Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν γένεσιν τῆς Θεοτόκου (Νόθος)
Το μυστήριο της ενσαρκώσεως και η ανακαίνιση της κτίσεως
Θεολογική αναφορά στο παράδοξο της ενοικήσεως του αχωρήτου Θεού και ανάδειξη της Θεοτόκου ως νέας δημιουργίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το μυστήριο της ενσαρκώσεως και η ανακαίνιση της κτίσεως
Θεολογική αναφορά στο παράδοξο της ενοικήσεως του αχωρήτου Θεού και ανάδειξη της Θεοτόκου ως νέας δημιουργίας.
γʹ. Ἀλλὰ τί μοι τῷ δεῖνι, καὶ τῷ δεῖνι τὸ χαίρειν περιγράφειν, καὶ μὴ φωνῇ περιληπτικῇ διασημᾶναι τὴν ἀγαλλίασιν; Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Διὰ τί; ὅτι σκήνωμα τῷ Θεῷ Ἰακὼβ πεφανέρωται· ὅτι τόπος ἅγιος τῷ παναγίῳ Λόγῳ ὑποδέδεικται. Ὡς φοβερὸς ὁ τόπος οὗτος, βοάτω Ἰακὼβ ὁ πατριαρχικώτατος, οὐκ ἔστι τοῦτο ἀλλ᾽ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ! Ὢ ἀποῤῥήτων ἀκουσμάτων! ὢ παραδόξων ἀποτελεσμάτων! Τί τοῦτο τὸ καινὸν διήγημα; τίς αὕτη ἡ ξενίζουσα παραβολὴ καὶ ἀπόῤῥητος; Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἐξαρκέσουσί σοι, ὡς ὁ Λόγος, καὶ τίς ἡ ἐξαρκοῦσα αὐτῷ φυσικὴ κατοίκησις;
Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος; Καὶ ποῦ τῷ τοιούτῳ, καὶ τηλικούτῳ, καὶ ὑπεραίροντι πάσης καταληπτικῆς ὑποθέσεως; οὐ γὰρ ἐν ποσότητι τὸ ἄπειρον, περιληπτικὸν χωρίον ἐξευρηθήσεται. Ὁ οὐρανός μοι, φησὶν, θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Καὶ ποῖος οἰκοδομηθήσεται οἶκος τῷ ἐρωτῶντι; ἢ τίς ἐξευρεθείη τόπος τῆς καταπαύσεως αὐτοῦ; ἀλλ᾽ ὅμως εὕρηται, καὶ πεφανέρωται. Πῶς, καὶ τίνι τρόπῳ; Ὧδε γὰρ τὸ ζητούμενον. Μικρὸν ἀναμείνας, ἀγαπητὲ, λήψῃ τοῦ ποθουμένου τὴν ἐπίλυσιν.
δʹ. Μέλλοντος ἀνθρώπου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεσθαι δι᾽ ἄπειρον Θεοῦ ἀγαθότητα, πρότερον οὐρανὸς ἐκτείνεται, γῆ ὑπεστόρεσται, θάλασσα περιώρισται, καὶ ὅσα ἀμφοτέρων συμπληρωτικὰ, ἐν ταυτῷ τῆς ὅλης διακοσμήσεως εἴληπται. Εἶθ᾽ ὕστερον ὁ ἄνθρωπος βασιλικῶς εἰς γυμνάσιον ἀρετῆς ἐν παραδείσῳ τίθεται· ἀλλ᾽ εἰ μὴ ἡ παράβασις προὐχώρησεν, οὐκ ἂν τοῦ ζωηροῦ χωρίου ἐξωρίζετο.
Ἐξοστρακισθεὶς δὲ τοῦ ἐνδύματος, εἰ μὴ ταῖς θείαις προμηθείαις ἀντανίστατο, οὐκ ἂν εἰς τὴν πολυπαθεστάτην ἀλλοίωσιν κατηγάγετο, ἀντὶ Θεοῦ μονάρχου πολυθεΐαν σεβόμενος. Διά τοι ταῦτα, ὡς ἐν κεφαλαίῳ φάναι, τῇ φθορᾷ κατεσχημένων ἁπάντων, καὶ Θεοῦ κατοικτιζομένου μὴ εἰς παντελῆ ἀνυπαρξίαν χωρῆσαι τὸ τῶν οἰκείων χειρῶν πλάσμα, ἄλλου καινοῦ οὐρανοῦ, γῆς τε καὶ θαλάσσης ποίημα, ἐν οἷς χωρηθῆναι εὐδοκεῖ δι᾽ ἀνάπλασιν τοῦ γένους ὁ ἀχώρητος. Καὶ ταῦτά ἐστιν ἡ μακαρία καὶ πολυύμνητος Παρθένος. Ὢ τοῦ θαύματος! Οὐρανὸς μὲν, ὡς ἐκ τῶν ἀδύτων θησαυρῶν, τὸν τῆς δικαιοσύνης Ἥλιον ἀνίσχουσα· γῆ δὲ, ὡς ἐκ τῶν ἀχράντων λαγόνων τῆς ἀφθαρσίας, τὸν στάχυν τῆς ζωῆς βλαστήσασα· θάλασσα, ὡς ἐκ τῶν κοιλιακῶν κόλπων, τὸ νοητὸν μαργαρίτην προφέρουσα. Ἤδη τοιγαροῦν παρήχθη ἡ νεοφανὴς κτίσις τοῦ ἀχωρήτου. Ηὐτρεπίσθη ἡ βασίλειος αὐλὴ τοῦ Παμβασιλέως. Ἡτοιμάσθη τὸ λογικὸν καταγώγιον τοῦ ἀκαταλήπτου. Ὡς μεγαλοπρεπὴς ὅδε ὁ κόσμος! ὡς ἀξιάγαστος ἡ δημιουργία, φυτοῖς ἀρετῶν ὡραΐζουσα, ἄνθεσιν ἁγνείας εὐωδιάζουσα, λαμπρότησι θεωριῶν ἀγλαΐζουσα, πᾶσιν ἄλλοις ἀμφιλαφέσιν ἀγαθοῖς ἀνενδεῶς ἔχουσα, ἀξία, τὸ δὴ λεγόμενον, τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐνοικήσεως! Καίτοι γε καὶ ὁ πρὶν κόσμος, θαυμαστὸς ὅτι μάλιστα· ὅτε γὰρ, φησὶν, ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου, καὶ ὕμνησαν.
Ἀλλ᾽ οὔ τί πω οὕτω θεοπρεπὲς, ὡς ἡ μακαρία αὕτη καὶ πανθαύμαστος Παρθένος.
Καὶ ὅτι ἀληθὲς, ἄκουσον τοῦ πολύτλα Ἰὼβ λέγοντος· Οὐρανὸς μὲν οὐ καθαρὸς, ἄστρα δὲ οὐκ ἄμεμπτα ἐναντίον αὐτοῦ. Τῆς δὲ τί καθαρώτερον; τί δὲ ἀμεμπτότερον; ἧς τοσοῦτον ἠράσθη Θεὸς, τὸ ἀκρότατον φῶς καὶ καθαρώτατον, ὡς δι᾽ ἐπελεύσεως ἁγίου Πνεύματος οὐσιωδῶς αὐτῇ συγκραθῆναι, καὶ ἐξ αὐτῆς προελθεῖν τέλειος ἄνθρωπος, μετὰ τῆς ἀμεταβόλου καὶ ἀσυγχύτου τῶν οἰκείων ἱδρύσεως. Ὢ τοῦ θαύματος! Τὴν ἰδίαν δούλην, μητέρα κτήσασθαι οὐκ ἐπῃσχύνθη ὁ φιλανθρωπότατος. Ὢ τῆς συγκαταβάσεως!
Τοῦ ἰδίου πλάσματος γέννημα χρηματίσαι οὐκ ἀπῃνήνατο ὁ ὑπεράγαθος, ἐκείνης ἐρασθεὶς δηλαδὴ τῆς ὡραιοτέρας πάσης κτίσεως, ἐκείνης ἐπιλαβόμενος τῆς ἀξιωτέρας τῶν οὐρανίων δυνάμεων. Περὶ ταύτης τοίνυν ὁ Ζαχαρίας ὁ θαυμασιώτατος, Τέρπου, φησὶ, καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Περὶ ταύτης γε καὶ Ἰωὴλ ὁ μακαριώτατος, ὡς ἐμοὶ δοκεῖ, ὧδέ πως κεκραγὼς φαίνεται· Θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαί σοι. Γῆ γάρ ἐστιν, ἐφ᾽ ᾗ Μωϋσῆς ὁ ἱερώτατος λῦσαι τὸ ὑπόδημα τοῦ σκιώδους νόμου εἰς ἐξαλλαγὴν χάριτος προσετάττετο. Γῆ ἐστιν, ἐφ᾽ ᾗ τεθεμελιῶσθαι τῇ σαρκὶ ὑπὸ τοῦ Πνεύματος ᾄδεται, ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς. Γῆ ἐστιν, ἡ σπορᾶς ἀνεπίδεκτος, καὶ ἁπάντων καρποτροφοῦσα τροφοδότην. Γῆ ἐστιν, ἐφ᾽ ἣν τῆς ἁμαρτίας ἄκανθα οὐκ ἀνέτειλε. Τοὐναντίον δὲ μᾶλλον διὰ τοῦ ταύτης ἔρνους πρόῤῥιζος ἐκτέτιλται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.