Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ τῇ μέσῃ τῶν νηστειῶν

Θεόδωρος ὁ Στουδίτης

Η αγιαστική χάρη και οι πνευματικοί καρποί του σταυρικού ξύλου

Περιγράφονται οι πνευματικοί καρποί της προσκυνήσεως του Σταυρού, ο οποίος αγιάζει τους πιστούς, θεραπεύει τις αισθήσεις και αναιρεί τη φθορά της Εδέμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 5

Ἀλλὰ γὰρ μακάριοι καὶ οἱ ὀφθαλμοί, εἴποιμι ἄν, τῶν βλεπόντων τὸ τῆς εἰρήνης τοῦ παντὸς τρόπαιον, καὶ τὰ χείλη τῶν προσπτυσσομένων τὸ ὑπεράγαθον τοῦτο σύνθεμα. Ἄφθονος ἡ χάρις ἅπασι πρόκειται ἀέναος, ἡ κρήνη ἁγιασμὸν πηγάζουσα, οὐδένα οὐδαμῶς ἀποσειομένη ἐκ δαψιλοῦς ἀγαθότητος, ἀλλὰ καὶ τὸν ἡγνισμένον ἐπικαθαίρουσα, τῶν τε κεκηλιδωμένων μολυσμῶν ἀπαλλάττουσα, τὸν ὑπεραύχενα συστέλλουσα, καὶ τὸν νωθροκάρδιον διεγείρουσα, τὸν παρειμένον σφίγγουσα, καὶ τὸν ἀτεράμονα μαλάττουσα, εἴπερ ἕκαστος, ἐγγύαις ταῖς πρὸς τὸ κρεῖττον τὴν προσέλευσιν ποιήσοιτο, ἀλλὰ μὴ τολμηρῶς καὶ αὐθαδῶς τοῖς θείοις προσπελάσειεν, ἐπείπερ τοὺς αἰδήμονας οἶδε προσίεσθαι, ἀποστρέφεσθαι δ’ ὅτι μάλιστα τοὺς ἄλλως ἔχοντας.

Τοῦτο τὸ ζωοποιὸν ξύλον ὁρώμενον τὴν ἐκ τῆς τοῦ θελκτικοῦ ξύλου προσβλέψεως γοητευθεῖσαν ἡμῶν ἐν παραδείσῳ ἰάσατο ὅρασιν· τοῦτο τὸ ζωοποιὸν ξύλον προσαπτόμενοι χείλεσί τε καὶ ὄμμασι τῆς γευστικῆς τοῦ θανατηφόρου ξύλου ἀπαλλαττόμεθα προσψαύσεως.

Ὢ τῆς προκειμένης μεγαλοδωρεᾶς! ὢ τῆς τρισολβίου μακαριότητος! Ἐπειδὴ τὸ πρὶν διὰ ξύλου τεθανατώμεθα, ἐν ξύλῳ τὴν ἀθανασίαν εὑράμεθα· ὑπὸ ξύλου κατασοφισθέντες τὸ πρότερον, ἐν ξύλῳ τὸν σοφιστὴν ὄφιν ἀπεκρουσάμεθα. Τὰ ἀνταλλάγματα ξένα! Ἀντὶ θανάτου ζωή, ἀντὶ φθορᾶς ἀφθαρσία, ἀντ’ ὀνείδους δόξα!

Εὐκαίρως οὖν ὁ ἱερὸς Ἀπόστολος βεβόηκεν· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ». Ἐν γὰρ σταυρῷ ἡ ὑπέρσοφος σοφία ἐξανθήσασα, τὰ αὐχήματα τοῦ κόσμου σοφίας ἐμώρανεν· ἐν σταυρῷ παντὸς εἴδησις ἀγαθοῦ καρποφορήσασα, τὰ τῆς κακίας βλαστήματα ἀπεξέτεμε. Τούτου τοῦ ξύλου καὶ τύποι μόνον θαυμασίων εἰσὶν ἐξ αἰῶνος ὅτι μάλιστα γνωρίσματα.