Ἔργον
Θεόδωρος ὁ Στουδίτης – ᾈσμάτων ᾆσμα
Ύμνοι προς τους αγίους Επιφάνιο και Νικόλαο
Εγκωμιαστικά τροπάρια προς τιμήν του αγίου Επιφανίου και του αγίου Νικολάου επισκόπου Μύρων, εξαίροντας την προστασία και τα θαύματά τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνοι προς τους αγίους Επιφάνιο και Νικόλαο
Εγκωμιαστικά τροπάρια προς τιμήν του αγίου Επιφανίου και του αγίου Νικολάου επισκόπου Μύρων, εξαίροντας την προστασία και τα θαύματά τους.
Μὴ ἐπιλάθῃ τοῦ σοῦ λαοῦ, ὁ ἐποπτεύων ἐξ οὐρανοῦ, ἀλλὰ τὸν Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως ἱκέτευε. αʹ. Τὰ φανότατα τῆς λιγυρᾶς σου γλώττης ἔπη, ἐκβλαστάνοντα ἐκ θησαυρῶν ἐνθέων, πᾶσαν τὴν οἰκουμένην κατελάμπρυνεν, Ἐπιφάνιε· στῦλος φωτὸς τῆς ἐκκλησίας, πάτερ, ἐδείχθης ἀεὶ ἐκ θεϊκῶν βολίδων, ἱεραρχῶν λύχνος περιφανέστατος· ἀλλὰ τὸν Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως ἱκέτευε.
βʹ. ᾎσμα ᾀσμάτων σοι ἔξεστιν ἐπικροτῆσαι· ἀγγελικῶς γὰρ ἐν βίῳ ἐπολιτεύσω, ἀείφωτε λαμπτὴρ, ῥῆτορ Ἐπιφάνιε ἱερώτατε· ἀλλ’ ὅμως τοὺς ἐκ ψυχῆς δέχου σοι προσιόντας καὶ πίστεως, τοὺς ἐγχειρίζειν πρὸς τὸ ὑμνεῖν τολμῶντας τὴν ἀξιέραστόν σου τὴν μυροδοτοῦσαν τὰς ἰάσεις τοῖς αἰτοῦσί σε· μὴ ἐπιλάθῃ τοῦ σοῦ λαοῦ σὲ ἐξαιτοῦντος εἰλικρινῶς, ἀλλὰ τὸν Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως ἱκέτευε.
γʹ. Σὺ ἐξανέτειλας ἥλιος πρὸ ἑωσφόρου, καταφωτίζων ἀκτῖσι τῶν μαθημάτων τὴν σύμπασαν ἀεὶ λόγοις τοῖς πανσόφοις σου, Ἐπιφάνιε. Νεάζων γὰρ ἀληθῶς ὤφθης ἐν φιλοσόφοις φιλόσοφος, μῦρα βρύουσι δὲ καὶ ἡμῖν ὄντως, κατὰ θεϊκὴν τὴν φωνὴν, τίμιά σου χείλη, ἀεννάως νᾶμα πότιμον, οὗ πεπωκότες ἡμεῖς γηγενεῖς, ἀναβοῶμεν περιχαρῶς· ἀλλὰ ...
δʹ. Μέγα προπύργιον ἔχει σε ἡ ἐκκλησία, νικητικὸν γὰρ ὁπλίτην τροπαιοφόρον, αἱρέσεις ἐκσοβῶν λόγοις τοῖς πανσόφοις σου, Ἐπιφάνιε· ἐν ταύτῃ γὰρ οἰκισθεὶς πρῶτον ὡς θηκοφύλαξ διάκονος μετ’ οὐ πολὺ δὲ προχειρισθεὶς ἐκ θείας ἐπιφανείας αὐτῇ ἀρχιερατεύεις, καθά φησί σοι, καὶ ἔπρεπε· διὸ βοῶμέν σοι ἐκτενῶς· μὴ διαλείπῃς ὑπὲρ λαοῦ, ἀλλὰ ...
αʹ. Τῷ φαεινῷ σου βίῳ ἀστράψας ὡς ἥλιος, περιφανὴς τῷ κόσμῳ ἐδείχθης τοῖς θαύμασιν, Νικόλαε ἱερομάκαρ, ὁ τοῦ Χριστοῦ θεράπων πιστότατος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἑορταζόντων προστάτα θερμότατε. βʹ. Τὸν θείῳ μύρῳ χρισθέντα, τῶν Μύρων ἀρχιερέα, ὁ τὰ μύρα σου τερπνῶς ὀσφραινόμενος τῶν θαυμάτων, πῶς σε ὑμνήσω ἁμαρτίαις δυσωδῶν, ἅγιε Νικόλαε;
Ἀλλὰ νάρδῳ προσευχῶν μύρισόν μου τοὺς τρόπους, ἥδυνόν μου τοὺς φθόγγους εἰς ὀσμὴν εὐωδίας νοητῆς, πρὸς τὸ ὑμνεῖν σε ἀξίως, τῶν ἑορταζόντων προστάτα θερμότατε. γʹ. Ὁ κόσμος ὅλως, ὡς ἄλλου φωστῆρος φωτοβολοῦντος, ἐν τῇ μνήμῃ σου, σοφὲ, φαιδρυνόμενος ἑορτάζει, χαίρει, δοξάζει, ἀναβλέπων νοερῶς θαύματα πανάγαστα· ἀλλὰ δεῦρο καὶ ἡμῖν φοίτησον οὐρανόθεν, ταῖς εὐχαῖς σου ἀστράψας, τῶν παθῶν σκεδαννύων τὴν ἀχλύν, τῶν σε ἀξίως ὑμνούντων, τῶν ἑορταζόντων ...
δʹ. Ὑμνεῖται ὄντως ἀξίως ἐν πᾶσι τὸ ὄνομά σου, ὅτι χάριν ἐκ Θεοῦ ταῖς ἀρεταῖς σου κατεκτήσω· πάντας προφθάνεις τοὺς ἐν πίστει ἐκτενῶς αἰτοῦντας παρεῖναί σε· καὶ γὰρ λύεις πειρασμοὺς, ἀδικοῦντας ἐλέγχεις, κτεινομένους λυτροῦσαι θαυμαστῶς μεταβάλλων τὰς ὀργὰς, ἱεροφάντορ παμμάκαρ, τῶν ἑορταζόντων ...
εʹ. Σὺ τοὺς δεσμώτας ἐῤῥύσω θανάτου τοῦ πικροτάτου, φοβερὸς τῷ βασιλεῖ ἐποφθεὶς αὐτῷ ἐν ὀνείρῳ· πῶς γὰρ οὐκ εἶχεν ἐπακοῦσαί σου φωνῆς, ἅγιε Νικόλαε; σὺ γὰρ ἔχεις ἐκ Θεοῦ δύναμιν τηλικαύτην πειρασμῶν ἀπαλλάττειν τοὺς πιστῶς ἐξαιτοῦντας πρὸς Θεὸν πρεσβευτὴν κινδυνευόντων, τῶν ἑορταζόντων ...
ϛʹ. Τίς οὗτος ἄλλος ἐπώφθη ἐν θλίψεσι προασπίζων τοὺς ἁλόντας πειρασμοῖς, ὥσπερ σύ ποτε, θεομάκαρ; σὲ γὰρ ὑμνοῦσιν ἀπαχθέντες εἰς σφαγὴν ἄδικον τρεῖς ἄρνες σου· ἄλλος ἄριστος ποιμὴν, ἀφηρπάσω τοὺς ἄνδρας, ὡς ἐκ στόματος λύκων, φοβερὸς κατ’ αὐτῶν, θαυμαστωθεὶς ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων, τῶν ἑορταζόντων ...
ζʹ. Οὐκ ἔστιν ὅστις ἐν λύπῃ οὐ προσφεύγει τῇ σῇ σκέπῃ, τῶν κακῶν ἀπαλλαγὴν ἐξαιτούμενος ἀνευρέσθαι· σὺ δὲ εὐθέως ὑπακούεις συμπαθῶς, ἅγιε Νικόλαε, διασείεις τὰ δεινὰ, καταλλάττεις τὰς ἔχθρας, ἀναφέρεις ἐκ βάθους ἀθυμίας τῶν περιστάσεων εἰς τὸ ὑμνεῖν σε ἀξίως, τῶν ἑορταζόντων ...
ηʹ. Ὑπὲρ τὰ ἄνθη κυπρίζει ἡ λάρναξ τῶν σῶν λειψάνων, νοητῶς μυροδοτεῖς, προστατεύων ταῖς εὐωδίαις· τίς γὰρ ἐν πίστει προσφοιτήσας οὐκ εὐθὺς εὕρατο ὃ ᾔτησεν; Ἀλλὰ δίδου καὶ ἡμῖν ὀσφραίνεσθαι εὐψύχως πόῤῥωθεν οὖσι ταύτης, τῶν χαρίτων εἰς ῥῶσιν νοητῶς, πρὸς τὸ ὑμνεῖν σε ἀξίως, τῶν ...
θʹ. Δωρεῖσαι ὄντως ποικίλως θεόθεν εὐεργεσίας· ἂν εἰκόνι γὰρ γραφῆς παρεδρεύῃ σοί τις ἐν πίστει, ἔχει ὃ θέλει· ἡ γὰρ χάρις σου πολλὴ, ἅγιε Νικόλαε. Ἀλλὰ νέμοις καὶ ἡμῖν ἅπερ σε ἐξαιτοῦμεν, χάριτι πρεσβειῶν σου πρὸς τὸν ὄντως σου ἐραστὴν Χριστὸν, εἰς τὸ ὑμνεῖν σε ἀξίως, τῶν ...
ιʹ. Ἱκετηρίαν λαμβάνων οὐ βραδύνεις ὑπακοῦσαι, ὁ ἀκοίμητος φωστὴρ, τοῦ ἐξάπτοντός σοι κανδήλας, μέχρι γὰρ τούτου ἐπιδίδως ἑαυτὸν τοῖς θερμῶς ζητοῦσί σε· κραταιά σου ἡ ῥοπὴ, εὐμενής σου ἡ κλῆσις· φίλος γὰρ χρηματίζεις τοῦ δεσπότου τῶν πάντων καὶ τῶν σὲ, Νικόλαε χριστομάκαρ, νῦν ἑορταζόντων ...
ιαʹ. Τὴν χάριν ταύτην ἰδίως ὑπὲρ πάντας τοὺς ἁγίους σοι δεδώρηται Χριστὸς προ- στατεύειν τῶν ἐν κινδύνοις· ὅθεν σε ἅπας ἀντιλήπτορα ζητεῖ, ἅγιε Νικόλαε, ὁ ἐν λύπαις ἐμπαρὼν, τληπαθῶν ἐξορίαις, ἀπαχθεὶς τοῦ τεθνάναι· ἐπὶ πᾶσι γὰρ βοηθεῖς θερμῶς εἰς τὸ ὑμνεῖν σε ἀξίως, τῶν ἑορταζόντων ...
ιβʹ. Ὁ δι’ ἡμῶν σὺ πρεσβεύων, ἐκ βαθέων ἀνακράζω, ἀντιλῆπτορ ἀγαθὲ, κινδυνεύοντα πρόφθασόν με, χεῖρα ὀρέξας βοηθείας κραταιᾶς, ἅγιε Νικόλαε, καὶ ἐξάρας τῶν δεινῶν, δεῖξον ὅσα ἰσχύεις τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἵνα πάντες ὑμνῶσι διὰ σοῦ νῦν τὴν ἐμὴν σωτηρίαν, τῶν ἑορταζόντων ...
ιγʹ. Ὑπερκοσμίως ὑπάρχων, καὶ χαίρων σὺν τοῖς ἀγγέλοις, μνήσθητί μου πρὸς Θεὸν, ἀναξίου τοῦ ὑμνῳδοῦ σου· δίδου τὴν χάριν ὁμοῦ πᾶσι τοῖς τὸ σὸν τελοῦσι μνημόσυνον, τῆς εἰρήνης βραβευτὰ, ἔκδικε τῶν ἐν λύπαις, πρεσβευτὰ τῶν ἐν κόσμῳ, ἱερέων ἐγκαλλώπισμα σεπτὸν, βασιλέων συμμαχία, τῶν ἑορταζόντων προστάτα θερμότατε.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.