Ὤφθη αὐτῷ», φησίν, «ἄγγελος Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυμιάματος· καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν»· ὡς φοβερά τις καὶ ἡ ἀγγελικὴ ὀπτασία, καὶ ἐν φοβερῷ τόπῳ καταφανεῖσα· «Ὡς φοβερός», γάρ φησιν, «ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ’ ἢ οἶκος Θεοῦ». Καὶ οὐ θαυμαστόν, εἰ δίκαιος ὢν ὁ ἱερεὺς ἐταράχθη, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν, ὅπου καὶ Δανιήλ, ὁ τῶν ἐπιθυμιῶν ἀνήρ, ἰδὼν ἐθαμβήθη, ἐπὶ πρόσωπόν τε πεπτωκὼς καὶ ἀχανὴς γεγονώς, τῇ τῆς ἀγγελικῆς ὑπεροχῆς ἀσυγκρίτῳ λαμπρότητι. «Ὤφθη αὐτῷ», Φησίν, «ἄγγελος Κυρίου». Τί φασιν ἡμῖν πρὸς ταῦτα, οἱ μὴ εἰκονίζοντες ἡμίχριστοι; Εἰ ὦπται ἄγγελος ἀνθρώπῳ, πάντως καὶ εἰκόνισται οὐδαμῶς ἄλλως, ἢ ὡς ὦπται· ὦπται δὲ ἐν τοιᾷδε μορφῇ, καθ’ ἃ καὶ Μωϋσῇ πρότερον ἐν τῷ ὄρει Σινᾷ τὰ περὶ τὸ ἱλαστήριον Χερουβὶμ ἐν τύπῳ δεικνύμενα· καὶ εἰ τὸ ἀσώματον καὶ ἀσχημάτιστον κατὰ τὸν δεδειγμένον τύπον περιγράφεται, πῶς τὸ ἐνσώματον καὶ σχηματιζόμενον ὑποπίπτον χροιᾷ τε καὶ ἁφῇ, καὶ ταῖς τρισὶ διαστάσεσιν, οἷον τὸ τοῦ Σωτῆρος εἶδος, οὐκ εἰκονίσομεν πρὸς ἐναργῆ τῆς ἀφαντασιάστου αὐτοῦ σαρκώσεως ἀπόδειξιν;