Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ

Θεόδωρος ὁ Στουδίτης

Ωδές Α'-Γ'

Εισαγωγικοί ύμνοι του Κανόνος για την προσκύνηση του τιμίου σταυρού, με αναφορές στην προτύπωσή του από τον Μωυσή και στην Ανάσταση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΙΝ. ῼΔΗ Αʹ. Πανηγύρεως ἡμέρα. Τῇ ἐγέρσει Χριστοῦ θάνατος φροῦδος ὤφθη, ζωῆς ἀνέτειλεν αὐγή, ὁ Ἀδὰμ ἐξαναστὰς χορεύει χαρᾷ, διὸ ἀλαλάζωμεν ἐπινίκιον ᾄδοντες.

Προσκυνήσεως ἡμέρα τοῦ τιμίου σταυροῦ, δεῦτε πρὸς τοῦτον πάντες. Τῆς γὰρ ἐγέρσεως Χριστοῦ τὰς αὐγὰς φωτοβολῶν προτίθεται νῦν, αὐτὸν ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι. Ἐπιφάνηθι, ὁ μέγας τοῦ Κυρίου σταυρός. Δεῖξόν μοι ὄψιν θείαν τῆς ὡραιότητός σου νῦν, ἄξιον [ἀξίωσον] προσκυνητὴν αἰνέσεώς σου. Καὶ γὰρ ὡς ἐμψύχῳ σοι, καὶ φωνῶ, καὶ προσπτύσσομαι.

Αἰνεσάτωσαν συμφώνως οὐρανός, καὶ ἡ γῆ, ὅτι πρόκειται πᾶσιν ὁ παμμακάριστος σταυρός, ᾧ παγεὶς σωματικῶς ἐτύθη Χριστός, αὐτὸν ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι.

Τριαδικόν. Ὦ Τριὰς τοῖς χαρακτῆρσιν, ὦ μονὰς τῇ μορφῇ, Πάτερ, Υἱὲ καὶ Πνεῦμα. Ἡ ὁμοδύναμος ἑνὰς ἐν βουλῇ, καὶ θελήσει, καὶ κράτους ἀρχῇ, τὸν κόσμον σου φύλαττε, τὴν εἰρήνην βραβεύουσα.

Θεοτόκιον. Πεῖραν ὅλως ἡ Παρθένος μὴ εἰδυῖα ἀνδρός, ἄσπορον τίκτεις βρέφος, ἄχραντον φέρεις τοκετόν, τὸν τῶν ὅλων ποιητὴν Χριστὸν τὸν Θεόν, αὐτὸν ἐκδυσώπησον εἰρηνεῦσαι τὰ σύμπαντα.

Καταβασία. Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς ἐν Ἐρυθρᾷ θαλάσσῃ διαβιβάσας Ἰσραὴλ τὸν σταυρόν σου, τὴν ὑγρὰν τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον ἀναμέλπων, Χριστὲ ὁ Θεός.

ῼΔΗ Βʹ. Δεῦτε, ᾆσμα ᾄσωμεν καινὸν τὴν κατάλυσιν ᾄδου πανηγυρίζοντες. Ἐκ γὰρ τοῦ τάφου Χριστὸς ἀνέστη, τὸν θάνατον ἑλὼν καὶ σώσας τὰ σύμπαντα. Δεῦτε ἀρυσώμεθα, πιστοί, οὐκ ἐκ κρήνης βρυούσης ὕδωρ φθειρόμενον, ἀλλὰ πηγὴν φωτισμοῦ, σταυροῦ προσκυνήσει τοῦ Χριστοῦ, ἐν ᾧ καὶ καυχώμεθα.

Πάλαι ὃν ἐτύπου Μωϋσῆς ταῖς παλάμαις σταυρόν σου νῦν προσπτυσσόμενοι, τὸν νοητὸν Ἀμαλὴκ τροπούμεθα, Δέσποτα Κύριε, δι’ οὗ καὶ σεσώσμεθα. Ὄμμασι καὶ χείλεσιν ἁγνοῖς ἀνακρούοντες μέλος ἀγαλλιάσεως, τὸν τοῦ Κυρίου σταυρὸν χαρᾷ προσκυνήσωμεν πιστοὶ κροτοῦντες ἐν ᾄσμασιν.

Τριαδικόν. Ἕνα ὑποστάσεσι τρισὶ Θεὸν ἄναρχον σέβω, μὴ διαιρούμενον τῇ τῆς οὐσίας μορφῇ Πατέρα, Υἱόν, καὶ Πνεῦμα ζῶν, ἐν οἷς βεβαπτίσμεθα.

Θεοτόκιον. Ἐν βάτῳ Μωσῆς σου τυπικῶς τὸ μυστήριον πάλαι, σεμνή, ἑώρακεν. Ὡς γὰρ ἐκείνην ἡ φλόξ, τὸ πῦρ θεότητος τὴν σὴν νηδὺν οὐ κατέφλεξεν.

Καταβασία. Στερέωσον, Δέσποτα Κύριε, τῷ σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως, μὴ σαλευθῆναι τὸν νοῦν ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς. Μόνος γὰρ εἶ ἅγιος.

ῼΔΗ Γʹ. Ἰδοὺ ἀνέστη ὁ Χριστός, ταῖς μυροφόροις γυναιξὶν ἄγγελός φησι· Μὴ θρηνεῖτε, πορεύθητε, εἴπατε τοῖς ἀποστόλοις· Χαίρετε, σήμερον σωτηρία τῷ κόσμῳ, ἡ τυραννὶς τοῦ ἐχθροῦ θανάτου λέλυται. Τοῦ ζωηφόρου σου σταυροῦ τὴν προσκυνήσιμον χαρὰν σήμερον, Χριστέ, ὑπαντῶντες προπομπὴν ποιούμεθα τοῦ παναγίου πάθους σου, ὅπερ εἰς σωτηρίαν τοῦ κόσμου ἐναπειργάσω, Σωτήρ, ὡς παντοδύναμος.

Σήμερον γίνεται χαρὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅτι τοῦ σταυροῦ τὸ σημεῖον κόσμῳ ἐμφανίζεται. Σταυρὸς ὁ τρισμακάριστος, οὗτος προτεθεὶς ἀναβλύζει χάριν ἀένναον. Τί σοι προσάξωμεν, Χριστέ, ὅτι τὸν τίμιον σταυρὸν δέδωκας ἡμῖν προσκυνῆσαι, ἐν ᾧ τὸ πανάγιον κατεκενώθη αἷμά σου, ᾧ καὶ ἡ σάρξ σου ἥλοις ἐπάγη; ὃν ἀσπαζόμενοι νῦν εὐχαριστοῦμέν σοι.

Τριαδικόν. Μιᾶς θεότητος ὑμῶν τρεῖς ὑποστάσεις ἀμερῶς φύσεως ἁπλῆς δογματίζω, τὸν Πατέρα ἄναρχον, Υἱόν, καὶ Πνεῦμα ἅγιον, σύνθρονον, κυριότητα μίαν, ὁμοβασίλειον ἓν κράτος ἀΐδιον.

Θεοτόκιον. Μόνη ἐφάνης γυναικῶν χρῆμα πανθαύμαστον ἁγνὴ πρᾶγμα φοβερόν. Τὴν γὰρ φύσιν σὺ ἐκαινοτόμησας ἄνευ σπορᾶς κυήσασα, μείνασα πάλιν ὡς πρὶν παρθένος. Ὁ γεννηθεὶς γὰρ ἐκ σοῦ Θεός ἐστιν ἀληθής.

Καταβασία. Ἐπὶ σταυροῦ σε, δυνατέ, φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθεὶς τὰς ἀκτῖνας συνέστειλεν, ἔκρυψε, πᾶσα δὲ κτίσις ὕμνησεν ἐν φόβῳ τὴν σὴν μακροθυμίαν. Καὶ γὰρ ἐπλήσθη ἡ γῆ τῆς σῆς αἰνέσεως.