Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν ἀποτομὴν τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Τιμή του ιερού σκηνώματος και πανηγυρικό εγκώμιο

Ρητορική προσέγγιση της ταφής, απόδοση τιμής στα ιερά λείψανα, αναφορά στη θεία δίκη κατά του Ηρώδη και εκτενές τελικό εγκώμιο με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 4

Ἐκεῖ εἰμι, ὦ ἀκροαταί, τῇ διανοητικῇ θεωρίᾳ, καὶ βλέπω τὴν ταφὴν τοῦ δικαίου ἐν εἰρήνῃ οὖσαν κατὰ τὸ γεγραμμένον· ὁρῶ τὸ ἀγγελικὸν ἐκεῖνο πρόσωπον, οὗ οἱ ὀφθαλμοὶ ὡς δύο φωστῆρες δύσαντες, καὶ οὗ τὸ ὅλον εἶδος τῆς ὄψεως χρηστοφανῶς ἀποτετύπωται· ἄπνουν μὲν τῆς ἐπικήρου ζωτικῆς ἐνεργείας, εὔπνουν δὲ ὅτι μάλιστα τῇ τῆς θείας χάριτος μυρωδίᾳ. Ἀσπάζομαι τὰς ἱερὰς χεῖρας ἐκείνας, ὧν ἡ ἁφὴ ἀνέπαφος τῇ ἁμαρτίᾳ, καὶ ὧν τῷ δακτύλῳ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου τοῖς ἀνθρώποις καθυπεδείχθη. Προσκυνῶ τοὺς ὡραίους πόδας ἐκείνους, ὧν τὸ εὐαγγελίζεσθαι τὰ ἀγαθὰ τοῖς ἐπὶ γῆς, καὶ δι’ ὧν προκατηρτίσθη ἡ ὁδὸς τῆς τοῦ Κυρίου παρουσίας. Παρείτω μοι πρὸς προσκύνησιν καὶ ἡ τιμία ἅλυσις ἐφ’ ᾗ ἐδεσμήθη ὁ πολυτίμητος ἐν ἀνθρώποις ἄγγελος· παρείτω μοι καὶ ἡ σεβασμία πίναξ, ἐφ’ ᾗ ἐπετέθη ἡ χρυσίου τιμαλφεστέρα πανσέβαστος κάρα. Οὐδέ γε τὴν μάχαιραν τοῦ παλαμναίου τὴν διελάσασαν κατὰ τοῦ ἱεροῦ τραχήλου εἰ εὕροιμι, ἀπροσκύνητον ἐάσαιμι, οὐδέ γε τοὔδαφος ὑφ’ οὗ ἐφρουρήθη ὁ θησαυρὸς εἰ ἐπέτυχον, μὴ οὐχὶ προσεπτυξάμην ὡς μεταδοτικὸν χάριτος.

Ὦ μακάριε τάφε καὶ οὐ πικρὲ λίθε, ὃς ἔχεις τὸ τρισμακάριον ἐκεῖνο σκῆνος, ὑπὲρ σμαράγδων καὶ μαργάρων σωρείας ἔνδον συνειλημμένον· ἐκεῖ τοιγαροῦν παρῆν ὁρατῶς μὲν ὁ τῶν μαθητῶν ὅμιλος, ἀοράτως δὲ ἀγγέλων πληθύς, τὸν ὁμώνυμον αὐτὸν ἄγγελον ἐν σώματι, τὸν τοῦ Κυρίου φίλον γνήσιον, τὸν νυμφαγωγὸν τοῦ νυμφίου, τὸν ἀείφωτον λύχνον τοῦ ἀφράστου φωτός, τὴν ζῶσαν τοῦ τοῦ μεγάλου Λόγου, τὸν προφήτου περισσότερον, τὸν μείζονα ἐν γεννητοῖς γυναικῶν εὐφημούντων, γεραιρόντων, ἀναγόντων πρὸς οὐρανὸν καὶ εἰς τὴν ἀγήρω χαρὰν ἀποκομιζόντων· τοιαύτη μὲν οὖν ὡς εἴρηται εἰρηναία ἡ ταφὴ τοῦ δικαίου, ἀγαλλιάσιμός τε καὶ τῷ κόσμῳ σωτήριος.

θʹ. Ἡρώδης δὲ ὁ παράφρων ἆρά γε κἀντεῦθεν τῆς δίκης τὸ ἀπόκριμα διέφυγεν; Οὐ μὲν οὖν· ἀλλ’ ὡς εἴρηται διὰ ταῦτα ὑπὸ παντὸς τοῦ ὑπηκόου ἀνταρσίαν ἀποστὰς κατασφάττεται, τοῦ Θεοῦ εἰς παιδείαν τοῖς εἰς ὕστερον βασιλεύσουσι τὰ κατ’ αὐτὸν ἐκδειματοῦντος, ὡς ἂν μὴ τοῖς ὁμοίοις πάθεσι περιπέσειεν. Ἀλλ’ ἐντεῦθεν ἐπανελθών, ἁρμόζουσαν τῇ παρούσῃ ἡμέρᾳ φωνὴν δεῦρο ἐκβοήσομαι.

Σήμερον Ἰωάννης ὁ Πρόδρομος ὑπὲρ ἀληθείας τὴν κεφαλὴν ἀποτεμνόμενος μακαρίζεται, καὶ Ἡρώδης ὁ παράνομος κωμῳδούμενος διασύρεται. Σήμερον Ἰωάννης ὁ Πρόδρομος ἐν ταῖς ἁπάντων γλώσσαις τῷ τοῦ ἐλεγμοῦ διηγήματι τετίμηται, καὶ Ἡρώδης ὁ πανέκφρων ὑφ’ ἑκάστου τῶν φοβουμένων τὸν Κύριον τῇ μοιχείᾳ στηλιτευόμενος ἠτίμωται.

Σήμερον ἡ κεφαλὴ Ἰωάννου τοῦ Προδρόμου ἐπὶ πίνακι προφέρεται ἱερὸν σφάγιον, καὶ Ἡρωδιὰς ἡ μοιχεύτρια στηλιτεύεται καὶ μὴ βουλομένη αἰώνια. Σήμερον Ἰωάννου τοῦ Προδρόμου τὸ αἷμα ὑπὲρ φυλακῆς θείου νόμου χέεται, καὶ ὁ τοῦ Προδρόμου ἀντίθετος διὰ τῆς ἀντιπραγίας ἐνδίκως θριαμβεύεται.

Σήμερον Ἰωάννης ὁ Πρόδρομος διὰ τὴν πρὸς Ἡρώδην ὑπὲρ δικαίου παρρησίαν ἀποκτείνεται, καὶ βασιλεῖς τῆς γῆς τῶν ἰδίων συνθρόνων μὴ διαζεύγνυσθαι παιδευόμενοι τὸν διαζευχθέντα ἀποπτύουσι. Σήμερον Ἰωάννης ὁ Πρόδρομος αἴρει σημεῖον ἐπὶ τῆς γῆς, καὶ παραγγέλλεται πᾶς ἄνθρωπος ἀρκεῖσθαι τῇ ἰδίᾳ γυναικὶ καὶ περαιτέρω μὴ χωρεῖν.

Σήμερον Ἰωάννης ὁ Πρόδρομος εἰς ᾅδου κάτεισι, καὶ οἱ νεκροὶ χαρὰν τῆς Χριστοῦ παρουσίας ἀνεκλάλητον ἀκουτίζονται. Σήμερον Ἰωάννην τὸν Πρόδρομον καρατομηθέντα διὰ δικαιοσύνην Θεοῦ οἱ οὐρανοὶ ἐπευφράνθησαν, ἄνθρωποι δὲ ἐπὶ γῆς ὑμνολογοῦσιν ἑόρτια. Καί μοι δοκεῖ ὁ μέγας τοῦ Κυρίου Πρόδρομος ἐξ οὐρανῶν ἡμᾶς ἐποπτεύειν, καὶ ὡς ὑμνῳδοὺς αὐτοῦ θείοις χαρίσμασιν ἀμείβεσθαι· ἐν προφήταις ὡς ἀστὴρ ἑωθινὸς διᾴττων τε καὶ ὑπεραυγάζων· ἐν ἀποστόλοις ὡς ἥλιος ἐν μέσῳ ἡλίων προλάμπων καὶ ὑπερλάμπων· ἐν μάρτυσιν ὡς οὐρανὸς πεποικιλμένος τοῖς ἄστροις τῶν θαυμάτων· ἐν δικαίοις ὡς πολλοῖς τῆς δικαιοσύνης αὐχήμασιν ὑψικομώτερος, τῶν κέδρων τοῦ Λιβάνου ὑπερφαίνων, ὁ χαρὰν ἐξακουτίσας σήμερον τῇ οἰκουμένῃ. Εἰ γὰρ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται κατὰ τὰ λόγια, ἀνάλογον ἂν εἴη καὶ ἐν τῇ αὐτοῦ τελειώσει τὴν αὐτὴν ἔσεσθαι εὐφροσύνην, ἣν πανηγυρίζειν ἠξιώμεθα, ὅσοι ἐν ἱερατικῷ τε καὶ ἐρημικῷ, ἐν μοναδικῷ τε καὶ λαϊκῷ τάγματι πᾶσιν ἀνήκοντος τοῦ μνημοσύνου τὸ ἀγαλλίαμα· διαφερόντως δὲ ἡμῖν τοῖς τοῦ ἱεροῦ αὐτοῦ οἴκου θιασώταις, οὗ μετασχοίημεν τῶν πρεσβειῶν ἔτι μάλα ἐκτενέστερον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.