Ἔργον
Θεόδωρος ὁ Στουδίτης – ᾈσμάτων ᾆσμα
Νεκρώσιμη υμνολογία εις κοιμηθέντα αδελφό
Νεκρώσιμοι οίκοι και μακαρισμοί για την εκδημία μοναχού, με προτροπές σε πνευματικό αγώνα και δεήσεις υπέρ αναπαύσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Νεκρώσιμη υμνολογία εις κοιμηθέντα αδελφό
Νεκρώσιμοι οίκοι και μακαρισμοί για την εκδημία μοναχού, με προτροπές σε πνευματικό αγώνα και δεήσεις υπέρ αναπαύσεως.
Ἐν τοῖς οὐρανοῖς συνόντες, ὑπὲρ ἡμῶν αἰτεῖτε σύναθλοι. αʹ. Τὸν μεταστάντα εὐσεβῶς ἐκ τῶν προσκαίρων μετὰ δικαίων ἀνάπαυσον, Χριστὲ ὁ Θεός· εἰ καὶ ὡς ἄνθρωπος ἥμαρτεν ἐπὶ τῆς γῆς, ὡς ἀναμάρτητος ἄνες αὐτῷ τὰ ἑκούσια πταίσματα καὶ τὰ ἀκούσια, πρεσβείαις τῆς Θεοτόκου, ἵνα συμφώνως βοήσωμεν ὑπὲρ αὐτοῦ τὸ ἀλληλούϊα.
Πρὸς τό· Αὐτὸς μόνος. βʹ. Φρικτὸν βλέπω καὶ ξένον τὸ ὅραμα· ὅτι ἄπνους ὁ χθές μοι συνόμιλος, ἀπεπαύθη φωνὴ ἀγορεύουσα· ὀφθαλμὸς θεωρῶν ἀπελήλατο, πάντα τὰ ὄργανα σεσίγηκαν· ὁ Θεὸς ἀπέκλεισε κατὰ αὐτοῦ, ὡς γράφει, καὶ οὐκέτι λοιπὸν ἐπιστρέψειεν· ἔνθα ᾄδωμεν πάντες μετ’ ἤχου βροτοὶ τὸ ἀλληλούϊα.
γʹ. Ὡς υἱὸς ὢν ἡμέρας μετήλυθες· ἀλλ’ ἡμεῖς σου θρηνοῦμεν τὴν στέρησιν, ἀρετῶν σου καλῶν μνημονεύοντες, τῆς στοργῆς, τῆς σπουδῆς, τῆς πραότητος· ἐν αἷς διέπρεψας, ἀείμνηστε, ἐπὶ ὤμων τόν σου σταυρὸν εὐπειθῶς βαστάζων, καὶ κατόπιν Χριστοῦ πορευόμενος, ᾧπερ ᾄδωμεν πάντες μετ’ ἤχου Θεῷ τὸ ἀλληλούϊα.
δʹ. Νῦν μοι φράσον, κλεινέ μου, πυνθάνοντι· Ποῦ αὐλίζῃ τὰ ὧδε ἀφέμενος; μετὰ τίνων ψυχῶν ἡ συγκλήρωσις; ἆρά πως οὐρανῷ προσελήλυθας; ἆρα ἐπέτυχες ὧν ἤλπιζες; ἆρα εὗρες κατοίκησιν φαεινήν; εἰπέ μοι, ὅπου ζώντων χοροὶ ἐπαγάλλονται, ἐπινίκιον αἶνον βοῶντες Θεῷ τὸ ἀλληλούϊα.
αʹ. Ἡ φωνή σου ἡδεῖα ἠκούετο ὁμιλοῦντος ἐν ἤθει χρηστότητος· ἀδελφὸς γὰρ αὐτὸς ἀδελφότητος συμπαθὴς, εὔκλεινος, μισοπόνηρος, λαλῶν ἀλήθειαν ἐγκάρδιον, οὐ δολώσας ἐν γλώττῃ σου τοῦ Θεοῦ τὸν λόγον, ἀλλὰ πᾶσι Χρηστὸς ὀπτανόμενος· διὰ τοῦτό σε στέργει ὁ ψάλλων Θεῶ τὸ ἀλληλούϊα.
ϛʹ. Θεσπεσίους ἀγῶνας ἐτέλεσας, ὑπηκόων ἀνύσας τὸ στάδιον, ὑποδὺς γὰρ θερμῶς ἐν τοῖς σκάμμασιν, ἐναθλῶν κατωθεῖς ἐπιθυμίαν, ἐν ᾗ κατῄσχυνας τὸν δράκοντα, τὸν αὐχένα ὑπέκλινας τῷ σαυτοῦ ποιμένι, μέχρι τέλους αὐτῷ συνεχόμενος· διὰ τοῦτο ...
ζʹ. Ἐνορᾶν σε δοκοῦμεν τῷ πνεύματι, πῶς ὑπῆρχες ἐνθάδε συνὼν ἡμῖν, ὁπηνίκα ὁμοῦ συνεψάλλομεν, ἔργον τὸ ἔνθεον ἐργαζόμενοι, καὶ τοῦτο ἅπαντες γλιχόμενοι· τὸν ποθούμενον μὲν ζητοῦμεν ἡμῶν ἑταῖρον, καὶ οὐκ ἔστιν εὑρεῖν τὸν πειθόμενον, μεθ’ οὗ εἴπωμεν πάντες ἐξ ἤχου Θεῷ τὸ ἀλληλούϊα.
ηʹ. Ὅτι ὄναρ ὁ βίος καὶ φάντασμα ἐννοήσας ἐνθέῳ φρονήματι, ἀπηρνήσω γονεῖς, δι’ ἐντάλματος, ἀδελφοὺς, συγγενεῖς, κόσμον ἅπαντα· πρὸ τοῦ Κυρίου γὰρ ἐφέσεως οὐδὲν ὅλως τῶν πάντων τιμαλφὲς ἡγήσω, ἀνθ’ ὧν εὗρες ζωὴν τὴν αἰώνιον, διὰ τοῦτό σε στέργει ὁ ψάλλων Θεῷ τὸ ἀλληλούϊα ...
θʹ. Διαλέξασθαι τοίνυν δοκεῖς ἡμῖν· ἀδελφοί μου, προσέχετε λόγοις μου, ἕως ἔτι καιρὸς, ἀγωνίσασθε· ἕως ἡμέρα, ἐργάσασθε πρὶν ἢ τὸ στάδιον λυθῇ ἡμῖν, ποθητοὶ, ἐννικῆσαι σπουδάσατε τὸν Βελίαρ, ἵνα δόξης Χριστοῦ ἐπιτύχητε, καὶ αἰνέσητε ᾆσμα μετ’ ἤχου Θεῷ τὸ ἀλληλούϊα.
ιʹ. Ὡς ὡραῖος ὁ βίος ὃν εἵλεσθε! τί γὰρ κρεῖττον τοῦ στέργειν κοινόβιον; ἐν αὐτῷ γὰρ ζωὴν ἐνετείλατο ὁ σωτὴρ, ὡς Δαυὶδ μεμελῴδηκεν· λοιπὸν ἀγάλλεσθε, ὁμάδελφοι, τῷ ποιμένι ὑπείκοντες, ἑαυτοὺς φιλοῦντες, καὶ τὰ πάθη μακρὰν διαπτύοντες, ἵνα ᾄσητε ᾆσμα μετ’ ἤχου Θεῷ τὸ ἀλληλούϊα.
ιαʹ. Ῥῆμα ἔτι λαλήσω ἐξόδιον, ἀδελφοί μου, οὐκέτι με ὄψεσθε, οὐ φωνῆς μού ποτε ἐπακούσετε, ἕως ἂν ὁ κριτὴς ἐξετάσῃ με, ἡνίκα ἅπαντες οἱ ἄνθρωποι παραστῶμεν τῷ βήματι τοῦ Χριστοῦ ἐν φόβῳ, ἔνθα πᾶσα ψυχὴ ἐτασθήσεται, καὶ ἐπᾴσετε πάντες οἱ ζῶντες Θεῷ, ἀλληλούϊα.
ιβʹ. Οἷος φόβος καὶ τρόμος ἠκούσατε, λοιπὸν πάντες σπουδαίως ἐπείχθητε, ὑπηκόως ἀεὶ πολιτεύσασθε, τὸν κανόνα νομίμως τελέσατε, (ἐφεδρεύει γὰρ ὡς λέων Σατὰν, ὠρυόμενος, καὶ ζητῶν θηρᾶν ψυχὴν ζῶσαν), δι’ ἀσκήσεως μὲν καὶ πραότητος, ἵνα ᾄσητε πάντες μετ’ ἤχου Θεῷ τὸ ἀλληλούϊα.
ιγʹ. Ὑπηκούσαμεν πάντα ἃ λέλεχας, ἀλλ’ εὑρίσκων γνησίως τὸν Κύριον, ὑπὲρ πάντων ἡμῶν ἐκδυσώπησον, νοερῶς εὐπειθεῖς πολιτεύεσθαι τὸ τῆς ἀσκήσεως παγκράτιον, τὸν ποιμένα θεοπρεπῶς σὺν ἡμῖν βιῶ- ναι, καὶ τοὺς πάντας τυχεῖν θείας χάριτος, ἵνα ᾄσωμεν πάντες μετ’ ἤχου Θεῷ τὸ ἀλληλούϊα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.