντας τοὺς πίστει προσιόντας τῷ Χριστῷ, ἅγιε Χρυσόστομε· σὺ γὰρ πέλεις ἀληθῶς μετανοίας ὁ κλήτωρ καὶ τῶν ἁμαρτανόντων ἐπανόρθωσις ἄῤῥητος, διὸ ὁμόφρονές σε τιμῶμεν, ὡς τῆς μετανοίας προστάτην θερμότατον.

δʹ. Ὑλώδους πάσης κακίας ἀμέτοχος, θεοφάντορ, καὶ παθῶν σωματικῶν γεγονὼς ἀληθείᾳ, ἔξω τοῦ κόσμου καὶ σαρκὸς ἀναδειχθεὶς, ὄλβιε Χρυσόστομε, ποιμενάρχης ἀληθῶς ἐχρημάτιζες θεῖος, τὸν λαὸν ἐκπαιδεύων διδαχῇ χρυσοφθόγγω τὸν Χριστοῦ· διό σε πάντες τιμῶμεν, ὡς τῆς ...

εʹ. Ἀνέτειλεν ὡς φωσφόρος ἀστὴρ ἐν τῇ οἰκουμένῃ ἡ εὐφροσύνη νυνί· μνήμη τῶν σῶν ἀγώνων πάντας φαιδρύνει ἀγλαΐζουσα πιστοὺς, τίμιε Χρυσόστομε, κοσμοπόθητε φωστὴρ, ἱερέων τὸ κλέος, ποιμεναρχῶν τὸ φάος, διδασκάλων μελίῤῥυτε ἀρχηγὲ, χρυσόῤῥημον ποιμενάρχα, ὡς τῆς μετανοίας ...

ϛʹ. Συναγελάζῃ, θεόφρον, χορείαις τῶν ἀσωμάτων καὶ αὐλίζῃ ἐν φωτὶ τῷ ἀδύτῳ Τριάδος, αἶνον προσφέρων, ἱερώτατε φωστὴρ, ἅγιε Χρυσόστομε· ἀλλὰ δεῦρο, καὶ ἡμῖν φοίτησον οὐρανόθεν, ταῖς εὐχαῖς σου ἀστράψας, καὶ παθῶν ἐλευθέρωσον ἡμᾶς τούς σε πιστῶς ἀνυμνοῦντας, ὡς τῆς ...

ζʹ. Ὦ πόλις ὄντως ἁγία, ὡς μέγιστον ἱερέα δεδεγμένη ἐκ Θεοῦ ποιμενάρχην φωσφόρον· σοῦ γὰρ τὸ κλέος καὶ τὸ φάος ἀτρεκῶς πέλει ὁ Χρυσόστομος καὶ τοῦ κόσμου δὲ παντός· ἀλλὰ σὺ μακαρία, ὅτι εἴληφας, ὅνπερ ἐσυλήθης ἐκ φθόνου θησαυρὸν, τὸν πάνσοφον ποιμενάρχην, ὡς τῆς μετανοίας προστάτην ...

ηʹ. Τὸ ὄμμα ὄντως ὡς ἔχων ὑλώδους ἐξ ἐμπαθείας καθαρώτατον ἀεὶ, τὸν τῇ πλάνῃ παρέντα ἔγνως, τρισμάκαρ, τῷ γυναίῳ ἐμπαθεῖ βλέψει ἀτενίζοντα· διὸ τοῦτον παρευθὺ ἐκκαθάρας ἰάσω διδαχαῖς σου, θεόφρον, καὶ τοῦ πτώματος ἤγειρας ταχὺ, θεοφάντορ ποιμενάρχα, ὡς ...

θʹ. Ὁ πάλαι ὄφις τὴν Εὔαν ἀπάτῃ ἰσοθεΐας διὰ βρώσεως καρποῦ παραδείσου συλήσας, οὗτος τὴν ὄντως ἀβασίλευτον δεινῶς βρώσει ἐδελέασεν δι’ ἀμπέλου εὐμαρῶς, ἵνα σοι προξενήσει ἐξορίας τὸ κόνδυ· οὐκ ἠνέσχου τὴν ἄδικον ὁρμὴν, διὸ καὶ ταύτην ἐλέγχεις, ὡς ...

ιʹ. Ὑμνῶ σου, πάτερ, τὰ θεῖα παθήματα, ἃ ὑπέστης τοῦ δικαίου προεστὼς, καὶ δοξάζω τὴν χάριν δόντα Θεόν σοι, ἐκκλησίας ὁ φωστὴρ, ὄλβιε Χρυσόστομε, ....... ποιμεναρχῶν τὸ κλέος, οἰκουμένης τὸ φάος, καὶ τῶν προσκεκρουκότων τῷ Θεῷ διαλλακτὰ πλουτοφόρε, ὡς τῆς μετ...

ιαʹ. ᾈσμάτων ᾆσμα, θεόφρον, προσφέρει ἡ ἐκκλησία, συγχορεύουσα νυνὶ τῶν ἀγγέλων χορείαις, καὶ συσκιρτῶσα εὐφροσύνῳ χαρμονῇ, γήθει καὶ ἀγάλλεται καὶ δοξάζει τὸν Θεὸν, ἐντρυφῶσα τῷ κάλλει τῶν σεπτῶν διδαχῶν σου καὶ ὑμνεῖ σε ποιμένα ἑαυτῆς καὶ διδάσκαλον θεῖον, ὡς ...

ιβʹ. Σὺ τοὺς ἀσπλάγχνους εὐσπλάγχνους ἐνθέῳ σου νουθεσίᾳ ἀπειργάσω, ὦ σοφὲ, παραινῶν μεταδοῦναι πᾶσιν ἀφθόνως τοῖς αἰτοῦσι συμπαθῶς, τίμιε Χρυσόστομε, μετανοίας ὁδηγὲ καὶ ἐλεημοσύνης παναρμόνιε λύρα, ποιμενάρχα φαεινὲ τῶν γηγενῶν, χρυσόῤῥημόν τε παμμάκαρ, ὡς ...

ιγʹ. Μὴ διαλείπῃς, τρισμάκαρ, πρεσβεύειν ὑπὲρ τοῦ κόσμου καθαρώτερον, νυνὶ παρεστὼς τῇ Τριάδι, ὅπως τε πάντες ἐκβιοῦντες εὐσεβῶς μνήμην ἐκτελοῦμέν σοι· ἐξελοῦ τῶν πειρασμῶν, περιστάσεως ῥῦσαι, μετανοίᾳ τὸν βίον διανύσαι ἀξίωσον ἡμᾶς τούς σε πιστῶς ἀνυμνοῦντας, ὡς ...

ιδʹ. ᾈσμάτων αἶνον προσφέρω ὁ ὑμνῳδὸς ὁ πτωχός σου, ἐξαιτούμενος εὑρεῖν λύσιν τῶν ὀφλημάτων· βρίθω γὰρ ὄντως ἁμαρτάδων τῷ ἑσμῷ, τίμιε Χρυσόστομε, τῇ ἀχλύϊ τῶν παθῶν ἐζοφώθην ὁ τλήμων· ἀλλὰ δίδου καιρόν μοι μετανοίας, ὡς ποιμὴν φωταυγὴς, καὶ τῆς γεέννης με ῥῦσαι, ὡς τῆς μετανοίας προστάτης θερμότατος.