Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν γένεσιν τοῦ ἁγίου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ

Θεόδωρος ὁ Στουδίτης

Οι γονείς του Βαπτιστή και η υπεροχή του έναντι των προφητών

Εγκώμιο του ιερέα Ζαχαρία και της Ελισάβετ, και σύγκριση της γέννησης του Ιωάννη με άλλες θαυμαστές γεννήσεις της Παλαιάς Διαθήκης για την ανάδειξή του ως προπομπού του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 5

βʹ. Δεῦρο δὴ οὖν λοιπὸν τὴν ἡμέραν ἑορτάσωμεν, τὰ τοῦ γενεσίου πανηγυρίσωμεν, οὐχ οἱ περίοικοι μόνον, ἀλλὰ καὶ πᾶσα ἡ τοῦ νοητοῦ Ἰορδάνου περίχωρος· ἴδωμεν τὸ ξενοπρεπὲς μυστήριον, ἴδωμεν τὸ παραδόξως τελούμενον σήμερον, κατανοήσωμεν τὰ τοῦ Ζαχαρίου, ἀνθομολογησώμεθα τὰ τῆς Ἐλισάβετ. Οὐκ ἐξ ἀγεννῶν τοίνυν γονέων, ἵνα κἀντεῦθεν δειχθῇ μέγιστος ὁ Πρόδρομος, ἀλλὰ καὶ λίαν ἐπισήμων καὶ περιδόξων· ὁ μὲν γὰρ Ἀρών τις καὶ τὴν πολιὰν καὶ τὴν ἀξίαν, τὴν ἱερατικὴν στολὴν ἠμφιεσμένος, τὸ περιστήθιόν φημι, τὴν ἐπωμίδα, τὸν ποδήρη, τόν τε κοσυμβωτὸν χιτῶνα, τὴν κίδαρίν τε καὶ ζώνην, τὰ ἐκ χρυσοῦ τε καὶ λίθων καὶ ὑακίνθου καὶ βύσσου πεποικιλμένα· καὶ οὕτως εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσιών, κατὰ τὴν ἐφημερίαν τῆς ἱερουργίας, ἡ δὲ τῆς Σάρρας ἰσοκλεής, καὶ μᾶλλον δὲ ὑπερκλεής, ὡς καὶ τῇ Θεομήτορι ἀγχιστεύουσα· γεννᾷ γὰρ ἐκ στειρώσεως κατ’ ἐπαγγελίαν οὐκ Ἰσαὰκ δοῦλον Θεοῦ κληθέντα, ἀλλ’ Ἰωάννην τὸν φίλον γνήσιον Κυρίου χρηματίσαντα.

Ὢ ἀγόνου νηδύος τοιοῦτον κυοφορησάσης παῖδα! ὢ ἀκάρπου ἀρούρας τηλικαύτην βλαστησάσης ἄσταχυν· διὰ τοῦτο οὐκ ἀποκνητέον τὰ τοῦ μεγαλοφωνοτάτου Ἠσαΐου καινότερόν πως καὶ πρὸς αὐτὴν ἀποφθέγξασθαι· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα», ὅτι ἐξήνθησας ἐκ τῆς ἐρήμου μήτρας τὸ κρίνον τῆς ἁγνείας, τὸ ῥόδον τῆς πνευματικῆς εὐοδμίας, τὸν λειμῶνα τῆς ἀγαθοφόρου ἐγκρατείας, τὸν ἡμεροφανῆ λαμπτῆρα τῆς Χριστοῦ ἐπιφανείας, Ἰωάννην τὸν θεοπρόβλητον στρατιώτην τοῦ οὐρανίου βασιλέως, τὸν ἄριστον τῆς Χριστοῦ νυμφαγωγὸν Ἐκκλησίας, τὸν ἀσίγητον μάρτυρα τῆς ὄντως ἀληθείας, Ἰωάννην τὸν διαπρύσιον κήρυκα τῆς μετανοίας, τὸν ἐν σώματι ἄγγελον τοῦ Κυρίου, τὸν ἐκφάντορα τοῦ Ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ οὐδ’ ἂν αὐτοῦ περιλάβοιμι τὰς ἀξίας, κἂν πλείω προσθείην τῆς κλήσεως τὰ ὀνόματα· πολυώνυμος γάρ τίς ἐστι καὶ πολυάξιος, τὸ μεῖζον παρὰ πάντας τοὺς χριστοὺς Κυρίου κεκληρωμένος.

γʹ. Καὶ γοῦν τιμᾶται καὶ Ἰσαὰκ τοῦ προπάτορος τὸ γενέσιον, ὅνπερ Σάρρα συλλαβοῦσα καὶ τεκοῦσα υἱὸν εἰς γῆρας, εἶτα καὶ εἰποῦσα, «Τίς ἀναγγελεῖ Ἀβραάμ, ὅτι θηλάζει Σάρρα παιδίον;», ἐφ’ ᾧ καὶ μεγάλην δοχὴν ποιῶν φαίνεται ἐν ἡμέρᾳ τῆς αὐτοῦ ἀπογαλακτίσεως.

Καὶ τιμᾶται πάλιν Σαμψὼν τὸ γενέσιον τοῦ τεχθέντος Μανωὲ κατ’ ἐπαγγελίαν, ἐκ στείρας καὶ αὐτὸς προερχόμενος· ὅς, φησίν, οὐ πίεται οἶνον καὶ σίκερα, καὶ οὐ μὴ φάγῃ πᾶν ἀκάθαρτον· καὶ αὐτὸς ἄρξεται σῴζειν τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων. Ἔτι δὲ πρὸς τούτοις, ἵνα τὰ τῶν ἄλλων παραθέω, καὶ Σαμουὴλ τοῦ τὰ ἔμπροσθεν βλέποντος, ὃν ἔτεκεν ἡ πολυΰμνητος Ἄννα τῷ ἀνδρὶ αὐτῆς Ἐλκανᾷ, ἀναθεμένη ἐκ βρέφους τῷ Θεῷ. Ἀλλ’ οὔπω τῆς Ἰωάννου τετυχήκασι μεγαλειότητος, ἀγαπητοί· διότι οἱ μὲν πρὸ νόμου τοῦ γραπτοῦ, οἱ δὲ μετὰ νόμον· Ἰωάννης δὲ ὁ υἱὸς Ζαχαρίου τοῦ ἱερέως καὶ Ἐλισάβετ τῆς θαυμασίας, προεισόδιον ἄνθος τῆς Χριστοῦ παρουσίας, ἀνέθαλλε μέσον νόμου καὶ χάριτος ἀναφανείς· προηύγασε γὰρ ὁ νοητὸς ἑωσφόρος, σημαίνων τὴν ἀνατολὴν τοῦ Ἡλίου τῆς δικαιοσύνης· προέδραμεν ὁ στρατιώτης δηλῶν τὴν τοῦ παμβασιλέως ἐπιδημίαν· ἦλθεν ὁ νυμφαγωγὸς μηνύων τὴν ἐπιστασίαν τοῦ νυμφίου· καὶ οἱ μὲν μετά τινας καιροὺς τῆς ἀποκυήσεως ἢ προεφήτευσαν ἢ ἐτερατούργησαν, ὁ δὲ ἔτι ἐγκυοφορούμενος, Πνεύματος ἁγίου ἐμπέπλησται καὶ θαυματουργὸς ἀναδέδεικται.

δʹ. Τοιγαροῦν ἔοικέ μοι τοιοῦτόν τι, ἵν’ ὡς ἐν εἰκόνι παραστήσω τὸ μεγαλοπρεπὲς τοῦ Προδρόμου· Ὥσπερ τις οὖν βασιλεὺς ἐκ τῶν ἀνακτόρων βασιλικῶς προερχόμενος, ἔχει μὲν πρῶτα ἡγουμένους ῥαβδούχους τινὰς καὶ σκηπτροφόρους, ἔπειτα ὑπάτους, ὑπάρχους τε καὶ ταξιάρχους, ἔσχατον δέ τινα ἀξιωματικώτερον, μεθ’ ὃν εὐθὺς ὁ βασιλεὺς ἀμέσως ἐπιφαίνεται χρυσῷ καὶ λίθοις διαυγέσι καταλαμπόμενος, οὕτω μοι νόει καὶ ἐπὶ τοῦ ἀληθινοῦ καὶ μόνου τῶν ὅλων βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· μέλλοντος γὰρ αὐτοῦ διὰ σαρκὸς εἰσιέναι ἐν τῇ οἰκουμένῃ, προηγήσαντο μὲν πατριάρχαι, οἷον Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, ἔπειτα Μωϋσῆς ὁ θεοφάντωρ, Ἀαρών τε καὶ Σαμουήλ, καὶ πᾶς ὁ τῶν προφητῶν ὅμιλος, ὕστατος δέ πως πεφανέρωται Ἰωάννης, καὶ εὐθὺς ὁ Δεσπότης Χριστὸς περὶ οὗ φησιν· «Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν»· καὶ ὁ ἔσχατος τῇ τάξει μείζων τῇ ἀξίᾳ, κατὰ τὸ ἀνάλογον ἀποδέδεικται. Οὕτω τοίνυν καὶ προφητῶν καὶ ἀποστόλων καὶ τῶν ἄλλων ἁπάντων πρώτιστος κατὰ τὸν ἀληθῆ Λόγον ὁ μέγας Πρόδρομος, τῶν μὲν ὡς ἐφεπόμενος, τῶν δὲ ὡς προηγούμενος. Ἀλλὰ γάρ, τὴν εὐαγγελικὴν ἱστορίαν ἀναπτύξαντες, ἀκουσώμεθα τίνα τὰ τοῦ Γαβριὴλ πρὸς τὸν Ζαχαρίαν ἀπαγγελλόμενα. εʹ. «