Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸ ἅγιον Πάσχα

Θεόδωρος ὁ Στουδίτης

Το μυστήριο του Σταυρού και η αποκατάσταση της ανθρωπότητας

Θεολογική ερμηνεία του σταυρικού Πάθους, η χάρις του βαπτίσματος μέσω της λογχευθείσης πλευράς, η σωτηρία του ληστή και απολογητικές διευκρινίσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 4

εʹ. Καὶ ἵνα μὴ πολλὰ λέγοντες δόξωμεν μηκῦναι τὸν λόγον, ἔλθωμεν καὶ εἰς αὐτὰ τὰ κεφάλαια τῶν πραγμάτων· τέλος οὖν ἤγετο ἐπὶ τὸν σταυρὸν καὶ θάνατον ὁ τῆς δόξης βασιλεύς, καὶ προσήλωτο τῷ ξύλῳ ὁ ὑπὸ τῶν Χερουβὶμ καὶ Σεραφὶμ ἀνυμνούμενος, καὶ ὑπὸ πασῶν δυνάμεών τε καὶ ἀγγέλων προσκυνούμενος· ταῦτα δὲ πρᾳέως ὑπέμενέ τε καὶ ἔπασχεν, ἡμῖν ὑπογραμμὸν παρέχων καὶ διδάσκαλος ἐπιεικείας γινόμενος. Διὰ τοῦτο οὖν καὶ ἡμεῖς ὀφείλομεν γενναίως φέρειν τὰς τῶν πονηρῶν ἀνθρώπων ἀπειλάς· ἀλλὰ γὰρ καὶ ἐπὶ τοῦ σταυροῦ κρεμασθεὶς μείζονα ἔργα καὶ πλείονα θαύματα ἐνεδείξατο, ἵνα ἂν οὕτω παύσῃ τῶν θεοστυγῶν τὴν μανίαν, ὥστε μὴ ἔχειν αὐτοὺς πρόφασιν τῆς ἀπιστίας, μήτε λέγειν ὅτι, Ψιλὸν ἄνθρωπον ἐσταυρώσαμεν· πρῶτον μὲν οὖν ἠνέσχετο ὁ Χριστὸς σταυρωθῆναι καὶ εἰς τὸν ἀέρα ἀρθῆναι, ἵνα τοὺς ἐν τῷ ἀέρι δαίμονας φυγαδεύσῃ· ἐκρεμάσθη ἐπὶ ξύλου, ἵνα τὴν πάλαι διὰ ξύλου προσγενομένην τοῖς ἀνθρώποις ἁμαρτίαν ἰάσηται· ἐνύγη καὶ λόγχῃ τὴν πλευράν, διὰ τὴν ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ληφθεῖσαν γυναῖκα.

Ἐπειδὴ γὰρ ὁ ὄφις τὴν Εὔαν ἠπάτησεν, ἡ δὲ Εὔα τὸν Ἀδὰμ παραβῆναι παρεσκεύασεν, ἐξῆλθε δὴ ἀπόφασις κατὰ τῶν ἀμφοτέρων, «Καὶ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας». Διὰ τοῦτο τιτρώσκεται ἡ πλευρά, ἵνα μάθωμεν, ὅτι οὐ μόνον ἀνδράσιν ἤνεγκε σωτηρίαν τὸ πάθος τοῦ Χριστοῦ, ἀλλὰ καὶ γυναιξί· «Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέγονε».

Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας τῆς ἁγίας Μαρίας· αὕτη γὰρ τὸν Σωτῆρα Χριστὸν ἐτεκνώσατο, οὐκ ἀνδρὶ συνελθοῦσα, ὡς Ἠσαΐας μαρτυρεῖ, ἀλλὰ Πνεύματος ἁγίου ἐπισκιάσει, καθὼς ὁ Γαβριὴλ ὁ ἀρχάγγελος εὐηγγελίσατο· διὰ ταύτην οὖν τὴν πρόφασιν καὶ ἡ πλευρὰ πλήσσεται τοῦ Χριστοῦ, ἵνα καὶ τὰ προειρημένα οἰκονομηθῇ, καὶ τὸ μυστήριον τοῦ βαπτίσματος κηρυχθῇ, καὶ ἡ χάρις ἡ μέλλουσα λάμψῃ· πηγάζει γὰρ αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ, ἵνα καὶ τὸ καθ’ ἡμῶν χειρόγραφον τῆς ἁμαρτίας ἀπαλείψῃ, καὶ τῷ αἵματι αὐτοῦ καθαρισθῶμεν, καὶ τὸν παράδεισον ἀπολάβωμεν.

ϛʹ. Ὢ μυστηρίου μεγάλου! μετενόησεν ὁ λῃστής· χρεία ἦν ὕδατος ἵνα βαπτισθῇ· ἐπὶ τοῦ σταυροῦ ἐκρέματο· οὐκ ἦν ἕτερος τόπος βαπτίσματος, οὐ πηγή, οὐ λίμνη, οὐκ ὄμβρος, οὐχ ὁ τὴν μυσταγωγίαν ἐπιτελῶν· πάντες γὰρ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἔφυγον οἱ μαθηταί· ἀλλ’ οὐκ ἠπόρησεν ὁ Ἰησοῦς ναμάτων, ἀλλὰ καὶ ἐπὶ σταυροῦ κρεμάμενος, δημιουργὸς ὑδάτων γέγονε· ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν εἰσελθεῖν εἰς τὴν βασιλείαν τὸν λῃστὴν δίχα βαπτίσματος, αἷμα καὶ ὕδωρ προσήκατο τῆς νυγείσης αὐτοῦ πλευρᾶς ὁ Σωτήρ, ἵνα αὐτὸν λῃστὴν ἐλευθερώσῃ τῶν ἐπηρμένων κακῶν, καὶ τὸ αἷμα λύτρον ἀποδείξῃ γενόμενον τῶν εἰς αὐτὸν τὰς ἐλπίδας ἐχόντων· «Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς κάθαρσιν, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Σωτῆρος ἡμῶν» καθάρσιον γέγονε πάντων ὁμοῦ Χριστιανῶν; Ἐὰν οὖν εἴπῃ σοί τις τῶν ἀπίστων, Διὰ τί ἐσταυρώθη ὁ Χριστός; Εἰπὲ αὐτῷ, Ἵνα σταυρώσῃ τὸν διάβολον.

Ἐὰν εἴπῃ σοι, Διὰ τί ἐκρεμάσθη ἐπὶ ξύλου; Εἰπὲ αὐτῷ, Ἵνα τὰς ἀκάνθας καὶ τριβόλους ἐκριζώσῃ τοῦ Ἀδάμ· ἐκεῖνος γὰρ στένειν καὶ τρέμειν κατεδικάσθη καὶ τριβόλους γεωργεῖν· Ἰησοῦς οὖν φιλάνθρωπος ὤν, καὶ τοῦ ἰδίου πλάσματος θέλων προνοήσασθαι, πάντα ὑπέστη δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῆς καταδίκης ἐλευθερωθῶμεν.

Ὥσπερ γὰρ ἐγεννήθη ὑπὸ γυναικός, ἵνα τὴν ἐκ γυναικὸς προσγενομένην ἁμαρτίαν τοῖς ἀνθρώποις ἀπαλείψῃ, οὕτω καὶ ταῖς ἀκάνθαις στεφανοῦται, ἵνα τὴν κακῶς γεωργηθεῖσαν ὑπὸ τῆς ἁμαρτίας γῆν, διὰ τῆς ἰδίας ὑπακοῆς ἡμερωτέραν ἐργάσηται. Ἐὰν εἴπῃ σοι, Διὰ τί χολὴν καὶ ὄξος ἔπιεν; Εἰπὲ αὐτῷ, Ἵνα ἡμεῖς τὸν θανατηφόρον ἰὸν ἐξεμέσωμεν τοῦ δράκοντος· ἡ γὰρ χολὴ ἐμὸν γέγονε γλύκασμα· καὶ τὸ ὄξος ἐκεῖνο ἐμοὶ γέγονεν εἰς γλύκασμα καὶ ἴαμα. Ἐὰν δέ σοι πάλιν εἴπῃ ἄπιστος, Διὰ τί ἐγονυπέτουν αὐτὸν προσιόντες αὐτῷ; εἰπὲ αὐτῷ, Ἵνα καὶ μὴ θέλοντες προσκυνήσωσιν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ τὴν βασιλείαν αὐτοῦ ἄκοντες ἐπὶ τὴν γῆν ὁμολογήσωσι. Νῦν μὲν γὰρ χλευάζοντες προσεκύνουν, μὴ εἰδότες ὃ ἔπραττον, ἐν δὲ τῇ μελλούσῃ ἀναστάσει «πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν». Ἔχει δὲ καὶ ἡ χλαμὺς ἐκείνη καὶ ἕτερον αἴνιγμα· οὐ μόνον γὰρ τὴν βασιλείαν ὑπετύπουν, ἀλλὰ γὰρ καὶ τὸ αἱμοβόρον καὶ φονῶδες τῶν Ἰουδαίων ἐπεδείκνυντο· ἔδωκαν δὲ καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, ἵνα γραφῶσιν αὐτῶν αἱ ἁμαρτίαι.