εʹ. Ὁ δὲ ἅμα τῷ κράτει, καὶ τὸ εἶναι Θεὸν ἐπιλελησμένος, ἐμάνη, ἐξήφθη τῷ θυμῷ, ἀπεσείσατο τὸν ἔλεγχον· οὐκ ἐμιμήσατο τὸν Δαβίδ, ὅς, ἐπειδὴ ἠλέγχθη παρὰ Νάθαν τοῦ προφήτου ἐπὶ μοιχείας ἐγκλήματι, ἐκείνην προεβάλετο τὴν φωνήν, «ἡμάρτηκα τῷ Κυρίῳ», οὗ διὰ τὴν ταπείνωσιν καὶ Κύριος παρεκβίβασε τὸ ἁμάρτημα· ἀλλά, «Κρατήσας», φησί, «τὸν Ἰωάννην, ἔδησεν αὐτὸν καὶ ἔθηκεν ἐν φυλακῇ». Ἐκράτησε τὸν φιλοσοφίᾳ ἀκράτητον, ὁ κεκρατημένος τῷ πάθει τῆς ἀσελγείας· ἔδησε τὸν ἀπολελυμένον τῇ ἀπροσπαθείᾳ, ὁ δεδεμένος τῇ μαγγανίᾳ τῆς ἀκολασίας· ἔθετο ἐν φυλακῇ τὸν φύλακα καὶ κήρυκα τῆς Ἐκκλησίας, ὁ καθειργμένος τῇ πράξει τῆς ἀκαθαρσίας· «Διὰ Ἡρωδιάδα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ»· Ἡρωδιάδα τὴν τῆς Δαλιδὰ ὁμότροπον, καὶ τοῦ διαβόλου συμπράκτορα· αὕτη γὰρ τὸν σύγκοιτον, μᾶλλον δὲ σύνθετον ὤτρυνε πρὸς τὴν τοῦ Ἰωάννου μανίαν· Οὐ φέρω, φησί, κωμωδεῖσθαι, βασίλισσα τυγχάνουσα, ὑπὸ τοῦ παιδὸς Ζαχαρίου· κάθες τὴν γλῶσσαν ἐν φυλακῇ τὴν ἐμὲ στηλιτεύουσαν· κτεῖνον ἐν τάχει αἰχμῇ τὸν ἐμοῦ τὴν ψυχὴν τοῖς λόγοις ὡς βέλεσι τραυματίζοντα. «Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὥσπερ προφήτην αὐτὸν εἶχον· οὐ γὰρ ἡνίκα βουληθῶσιν οἱ κρατοῦντες πρᾶξαί τι τῶν ἐκτόπων, εὐθὺς τὴν ὁρμὴν εἰς ἔργον ἄγουσιν, αἰδοῖ καὶ φόβῳ τοῦ ὑπηκόου ἀναβαλλόμενοι καὶ κλωθέντες εἰς ἑαυτοὺς τὸν ἐφαρμόζοντα καιρὸν τῆς μοχθηρίας.»